{"ign-romans/0":{"o":"Ἰγνάτιος, ὁ καὶ Θεοφόρος, τῇ ἠλεημένῃ ἐν μεγαλειότητι πατρὸς ὑψίστου καὶ Ἰησοῦ Χριστοῦ τοῦ μόνου υἱοῦ αὐτοῦ ἐκκλησίᾳ ἠγαπημένῃ καὶ πεφωτισμένῃ ἐν θελήματι τοῦ θελήσαντος τὰ πάντα, ἅ ἐστιν, κατὰ ἀγάπην Ἰησοῦ Χριστοῦ, τοῦ θεοῦ ἡμῶν, ἥτις καὶ προκάθηται ἐν τόπῳ χωρίου Ῥωμαίων, ἀξιόθεος, ἀξιοπρεπής, ἀξιομακάριστος, ἀξιέπαινος, ἀξιεπίτευκτος, ἀξίαγνος καὶ προκαθημένη τῆς ἀγάπης, χριστώνυμος, πατρώνυμος, ἣν καὶ ἀσπάζομαι ἐν ὀνόματι Ἰησοῦ Χριστοῦ, υἱοῦ πατρός· κατὰ σάρκα καὶ πνεῦμα ἡνωμένοις πάσῃ ἐντολῇ αὐτοῦ, πεπληρωμένοις χάριτος θεοῦ ἀδιακρίτως καὶ ἀποδιυλισμένοις ἀπὸ παντὸς ἀλλοτρίου χρώματος πλεῖστα ἐν Ἰησοῦ Χριστῷ, τῷ θεῷ ἡμῶν, ἀμώμως χαίρειν.","t":"Ignatius, who is also called Theophorus, to the church that has received mercy in the majesty of the Father Most High and of Jesus Christ his only Son; beloved and enlightened by the will of him who willed all things that exist, according to the love of Jesus Christ our God; the church that presides in the place of the region of the Romans, worthy of God, worthy of honor, worthy of blessing, worthy of praise, worthy of success, worthy in purity, and presiding in love, bearing the name of Christ, bearing the name of the Father; which I greet in the name of Jesus Christ, the Son of the Father. To those who are united in flesh and spirit with every commandment of his, filled with the grace of God without wavering, and filtered clean of every foreign stain: abundant greetings, blamelessly, in Jesus Christ our God."},"ign-romans/1.1":{"o":"Ἐπεὶ εὐξάμενος θεῷ ἐπέτυχον ἰδεῖν ὑμῶν τὰ ἀξιόθεα πρόσωπα, ὡς καὶ πλέον ᾐτούμην λαβεῖν· δεδεμένος γὰρ ἐν Χριστῷ Ἰησοῦ ἐλπίζω ὑμᾶς ἀσπάσασθαι, ἐάνπερ θέλημα ᾖ τοῦ ἀξιωθῆναί με εἰς τέλος εἶναι.","t":"Since by praying to God I have been granted to see your godly faces, as I had been asking to receive even more (for as a prisoner in Christ Jesus I hope to greet you, if it is his will that I be counted worthy to reach the end);"},"ign-romans/1.2":{"o":"ἡ μὲν γὰρ ἀρχὴ εὐοικονόμητός ἐστιν, ἐάνπερ χάριτος ἐπιτύχω εἰς τὸ τὸν κλῆρόν μου ἀνεμποδίστως ἀπολαβεῖν. φοβοῦμαι γὰρ τὴν ὑμῶν ἀγάπην, μὴ αὐτή με ἀδικήσῃ. ὑμῖν γὰρ εὐχερές ἐστιν, ὃ θέλετε, ποιῆσαι· ἐμοὶ δὲ δύσκολόν ἐστιν τοῦ θεοῦ ἐπιτυχεῖν, ἐάνπερ ὑμεῖς μὴ φείσησθέ μου.","t":"for the beginning is well ordered, if I obtain the grace to receive my lot without hindrance. For I am afraid of your love, lest it do me wrong. For it is easy for you to do what you want, but it is difficult for me to attain to God, unless you spare me."},"ign-romans/10.1":{"o":"Γράφω δὲ ὑμῖν ταῦτα ἀπὸ Σμύρνης διʼ Ἐφεσίων τῶν ἀξιομακαρίστων. ἔστιν δὲ καὶ ἅμα ἐμοὶ σὺν ἄλλοις πολλοῖς καὶ Κρόκος, τὸ ποθητόν μοι ὄνομα.","t":"I am writing these things to you from Smyrna by the hand of the Ephesians, who are worthy of blessing. With me, among many others, is Crocus, a name dear to me."},"ign-romans/10.2":{"o":"περὶ τῶν προελθόντων με ἀπὸ Συρίας εἰς Ῥώμην εἰς δόξαν τοῦ θεοῦ πιστεύω ὑμᾶς ἐπεγνωκέναι, οἷς καὶ δηλώσατε ἐγγύς με ὄντα. πάντες γάρ εἰσιν ἄξιοι τοῦ θεοῦ καὶ ὑμῶν· οὓς πρέπον ὑμῖν ἐστὶν κατὰ πάντα ἀναπαῦσαι.","t":"As for those who went ahead of me from Syria to Rome for the glory of God, I believe you have come to know them; tell them that I am near. For they are all worthy of God and of you; it is fitting for you to refresh them in every way."},"ign-romans/10.3":{"o":"ἔγραψα δὲ ὑμῖν ταῦτα τῇ πρὸ ἐννέα καλανδῶν Σεπτεμβρίων. ἔρρωσθε εἰς τέλος ἐν ὑπομονῇ Ἰησοῦ Χριστοῦ.","t":"I have written these things to you on the ninth day before the Kalends of September. Farewell to the end, in the endurance of Jesus Christ."},"ign-romans/2.1":{"o":"Οὐ γὰρ θέλω ὑμᾶς ἀνθρωπαρεσκῆσαι, ἀλλὰ θεῷ ἀρέσαι, ὥσπερ καὶ ἀρέσκετε. οὔτε γὰρ ἐγώ ποτε ἕξω καιρὸν τοιοῦτον θεοῦ ἐπιτυχεῖν, οὔτε ὑμεῖς, ἐὰν σιωπήσητε, κρείττονι ἔργῳ ἔχετε ἐπιγραφῆναι. ἐὰν γὰρ σιωπήσητε ἀπʼ ἐμοῦ, ἐγὼ λόγος θεοῦ· ἐὰν δὲ ἐρασθῆτε τῆς σαρκός μου, πάλιν ἕσομαι φωνή.","t":"For I do not want you to please people, but to please God, as indeed you do. For neither shall I ever have such an opportunity to attain to God, nor can you, if you keep silent, be credited with any better deed. For if you keep silent about me, I shall be a word of God; but if you love my flesh, I shall again be only a voice."},"ign-romans/2.2":{"o":"πλέον μοι μὴ παράσχησθε τοῦ σπονδισθῆναι θεῷ, ὡς ἔτι θυσιαστήριον ἕτοιμόν ἐστιν, ἵνα ἐν ἀγάπῃ χορὸς γενόμενοι ᾅσητε τῷ πατρὶ ἐν Χριστῷ Ἰησοῦ, ὅτι τὸν ἐπίσκοπον Συρίας ὁ θεὸς κατηξίωσεν εὑρεθῆναι εἰς δύσιν ἀπὸ ἀνατολῆς μεταπεμψάμενος. καλὸν τὸ δῦναι ἀπὸ κόσμου πρὸς θεόν, ἵνα εἰς αὐτὸν ἀνατείλω.","t":"Grant me nothing more than to be poured out as a drink offering to God while an altar is still ready, so that, forming a choir in love, you may sing to the Father in Christ Jesus, because God has counted the bishop of Syria worthy to be found in the west, having summoned him from the east. It is good to set from the world toward God, so that I may rise to him."},"ign-romans/3.1":{"o":"Οὐδέποτε ἐβασκάνατε οὐδενί, ἄλλους ἐδιδάξατε. ἐγὼ δὲ θέλω, ἵνα κἀκεῖνα βέβαια ᾖ ἃ μαθητεύοντες ἐντέλλεσθε.","t":"You have never envied anyone; you taught others. And I want the things that you command when you make disciples to remain firm."},"ign-romans/3.2":{"o":"μόνον μοι δύναμιν αἰτεῖσθε ἔσωθέν τε καὶ ἔξωθεν, ἵνα μὴ μόνον λέγω ἀλλὰ καὶ θέλω, ἵνα μὴ μόνον λέγωμαι Χριστιανὸς ἀλλὰ καὶ εὑρεθῶ. ἐὰν γὰρ εὑρεθῶ, καὶ λέγεσθαι δύναμαι, καὶ τότε πιστὸς εἶναι, ὅταν κόσμῳ μὴ φαίνωμαι.","t":"Only ask on my behalf for power, both inward and outward, so that I may not only speak but also will, so that I may not only be called a Christian but also be found one. For if I am found to be one, I can also be called one, and then be faithful, when I am no longer visible to the world."},"ign-romans/3.3":{"o":"οὐδὲν φαινόμενον καλόν· ὁ γὰρ θεὸς ἡμῶν Ἰησοῦς Χριστὸς ἐν πατρὶ ὢν μᾶλλον φαίνεται. οὐ πεισμονῆς τὸ ἔργον, ἀλλὰ μεγέθους ἐστὶν ὁ Χριστιανισμός, ὅταν μισῆται ὑπὸ κόσμου.","t":"Nothing that is visible is good. For our God Jesus Christ, being in the Father, is all the more visible. Christianity is not a work of persuasion but of greatness, whenever it is hated by the world."},"ign-romans/4.1":{"o":"Ἐγὼ γράφω πάσαις ταῖς ἐκκλησίαις, καὶ ἐντέλλομαι πᾶσιν, ὅτι ἐγὼ ἑκὼν ὑπὲρ θεοῦ ἀποθνήσκω, ἐάνπερ ὑμεῖς μὴ κωλύσητε. παρακαλῶ ὑμᾶς, μὴ εὔνοια ἄκαιρος γένησθέ μοι. ἄφετέ με θηρίων εἶναι βοράν, διʼ ὧν ἔνεστιν θεοῦ ἐπιτυχεῖν. σῖτός εἰμι θεοῦ καὶ διʼ ὀδόντων θηρίων ἀλήθομαι, ἵνα καθαρὸς ἄρτος εὑρεθῶ τοῦ Χριστοῦ.","t":"I am writing to all the churches and charging them all that I am dying for God of my own free will, unless you hinder me. I urge you: do not become an untimely kindness to me. Let me be food for the wild beasts, through whom I can attain to God. I am God's wheat, and I am being ground by the teeth of wild beasts, so that I may be found pure bread of Christ."},"ign-romans/4.2":{"o":"μᾶλλον κολακεύσατε τὰ θηρία, ἵνα μοι τάφος γένωνται καὶ μηθὲν καταλίπωσι τῶν τοῦ σώματός μου, ἵνα μὴ κοιμηθεὶς βαρύς τινι γένωμαι. τότε ἔσομαι μαθητὴς ἀληθῶς Ἰησοῦ Χριστοῦ, ὅτε οὐδὲ τὸ σῶμά μου ὁ κόσμος ὄψεται. λιτανεύσατε τὸν Χριστὸν ὑπὲρ ἐμοῦ, ἵνα διὰ τῶν ὀργάνων τούτων θυσία εὑρεθῶ.","t":"Rather, coax the wild beasts, so that they may become my tomb and leave nothing of my body, so that when I have fallen asleep I may not be a burden to anyone. Then I shall truly be a disciple of Jesus Christ, when the world will not even see my body. Pray to Christ for me, that through these instruments I may be found a sacrifice."},"ign-romans/4.3":{"o":"οὐχ ὡς Πέτρος καὶ Παῦλος διατάσσομαι ὑμῖν. ἐκεῖνοι ἀπόστολοι, ἐγὼ κατάκριτος· ἐκεῖνοι ἐλεύθεροι, ἐγὼ δὲ μέχρι νῦν δοῦλος. ἀλλʼ ἐὰν πάθω, ἀπελεύθερος γενήσομαι Ἰησοῦ Χριστοῦ καὶ ἀναστήσομαι ἐν αὐτῷ ἐλεύθερος. νῦν μανθάνω δεδεμένος μηδὲν ἐπιθυμεῖν.","t":"I do not give you orders as Peter and Paul did. They were apostles; I am a condemned man. They were free; I am to this day a slave. But if I suffer, I shall become a freedman of Jesus Christ, and I shall rise free in him. Now in chains I am learning to desire nothing."},"ign-romans/5.1":{"o":"Ἀπὸ Συρίας μέχρι Ῥώμης θηριομαχῶ, διὰ γῆς καὶ θαλάσσης, νυκτὸς καὶ ἡμέρας, δεδεμένος δέκα λεοπάρδοις, ὅ ἐστιν στρατιωτικὸν τάγμα· οἳ καὶ εὐεργετούμενοι χείρους γίνονται. ἐν δὲ τοῖς ἀδικήμασιν αὐτῶν μᾶλλον μαθητεύομαι, ἀλλʼ οὐ παρὰ τοῦτο δεδικαίωμαι.","t":"From Syria to Rome I am fighting with wild beasts, by land and sea, by night and day, bound to ten leopards, that is, a detachment of soldiers, who become worse when they are treated kindly. Yet by their wrongs I am becoming more of a disciple; “but I am not justified by this.”"},"ign-romans/5.2":{"o":"ὀναίμην τῶν θηρίων τῶν ἐμοὶ ἡτοιμασμένων καὶ εὔχομαι σύντομά μοι εὑρεθῆναι· ἃ καὶ κολακεύσω, συντόμως με καταφαγεῖν, οὐχ ὥσπερ τινῶν δειλαινόμενα οὐχ ἥψαντο. κἂν αὐτὰ δὲ ἄκοντα μὴ θελήσῃ, ἐγὼ προσβιάσομαι.","t":"May I have joy of the beasts that have been prepared for me, and I pray that they may be found prompt with me. I will even coax them to devour me promptly, not as with some whom they were afraid to touch. And if they are unwilling and refuse, I myself will force them."},"ign-romans/5.3":{"o":"συγγνώμην μοι ἔχετε· τί μοι συμφέρει, ἐγὼ γινώσκω, νῦν ἄρχομαι μαθητὴς εἶναι. μηθέν με ζηλώσαι τῶν ὁρατῶν καὶ ἀοράτων, ἵνα Ἰησοῦ Χριστοῦ ἐπιτύχω. πῦρ καὶ σταυρὸς θηρίων τε συστάσεις, ἀνατομαί, διαιρέσεις, σκορπισμοὶ ὀστέων, συγκοπὴ μελῶν, ἀλεσμοὶ ὅλου τοῦ σώματος, κακαὶ κολάσεις τοῦ διαβόλου ἐπʼ ἐμὲ ἐρχέσθωσαν, μόνον ἵνα Ἰησοῦ Χριστοῦ ἐπιτύχω.","t":"Forgive me; I know what is to my advantage. Now I am beginning to be a disciple. May nothing visible or invisible envy me, so that I may attain to Jesus Christ. Fire and cross and encounters with wild beasts, cuttings and tearings, scattering of bones, mangling of limbs, grinding of the whole body, the cruel tortures of the devil: let them come upon me, only let me attain to Jesus Christ."},"ign-romans/6.1":{"o":"Οὐδέν μοι ὠφελήσει τὰ πέρατα τοῦ κόσμου οὐδὲ αἱ βασιλεῖαι τοῦ αἰῶνος τούτου. καλόν μοι ἀποθανεῖν εἰς Χριστὸν Ἰησοῦν, ἢ βασιλεύειν τῶν περάτων τῆς γῆς. ἐκεῖνον ζητῶ, τὸν ὑπὲρ ἡμῶν ἀποθανόντα· ἐκεῖνον θέλω, τὸν διʼ ἡμᾶς ἀναστάντα. ὁ δὲ τοκετός μοι ἐπίκειται.","t":"The ends of the world will profit me nothing, nor the kingdoms of this age. It is better for me to die for Christ Jesus than to reign over the ends of the earth. Him I seek, who died for us; him I desire, who rose for our sake. The pains of birth are upon me."},"ign-romans/6.2":{"o":"σύγγνωτέ μοι, ἀδελφοί· μὴ ἐμποδίσητέ μοι ζῆσαι, μὴ θελήσητέ με ἀποθανεῖν· τὸν τοῦ θεοῦ θέλοντα εἶναι κόσμῳ μὴ χαρίσησθε, μηδὲ ὕλῃ ἐξαπατήσητε· ἄφετέ με καθαρὸν φῶς λαβεῖν· ἐκεῖ παραγενόμενος ἄνθρωπος ἔσομαι.","t":"Bear with me, brothers: do not hinder me from living; do not wish me to die. Do not give to the world one who wants to be God's, nor deceive him with material things. Let me receive the pure light; when I arrive there, I shall be a human being."},"ign-romans/6.3":{"o":"ἐπιτρέψατέ μοι μιμητὴν εἶναι τοῦ πάθους τοῦ θεοῦ μου. εἴ τις αὐτὸν ἐν ἑαυτῷ ἔχει, νοησάτω ὃ θέλω, καὶ συμπαθείτω μοι εἰδὼς τὰ συνέχοντά με.","t":"Allow me to be an imitator of the suffering of my God. If anyone has him within himself, let him understand what I want, and let him sympathize with me, knowing what constrains me."},"ign-romans/7.1":{"o":"Ὁ ἄρχων τοῦ αἰῶνος τούτου διαρπάσαι με βούλεται καὶ τὴν εἰς θεόν μου γνώμην διαφθεῖραι. μηδεὶς οὖν τῶν παρόντων ὑμῶν βοηθείτω αὐτῷ· μᾶλλον ἐμοῦ γίνεσθε, τουτέστιν τοῦ θεοῦ. μὴ λαλεῖτε Ἰησοῦν Χριστόν, κόσμον δὲ ἐπιθυμεῖτε.","t":"The ruler of this age wants to snatch me away and to corrupt my purpose toward God. Let none of you who are there help him; rather be on my side, that is, on God's. Do not speak of Jesus Christ while you desire the world."},"ign-romans/7.2":{"o":"βασκανία ἐν ὑμῖν μὴ κατοικείτω. μηδʼ ἂν ἐγὼ παρὼν παρακαλῶ ὑμᾶς, πείσθητέ μοι· τούτοις δὲ μᾶλλον πείσθητε, οἷς γράφω ὑμῖν. ζῶν γὰρ γράφω ὑμῖν, ἐρῶν τοῦ ἀποθανεῖν. ὁ ἐμὸς ἔρως ἐσταύρωται, καὶ οὐκ ἔστιν ἐν ἐμοὶ πῦρ φιλόυλον· ὕδωρ δὲ ζῶν καὶ λαλοῦν ἐν ἐμοί, ἔσωθέν μοι λέγον· Δεῦρο πρὸς τὸν πατέρα.","t":"Let no envy dwell among you. Even if I myself, when I am with you, should plead with you, do not obey me; obey rather what I am writing to you now. For I am writing to you while alive, yet longing to die. My passionate love has been crucified, and there is no fire in me that loves material things, but living water, speaking in me and saying within me, “Come to the Father.”"},"ign-romans/7.3":{"o":"οὐχ ἥδομαι τροφῇ φθορᾶς οὐδὲ ἡδοναῖς τοῦ βίου τούτου. ἄρτον θεοῦ θέλω, ὅ ἐστιν σὰρξ Ἰησοῦ Χριστοῦ, τοῦ ἐκ σπέρματος Δαυείδ, καὶ πόμα θέλω τὸ αἷμα αὐτοῦ, ὅ ἐστιν ἀγάπη ἄφθαρτος.","t":"I take no pleasure in perishable food or in the pleasures of this life. I want the bread of God, which is the flesh of Jesus Christ, who was of the seed of David; and for drink I want his blood, which is incorruptible love."},"ign-romans/8.1":{"o":"Οὐκέτι θέλω κατὰ ἀνθρώπους ζῆν. τοῦτο δὲ ἔσται, ἐὰν ὑμεῖς θελήσητε. θελήσατε, ἵνα καὶ ὑμεῖς θεληθῆτε.","t":"I no longer want to live in a human way. And this will be so if you are willing. Be willing, so that you too may be willed."},"ign-romans/8.2":{"o":"διʼ ὀλίγων γραμμάτων αἰτοῦμαι ὑμᾶς· πιστεύσατέ μοι. Ἰησοῦς δὲ Χριστὸς ὑμῖν ταῦτα φανερώσει, ὅτι ἀληθῶς λέγω· τὸ ἀψευδὲς στόμα, ἐν ᾧ ὁ πατὴρ ἐλάλησεν ἀληθῶς.","t":"In these few lines I ask you: believe me. And Jesus Christ will make it plain to you that I am speaking the truth: he is the unlying mouth by whom the Father has spoken truly."},"ign-romans/8.3":{"o":"αἰτήσασθε περὶ ἐμοῦ, ἵνα ἐπιτύχω. οὐ κατὰ σάρκα ὑμῖν ἔγραψα, ἀλλὰ κατὰ γνώμην θεοῦ. ἐὰν πάθω, ἠθελήσατε· ἐὰν ἀποδοκιμασθῶ, ἐμισήσατε.","t":"Pray for me, that I may attain. I have not written to you according to the flesh but according to the mind of God. If I suffer, you willed it; if I am rejected, you hated me."},"ign-romans/9.1":{"o":"Μνημονεύετε ἐν τῇ προσευχῇ ὑμῶν τῆς ἐν Συρίᾳ ἐκκλησίας, ἥτις ἀντὶ ἐμοῦ ποιμένι τῷ θεῷ χρῆται. μόνος αὐτὴν Ἰησοῦς Χριστὸς ἐπισκοπήσει καὶ ἡ ὑμῶν ἀγάπη.","t":"Remember in your prayer the church in Syria, which has God as its shepherd in my place. Jesus Christ alone will oversee it, and your love."},"ign-romans/9.2":{"o":"ἐγὼ δὲ αἰσχύνομαι ἐξ αὐτῶν λέγεσθαι· οὐδὲ γὰρ ἄξιός εἰμι, ὢν ἔσχατος αὐτῶν καὶ ἔκτρωμα· ἀλλʼ ἠλέημαί τις εἶναι, ἐὰν θεοῦ ἐπιτύχω.","t":"But I am ashamed to be called one of them, for I am not worthy, being the least of them and one untimely born. But I have received mercy to be someone, if I attain to God."},"ign-romans/9.3":{"o":"ἀσπάζεται ὑμᾶς τὸ ἐμὸν πνεῦμα καὶ ἡ ἀγάπη τῶν ἐκκλησιῶν τῶν δεξαμένων με εἰς ὄνομα Ἰησοῦ Χριστοῦ, οὐχ ὡς παροδεύοντα. καὶ γὰρ αἱ μὴ προσήκουσαί μοι τῇ ὁδῷ τῇ κατὰ σάρκα, κατὰ πόλιν με προῆγον.","t":"My spirit greets you, and so does the love of the churches that received me in the name of Jesus Christ, not as a passer-by. For even the churches that did not lie on my route in the flesh went before me from city to city."}}