{"clement-eclogae/1.1":{"o":"Οἱ ἀμφὶ τὸν Σεδράχ, Μισάκ, Ἀβδεναγὼ ἐν τῇ καμίνῳ τοῦ πυρὸς ὑμνοῦντες τὸν θεὸν λέγουσιν· »εὐλογεῖτε, οἱ οὐρανοί, τὸν κύριον· ὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας.« εἶτα· »εὐλογεῖτε, ἄγγελοι, τὸν κύριον.«","t":"Those with Shadrach, Meshach, and Abednego in the furnace of fire, singing to God, say: “Bless the Lord, you heavens; sing to him and exalt him forever.” Then: “Bless the Lord, you angels.”"},"clement-eclogae/1.2":{"o":"εἶτα· »εὐλογεῖτε, ὕδατα καὶ πάντα τὰ ἐπάνω τοῦ οὐρανοῦ, τὸν κύριον.« οὕτως ἐπὶ δυνάμεων τάσσουσιν αἱ γραφαὶ καθαρῶν τοὺς οὐρανοὺς καὶ τὰ ὕδατα, ὡς καὶ ἐπὶ τῇ γενέσει δηλοῦται.","t":"Then: “Bless the Lord, you waters and all that are above the heaven.” So the Scriptures rank the heavens and the waters among pure powers, as is also shown in Genesis."},"clement-eclogae/1.3":{"o":"εἰκότως οὖν ποικίλως τῆς δυνάμεως ὀνομαζομένης ἐπάγει Δανιήλ· »εὐλογείτω πᾶσα δύναμις τὸν κύριον.« εἶτα ἐφεξῆς· »εὐλογεῖτε, ἥλιος καὶ σελήνη, τὸν κύριον.«","t":"Fittingly, then, since the word “power” is used in various senses, Daniel adds, “Let every power bless the Lord”; then next, “Bless the Lord, sun and moon.”"},"clement-eclogae/1.4":{"o":"καί· »εὐλογεῖτε, ἄστρα τοῦ οὐρανοῦ, τὸν κύριον· εὐλογεῖτε, πάντες οἱ σεβόμενοι κύριον, τὸν θεὸν τῶν θεῶν· ὑμνεῖτε καὶ ἐξομολογεῖσθε, ὅτι εἰς πάντας τοὺς αἰῶνας τὸ ἔλεος αὐτοῦ.«","t":"And: “Bless the Lord, stars of heaven; bless, all who worship the Lord, the God of gods; sing and give thanks, for his mercy is forever.”"},"clement-eclogae/1.5":{"o":"[ἐν τῷ Δανιὴλ γέγραπται τῶν τριῶν παίδων ἐν τῇ καμίνῳ ὑμνούντων.]","t":"[It is written in Daniel, when the three children were singing in the furnace.]"},"clement-eclogae/10.1":{"o":"Ἤδη δὲ οἱ ἐν σαθρῷ οἰκοῦντες σώματι καθάπερ ἐν πλοίῳ πλέοντες παλαιῷ οὐκ εἰσὶν ὕπτιοι, ἀλλʼ ἀεὶ εὔχονται ἀνατεταμένοι πρὸς τὸν θεόν.","t":"Those who dwell in a decaying body, as though sailing in an old ship, are not careless, but always pray with their hands raised to God."},"clement-eclogae/11.1":{"o":"Οἱ πρεσβύτεροι σφόδρα ἤχθοντο, εἰ μή τι πάσχοιεν κατὰ τὸ σῶμα ἑκάστοτε· ἐφοβοῦντο γὰρ μή πως ἐνταῦθα οὐ κομιζόμενοι τὰ ἐπίχειρα τῶν ἁμαρτημάτων, ἃ πολλὰ τοῖς ἐν σαρκὶ κατʼ ἄγνοιαν παρακολουθεῖ, ἀθρόαν ἐκεῖ κομίσωνται τὴν δίκην, ὥστε ἐνθάδε θεραπεύεσθαι ἠξίουν.","t":"The elders were very distressed if they did not suffer something in the body from time to time; for they feared that, if they did not receive here the wages of their sins, which follow those in the flesh in great number through ignorance, they would receive their punishment all at once there; so they thought fit to be treated here."},"clement-eclogae/11.2":{"o":"φοβητέον ἄρα οὐχὶ νόσον τὴν ἔξωθεν, ἀλλὰ τὰ ἁμαρτήματα, διʼ ἃ ἡ νόσος, καὶ νόσον ψυχῆς, οὐ σώματος, ὅτι »πᾶσα σὰρξ χόρτος«, τὰ δὲ σωματικὰ καὶ τὰ ἐκτὸς καλὰ »πρόσκαιρα, τὰ δὲ μὴ βλεπόμενα αἰώνια«.","t":"One must fear, then, not the illness from outside, but the sins because of which illness comes, and illness of soul, not of body; because “all flesh is grass,” and bodily and external goods are “temporary, but the things that are not seen are eternal.”"},"clement-eclogae/12.1":{"o":"Τὰ τῆς γνώσεως τὰ μὲν ἤδη μετέχομεν, τὰ δὲ διʼ ὧν ἔχομεν βεβαίως ἐλπίζομεν· οὔτε γὰρ πᾶν κεκομίσμεθα οὔτε παντὸς ὑστεροῦμεν, ἀλλʼ οἷον »ἀρραβῶνα« τῶν αἰωνίων ἀγαθῶν καὶ τοῦ πατρῴου πλούτου προσειλήφαμεν· τὰ δὲ ἐφόδια τῆς κυριακῆς ὁδοῦ οἱ μακαρισμοὶ τοῦ κυρίου.","t":"Of the things of knowledge, we already share in some, and others we hope for firmly through what we have; for we have neither received everything nor lack everything, but we have received as it were a “pledge” of the eternal good things and of the Father's wealth. And the provisions for the Lord's journey are the Lord's beatitudes."},"clement-eclogae/12.2":{"o":"»ζητεῖτε«, γὰρ εἶπεν, »καὶ μεριμνᾶτε τὴν βασιλείαν τοῦ θεοῦ, καὶ ταῦτα πάντα προστεθήσεται ὑμῖν· οἶδεν γὰρ ὁ πατὴρ ὧν χρείαν ἔχετε.«","t":"For he said, “Seek and be concerned for the kingdom of God, and all these things will be added to you; for the Father knows what you need.”"},"clement-eclogae/12.3":{"o":"οὕτως οὐ μόνον τὰς ἀσχολίας, ἀλλὰ καὶ τὰς φροντίδας περιγράφει. »οὐ γὰρ τῇ ἡλικίᾳ«, φησίν, »ἐκ τοῦ φροντίζειν προσθεῖναί τι δύνασθε.«","t":"So he limits not only our occupations but also our worries. “For you cannot,” he says, “add anything to your stature by worrying.”"},"clement-eclogae/12.4":{"o":"ὁ γὰρ θεὸς οἶδεν σαφῶς τίνα μὲν ἡμῖν ἔχειν, τίνων δὲ ἀπορεῖν συμφέρει. κενώσαντας οὖν σφᾶς αὐτοὺς τῶν κοσμικῶν φροντίδων ἀξιοῖ πληροῦσθαι τῆς εἰς θεόν.","t":"For God knows clearly what it is good for us to have and what to lack. So he wants us, having emptied ourselves of worldly cares, to be filled with care for God."},"clement-eclogae/12.5":{"o":"»ἡμεῖς γὰρ στενάζομεν ἐπενδύσασθαι ποθοῦντες« τὰ ἄφθαρτα, πρὶν ἐκδύσασθαι τὴν φθοράν.","t":"“For we groan, longing to put on” the incorruptible, before putting off corruption."},"clement-eclogae/12.6":{"o":"ἐπιχεομένης γὰρ τῆς πίστεως ἀπορρεῖ ἡ ἀπιστία. ὁμοίως καὶ ἐπὶ γνώσεως καὶ δικαιοσύνης. οὐ χρὴ οὖν μόνον κενῶσαι τὴν ψυχήν.","t":"For when faith is poured in, unbelief flows out; likewise with knowledge and righteousness. So one must not only empty the soul,"},"clement-eclogae/12.7":{"o":"ἀλλὰ καὶ πληρῶσαι θεοῦ. οὔτε γὰρ ἔτι κακόν, ἐπεὶ πέπαυται, οὔτε ἤδη ἀγαθόν. ἐπεὶ μηδέπω εἴληφεν· τὸ δὲ μήτε ἀγαθὸν μήτε κακὸν οὐδέν ἐστιν.","t":"but also fill it with God. For it is no longer evil, since that has ceased, nor yet good, since it has not yet received it; and what is neither good nor evil is nothing."},"clement-eclogae/12.8":{"o":"»ἐπάνεισι γὰρ εἰς τὸν κεκαθαρμένον οἶκον καὶ κενόν«, ἐὰν μηδὲν τῶν σωτηρίων ἐμβληθῇ, τὸ προενοικῆσαν ἀκάθαρτον πνεῦμα.","t":"“For there returns to the swept and empty house,” if nothing saving is put into it, the unclean spirit that lived there before,"},"clement-eclogae/12.9":{"o":"συμπαραλαμβάνον ἄλλα ἑπτὰ ἀκάθαρτα πνεύματα. διὸ κενώσαντας τῶν κακῶν δεῖ πληρῶσαι τὴν ψυχὴν τοῦ ἀγαθοῦ θεοῦ, ὅπερ ἐστὶν οἰκητήριον ἐπιλελεγμένον. πληρωθέντων γὰρ τῶν κενῶν, τότε ἡ σφραγὶς ἐπακολουθεῖ. ἵνα φυλάσσηται τῷ θεῷ τὸ ἅγιον.","t":"bringing with it seven other unclean spirits. That is why, having emptied the soul of evils, we must fill it with the good God, which is the chosen dwelling. For when what was empty is filled, then the seal follows, so that what is holy may be kept for God."},"clement-eclogae/13.1":{"o":"»Πᾶν ῥῆμα ἵσταται ἐπὶ δύο καὶ τριῶν μαρτύρων«, ἐπὶ πατρὸς καὶ υἱοῦ καὶ ἁγίου πνεύματος, ἐφʼ ὧν μαρτύρων καὶ βοηθῶν αἱ ἐντολαὶ λεγόμεναι φυλάσσεσθαι ὀφείλουσιν.","t":"“Every word is established on two or three witnesses”: on the Father, the Son, and the Holy Spirit; the commandments spoken must be kept with these as witnesses and helpers."},"clement-eclogae/14.1":{"o":"Ἡ νηστεία ἀποχὴ τροφῆς ἐστι κατὰ τὸ σημαινόμενον, τροφὴ δὲ οὐδὲν δικαιοτέρους ἡμᾶς ἢ ἀδικωτέρους ἀπεργάζεται, κατὰ δὲ τὸ μυστικὸν δηλοῖ ὅτι ὥσπερ τοῖς καθʼ ἕνα ἐκ τροφῆς ἡ ζωή, ἡ δʼ ἀτροφία θανάτου σύμβολον, οὕτως καὶ ἡμᾶς τῶν κοσμικῶν νηστεύειν χρή. ἵνα τῷ κόσμῳ ἀποθάνωμεν καὶ μετὰ τοῦτο τροφῆς θείας μεταλαβόντες θεῷ ζήσωμεν.","t":"Fasting is abstinence from food according to its literal meaning, and food makes us neither more righteous nor less righteous; but according to its mystical meaning it shows that, just as for each person life comes from food and lack of food is a symbol of death, so we too must fast from worldly things, so that we may die to the world and after that, partaking of divine food, live to God."},"clement-eclogae/14.2":{"o":"ἄλλως τε κενοῖ τῆς ὕλης τὴν ψυχὴν ἡ νηστεία καὶ καθαρὰν καὶ κούφην σὺν καὶ τῷ σώματι παρίστησι τοῖς θείοις λόγοις.","t":"Besides, fasting empties the soul of matter and presents it, together with the body, pure and light to the divine words."},"clement-eclogae/14.3":{"o":"τροφὴ μὲν οὖν κοσμικὴ ὁ πρότερος βίος καὶ τὰ ἁμαρτήματα. τροφὴ δὲ θεϊκὴ πίστις, ἐλπίς, ὑπομονή, γνῶσις, εἰρήνη.","t":"The worldly food, then, is the former life and sins; the divine food is faith, hope, endurance, knowledge, peace,"},"clement-eclogae/14.4":{"o":"σωφροσύνη. »μακάριοι γὰρ οἱ πεινῶντες καὶ διψῶντες τὴν δικαιοσύνην τοῦ θεοῦ· οὗτοι γὰρ καὶ ἐμπλησθήσονται.« ψυχὴ δέ, ἀλλʼ οὐ σῶμα τὴν ὄρεξιν ταύτην λαμβάνει.","t":"self-control. “For blessed are those who hunger and thirst for the righteousness of God; for they shall be filled.” And the soul, not the body, receives this appetite."},"clement-eclogae/15.1":{"o":"Τῆς πίστεως τὴν εὐχὴν ἰσχυροτέραν ἀπέφηνεν ὁ σωτὴρ τοῖς πιστοῖς ἀποστόλοις, ἐπί τινος δαιμονιῶντος, ὃν οὐκ ἴσχυσαν καθαρίσαι, εἰπών·","t":"The Savior showed the believing apostles that prayer is stronger than faith, in the case of a demoniac whom they had not been able to cleanse, saying,"},"clement-eclogae/15.2":{"o":"»τὰ τοιαῦτα εὐχῇ κατορθοῦται.« ὁ μὲν πιστεύσας ἄφεσιν ἁμαρτημάτων ἔλαβεν παρὰ τοῦ κυρίου, ὁ δʼ ἐν γνώσει γενόμενος ἅτε μηκέτι ἁμαρτάνων παρʼ ἑαυτοῦ τὴν ἄφεσιν τῶν λοιπῶν κομίζεται.","t":"“Such things are accomplished by prayer.” The one who has believed has received forgiveness of sins from the Lord; but the one who has come into knowledge, since he no longer sins, obtains from himself the forgiveness of the rest."},"clement-eclogae/16.1":{"o":"Ὥσπερ αἱ θεραπεῖαι καὶ αἱ προφητεῖαι καὶ τὰ σημεῖα, οὕτως καὶ ἡ γνωστικὴ διδασκαλία διʼ ἀνθρώπων ἐνεργοῦντος τοῦ θεοῦ ἐπιτελεῖται· ὁ γὰρ θεὸς διʼ ἀνθρώπων τὴν δύναμιν ἐπιδείκνυται.","t":"Just as healings, prophecies, and signs, so too the teaching of knowledge is accomplished through human beings, God working in them; for God shows his power through human beings."},"clement-eclogae/16.2":{"o":"καὶ ὀρθῶς ἡ προφητεία φησίν· »καὶ ἀποστελῶ ἐπʼ αὐτοὺς ἄνθρωπον ὃς σώσει αὐτούς.« αὐτὸς οὖν ἐκπέμπει ποτὲ μὲν προφήτας, ποτὲ δὲ ἀποστόλους, σωτῆρας τῶν ἀνθρώπων.","t":"And the prophecy rightly says, “And I will send them a man who will save them.” So he himself sends forth, at one time prophets, at another apostles, saviors of human beings."},"clement-eclogae/16.3":{"o":"οὕτως θεὸς διʼ ἀνθρώπων εὐεργετεῖ· οὐχὶ γὰρ τὰ μὲν δύναται, τὰ δὲ οὐ δύναται ὁ θεός, οὐδὲ ἀσθενεῖ ποτε ἐν οὐδενί, ἀλλʼ οὐδὲ τὰ μὲν ἑκόντος, τὰ δὲ ἄκοντος αὐτοῦ γίνεται, καὶ τὰ μὲν ὑπʼ αὐτοῦ, τὰ δὲ ὑφʼ ἑτέρου, ἀλλὰ καὶ ἡμᾶς ἐγέννησεν διʼ ἀνθρώπων καὶ ἐπαίδευσεν διʼ ἀνθρώπων.","t":"So God does good through human beings; for it is not that God can do some things and cannot do others, nor is he ever weak in anything, nor do some things happen with his will and others against it, some by him and others by another; but he has both begotten us through human beings and instructed us through human beings."},"clement-eclogae/17.1":{"o":"Ὁ θεὸς ἡμᾶς ἐποίησεν οὐ προόντας. ἐχρῆν γὰρ καὶ εἰδέναι ἡμᾶς ὅπου ἦμεν, εἰ προῆμεν, καὶ πῶς καὶ διὰ τί δεῦρο ἥκομεν· εἰ δʼ οὐ προῆμεν, τῆς γενέσεως μόνος αἴτιος ὁ θεός.","t":"God made us when we did not exist before. For if we had existed before, we would have had to know where we were, and how and why we came here; but if we did not exist before, God alone is the cause of our coming into being."},"clement-eclogae/17.2":{"o":"ὡς οὖν οὐκ ὄντας ἐποίησεν, οὕτως καὶ γενομένους σῴζει τῇ ἰδίᾳ χάριτι, ἐὰν ἄξιοι καὶ ἐπιτήδειοι φανῶμεν, εἰ δὲ μή, παρήσει πρὸς τὸ οἰκεῖον τέλος· »καὶ γὰρ ζώντων ἐστὶ καὶ νεκρῶν κύριος.«","t":"As, then, he made us when we did not exist, so, once we have come to be, he saves us by his own grace, if we show ourselves worthy and fit; but if not, he will let us go to our own end. “For he is Lord of the living and the dead.”"},"clement-eclogae/18.1":{"o":"Ὅρα δὲ τὴν δύναμιν τοῦ θεοῦ, οὐ μόνον ἐπʼ ἀνθρώπων μὴ ὄντας εἰς τὸ εἶναι παράγων καὶ τοὺς γενομένους αὔξων καθʼ ἡλικίας προκοπήν, ἀλλὰ καὶ τοὺς πιστεύοντας σῴζων κατὰ τὸ οἰκεῖον ἑκάστῳ· ἤδη δὲ μεταβάλλει καὶ ὥρας καὶ καιροὺς καὶ καρποὺς καὶ στοιχεῖα.","t":"See the power of God, not only in bringing human beings who were not into being and increasing those who have come to be in the growth of age, but also in saving those who believe, according to what is proper to each; and he changes seasons, times, fruits, and elements."},"clement-eclogae/18.2":{"o":"οὗτος γὰρ εἷς θεὸς ὁ καὶ τὴν ἀρχὴν καὶ τὸ τέλος τῶν γενομένων οἰκείως ἑκάστῳ μετρήσας.","t":"For this is the one God, who has measured both the beginning and the end of things that have come to be, fittingly for each."},"clement-eclogae/19.1":{"o":"Ἐκ πίστεως καὶ φόβου προκόψας εἰς γνῶσιν ἄνθρωπος οἶδεν εἰπεῖν »κύριε κύριε«. ἀλλʼ οὐχ ὡς ὁ δοῦλος· ἔμαθεν λέγειν »πάτερ ἡμῶν«.","t":"A man who has advanced from faith and fear to knowledge knows how to say “Lord, Lord,” but not as the slave does; he has learned to say “Our Father.”"},"clement-eclogae/19.2":{"o":"»τὸ πνεῦμα τῆς δουλείας τὸ εἰς φόβον« ἐλευθερώσας καὶ διʼ ἀγάπης προκόψας εἰς »υἱοθεσίαν«, αἰδούμενος ἤδη διʼ ἀγάπην ὃν ἐφοβεῖτο πρότερον· οὐ γὰρ ἔτι διὰ φόβον ἀπέχεται τῶν ἀφεκτέων, ἀλλὰ διʼ ἀγάπην ἔχεται τῶν ἐντολῶν. »αὐτό«, φησί, »τὸ πνεῦμα μαρτυρεῖ«, ὅταν λέγωμεν· »ἀββᾶ ὁ πατήρ.«","t":"Having freed himself from “the spirit of slavery leading to fear,” and advanced through love to “adoption,” he now reveres through love the one he feared before; for he no longer abstains from what should be avoided through fear, but holds to the commandments through love. “The Spirit himself,” he says, “bears witness,” when we say, “Abba, Father.”"},"clement-eclogae/2.1":{"o":"»Εὐλογημένος εἶ ὁ βλέπων ἀβύσσους, καθήμενος ἐπὶ Χερουβίμ«, ὁ Δανιὴλ λέγει, ὁμοδοξῶν τῷ Ἐνὼχ τῷ εἰρηκότι· »καὶ εἶδον τὰς ὕλας πάσας.«","t":"“Blessed are you who look upon the depths, seated upon the Cherubim,” Daniel says, agreeing with Enoch, who said, “And I saw all the kinds of matter.”"},"clement-eclogae/2.2":{"o":"ἄβυσσος γὰρ τὸ ἀπεράτωτον κατὰ τὴν ἰδίαν ὑπόστασιν, περαιούμενον δὲ τῇ","t":"For the abyss is what is boundless in its own substance, but bounded by the"},"clement-eclogae/2.3":{"o":"δυνάμει τοῦ θεοῦ. αἱ τοίνυν οὐσίαι ὑλικαί. ἀφʼ ὧν τὰ ἐπὶ μέρους γένη καὶ τὰ τούτων εἴδη γίνεται. ἄβυσσοι εἴρηνται· ἐπεὶ μόνον τὸ ὕδωρ οὐκ ἂν εἶπεν ἄβυσσον. καίτοι καὶ ὕδωρ ἄβυσσος ἢ ὕλη ἀλληγορεῖται.","t":"power of God. Material substances, then, from which the particular genera and their species come into being, are called depths; since he would not have called water alone an abyss. And yet water too is allegorized as abyss, or matter."},"clement-eclogae/20.1":{"o":"Ἀγοράζει δὲ ἡμᾶς κύριος »τιμίῳ αἵματι«, δεσποτῶν τῶν πάλαι τῶν πικρῶν ἀπαλλάσσων, τῶν ἁμαρτιῶν, διʼ ἃς »τὰ πνευματικὰ τῆς πονηρίας« ἐκυρίευσεν ἡμῶν.","t":"The Lord buys us “with precious blood,” freeing us from the bitter masters of old, the sins through which “the spiritual forces of wickedness” ruled over us."},"clement-eclogae/20.2":{"o":"ἄγει οὖν εἰς ἐλευθερίαν τὴν τοῦ πατρός, συγκληρονόμους υἱοὺς καὶ φίλους.","t":"So he leads us into the freedom of the Father, as sons who are joint heirs and friends."},"clement-eclogae/20.3":{"o":"»ἀδελφοί μου γάρ«, φησὶν ὁ κύριος, »καὶ συγκληρονόμοι οἱ ποιοῦντες τὸ θέλημα τοῦ πατρός μου.« »μὴ καλέσητε οὖν ἑαυτοῖς πατέρα ἐπὶ τῆς γῆς·« δεσπόται γὰρ ἐπὶ τῆς γῆς, ἐν δὲ οὐρανοῖς ὁ πατήρ, »ἐξ οὗ πᾶσα πατριὰ ἔν τε οὐρανοῖς καὶ ἐπὶ τῆς γῆς.«","t":"“For my brothers,” says the Lord, “and joint heirs are those who do the will of my Father.” “So call no one on earth your father”; for there are masters on earth, but in heaven is the Father, “from whom every family in heaven and on earth is named.”"},"clement-eclogae/20.4":{"o":"ἀγάπη γὰρ ἑκουσίων ἄρχει, ἀκόντων δὲ ὁ φόβος, οὗτος ὁ φαῦλος· ὃ δὲ εἰς ἀγαθὸν παιδαγωγῶν εἰς Χριστὸν ἄγει καὶ ἔστι σωτήριος.","t":"For love rules the willing, and fear the unwilling, this being the bad kind of fear; but the fear that instructs for good leads to Christ and is saving."},"clement-eclogae/21.1":{"o":"Εἰ δή τις νοεῖ θεόν (κατʼ ἀξίαν μὲν οὐδαμῶς, τίς γὰρ ἔννοια ἀξία θεοῦ; ἀλλʼ ὡς δυνατόν ἐστι), νοείτω μέγα καὶ ἀπερινόητον καὶ κάλλιστον »φῶς ἀπρόσιτον«, πᾶσαν δύναμιν ἀγαθήν, πᾶσαν ἀστείαν ἀρετὴν συγκεκληρωμένον, πάντων κηδόμενον, φιλοικτίρμον, ἀπαθές, ἀγαθόν, πάντα εἰδός, προγινῶσκον πάντα, εἰλικρινές, γλυκύ, λαμπρόν, ἀκήρατον.","t":"If anyone conceives of God (in no way worthily, for what conception is worthy of God? but as far as possible), let him conceive of him as a great, incomprehensible, and most beautiful “unapproachable light,” endowed with every good power, every fine virtue, caring for all, compassionate, impassible, good, knowing all things, foreknowing all things, pure, sweet, bright, undefiled."},"clement-eclogae/22.1":{"o":"Ἐπεὶ ἐξ ἑαυτῆς κινεῖται ἡ ψυχή, ἡ χάρις ἡ τοῦ θεοῦ, ὃ ἔχει ἡ ψυχή, τὴν προθυμίαν, ἀπαιτεῖ παρʼ αὐτῆς, οἷον ἔρανον εἰς σωτηρίαν· βούλεται γὰρ τῆς ψυχῆς ἴδιον εἶναι τὸ ἀγαθόν, ὃ δίδωσιν αὐτῇ ὁ κύριος, οὐ γάρ ἐστιν ἀναίσθητος, ἵνα φέρηται ὡς σῶμα.","t":"Since the soul moves of itself, the grace of God asks from it what the soul has, its eagerness, as a contribution toward salvation; for he wants the good that the Lord gives it to be the soul's own, since it is not senseless, to be carried along like a body."},"clement-eclogae/22.2":{"o":"τὸ μὲν οὖν ἔχειν τοῦ λαβόντος, τὸ λαβεῖν δὲ τοῦ θελήσαντος καὶ ὀρεχθέντος, τὸ κρατεῖν δὲ ὃ ἔλαβεν τοῦ κρατεῖν μελετήσαντος καὶ δυναμένου.","t":"Having, then, belongs to the one who has received; receiving to the one who has willed and desired; and holding what one has received, to the one who has practiced holding and is able."},"clement-eclogae/22.3":{"o":"διὰ τοῦτο [ἐπὶ] τῇ ψυχῇ ὁ θεὸς τὴν αἵρεσιν δέδωκεν, ἵνα αὐτὸς μὲν μηνύσῃ τὸ δέον, ἡ δὲ ἑλομένη δέξηται καὶ κατάσχῃ.","t":"That is why God has given the choice to the soul, so that he may point out what is needed, and it, having chosen, may receive and hold it fast."},"clement-eclogae/23.1":{"o":"Ὥσπερ διὰ τοῦ σώματος ὁ σωτὴρ ἐλάλει καὶ ἰᾶτο, οὕτως καὶ πρότερον μὲν διὰ τῶν προφητῶν, νῦν δὲ διὰ τῶν ἀποστόλων καὶ τῶν διδασκάλων·","t":"Just as the Savior spoke and healed through the body, so too formerly through the prophets, and now through the apostles and teachers;"},"clement-eclogae/23.2":{"o":"ἡ ἐκκλησία γὰρ ὑπηρετεῖ τῇ τοῦ κυρίου ἐνεργείᾳ, ἔνθεν καὶ τότε ἄνθρωπον ἀνέλαβεν, ἵνα διʼ αὐτοῦ ὑπηρετήσῃ τῷ θελήματι τοῦ πατρός.","t":"for the church serves the Lord's working; hence at that time too he took on a man, so that through him he might serve the Father's will."},"clement-eclogae/23.3":{"o":"καὶ πάντοτε ἄνθρωπον ὁ φιλάνθρωπος ἐνδύεται θεὸς εἰς τὴν ἀνθρώπων σωτηρίαν, πρότερον μὲν τοὺς προφήτας, νῦν δὲ τὴν ἐκκλησίαν. τὸ γὰρ ὅμοιον τῷ ὁμοίῳ ἐξυπηρετεῖν κατάλληλον πρὸς τὴν ὁμοίαν σωτηρίαν.","t":"And always the God who loves mankind puts on a human being for the salvation of human beings, formerly the prophets, now the church. For it is fitting that like should serve like for a like salvation."},"clement-eclogae/24.1":{"o":"Ὅτε χοϊκοὶ ἦμεν, Καίσαρος ἦμεν. Καῖσαρ δέ ἐστιν ὁ πρόσκαιρος ἄρχων, οὗ καὶ εἰκὼν ἡ χοϊκὴ ὁ παλαιὸς ἄνθρωπος, εἰς ὃν ἐπαλινδρόμησεν.","t":"When we were earthy, we belonged to Caesar. Caesar is the temporary ruler, whose image is also the earthy one, the old man, to whom he had returned."},"clement-eclogae/24.2":{"o":"τούτῳ οὖν τὰ χοϊκὰ ἀποδοτέον, ἃ »πεφορέκαμεν ἐν τῇ εἰκόνι τοῦ χοϊκοῦ«, καὶ »τὰ τοῦ θεοῦ τῷ θεῷ«· ἕκαστον γὰρ τῶν παθῶν ὥσπερ γράμμα καὶ χάραγμα ἡμῖν καὶ σημεῖον.","t":"To him, then, must be rendered the earthy things, which “we have borne in the image of the earthy,” and “the things of God to God”; for each of the passions is like a letter, stamp, and sign on us."},"clement-eclogae/24.3":{"o":"ἄλλο χάραγμα νῦν ὁ κύριος ἡμῖν καὶ ἄλλα ὀνόματα καὶ γράμματα ἐνσημαίνεται, πίστιν ἀντὶ ἀπιστίας, καὶ τὰ ἑξῆς. οὕτως ἀπὸ τῶν ὑλικῶν ἐπὶ τὰ πνευματικὰ μεταγόμεθα »φορέσαντες τὴν εἰκόνα τοῦ ἐπουρανίου«.","t":"Now the Lord impresses on us another stamp and other names and letters: faith instead of unbelief, and so on. So we are brought over from material things to spiritual, “having borne the image of the heavenly.”"},"clement-eclogae/25.1":{"o":"Ὁ Ἰωάννης φησίν, ὅτι »ἐγὼ μὲν ὑμᾶς ὕδατι βαπτίζω, ἔρχεται δέ μου [ὁ] ὀπίσω ὁ βαπτίζων ὑμᾶς ἐν πνεύματι καὶ πυρί.« πυρὶ δὲ οὐδένα ἐβάπτισεν· »ἔνιοι δέ«, ὥς φησιν Ἡρακλέων, »πυρὶ τὰ ὦτα τῶν σφραγιζομένων κατεσημήναντο«, οὕτως ἀκούσαντες τὸ ἀποστολικόν. »τὸ γὰρ πτύον ἐν τῇ χειρὶ αὐτοῦ τοῦ διακαθᾶραι τὴν ἅλω. καὶ συνάξει τὸν σῖτον εἰς τὴν ἀποθήκην, τὸ δὲ ἄχυρον κατακαύσει πυρὶ ἀσβέστῳ.«","t":"John says, “I baptize you with water, but after me comes the one who baptizes you with the Spirit and fire.” But he baptized no one with fire. “Some,” as Heracleon says, “marked the ears of those being sealed with fire,” understanding the apostolic saying in this way. “For the winnowing fork is in his hand to clear his threshing floor, and he will gather the wheat into the barn, but the chaff he will burn with unquenchable fire.”"},"clement-eclogae/25.2":{"o":"πρόσκειται οὖν τῷ »διὰ πυρὸς« τὸ »διὰ πνεύματος«, ἐπειδὴ ὡς ὁ σῖτος ἀπὸ τοῦ ἀχύρου διακρίνεται (τουτέστιν ἀπὸ τοῦ ὑλικοῦ ἐνδύματος) διὰ πνεύματος καὶ τὸ ἄχυρον χωρίζεται διὰ τοῦ πνεύματος λικμώμενον, οὕτως τὸ πνεῦμα διαχωριστικὴν ἔχει δύναμιν ἐνεργειῶν ὑλικῶν.","t":"“Through the Spirit” is added to “through fire,” since, as the wheat is separated from the chaff (that is, from the material garment) through the wind, and the chaff is separated by being winnowed by the wind, so the Spirit has a power to separate material activities."},"clement-eclogae/25.3":{"o":"ἐπεὶ δὲ τὰ μὲν ἐξ ἀγεννήτου καὶ ἀφθάρτου γέγονεν, τὰ σπερματικὰ ζωῆς, συνάγεται ὡς ὁ πυρὸς καὶ ἀποτίθεται, τὸ δὲ ὑλικόν, μέχρι σύνεστι τῷ κρείττονι, μένει· ὅταν δὲ ἐκείνου χωρισθῇ, ἀπόλλυται· ἐν ἑτέρῳ γὰρ εἶχε τὸ εἶναι. τοῦτο γοῦν χωριστικὸν μὲν δυνάμει, τὸ πνεῦμα. ἀναλωτικὸν δὲ τὸ πῦρ, πῦρ δὲ τὸ ὑλικὸν νοητέον.","t":"And since some things have come from the unbegotten and incorruptible, the seeds of life, these are gathered like the wheat and stored; but the material remains as long as it is joined to the better; when it is separated from that, it perishes, for it had its being in another. What separates by its power, then, is the Spirit, and what consumes is the fire; and by fire, material fire is to be understood."},"clement-eclogae/25.4":{"o":"ἀλλʼ ἐπεὶ μὲν τὸ σῳζόμενον σίτῳ ἔοικεν, τὸ δὲ περιπεφυκὸς τῇ ψυχῇ τῷ ἀχύρῳ. καὶ τὸ μὲν ἀσώματον, τὸ δὲ χωριζόμενον ὑλικόν ἐστιν. ἀντέθηκεν τῷ μὲν ἀσωμάτῳ τὸ πνεῦμα, λεπτὸν καὶ καθαρὸν σχεδὸν ὑπὲρ νοῦν. τῷ δὲ ὑλικῷ τὸ πῦρ, οὐ πονηρὸν οὐδὲ κακὸν ὑπάρχον, ἀλλʼ ἰσχυρὸν καὶ κακοῦ καθαρτικόν· ἀγαθὴ γὰρ δύναμις τὸ πῦρ νοεῖται καὶ ἰσχυρά. φθαρτικὴ τῶν χειρόνων καὶ σωστικὴ τῶν ἀμεινόνων. διὸ καὶ φρόνιμον λέγεται παρὰ τοῖς προφήταις τοῦτο τὸ πῦρ.","t":"But since what is saved is like wheat, and what has grown around the soul like chaff, and the one is bodiless while what is separated is material, he set the Spirit, fine and pure and almost beyond mind, against the bodiless, and fire against the material; fire that is not wicked or evil, but strong and cleansing of evil. For fire is understood as a good and strong power, destructive of the worse and preserving the better. That is why this fire is called “wise” by the prophets."},"clement-eclogae/26.1":{"o":"Οὕτως γοῦν καὶ ὅταν ὁ θεὸς λέγηται »πῦρ καταναλίσκον«, οὐ κακίας.","t":"So too when God is called “a consuming fire,” it must be understood as a name and symbol not of evil,"},"clement-eclogae/26.2":{"o":"ἀλλὰ δυνάμεως ὄνομα καὶ σύμβολον ἐκδεκτέον· ὡς γὰρ τὸ πῦρ ἰσχυρότατον τῶν στοιχείων καὶ πάντων κρατοῦν, οὕτω καὶ ὁ θεὸς παντοδύναμος καὶ παντοκράτωρ, ὁ δυνάμενος κρατῆσαι, κτίσαι, ποιῆσαι. τρέφειν, αὔξειν, σῴζειν, σώματος καὶ ψυχῆς ἐξουσίαν ἔχων. ὡς οὖν τῶν στοιχείων ὑπερέχει τὸ πῦρ. οὕτως θεῶν τε καὶ δυνάμεων καὶ ἀρχῶν ὁ παντοκράτωρ.","t":"but of power. For as fire is the strongest of the elements and masters all, so God too is almighty and ruler of all, able to master, create, make, nourish, increase, and save, having authority over body and soul. As fire, then, excels the elements, so the Almighty excels gods, powers, and principalities."},"clement-eclogae/26.3":{"o":"διπλῆ τε ἡ δύναμις τοῦ πυρός, ἣ μὲν πρὸς δημιουργίαν καὶ πέπανσιν καρπῶν καὶ ζῴων γένεσιν καὶ τροφὴν ἐπιτήδειος, ἧς εἰκὼν ὁ ἥλιος, ἣ δὲ πρὸς ἀνάλωσιν καὶ φθοράν, ὡς τὸ πῦρ τὸ ἐπίγειον.","t":"And the power of fire is twofold: one suited to creation, to the ripening of fruits, and to the birth and nourishment of living things, whose image is the sun; the other to consuming and destruction, like earthly fire."},"clement-eclogae/26.4":{"o":"»πῦρ« οὖν ὅταν λέγηται ὁ θεὸς »καταναλίσκον«, δύναμις ἰσχυρὰ καὶ ἀπροσάντητος, ᾗ μηδὲν ἀδύνατον, ἀλλὰ καὶ τὸ ἀπολέσαι δυνατόν.","t":"When God, then, is called “a consuming fire,” he is a strong and irresistible power, to which nothing is impossible, but which can also destroy."},"clement-eclogae/26.5":{"o":"περὶ τοιαύτης δυνάμεως καὶ ὁ σωτὴρ λέγει· »πῦρ ἦλθον βαλεῖν ἐπὶ τὴν γῆν«, δηλονότι δύναμιν τῶν μὲν ἁγίων καθαρτικήν. τῶν δὲ ὑλικῶν, ὡς μὲν ἐκεῖνοί φασιν, ἀφανιστικήν, ὡς δὲ ἡμεῖς ἂν φαίημεν, παιδευτικήν. ἔχει δὲ καὶ φόβον τὸ πῦρ καὶ διάχυσιν τὸ φῶς.","t":"About such a power the Savior too says, “I came to cast fire on the earth,” meaning a power that cleanses the holy, but that, as they say, destroys the material, while, as we would say, it disciplines. And fire carries fear, and light gladness."},"clement-eclogae/27.1":{"o":"Οὐκ ἔγραφον δὲ οἱ πρεσβύτεροι μήτε ἀπασχολεῖν βουλόμενοι τὴν διδασκαλικὴν τῆς παραδόσεως φροντίδα τῇ περὶ τὸ γράφειν ἄλλῃ φροντίδι, μηδὲ μὴν τὸν τοῦ προσκέπτεσθαι τὰ λεχθησόμενα καιρὸν καταναλίσκοντες εἰς γραφήν.","t":"The elders did not write, neither wishing to distract their care for teaching the tradition with the other care of writing, nor spending on writing the time for reflecting on what was to be said."},"clement-eclogae/27.2":{"o":"τάχα δὲ οὐδὲ τῆς αὐτῆς φύσεως κατόρθωμα τὸ συντακτικὸν καὶ διδασκαλικὸν εἶδος εἶναι πεπεισμένοι τοῖς εἰς τοῦτο πεφυκόσι συνεχώρουν.","t":"And perhaps, persuaded that the gift of composing and the gift of teaching are not of the same nature, they left writing to those naturally suited to it."},"clement-eclogae/27.3":{"o":"τὸ μὲν γὰρ ἀκωλύτως καὶ μετὰ ῥύμης φέρεται ῥεῦμα τοῦ λέγοντος, καί που τάχα καὶ συναρπάσαι δυνάμενον, τὸ δὲ ὑπὸ τῶν ἐντυγχανόντων ἑκάστοτε βασανιζόμενον, ἀκριβοῦς τῆς ἐξετάσεως τυγχάνον, ἄκρας καὶ τῆς ἐπιμελείας ἀξιοῦται, καὶ ἔστιν οἷον εἰπεῖν ἔγγραφος διδασκαλίας βεβαίωσις, καὶ εἰς τοὺς ὀψιγόνους οὕτως διὰ τῆς συντάξεως παραπεμπομένης τῆς φωνῆς.","t":"For the speaker's stream flows unhindered and with force, and may perhaps even carry the hearer away; but writing, tested every time by its readers, receiving exact examination, is thought worthy of the highest care, and is, so to speak, the written confirmation of teaching, the voice being passed on in this way through composition to later generations."},"clement-eclogae/27.4":{"o":"ἡ γὰρ τῶν πρεσβυτέρων παρακαταθήκη διὰ τῆς γραφῆς λαλοῦσα ὑπουργῷ χρῆται τῷ γράφοντι πρὸς τὴν παράδοσιν εἰς σωτηρίαν τῶν ἐντευξομένων.","t":"For the deposit of the elders, speaking through writing, uses the writer as a servant for handing on the tradition for the salvation of those who will read it."},"clement-eclogae/27.5":{"o":"καθάπερ οὖν ἡ μαγνῆτις λίθος τὴν ἄλλην ὕλην παραπεμπομένη μόνον ἐφέλκεται διʼ ἐπιτηδειότητα τὸν σίδηρον, οὕτως καὶ τὰ βιβλία πολλῶν ὄντων τῶν ἐντυγχανόντων τοὺς οἵους τε συνιέναι μόνους ἐπισπᾶται.","t":"Just as the magnet, passing over other material, attracts only iron because of its fitness, so books too, though they have many readers, draw only those able to understand."},"clement-eclogae/27.6":{"o":"ὁ γὰρ τῆς ἀληθείας λόγος τοῖς μὲν »μωρία«, τοῖς δὲ »σκάνδαλον«, ὀλίγοις δὲ »σοφία« οὕτως καὶ »δύναμις« εὑρίσκεται »θεοῦ«·","t":"For the word of truth is found to be “foolishness” to some, “a stumbling block” to others, but to a few “wisdom” and so also “the power of God.”"},"clement-eclogae/27.7":{"o":"φθόνος δὲ ἀπείη γνωστικοῦ. διὰ τοῦτο γὰρ καὶ ζητεῖ πότερον χεῖρον, ἀναξίῳ δοῦναι ἢ ἀξίῳ μὴ παραδοῦναι. καὶ κινδυνεύει ὑπὸ πολλῆς τῆς ἀγάπης οὐ μόνον παντὶ τῷ προσήκοντι, ἀλλʼ ἔσθʼ ὅτε καὶ ἀναξίῳ λιπαρῶς δεομένῳ κοινωνήσειν, οὐ διὰ τὴν δέησιν (οὐ γὰρ φιλοδοξεῖ), ἀλλὰ διὰ τὴν ἐπιμονὴν τοῦ δεομένου μελετῶντος εἰς πίστιν διὰ πολλῆς τῆς δεήσεως.","t":"But let envy be far from the one who knows. That is why he asks which is worse, to give to the unworthy or not to hand on to the worthy. And through great love he runs the risk of sharing not only with everyone fit, but sometimes even with an unworthy person who begs earnestly, not because of the begging (for he does not love glory), but because of the perseverance of the one who asks, training himself for faith by much asking."},"clement-eclogae/28.1":{"o":"Εἰσὶ δʼ οἳ λέγοντες εἶναι γνωστικοὶ τοῖς οἰκείοις φθονοῦσι μᾶλλον ἢ τοῖς ἐκτός. ὡς δὲ ἡ θάλασσα ἀνίεται πᾶσιν, ἀλλʼ ὃ μὲν νήχεται, ὃ δὲ ἐμπορεύεται, ὃ δὲ ἀγρεύει τοὺς ἰχθῦς, καὶ ὡς ἡ γῆ κοινή, ἀλλʼ ὃ μὲν ὁδεύει, ὃ δὲ ἀροῖ, θηρᾷ δὲ ἕτερος, καί τις ἄλλος μέταλλα ἐρευνᾷ, ὃ δὲ οἰκοδομεῖ, οὕτως καὶ τῆς γραφῆς ἀναγινωσκομένης ὃ μὲν εἰς πίστιν, ὃ δὲ εἰς ἦθος ὠφελεῖται, ἀφαιρεῖται δὲ ἄλλος δεισιδαιμονίαν διὰ τῆς ἐπιγνώσεως τῶν πραγμάτων·","t":"There are some who, calling themselves gnostics, envy their own people more than outsiders. But as the sea is open to all, and one swims, another trades, another catches fish; and as the earth is common, and one travels, another plows, another hunts, someone else searches for metals, another builds: so too, when Scripture is read, one is helped toward faith, another toward character, and another is rid of superstition through knowledge of reality."},"clement-eclogae/28.2":{"o":"ὁ δὲ ἀθλητής, γνωρίσας τὸ στάδιον τὸ Ὀλυμπιακόν, ἐπαποδύεται τῇ διδασκαλίᾳ καὶ ἀγωνίζεται καὶ νικηφόρος γίνεται, τοὺς ἀντιπάλους καὶ κατατρέχοντας τῆς γνωστικῆς ὁδοῦ παρακρουσάμενος καὶ καταγωνισάμενος.","t":"But the athlete, having come to know the Olympic stadium, strips for the teaching, contends, and becomes victorious, having outmaneuvered and defeated the opponents who assail the way of knowledge."},"clement-eclogae/28.3":{"o":"ἀναγκαία γὰρ ἡ γνῶσις καὶ πρὸς ψυχῆς γυμνασίαν καὶ πρὸς σεμνότητα ἤθους, ἀξιεντρεπτοτέρους ποιοῦσα τοὺς πιστοὺς καὶ τῶν πραγμάτων ἀκριβεῖς θεατάς. ὡς γὰρ οὐκ ἔστι πιστεῦσαι ἄνευ κατηχήσεως, οὕτως οὐδὲ καταλαβέσθαι ἄνευ γνώσεως.","t":"For knowledge is necessary both for exercising the soul and for dignity of character, making the faithful more worthy of respect and exact observers of reality. For as it is not possible to believe without catechesis, so neither to comprehend without knowledge."},"clement-eclogae/29.1":{"o":"Ὄντων γὰρ εὐχρήστων καὶ ἀναγκαίων εἰς σωτηρίαν, οἷον πατρὸς καὶ υἱοῦ καὶ ἁγίου πνεύματος, ἀλλὰ καὶ τῆς ἡμετέρας ψυχῆς. δεῖ πάντως καὶ τὸν περὶ αὐτῶν λόγον, ὅς ἐστι γνωστικός, εὔχρηστον ὁμοῦ καὶ ἀναγκαῖον τυγχάνειν.","t":"For since there are things useful and necessary for salvation, such as the Father, the Son, and the Holy Spirit, and also our own soul, the account of them, which is knowledge, must certainly be both useful and necessary."},"clement-eclogae/29.2":{"o":"τοῖς δὲ καὶ τὴν προστασίαν ἐπανῃρημένοις τοῦ ὠφελεῖν εὔχρηστος ἡ πολυπειρία πρὸς τὸ μὴ διαλαθεῖν τι τῶν δοκούντων παρʼ ἄλλοις ἀναγκαίως καὶ πολυμαθῶς ἐπεγνῶσθαι.","t":"And for those who have undertaken the charge of helping others, wide experience is useful, so that nothing of what others are thought to know necessarily and learnedly escapes them."},"clement-eclogae/29.3":{"o":"φέρει δὲ καὶ ἄλλως συγγυμνασίαν ψυχῆς ζητητικῆς ἡ τῆς ἑτεροδόξου διδασκαλίας ἔκθεσις. καὶ ἀνεξαπάτητον τῆς ἀληθοῦς τηρεῖ τὸν μαθητήν, περισαλπίζεσθαι πάντοθεν ἤδη προμεμελετηκότα τοῖς πολεμικοῖς ὀργάνοις.","t":"And the exposition of heterodox teaching also gives joint exercise to an inquiring soul, and keeps the learner of the truth undeceived, having practiced in advance, when the trumpets of war sound around him on every side."},"clement-eclogae/3.1":{"o":"»Ἐν ἀρχῇ ἐποίησεν ὁ θεὸς τὸν οὐρανὸν καὶ τὴν γῆν«. τὰ γήινα καὶ τὰ οὐράνια.","t":"“In the beginning God made the heaven and the earth”: the earthly things and the heavenly."},"clement-eclogae/3.2":{"o":"ὅτι δὲ τοῦτο ἀληθές, εἶπεν ὁ κύριος πρὸς Ὠσηέ· »βάδιζε, λαβὲ σεαυτῷ γυναῖκα πορνείας καὶ τέκνα πορνείας, διότι ἐκπορνεύουσα ἐκπορνεύσει ἡ γῆ ἀπὸ ὄπισθεν τοῦ κυρίου.«","t":"That this is true the Lord said to Hosea: “Go, take for yourself a wife of prostitution and children of prostitution, for the land will surely commit prostitution, departing from the Lord.”"},"clement-eclogae/3.3":{"o":"οὐ γὰρ τὸ στοιχεῖον λέγει, ἀλλὰ τοὺς ἐπὶ τῷ στοιχείῳ, τοὺς γηγενὲς φρόνημα ἔχοντας.","t":"For he does not mean the element, but those on the element, those who have an earthborn mind."},"clement-eclogae/30.1":{"o":"Τοῦ γνωστικοῦ μόνου, καθάπερ λέγουσι τὴν Κρήτην ἄγονον εἶναι θηρίων ὀλεθρίων, ὁ βίος καθαρὸς ἀπὸ παντὸς πονηροῦ ἔργου τε καὶ νοήματος καὶ λόγου, οὐδὲ ἐχθρὸν ἔχοντος τὸ παράπαν, ἀλλὰ καὶ φθόνου καὶ μίσους καὶ βλασφημίας πάσης καὶ διαβολῆς ἐκτὸς ὄντος.","t":"Only of the one who knows, as they say Crete produces no deadly beasts, is the life pure from every evil deed, thought, and word; he has no enemy at all, and is beyond envy, hatred, every blasphemy, and slander."},"clement-eclogae/31.1":{"o":"Ἐν πολλῷ δὲ τῷ βίῳ μακαριστὸς οὐ διὰ τὸ μακρὸν [γενόμενος] ζῆν, ᾧ γε καὶ διὰ τὸ ζῆσαι εὖ ὑπῆρξεν ἀξίῳ τοῦ ζῆν ἀεὶ γενέσθαι. οὐδένα λελύπηκεν.","t":"Over a long life he is to be called blessed, not because he lived long, but because by living well he became worthy of living forever. He has grieved no one,"},"clement-eclogae/31.2":{"o":"ὅτι μὴ τῷ λόγῳ παιδεύων τοὺς ἡλκωμένους τὴν καρδίαν. καθάπερ μέλιτι σωτηρίῳ, γλυκεῖ τε ὄντι καὶ δηκτικῷ. ὥστε παντὸς μᾶλλον ὁ γνωστικὸς τὸ πρέπον ἂν μετὰ τοῦ κατὰ λόγον φυλάσσοι.","t":"except by instructing with the word those wounded in heart, as with saving honey, which is both sweet and stinging. So above all the one who knows would keep what is fitting together with what is reasonable."},"clement-eclogae/31.3":{"o":"τοῦ γὰρ ἐμπαθοῦς παντὸς περιτμηθέντος καὶ περιαιρεθέντος ἁπάσης τῆς ψυχῆς τῷ κρατίστῳ, καθαρῷ γενομένῳ καὶ ἠλευθερωμένῳ εἰς υἱοθεσίαν, τοῦ λοιποῦ σύνεστίν τε καὶ βιοῖ.","t":"For when all passion has been cut away and removed from the whole soul, he lives and dwells from then on with the best part, which has become pure and been set free for adoption."},"clement-eclogae/32.1":{"o":"Πυθαγόρας ἠξίου μὴ μόνον λογιώτατον, ἀλλὰ καὶ πρεσβύτατον ἡγεῖσθαι τῶν σοφῶν τὸν θέμενον τὰ ὀνόματα τοῖς πράγμασι.","t":"Pythagoras thought that the one who gave names to things should be considered not only the most learned but also the oldest of the wise."},"clement-eclogae/32.2":{"o":"δεῖ τοίνυν τὰς γραφὰς ἀκριβῶς διερευνωμένους, ἐπειδὴ ἐν παραβολαῖς εἰρῆσθαι ἀνωμολόγηνται. ἀπὸ τῶν ὀνομάτων θηρᾶσθαι τὰς δόξας, ἃς τὸ ἅγιον πνεῦμα περὶ τῶν πραγμάτων ἔχον. εἰς τὰς λέξεις ὡς εἰπεῖν τὴν αὑτοῦ διάνοιαν ἐκτυπωσάμενον, διδάσκει. ἵνα ἡμῖν ἀκριβῶς ἐξεταζόμενα διαπτύσσηται μὲν τὰ ὀνόματα πολυσήμως εἰρημένα, τὸ δʼ ἐγκεκρυμμένον ἐν πολλοῖς τοῖς σκέπουσι ψηλαφώμενον καὶ καταμανθανόμενον ἐκφαίνηται καὶ ἀναλάμψῃ.","t":"So we must search the Scriptures exactly, since they are acknowledged to have been spoken in parables, and hunt from the names for the meanings which the Holy Spirit, having them about things, teaches, impressing his own thought, so to speak, on the words; so that, examined exactly by us, the names spoken in many senses may be unfolded, and what is hidden under many coverings, felt out and learned, may be revealed and shine forth."},"clement-eclogae/32.3":{"o":"[οὕτ]ὡς γὰρ καὶ ὁ μόλιβδος τοῖς τρίβουσιν ἐξανθεῖ λευκὸν ἐκ μέλανος, τὸ ψιμύθιον. οὕτως καὶ ἡ γνῶσις, φέγγος καὶ λαμπρότητα καταχέουσα τῶν πραγμάτων, ἡ τῷ ὄντι θεία σοφία εἴη ἄν, τὸ φῶς τὸ εἰλικρινές, τὸ φωτίζον τοὺς καθαροὺς τῶν ἀνθρώπων ὡς κόρην ὀφθαλμοῦ εἰς ὄψιν καὶ κατάληψιν τῆς ἀληθείας βεβαίαν.","t":"For as lead, when rubbed, blossoms white out of black, as white lead, so too knowledge, pouring brightness and radiance on things, would be the truly divine wisdom, the pure light that enlightens the pure among men, like the pupil of the eye, for sure sight and apprehension of the truth."},"clement-eclogae/33.1":{"o":"Ἀναψάμενοι τοίνυν τῆς ἀρχῆς τοῦ φωτὸς ἐκείνου ἐκ τοῦ πόθου τοῦ περὶ αὐτὸ αὐτῷ ὡς ἔνι μάλιστα ἐξομοιοῦσθαι πειρώμενοι, φωτὸς ἔμπλεοι, φῶτες Ἰσραηλῖται τῷ ὄντι γινόμεθα.","t":"Having kindled ourselves, then, from the source of that light, and from our longing for it trying as far as possible to become like it, filled with light, we become truly Israelites of light."},"clement-eclogae/33.2":{"o":"φίλους γὰρ εἶπεν καὶ ἀδελφοὺς τοὺς ἐχομένους τῆς πρὸς τὸ θεῖον ἀφομοιώσεως κατὰ ἐπιθυμίαν καὶ δίωξιν.","t":"For he called friends and brothers those who hold fast to becoming like the divine by desire and pursuit."},"clement-eclogae/34.1":{"o":"* * ἣν τόποι μὲν καθαροὶ καὶ λειμῶνες ἐδέξαντο, φωνὰς καί τινας ὄψεις ἁγίων φασμάτων ἔχοντες, ἄνθρωπος δὲ ὁ ἀκριβῶς κεκαθαρμένος ἅπας διδασκαλίας καὶ δυνάμεως θεϊκῆς καταξιωθήσεται.","t":"… which pure places and meadows received, having voices and certain visions of holy apparitions; but every man who has been exactly purified will be counted worthy of divine teaching and power."},"clement-eclogae/35.1":{"o":"Οἶδα δὲ ἐγὼ ὅτι τὰ τῆς γνώσεως μυστήρια τοῖς μὲν πολλοῖς χλεύην φέρει καὶ μάλιστα μὴ κεκαττυμένα σοφιστικῇ τροπολογίᾳ. τοὺς δὲ ὀλίγους καθάπερ φῶς ἐπεισενεχθὲν ἐξαίφνης συμποσίῳ τινὶ συνηρεφεῖ ἐκπλήξει τὰ πρῶτα, ἔπειτα ἐθίσαντες καὶ συντραφέντες καὶ ἐγγυμνασάμενοι τῷ λογισμῷ ὡς ὑφʼ ἡδονῆς εὐφραινόμενοι καὶ ἀγαλλιώμενοι * * τὸν κύριον.","t":"I know that the mysteries of knowledge bring mockery from the many, especially when they are not patched up with sophistic figures of speech; but the few, like a light suddenly brought into a darkened banquet, they astonish at first; then, having become used to them, reared in them, and exercised in reasoning, as though gladdened by pleasure and rejoicing … the Lord."},"clement-eclogae/35.2":{"o":"ὡς γὰρ ἡ ἡδονὴ τὴν τῆς ἀλγηδόνος ἀπαλλαγὴν οὐσίαν ἔχει, οὕτως ἡ γνῶσις τῆς ἀγνοίας τὴν ὑπεξαίρεσιν.","t":"For as pleasure has as its essence release from pain, so knowledge has the removal of ignorance."},"clement-eclogae/35.3":{"o":"ὡς γὰρ οἱ μάλιστα καθεύδοντες οἴονται μάλιστα ἐγρηγορέναι, ἐναργεστέραις ὑποπίπτοντες καὶ ἀπερισπάστοις ταῖς ὄναρ φαντασίαις, οὕτως οἱ μάλιστα ἀγνοοῦντες μάλιστα εἰδέναι νομίζουσι.","t":"For as those who are most deeply asleep think they are most awake, falling into more vivid and uninterrupted dream fantasies, so those who are most ignorant think they know most."},"clement-eclogae/35.4":{"o":"μακάριοι δὲ οἱ ἐξ ὕπνου τοῦδε καὶ τῆς παραφροσύνης ἀνεγειρόμενοι καὶ ἀναβλέψαντες τὸ φῶς καὶ τὴν ἀλήθειαν.","t":"But blessed are those who rise from this sleep and madness and look up to the light and the truth."},"clement-eclogae/36.1":{"o":"Δεῖ τοίνυν ἐπʼ ἴσης τῷ βουλομένῳ τὸ πειθόμενον ἔχειν τὸν μαθητὴν καὶ τῷ πόθῳ τὴν πίστιν ἐγκαταμίξαντα γυμνάζειν καὶ μελετᾶν, ἑκάστοτε πρὸς ἑαυτὸν τὴν τῶν θεωρημάτων ἀλήθειαν ἐξετάζοντα·","t":"Equally, then, whoever wishes to have the disciple obedient must, mingling faith with desire, train and practice, always examining for himself the truth of the doctrines;"},"clement-eclogae/36.2":{"o":"ἐπειδὰν δὲ εὖ ἔχειν αὐτῷ δοκῇ, τότε δὴ καὶ εἰς τὰς τῶν πέλας ζητήσεις καθιέναι· ἐπεὶ καὶ οἱ νεοττοὶ προαποπειρῶνται τοῦ πετάσαι ἐπὶ τῆς καλιᾶς γυμνάσαντες τὰ πτερά.","t":"and when he thinks he is well prepared, then he may go down into his neighbors' inquiries too; for fledglings too first try flying in the nest, exercising their wings."},"clement-eclogae/37.1":{"o":"Ἡ γὰρ ἀρετὴ ἡ γνωστικὴ πανταχοῦ καλὸν καὶ πρᾶον καὶ ἀβλαβὲς καὶ ἄλυπον καὶ μακάριον καὶ παρεσκευασμένον ἄριστα μὲν ὁμιλεῖν παντὶ τῷ θείῳ, ἄριστα δʼ ἀνθρώποις, θεωρητικὸν ὁμοῦ καὶ πρακτικόν, ἄγαλμα θεῖον τὸν ἄνθρωπον κατασκευάζουσα καὶ φιλόκαλον ἀπεργαζομένη διʼ ἀγάπης·","t":"For the virtue of the one who knows is everywhere noble, gentle, harmless, painless, and blessed, and prepared to converse best with all that is divine and best with human beings, at once contemplative and practical, making the human being a divine image and a lover of the beautiful through love."},"clement-eclogae/37.2":{"o":"τὸ γὰρ καλὸν ὡς ἐκεῖ σοφίᾳ θεωρητὸν καὶ νοητόν, ἐνταῦθα σωφροσύνῃ καὶ δικαιοσύνῃ διὰ πίστεως πρακτόν, ἐν σαρκὶ μελετήσαντος ἀγγελικὴν ὑπουργίαν, ὥσπερ ἐν τόπῳ διαφανεῖ καὶ ἀμιάντῳ τῷ σώματι τὸν νοῦν καθιερώσαντος.","t":"For the beautiful, as there it is contemplated and understood by wisdom, here is practiced by self-control and righteousness through faith, by one who has practiced angelic service in the flesh, as one who has consecrated his mind in the body as in a transparent and undefiled place."},"clement-eclogae/38.1":{"o":"Πρὸς δὲ Τατιανὸν λέγοντα εὐκτικὸν εἶναι τὸ »γενηθήτω φῶς« λεκτέον· εἰ τοίνυν εὐχόμενος ᾔδει τὸν ὑπερκείμενον θεόν, πῶς λέγει »ἐγὼ θεὸς καὶ πλὴν ἐμοῦ ἄλλος οὐδείς«;","t":"To Tatian, who says that “Let there be light” is a prayer, we must reply: if, then, praying, he knew of a God above him, how does he say, “I am God, and besides me there is no other”?"},"clement-eclogae/39.1":{"o":"Εἶπε μὲν ὡς κολάσεις εἰσὶ βλασφημιῶν, φλυαρίας, ἀκολάστων ῥημάτων, λόγῳ κολαζομένων καὶ παιδευομένων· ἔφασκεν δὲ καὶ διὰ τὰς τρίχας κολάζεσθαι καὶ τὸν κόσμον τὰς γυναῖκας ὑπὸ δυνάμεως τῆς ἐπὶ τούτοις τεταγμένης, ἣ καὶ τῷ Σαμψὼν δύναμιν παρεῖχε ταῖς θριξίν, ἥτις κολάζει τὰς διὰ κόσμου τριχῶν ἐπὶ πορνείαν ὁρμώσας.","t":"He said that there are punishments for blasphemies, idle talk, and licentious words, which are punished and corrected by word; and he said that women are punished for their hair and adornment by the power set over these things, which also gave Samson power in his hair, and which punishes women who, through the adornment of their hair, entice others to sexual immorality."},"clement-eclogae/4.1":{"o":"Ὅτι δὲ ἀρχὴ ὁ υἱός, Ὠσηὲ διδάσκει σαφῶς· »καὶ ἔσται ἐν τῷ τόπῳ, οὗ ἐρρέθη αὐτοῖς ›οὐ λαός μου ὑμεῖς‹, κληθήσονται καὶ αὐτοὶ υἱοὶ θεοῦ ζῶντος. καὶ συναχθήσονται οἱ υἱοὶ Ἰούδα καὶ οἱ υἱοὶ Ἰσραὴλ ἐπὶ τὸ αὐτό, καὶ θήσονται ἑαυτοῖς ἀρχὴν μίαν καὶ ἀναβήσονται ἐκ τῆς γῆς, ὅτι μεγάλη ἡμέρα τοῦ Ἰσραήλ.«","t":"That the Son is the Beginning, Hosea teaches clearly: “And in the place where it was said to them, ‘You are not my people,’ they too will be called sons of the living God. And the sons of Judah and the sons of Israel will be gathered together, and they will appoint for themselves one head (beginning) and will go up from the land, for great is the day of Israel.”"},"clement-eclogae/4.2":{"o":"ᾧ γάρ τις πιστεύει, τοῦτον αἱρεῖται. πιστεύει δέ τις τῷ υἱῷ, ὅς ἐστιν ἀρχή. διὸ καὶ προ[σ]εῖπεν· »τοὺς δὲ υἱοὺς Ἰούδα ἐλεήσω καὶ σώσω ἐν κυρίῳ θεῷ αὐτῶν«, σωτὴρ δὲ ὁ σῴζων υἱὸς τοῦ θεοῦ. οὗτος ἄρα ἡ ἀρχή.","t":"For whoever one believes in, him one chooses. And one believes in the Son, who is the Beginning. That is why he also said earlier, “But I will have mercy on the sons of Judah and will save them by the Lord their God”; and the Savior who saves is the Son of God. He, then, is the Beginning."},"clement-eclogae/40.1":{"o":"Καθάπερ ἀγαθοῦ ἀπορροίᾳ ἀγαθύνονται, οὕτως καὶ κακοῦ κακοῦνται. καλὴ ἡ κρίσις τοῦ θεοῦ, ἥ τε διάκρισις ἡ τῶν πιστῶν ἀπὸ τῶν ἀπίστων ἥ τε πρόκρισις ὑπὲρ τοῦ μὴ μείζονι περιπεσεῖν κρίσει ἥ τε κρίσις παίδευσις οὖσα.","t":"As they are made good by an emanation of the good, so they are made evil by an emanation of evil. The judgment of God is good: the separation of the faithful from the unfaithful, the prior judgment to prevent falling into a greater judgment, and judgment that is discipline."},"clement-eclogae/41.1":{"o":"Ἡ γραφή φησι τὰ βρέφη τὰ ἐκτεθέντα τημελούχῳ παραδίδοσθαι ἀγγέλῳ, ὑφʼ οὗ παιδεύεσθαί τε καὶ αὔξειν, »καὶ ἔσονται«, φησίν, »ὡς οἱ ἑκατὸν ἐτῶν ἐνταῦθα πιστοί.«","t":"Scripture says that infants who have been exposed are handed over to a guardian angel, by whom they are instructed and grow up. “And they will be,” it says, “like the faithful of a hundred years here.”"},"clement-eclogae/41.2":{"o":"Διὸ καὶ Πέτρος ἐν τῇ Ἀποκαλύψει φησί· »καὶ ἀστραπὴ πυρὸς πηδῶσα ἀπὸ τῶν βρεφῶν ἐκείνων καὶ πλήσσουσα τοὺς ὀφθαλμοὺς τῶν γυναικῶν·«","t":"That is why Peter too says in the Apocalypse: “And a flash of fire leaping from those infants and striking the eyes of the women,”"},"clement-eclogae/41.3":{"o":"ἐπεὶ ὁ δίκαιος »ὡς σπινθὴρ διὰ καλάμης ἐκλάμπει καὶ κρίνει ἔθνη.«","t":"since the righteous man “shines out like a spark through stubble and judges nations.”"},"clement-eclogae/42.1":{"o":"»Μετὰ ὁσίου ὁσιωθήσῃ.« κατὰ αἶνον ὁσίων δεδόξασται τὸ ὄνομά σου, κατʼ ἐπίγνωσιν ἡμῶν δοξαζομένου τοῦ θεοῦ [κατά τε τὴν ἐπίγνωσιν κατά τε τὴν κληρονομίαν]. οὕτω καὶ τὸ »ζῇ κύριος« καὶ τὸ »ἀνέστη κύριος«.","t":"“With the holy you will be holy.” Your name has been glorified according to the praise of the holy, God being glorified according to our knowledge. So too with “The Lord lives” and “The Lord has risen.”"},"clement-eclogae/43.1":{"o":"»Λαὸς ὃν οὐκ ἔγνων, ἐδούλευσέν μοι·« κατὰ διαθήκην οὐκ ἔγνων.","t":"“A people whom I did not know served me”: did not know according to the covenant."},"clement-eclogae/43.2":{"o":"»Υἱοὶ ἀλλότριοι·« τὰ τοῦ ἄλλου ἐζηλωκότες.","t":"“Foreign sons”: those who have zealously pursued the things of another."},"clement-eclogae/44.1":{"o":"»Μεγαλύνων τὰς σωτηρίας τοῦ βασιλέως αὐτοῦ.« βασιλεῖς πάντες λέγονται οἱ πιστοί, κεκλημένοι εἰς βασιλείαν κατά τε τὴν ἐπίγνωσιν κατά τε τὴν κληρονομίαν.","t":"“Magnifying the salvations of his king.” All the faithful are called kings, being called to the kingdom both by knowledge and by inheritance."},"clement-eclogae/45.1":{"o":"»Ἡ μακροθυμία γλυκύτης ἐστὶν ὑπὲρ τὸ μέλι«, οὐχ ὅτι ἐστὶ μακροθυμία, ἀλλὰ κατὰ τὸν καρπὸν τῆς μακροθυμίας. ἐπεὶ οὐδὲ ὁ ἐγκρατής ἐστιν ἀπαθής, κρατῶν οὐκ ἀπόνως τῶν παθῶν· ὅταν δὲ ἕξις γένηται, οὐκέτι ἐγκρατής, ἐν μιᾷ ἕξει τῷ ἁγίῳ πνεύματι γενομένου τοῦ ἀνθρώπου.","t":"“Patience is sweeter than honey,” not because it is patience, but on account of the fruit of patience. For neither is the self-controlled person free of passion, since he masters the passions not without toil; but when it becomes a settled state, he is no longer self-controlled, the man having become one in a single state with the Holy Spirit."},"clement-eclogae/46.1":{"o":"»Πνεύματα·« λέγεται τὰ πάθη τὰ ἐν τῇ ψυχῇ οὐκ ἐξ οὐσίας πνεύματα, ἐπεὶ ἔσται ἐμπαθὴς ἄνθρωπος λεγεὼν δαιμόνων, ἀλλὰ κατὰ τὴν [προ]τροπήν.","t":"“Spirits”: the passions in the soul are called spirits, not spirits by substance, since then the passionate man would be a legion of demons, but by their tendency."},"clement-eclogae/46.2":{"o":"ἡ γὰρ αὐτὴ ψυχὴ κατὰ μεταβολὰς ἄλλας καὶ ἄλλας ποιότητας κακίας ἀναδεχομένη πνεύματα λέγεται ἀνειληφέναι.","t":"For the same soul, taking on different qualities of vice through its changes, is said to have taken on spirits."},"clement-eclogae/47.1":{"o":"Ὁ λόγος τῆς κτήσεως ἀφίστασθαι οὐ κελεύει, ἀλλʼ ἀπροσπαθῶς διοικεῖν τὴν κτῆσιν. ἐπισυμβάντος δέ τινος μὴ ἀγανακτεῖν μηδὲ λυπεῖσθαι μηδὲ ἐπιθυμεῖν κτήσασθαι· τῆς ἐν πάθει γὰρ κτήσεως ἀφίστασθαι κελεύει καὶ πάσης προσπαθείας. Ἡ θεία πρόνοια οὐ καταστρέφει ἐπὶ μόνους τοὺς ἐν σαρκί.","t":"The Word does not command us to give up possessions, but to manage possessions without attachment; and if something befalls us, not to be vexed or grieved or desire to acquire; for he commands us to give up possession in passion and all attachment. Divine providence does not end with those in the flesh alone."},"clement-eclogae/48.1":{"o":"αὐτίκα ὁ Πέτρος ἐν τῇ Ἀποκαλύψει φησὶν »τὰ βρέφη ἐξαμβλωθέντα τῆς ἀμείνονος ἐσόμενα μοίρας, ταῦτα ἀγγέλῳ τημελούχῳ παραδίδοσθαι, ἵνα γνώσεως μεταλαβόντα τῆς ἀμείνονος τύχῃ μονῆς, παθόντα ἃ ἂν ἔπαθεν καὶ ἐν σώματι γενόμενα.«","t":"For instance, Peter in the Apocalypse says, “The infants who were aborted, who will have the better portion, are handed over to a guardian angel, so that, having received knowledge, they may obtain the better dwelling, having suffered what they would have suffered if they had been in the body.”"},"clement-eclogae/48.2":{"o":"τὰ δʼ ἕτερα μόνης τῆς σωτηρίας τεύξεται, ὡς ἠδικημένα ἐλεηθέντα, καὶ μενεῖ ἄνευ κολάσεως, τοῦτο γέρας λαβόντα.","t":"But the others will obtain salvation alone, being pitied as wronged, and will remain without punishment, receiving this as their reward."},"clement-eclogae/49.1":{"o":"»Τὸ δὲ γάλα τῶν γυναικῶν, ῥέον ἀπὸ τῶν μαστῶν καὶ πηγνύμενον«, φησὶν ὁ Πέτρος ἐν τῇ Ἀποκαλύψει, »γεννήσει θηρία λεπτὰ σαρκοφάγα καὶ ἀνατρέχοντα εἰς αὐτὰς κατεσθίει«, διὰ τὰς ἁμαρτίας γίνεσθαι τὰς κολάσεις διδάσκων.","t":"“And the milk of the women, flowing from their breasts and congealing,” says Peter in the Apocalypse, “will breed small flesh-eating beasts, and running back upon them they devour them,” teaching that punishments come about because of sins."},"clement-eclogae/49.2":{"o":"ἐκ τῶν ἁμαρτιῶν γεννᾶσθαι αὐτάς φησιν, ὡς διὰ τὰς ἁμαρτίας ἐπράθη ὁ λαός, καὶ »διὰ τὴν εἰς Χριστὸν ἀπιστίαν«, ὥς φησιν ὁ ἀπόστολος, »ὑπὸ τῶν ὄφεων ἐδάκνοντο«.","t":"He says they are born from the sins, as the people were sold because of their sins, and, as the apostle says, “because of their unbelief in Christ they were bitten by the snakes.”"},"clement-eclogae/5.1":{"o":"Διʼ Ὠσηὲ τὸ πνεῦμα »ἐγὼ δὲ παιδευτὴς ὑμῶν« φησί· »σαλπίσατε σάλπιγγι ἐπὶ τοὺς βουνοὺς κυρίου, ἠχήσατε ἐπὶ τῶν ὑψηλῶν.«","t":"Through Hosea the Spirit says, “But I am your instructor”; “Blow the trumpet on the hills of the Lord, sound the alarm on the heights.”"},"clement-eclogae/5.2":{"o":"καὶ μή τι αὐτὸ τὸ βάπτισμα ἀναγεννήσεως ὑπάρχον σημεῖον τῆς ὕλης ἐστὶν ἔκβασις διὰ τῆς τοῦ σωτῆρος διδασκαλίας, μεγάλου καὶ σφοδροῦ ῥεύματος ἀεὶ φερομένου καὶ παραφέροντος ἡμᾶς.","t":"And is not baptism itself, being a sign of regeneration, a way out of matter through the Savior's teaching, matter which is a great and violent stream always rushing on and sweeping us along?"},"clement-eclogae/5.3":{"o":"ἐξάγων οὖν τῆς ἀταξίας ἡμᾶς ὁ κύριος φωτίζει, εἰς τὸ φῶς ἄγων τὸ ἄσκιον καὶ οὐκέτι ὑλικόν.","t":"So the Lord, leading us out of disorder, enlightens us, leading us into the light that has no shadow and is no longer material."},"clement-eclogae/50.1":{"o":"Ἔλεγεν πρεσβύτης ζῷον εἶναι τὸ κατὰ γαστρός. εἰσιοῦσαν γὰρ τὴν ψυχὴν εἰς τὴν μήτραν ἀπὸ τῆς καθάρσεως ηὐτρεπισμένην εἰς σύλληψιν καὶ εἰσκριθεῖσαν ὑπό τινος τῶν τῇ γενέσει ἐφεστώτων ἀγγέλων προγινώσκοντος τὸν καιρὸν τῆς συλλήψεως κινεῖν πρὸς συνουσίαν τὴν γυναῖκα, καταβληθέντος δὲ τοῦ σπέρματος ὡς εἰπεῖν ἐξοικειοῦσθαι τὸ ἐν τῷ σπέρματι πνεῦμα καὶ οὕτως συλλαμβάνεσθαι τῇ","t":"An elder used to say that what is in the womb is a living being. For the soul enters the womb when it has been prepared for conception by the purification, and, introduced by one of the angels who preside over birth, who knows beforehand the time of conception, it moves the woman to intercourse; and when the seed has been sown, the spirit in the seed is, so to speak, made its own, and so is conceived together with the"},"clement-eclogae/50.2":{"o":"πλάσει. † μαρτύριον ὠνόμασεν πᾶσιν. καὶ ὁπηνίκα ἂν εὐαγγελίζωνται οἱ ἄγγελοι τὰς στείρας, οἷον προεισκρίνουσι τῆς συλλήψεως τὰς ψυχάς· καὶ ἐν τῷ εὐαγγελίῳ »τὸ βρέφος ἐσκίρτησεν« ὡς ἔμψυχον.","t":"formation. … he called a testimony to all. And whenever the angels bring good news to barren women, they introduce the souls, as it were, before conception. And in the Gospel “the babe leaped,” as ensouled."},"clement-eclogae/50.3":{"o":"* * καὶ αἱ στεῖραι διὰ τοῦτό εἰσι στεῖραι, ὡς ἂν μὴ εἰσκρινομένης τῆς ψυχῆς τὴν τοῦ σπέρματος καταβολὴν συναγούσης εἰς κατοχὴν συλλήψεως καὶ γεννήσεως.","t":"… and barren women are barren for this reason, that the soul is not introduced to bind the sown seed into the holding of conception and birth."},"clement-eclogae/51.1":{"o":"»Οἱ οὐρανοὶ διηγοῦνται δόξαν θεοῦ.« οἱ οὐρανοὶ λέγονται πολλαχῶς, καὶ οἱ κατὰ διάστημα καὶ περίοδον καὶ ἡ κατὰ διαθήκην τῶν πρωτοκτίστων ἀγγέλων ἐνέργεια προσεχής· κυριωτέρᾳ γὰρ παρουσίᾳ ἀγγέλων αἱ διαθῆκαι ἐνηργήθησαν ἡ ἐπὶ Ἀδάμ, ἡ ἐπὶ Νῶε, ἡ ἐπὶ Ἀβραάμ, ἡ ἐπὶ Μωυσέως.","t":"“The heavens declare the glory of God.” Heavens are spoken of in many senses: both those in space and revolution, and the immediate activity of the first-created angels in the covenants; for the covenants were brought into effect by the more sovereign presence of angels: that with Adam, that with Noah, that with Abraham, that with Moses."},"clement-eclogae/51.2":{"o":"διὰ γὰρ τοῦ κυρίου κινηθέντες οἱ πρωτόκτιστοι ἄγγελοι ἐνήργουν εἰς τοὺς προσεχεῖς τοῖς προφήταις ἀγγέλους διηγούμενοι »δόξαν θεοῦ«, τὰς διαθήκας. ἀλλὰ καὶ τὰ ἔργα τὰ κατὰ τὴν γῆν γενόμενα ὑπʼ ἀγγέλων","t":"For the first-created angels, moved by the Lord, acted on the angels next to the prophets, declaring “the glory of God,” the covenants. But also the works done on earth by angels"},"clement-eclogae/52.1":{"o":"διὰ τῶν πρωτοκτίστων ἀγγέλων ἐγένοντο εἰς »δόξαν θεοῦ«. καλοῦνται δὲ οὐρανοὶ κυρίως μὲν ὁ κύριος, ἔπειτα δὲ καὶ οἱ πρωτόκτιστοι, μεθʼ οὓς καὶ οἱ ἅγιοι πρὸ νόμου ἄνθρωποι. ὡς οἱ πατριάρχαι, καὶ Μωυσῆς καὶ οἱ προφῆται, εἶτα καὶ οἱ ἀπόστολοι.","t":"came about through the first-created angels for “the glory of God.” The heavens are properly the Lord, then also the first-created, and after them the holy men before the law, like the patriarchs, and Moses and the prophets, and then the apostles."},"clement-eclogae/52.2":{"o":"»Ποίησιν δὲ χειρῶν αὐτοῦ ἀναγγέλλει τὸ στερέωμα.« στερέωμα λέγει τὸν θεὸν τὸν ἀπαθῆ καὶ ἀμετάβλητον, ὡς καὶ ἀλλαχῇ ὁ αὐτὸς Δαβίδ· »ἀγαπήσω σε, κύριε, ἡ ἰσχύς μου, κύριος στερέωμά μου καὶ καταφυγή μου.«","t":"“The firmament proclaims the work of his hands.” He calls God the firmament, impassible and unchangeable, as the same David says elsewhere: “I will love you, O Lord, my strength; the Lord is my firmament and my refuge.”"},"clement-eclogae/52.3":{"o":"τὴν ποίησιν οὖν τῶν χειρῶν αὐτοῦ αὐτὸ τὸ στερέωμα ἀναγγέλλει, τοῦτʼ ἔστιν δείκνυσι καὶ φαίνει τὴν ποίησιν τῶν ἀγγέλων αὐτοῦ· ἀναγγέλλει γὰρ καὶ δείκνυσιν οὓς ἐποίησεν. »Ἡμέρα τῇ ἡμέρᾳ ἐρεύγεται ῥῆμα.« ὡς οἱ οὐρανοὶ πολλαχῶς.","t":"The firmament itself, then, proclaims the work of his hands, that is, shows and reveals the making of his angels; for it proclaims and shows those whom he made. “Day to day pours forth speech.” As the heavens are meant in many senses,"},"clement-eclogae/53.1":{"o":"οὕτως καὶ ἡ ἡμέρα. ῥῆμα δὲ ὁ κύριος, καὶ ὁ αὐτὸς δὲ ἡμέρα πολλαχῇ εἴρηται.","t":"so too is day. And speech is the Lord, and he too is called day in many ways."},"clement-eclogae/53.2":{"o":"»καὶ νὺξ νυκτὶ ἀναγγέλλει γνῶσιν.« ὁ διάβολος ᾔδει ἐλευσόμενον τὸν κύριον, εἰ δὲ ὁ Ἰησοῦς αὐτὸς εἴη, οὐκ ἠπίστατο· διὸ καὶ ἐπείραζεν αὐτόν ἵνα γνῷ· † εἰ δυνατός ἐστιν. ἐᾶν φησι· »καὶ ἀπέστη ἀπʼ αὐτοῦ εἰς καιρόν«, τουτέστιν ἀνεβάλλετο τὴν εὕρεσιν εἰς τὴν ἀνάστασιν. ᾔδει γὰρ τοῦτον εἶναι τὸν κύριον τὸν ἀναστησόμενον.","t":"“And night to night proclaims knowledge.” The devil knew that the Lord would come, but did not know whether Jesus was he; that is why he tempted him, to know whether he was powerful. … it says, “And he departed from him for a time,” that is, he postponed the discovery until the resurrection. For he knew that this was the Lord who would rise."},"clement-eclogae/53.3":{"o":"ὁμοίως καὶ οἱ δαίμονες, ἐπεὶ καὶ Σολομῶνα ὑπώπτευσαν εἶναι τὸν κύριον, ἔγνωσαν δὲ μὴ εἶναι, ἁμαρτόντος αὐτοῦ.","t":"Likewise the demons, since they suspected that Solomon was the Lord, but knew that he was not when he sinned."},"clement-eclogae/53.4":{"o":"»νὺξ νυκτί·« πάντες οἱ δαίμονες ἔγνωσαν ὅτι κύριος ἦν ὁ ἀναστὰς μετὰ τὸ πάθος. ἤδη δὲ καὶ Ἐνώχ φησιν τοὺς παραβάντας ἀγγέλους διδάξαι τοὺς ἀνθρώπους ἀστρονομίαν καὶ μαντικὴν καὶ τὰς ἄλλας τέχνας.","t":"“Night to night”: all the demons knew that the one who rose after the passion was the Lord. And already Enoch says that the angels who transgressed taught human beings astronomy, divination, and the other arts."},"clement-eclogae/54.1":{"o":"»Οὐκ εἰσὶ λαλιαὶ οὐδὲ λόγοι, ὧν οὐκ ἀκούονται αἱ φωναὶ αὐτῶν« οὔτε τῶν ἡμερῶν οὔτε τῶν νυκτῶν. »εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος αὐτῶν.«","t":"“There are no speeches or words whose voices are not heard,” either of the days or of the nights. “Their sound has gone out into all the earth.”"},"clement-eclogae/54.2":{"o":"μετήνεγκεν τὸν λόγον ἐπὶ μόνους τοὺς ἁγίους, οὓς οὐρανούς τε εἴρηκεν καὶ ἡμέρας.","t":"He transferred the saying to the saints alone, whom he called both heavens and days."},"clement-eclogae/55.1":{"o":"Οἱ ἀστέρες, σώματα πνευματικά, κεκοινωνηκότα ἀγγέλοις ἐφεστῶσι διοικούμενα, οὐκ αἴτια γενέσεως, σημαντικὰ δὲ τῶν γινομένων τε καὶ ἐσομένων καὶ γενομένων ἐπί τε τροπῶν ἀέρων ἐπί τε εὐφορίας καὶ ἀκαρπίας ἐπί τε λοιμῶν καὶ φλογμῶν ἐπί τε τῶν ἀνθρώπων.","t":"The stars, spiritual bodies which share with the angels set over them and are governed by them, are not causes of birth, but signs of what is happening, will happen, and has happened, concerning changes of the air, fruitfulness and barrenness, plagues and fevers, and concerning human beings."},"clement-eclogae/55.2":{"o":"οὐδʼ ὄναρ τὰς ἐνεργείας ποιεῖ τὰ ἄστρα, σημαίνει δὲ »τά τʼ ἐόντα, τά τʼ ἐσσόμενα, πρό τʼ ἐόντα«.","t":"The stars do not produce the effects in the slightest, but they signify “what is, what will be, and what was before.”"},"clement-eclogae/56.1":{"o":"»Καὶ ἐν τῷ ἡλίῳ ἔθετο τὸ σκήνωμα αὐτοῦ.« ἐνταῦθα ὑπερβατόν ἐστι· περὶ γὰρ τῆς παρουσίας τῆς δευτέρας ὁ λόγος. οὕτως οὖν ἀναγνωστέον τὸ ὑπερβατὸν κατὰ ἀκολουθίαν. »καὶ αὐτὸς ὡς νυμφίος ἐκπορευόμενος ἐκ παστοῦ αὐτοῦ ἀγαλλιάσεται ὡς γίγας δραμεῖν ὁδὸν αὐτοῦ. ἀπʼ ἄκρου τοῦ οὐρανοῦ ἡ ἔξοδος αὐτοῦ· οὐκ ἔστιν ὃς ἀποκρυβήσεται τὴν θέρμην αὐτοῦ.« καὶ τότε· »ἐν τῷ ἡλίῳ ἔθετο τὸ σκήνωμα αὐτοῦ.«","t":"“And in the sun he set his tent.” Here there is a transposition; for the saying is about the second coming. So the transposition must be read in order: “And he himself, like a bridegroom coming out of his chamber, will rejoice like a giant to run his course. His going forth is from the end of heaven; there is no one who will be hidden from his heat.” And then: “In the sun he set his tent.”"},"clement-eclogae/56.2":{"o":"ἔνιοι μὲν οὖν φασι τὸ σῶμα τοῦ κυρίου ἐν τῷ ἡλίῳ αὐτὸν ἀποτίθεσθαι, ὡς Ἑρμογένης, σῶμα δὲ λέγουσιν οἳ μὲν τὸ σκῆνος αὐτοῦ, οἳ δὲ τὴν τῶν πιστῶν ἐκκλησίαν, ὁ Πάνταινος δὲ * ἡμῶν ἔλεγεν »ἀορίστως τὴν προφητείαν ἐκφέρειν τὰς λέξεις ὡς ἐπὶ τὸ πλεῖστον καὶ τῷ ἐνεστῶτι ἀντὶ τοῦ μέλλοντος χρῆσθαι χρόνῳ καὶ πάλιν τῷ ἐνεστῶτι ἀντὶ τοῦ παρῳχηκότος«, ὃ καὶ νῦν φαίνεται.","t":"Some, then, say that the Lord lays aside his body in the sun, as Hermogenes does; and by body some mean his tabernacle, others the church of the faithful. But Pantaenus, our …, used to say that “prophecy utters its words indefinitely for the most part, and uses the present tense instead of the future, and again the present instead of the past,” which is the case here too."},"clement-eclogae/56.3":{"o":"τὸ γὰρ »ἔθετο« καὶ ἐπὶ τοῦ παρῳχηκότος καὶ ἐπὶ τοῦ ἐσομένου τάσσεται· ἐπὶ μὲν τοῦ ἐσομένου, ὅτι πληρωθείσης ταύτης τῆς κατὰ τὴν παροῦσαν κατάστασιν περιόδου ὁ κύριος ἐλεύσεται πρὸς τοὺς δικαίους τοὺς πιστούς, οἷς ἐπαναπαύεται καθάπερ σκηνῇ· ἓν γὰρ σῶμα οἱ πάντες ἐκ τοῦ αὐτοῦ γένους τὴν αὐτὴν πίστιν καὶ δικαιοσύνην ἑλόμενοι, εἰς τὴν αὐτὴν ἑνότητα ἀποκαταστησόμενοι· ἀλλʼ οἳ μὲν ὡς κεφαλή, οἳ δὲ ὡς ὀφθαλμοί, οἳ δὲ ὡς ὦτα.","t":"For “he set” is used both of the past and of the future: of the future, because when this period of the present state is completed, the Lord will come to the righteous and faithful, in whom he rests as in a tent; for all who, from the same race, have chosen the same faith and righteousness are one body, to be restored to the same unity; but some as head, others as eyes, others as ears,"},"clement-eclogae/56.4":{"o":"οἳ δὲ ὡς χεῖρες, οἳ δὲ ὡς στήθη, οἳ δὲ ὡς πόδες ἐν ἡλίῳ τεθήσονται φωτεινοί, »λάμψαντες ὡς ὁ ἥλιος« ἢ ἐν ἡλίῳ, ἐπεὶ ἀρχοντικὸς ἄγγελος ἐν ἡλίῳ·","t":"others as hands, others as breast, others as feet, will be set in the sun, luminous, “shining like the sun,” or in the sun, since a ruling angel is in the sun;"},"clement-eclogae/56.5":{"o":"εἰς ἀρχὴν γὰρ ἡμερῶν τέτακται, καθάπερ ἡ σελήνη εἰς τὸ ἄρχειν νυκτός·","t":"for it is appointed to rule the days, as the moon to rule the night."},"clement-eclogae/56.6":{"o":"ἡμέραι δὲ ἄγγελοι ἐκλήθησαν. μετὰ τῶν μεθʼ ἡλίου ἀγγέλων, φησί, ταγήσονται (ἓν ὥσπερ κεφαλὴ σώματος, ὄντος ἑνός, ὁ ἥλιος), ἐσόμενοί ποτε κατά τινα περίοδον καὶ αὐτοὶ ἄρχοντες ἡμερῶν, ὡς ἐκεῖνος ὁ ἐπὶ τοῦ ἡλίου ἐπὶ τὸ μεῖζον ἐλεύσεται. ἐφʼ ὃ μετῆλθεν ὁ πρὸ αὐτοῦ ἐν τῷ αὐτῷ. καὶ πάλιν ἐπαναβησόμενοι κατὰ προκοπὴν ἀφίξονται ἐπὶ τὴν πρώτην μονήν.","t":"And angels were called days. With the angels who are with the sun, he says, they will be ranked (the sun being like the head of one body), and they too will some day, according to a certain period, be rulers of days, as the one set over the sun will advance to a greater office, to which the one before him in the same place has moved on. And again, rising by advancement, they will come to the first abode."},"clement-eclogae/56.7":{"o":"ἀλλὰ κατὰ τὸν παρῳχηκότα »ἔθετο« τοὺς [τε] πρωτοκτίστους ἀγγέλους εἰς τὸ μηκέτι κατὰ τὴν πρόνοιαν τῷ ὡρισμένῳ λειτουργεῖν, ἀλλʼ εἶναι ἐν ἀναπαύσει καὶ πρὸς μόνῃ τῇ θεωρίᾳ τοῦ θεοῦ· οἱ δὲ προσεχέστεροι τούτοις προκόψουσιν εἰς ἣν ἐκεῖνοι ἀπολελοίπασι τάξιν, καὶ οὕτως οἱ ὑποβεβηκότες ἀναλόγως.","t":"But according to the past tense, “he set” the first-created angels no longer to minister by providence to what is appointed, but to be at rest and devoted to the contemplation of God alone; and those next to them will advance to the rank they have left, and so the lower ones proportionately."},"clement-eclogae/57.1":{"o":"Εἰσὶν οὖν κατὰ τὸν ἀπόστολον οἱ ἐν τῇ ἄκρᾳ ἀποκαταστάσει πρωτόκτιστοι· »θρόνοι« δʼ ἂν εἶεν, καίτοι δυνάμεις ὄντες, οἱ πρωτόκτιστοι διὰ τὸ ἀναπαύεσθαι ἐν αὐτοῖς τὸν θεόν, ὡς καὶ ἐν τοῖς πιστεύουσιν.","t":"According to the apostle, then, the first-created are those in the highest restoration; and the first-created, though they are powers, would be “thrones” because God rests in them, as also in those who believe."},"clement-eclogae/57.2":{"o":"ἕκαστος γὰρ κατὰ τὴν ἰδίαν προκοπὴν οἰκείαν ἔχει τὴν περὶ θεοῦ γνῶσιν, ἐφʼ ᾗ γνώσει ἀναπαύεται ὁ θεός, ἀιδίων γενομένων διὰ τῆς γνώσεως τῶν ἐγνωκότων.","t":"For each, according to his own advancement, has his own knowledge of God, on which knowledge God rests, those who know becoming eternal through their knowledge."},"clement-eclogae/57.3":{"o":"καὶ μή τι τὸ »ἐν τῷ ἡλίῳ ἔθετο τὸ σκήνωμα αὐτοῦ« οὕτως ἐξακούεται· ἐν τῷ ἡλίῳ ἔθετο, τουτέστιν ἐν [τῷ θεῷ, ] τῷ ἢλ ἤγουν θεῷ, ὡς ἐν τῷ εὐαγγελίῳ »ἠλὶ ἠλὶ« ἀντὶ τοῦ »θεέ μου, θεέ μου«.","t":"And perhaps “in the sun he set his tent” is to be understood in this way: in the sun (ἐν τῷ ἡλίῳ) he set it, that is, in the El, that is, in God, as in the Gospel “Eli, Eli” instead of “My God, my God.”"},"clement-eclogae/57.4":{"o":"καὶ τὸ »ὑπεράνω πάσης ἀρχῆς καὶ ἐξουσίας καὶ δυνάμεως καὶ παντὸς ὀνόματος ὀνομαζομένου« οἱ τελειωθέντες εἰσὶν ἐξ ἀνθρώπων, ἀγγέλων, ἀρχαγγέλων εἰς τὴν πρωτόκτιστον τῶν ἀγγέλων φύσιν.","t":"And “far above every principality and authority and power and every name that is named” are those who have been perfected, from men, angels, and archangels, into the first-created nature of angels."},"clement-eclogae/57.5":{"o":"οἱ γὰρ ἐξ ἀνθρώπων εἰς ἀγγέλους μεταστάντες χίλια ἔτη μαθητεύονται ὑπὸ τῶν ἀγγέλων, εἰς τελειότητα ἀποκαθιστάμενοι· εἶτα οἱ μὲν διδάξαντες μετατίθενται εἰς ἀρχαγγελικὴν ἐξουσίαν, οἱ μαθόντες δὲ τοὺς ἐξ ἀνθρώπων αὖθις μεθισταμένους εἰς ἀγγέλους μαθητεύουσιν, ἔπειτα οὕτως περιόδοις ῥηταῖς ἀποκαθίστανται τῇ οἰκείᾳ τοῦ σώματος ἀγγελοθεσίᾳ.","t":"For those who pass from human beings into angels are taught by the angels for a thousand years, being restored to perfection; then those who taught are transferred to archangelic authority, and those who learned in turn teach those who pass again from human beings into angels; then in this way, in fixed periods, they are restored to the proper angelic state of the body."},"clement-eclogae/58.1":{"o":"»Ὁ νόμος τοῦ θεοῦ ἄμωμος, ἐπιστρέφων ψυχάς.« »νόμος καὶ λόγος« αὐτὸς ὁ σωτὴρ λέγεται, ὡς Πέτρος ἐν Κηρύγματι καὶ ὁ προφήτης· »ἐκ γὰρ Σιὼν ἐξελεύσεται νόμος, καὶ λόγος κυρίου ἐξ Ἱερουσαλήμ.«","t":"“The law of God is blameless, converting souls.” The Savior himself is called “law and word,” as Peter says in the Preaching, and the prophet: “For out of Zion will go forth the law, and the word of the Lord from Jerusalem.”"},"clement-eclogae/59.1":{"o":"»Ἡ μαρτυρία κυρίου πιστή, σοφίζουσα νήπια«, ἡ διαθήκη κυρίου ἀληθής, σοφίζουσα νηπίους, τοὺς ἀκάκους τούς τε ἀποστόλους, ἔπειτα καὶ ἡμᾶς.","t":"“The testimony of the Lord is faithful, making infants wise”: the covenant of the Lord is true, making wise the infants, the innocent, the apostles, and then us too."},"clement-eclogae/59.2":{"o":"ἀλλὰ καὶ ἡ αὐτοῦ τοῦ κυρίου μαρτυρία, καθʼ ἣν παθὼν ἀνέστη, ἀληθὴς γενομένη κατὰ τὸ ἔργον αὐτό, εἰς βεβαίωσιν πίστεως ἤγαγεν τὴν ἐκκλησίαν.","t":"But also the testimony of the Lord himself, according to which he suffered and rose, having become true in the very deed, led the church to firmness of faith."},"clement-eclogae/6.1":{"o":"Τοῦτον τὸν ποταμὸν τῆς ὕλης καὶ τὴν θάλασσαν διέκοψαν καὶ διέστησαν δυνάμει κυρίου προφῆται δύο, περατουμένης τῆς ὕλης καθʼ ἑκάτερον διάστημα ὕδατος βουλήσει τοῦ θεοῦ·","t":"This river of matter and the sea two prophets cut and divided by the power of the Lord, matter being bounded at each separation of the water by God's will:"},"clement-eclogae/6.2":{"o":"διυπηρέτουν καθαροὶ στρατηγοὶ ἄμφω, διʼ ὧν ἐπιστεύθη τὰ σημεῖα, ἵνα δὴ ὁ δίκαιος ἐκ τῆς ὕλης γένηται, διʼ αὐτῆς ὁδεύσας τὰ πρῶτα.","t":"both served as pure commanders, through whom the signs were believed, so that the righteous man might come out of matter, having first journeyed through it."},"clement-eclogae/6.3":{"o":"θατέρῳ μέν γε τῶν στρατηγῶν καὶ τοὔνομα τοῦ σωτῆρος ἡμῶν ἐπεβέβλητο.","t":"Indeed, one of the two commanders also bore the name of our Savior."},"clement-eclogae/60.1":{"o":"»Ὁ φόβος κυρίου ἁγνός, διαμένων εἰς αἰῶνα αἰῶνος.« τοὺς ἐκ φόβου εἰς πίστιν ἐπιστραφέντας καὶ δικαιοσύνην εἰς αἰῶνα παραμένειν λέγει.","t":"“The fear of the Lord is pure, enduring forever and ever.” He says that those who have turned from fear to faith and righteousness remain forever."},"clement-eclogae/60.2":{"o":"»τὰ κρίματα κυρίου ἀληθινά«, βέβαια καὶ ἀμετακίνητα, κατʼ ἀξίαν ἀπονεμητικὰ καὶ »εἰς τὴν ἑνότητα τῆς πίστεως« ἀποκαθιστάντα τοὺς δικαίους.","t":"“The judgments of the Lord are true”: firm and unchangeable, allotting according to worth and restoring the righteous “into the unity of the faith.”"},"clement-eclogae/60.3":{"o":"τοῦτο γὰρ σημαίνει τὸ »δεδικαιωμένα ἐπὶ τὸ αὐτό«. τὰ τοιαῦτα »ἐπιθυμητὰ ὑπὲρ χρυσίον καὶ λίθον τίμιον«.","t":"For this is what “justified together” means. Such things are “more desirable than gold and precious stone.”"},"clement-eclogae/61.1":{"o":"»Καὶ γὰρ ὁ δοῦλός σου φυλάσσει αὐτά·« οὐχ ὅτι δοῦλος οἷον Δαβίδ, ἀλλὰ πᾶς ὁ λαὸς ὁ σῳζόμενος, δοῦλος θεοῦ διʼ ὑπακοὴν ἐντολῆς κεκλημένος.","t":"“For your servant keeps them”: not a servant like David only, but all the people being saved, called God's servant through obedience to the commandment."},"clement-eclogae/62.1":{"o":"»Ἐκ τῶν κρυφίων μου καθάρισόν με·« τῶν ἐννοιῶν τῶν παρὰ τὸν ὀρθὸν λόγον, τῶν ἐγκαταλειμμάτων. ταῦτα γὰρ »ἀλλότρια« λέγει δικαίου.","t":"“Cleanse me from my hidden faults”: from thoughts contrary to right reason, the remnants; for these he calls “alien” to the righteous man."},"clement-eclogae/63.1":{"o":"»Ἐὰν μή μου κατακυριεύσωσι, τότε ἄμωμος ἔσομαι.« ἐπʼ ἴσης τῷ· ἐὰν μή μου κατακυριεύσωσιν οἱ διώκοντές με ὥσπερ τὸν κύριον, οὐκ ἔσομαι ἄμωμος· οὐ γὰρ μάρτυς γίνεταί τις, ἐὰν μὴ διωχθῇ, οὐδὲ δίκαιος φαίνεται, ἐὰν μὴ ἀδικηθεὶς μὴ ἀνταδικήσῃ, οὐδὲ μὴν ἀνεξίκακος, | * * * *","t":"“If they do not have dominion over me, then I will be blameless.” This is equivalent to: if those who persecute me, as they did the Lord, do not have dominion over me, I will not be blameless; for no one becomes a martyr unless he is persecuted, nor is anyone shown righteous unless, when wronged, he does not wrong in return, nor forbearing …"},"clement-eclogae/64.1":{"o":"»Κύριε, σῶσον τὸν βασιλέα«, τουτέστι τὸν εἰς βασιλείαν κεχρισμένον λαόν· οὐ γὰρ μόνον τὸν Δαβίδ· διὸ καὶ ἐπάγει· »καὶ ἐπάκουσον ἡμῶν ἐν ᾗ ἂν ἡμέρᾳ ἐπικαλεσώμεθά σε.«","t":"“O Lord, save the king,” that is, the people anointed for the kingdom; not only David. That is why he adds, “and hear us on whatever day we call upon you.”"},"clement-eclogae/65.1":{"o":"Τὸ ἀναβῆναι ἐπὶ τὴν καρδίαν τὸ καλὸν ὑπὸ τῆς γραφῆς λέγεται τὸ νικῆσαι τὴν καλὴν βουλήν.","t":"When Scripture speaks of the good “coming up into the heart,” it means that the good counsel prevails."},"clement-eclogae/7.1":{"o":"Αὐτίκα διʼ »ὕδατος καὶ πνεύματος« ἡ ἀναγέννησις, καθάπερ καὶ ἡ πᾶσα γένεσις.","t":"Thus regeneration is through “water and spirit,” as all generation is too."},"clement-eclogae/7.2":{"o":"»πνεῦμα γὰρ θεοῦ ἐπεφέρετο τῇ ἀβύσσῳ.« καὶ διὰ τοῦτο ὁ σωτὴρ ἐβαπτίσατο μὴ χρῄζων αὐτός, ἵνα τοῖς ἀναγεννωμένοις τὸ πᾶν ὕδωρ ἁγιάσῃ. ταύτῃ τοι οὐ μόνον τὸ σῶμα, ἀλλὰ καὶ τὴν ψυχὴν καθαιρόμεθα.","t":"“For the Spirit of God was borne over the abyss.” And for this reason the Savior was baptized, not needing it himself, so that he might sanctify all water for those being regenerated. In this way we are cleansed not only in body but also in soul."},"clement-eclogae/7.3":{"o":"σημεῖον γοῦν τοῦ καὶ τὰ ἀόρατα ἡμῶν ἁγιάζεσθαι τὸ καὶ πνεύματα ἀκάθαρτα συμπεπλεγμένα τῇ ψυχῇ διυλίζεσθαι ἀπὸ τῆς γενέσεως τῆς καινῆς τε καὶ πνευματικῆς.","t":"A sign, at any rate, that our invisible parts too are sanctified is that unclean spirits intertwined with the soul are strained out by the new and spiritual birth."},"clement-eclogae/8.1":{"o":"»Ὕδωρ ἐπάνω τοῦ οὐρανοῦ«· ἐπεὶ τὸ βάπτισμα γίνεται διʼ »ὕδατος καὶ πνεύματος«, ἀλεξητήριον ὂν πυρὸς τοῦ δισσοῦ, τοῦ τε τῶν ἀοράτων ἁπτομένου καὶ τοῦ τῶν ὁρατῶν, ἀνάγκη καὶ τοῦ ὕδατος τὸ μέν τι νοητόν, τὸ δὲ αἰσθητὸν ὑπάρχειν, ἀλεξητήριον τῆς διπλόης τοῦ πυρός·","t":"“Water above the heaven”: since baptism is through “water and spirit,” being a defense against the twofold fire, that which touches invisible things and that which touches visible ones, water too must be partly intelligible and partly sensible, a defense against the doubleness of the fire."},"clement-eclogae/8.2":{"o":"καὶ τὸ μὲν ἐπίγειον ὕδωρ τὸ σῶμα ἀπορρύπτει, τὸ δὲ ἐπουράνιον ὕδωρ διὰ τὸ εἶναι νοητὸν καὶ ἀόρατον πνεῦμα ἀλληγορεῖται ἅγιον, τῶν ἀοράτων καθαρτικόν, οἷον τοῦ πνεύματος ὕδωρ ὥσπερ ἐκεῖνο τοῦ σώματος.","t":"Earthly water cleans the body, but the heavenly water, because it is intelligible and invisible, is allegorized as the Holy Spirit, the cleanser of invisible things, as a water of the spirit, as the other is of the body."},"clement-eclogae/9.1":{"o":"Ὁ θεὸς καὶ τὸν φόβον τῇ ἀγαθότητι συνέμιξεν διʼ ἀγαθότητα. τὸ γὰρ συμφέρον ἑκάστῳ τοῦτο ἤδη παρέχει, ὡς ἰατρὸς ἀρρωστοῦντι, ὡς πατὴρ ἀτακτοῦντι τῷ παιδί.","t":"God has mixed fear with goodness, out of goodness. For he at once provides what is advantageous to each, as a physician to the sick, as a father to his unruly child."},"clement-eclogae/9.2":{"o":"»ὁ γὰρ φειδόμενος τῆς βακτηρίας αὐτοῦ μισεῖ τὸν υἱὸν αὐτοῦ.« καὶ ὁ κύριος δὲ καὶ οἱ ἀπόστολοι αὐτοῦ ἐν φόβῳ καὶ πόνοις ἀνεστράφησαν.","t":"“For he who spares his rod hates his son.” And the Lord and his apostles lived in fear and labors."},"clement-eclogae/9.3":{"o":"ὅταν οὖν πιστοῦ σῶμα νοσῇ, ἢ διʼ ἁμάρτημά τι προημαρτημένον ἐπιτιμῶντος τοῦ κυρίου, ἢ διὰ μέλλοντα προφυλαξαμένου, ἢ καὶ κατʼ ἐνέργειαν * *προσβολὴν ἔξωθεν γινομένην οὐ κωλύσαντος διά τι χρήσιμον [καὶ] αὐτῷ ἢ τοῖς πέλας παραδείγματος χάριν.","t":"When, then, a believer's body is sick, it is either because the Lord is rebuking some previous sin, or guarding against future ones, or even not preventing an attack from outside, through the activity of …, for some benefit to him or to his neighbors as an example."}}