# On Baptism

- Author: [Basil of Caesarea](https://sophiascriptura.com/fathers/authors/basil-of-caesarea/)
- Latin title: *De baptismo libri duo*
- Date: ca. 360-380 (approximate)
- Source: J.-P. Migne, ed., Patrologia Graeca 31 (Paris, 1857), cols. 1513-1627

- Translation: Claude, from the original text, unless a passage says otherwise; each passage below gives the translator
- Editions and translations: J.-P. Migne, ed., Patrologia Graeca 31 (Paris, 1857)
- Work page: https://sophiascriptura.com/fathers/basil-baptismo/
- Passages: 83

## On Baptism 1.1.0

- URL: https://sophiascriptura.com/fathers/basil-baptismo/1-1-0/#p-1-1-0
- Source: PG 31:1513
- Translation: Claude (claude-opus-5-5), 2026-11-12

Summary: Heading of the first chapter: discipleship comes before baptism.

### Greek text

Ὅτι δει πρῶτον μαθητευθῆναι τῷ Κυρίῳ, καὶ τότε καταξιωθῆναι τοῦ ἁγίου βαπτίσματος.

### English translation (Claude)

That one must first become a disciple of the Lord, and then be counted worthy of holy baptism.

### Citation (SBL)

Basil, Bapt. 1.1.0 (PG 31:1513; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/basil-baptismo/1-1-0).

## On Baptism 1.1.1

- URL: https://sophiascriptura.com/fathers/basil-baptismo/1-1-0/#p-1-1-1
- Source: PG 31:1515
- Translation: Claude (claude-opus-5-5), 2026-11-12

Summary: Christ commanded first to make disciples and then to baptize, so Basil begins with what discipleship means before treating baptism.

### Greek text

Ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς, ὁ μονογενής Υἱὸς τοῦ Θεοῦ τοῦ ζῶντος, μετὰ τὴν ἐκ νεκρῶν ἀνάστασιν ἀπολαβὼν τὴν ἐπαγγελίαν τοῦ Θεοῦ καὶ Πατρὸς αὐτοῦ, εἰπόντος διὰ Δαβὶδ τοῦ προφήτου· Υἱός μου εἶ σὺ, ἐγὼ σήμερον γεγέννηκά σε· αἴτησαι παρ᾿ ἐμοῦ, καὶ δώσω σοι ἔθνη τὴν κληρονομίαν σου, καὶ τὴν κατάσχεσίν σου τὰ πέρατα τῆς γῆς, ὁ προσλαβόμενος τοὺς ἑαυτοῦ μαθητὰς, φανεροῖ αὐτοῖς πρῶτον τὴν δοθεῖσαν αὐτῷ ἐξουσίαν παρὰ τοῦ Πατρὸς, εἰπών· « Ἐδόθη μοι πᾶσα ἐξουσία ἐν οὐρανῷ καὶ ἐπὶ γῆς·· καὶ τότε ἀποστέλλει αὐτοὺς, λέγων· « Πορευθέντες, μαθητεύσατε πάντα τὰ ἔθνη, βαπτίζοντες αὐτοὺς εἰς τὸ ὄνομα τοῦ Πατρὸς, καὶ τοῦ Υἱοῦ, καὶ τοῦ ἁγίου Πνεύματος· διδάσκοντες αὐτοὺς τηρεῖν πάντα, ὅσα ἐνετειλάμην ὑμῖν. » Ἐπεὶ οὖν, προστάξαντος τοῦ Κυρίου πρῶτον, « Μαθητεύσατε πάντα τὰ ἔθνη, » καὶ τότε ἐπαγαγόντος, « Βαπτίζοντες αὐτοὺς, » καὶ τὰ ἑξῆς, ὑμεῖς μὲν, τὸ πρῶτον σιωπήσαντες, τοῦ δευτέρου τὸν λόγον ἡμᾶς ἀπῃτήσατε· ἡμεῖς δὲ λογισάμενοι παρ᾽ ἐντολὴν τοῦ ᾿Αποστόλου ποιεῖν, ἐὰν μὴ εὐθὺς ἀποκρινώμεθα, εἰπόντος· « Ἕτοιμοι ἔσεσθε πρὸς ἀπολογίαν παντὶ τῷ ἐπερωτῶντι ὑμᾶς λόγον·, παρεδώκαμεν τὸν λόγον τοῦ κατὰ τὸ Εὐαγγέλιον τοῦ Κυρίου βαπτίσματος, ἔχοντος δόξαν ὑπὲρ τὸ τοῦ μακαρίου Ἰωάννου· μνημονεύσαντες ὀλίγα ἐκ πολλῶν τῶν περὶ αὐτοῦ ἐν ταῖς θεοπνεύστοις Γραφαῖς εἰρημένων. Ὅμως ἀναγκαῖον εἶναι ἐλογισάμεθα ἐπὶ τὴν παραδεδομένην ὑπὸ τοῦ Κυρίου τάξιν ἀναδραμεῖν, ἵνα οὕτω καὶ ὑμεῖς πρῶτον τοῦ, « Μαθητεύσατε, » τὴν δύναμιν γνόντες, εἶτα ἀκολούθως τὸν περὶ τοῦ ἐνδοξοτάτου βαπτίσματος λόγον παραλαβόντες, ἐπὶ τὴν τελειότητα εὐοδωθῆτε, διδασκόμενοι τηρεῖν ὅσα πάντα ἐνετείλατο ὁ Κύριος τοῖς ἰδίοις μαθηταῖς, καθὼς γέγραπται. Ἐνταῦθα μὲν οὖν, « Μαθητεύσατε, » εἰπόντος, ἠκούσαμεν· λοιπὸν δὲ χρεία τῶν ἀλλαχοῦ περὶ τοῦ τοιούτου εἰρημένων προστάγματος μνημονεῦσαι, ἵνα πρῶτον μὲν τὸ φρόνημα εὐάρεστον τῷ Θεῷ κατορθώσαντες, ἔπειτα δὲ τὴν πρέπουσαν καὶ ἀναγκαίαν τάξιν φυλάξαντες, οὕτω τοῦ δυνατοῦ, κατὰ σκοπὸν τῆς πρὸς Θεὸν εὐαρεστήσεως, μὴ ἐκπέσωμεν. Σύνηθες γὰρ τῷ Κυρίῳ τὰ ὁριστικῶς που προσταχθέντα διὰ τῶν ἐν ἄλλοις τόποις εἰρημένων σαφῶς παραδιδόναι - ὡς τὸ, «Θησαυρίζετε ὑμῖν θησαυροὺς ἐν οὐρανῷ. • Ἁπλῶς γὰρ οὕτως εἰπὼν ἐνταῦθα, τὸ, πῶς, ἐν ἑτέρῳ τόπῳ σαφηνίζει, λέγων·· « Πωλήσατε τὰ ὑπάρχοντα ὑμῶν, καὶ δότε ἐλεημοσύνην· ποιήσατε ἑαυτοῖς βαλάντια μὴ παλαιούμενα, θησαυρὸν ἀνέκλειπτον ἐν τοῖς οὐρανοῖς.» Καὶ πολλὰ ἄλλα ὁμοίως.

### English translation (Claude)

Our Lord Jesus Christ, the only-begotten Son of the living God, after his resurrection from the dead, received the promise of God his Father, who had said through David the prophet, “You are my Son; today I have begotten you. Ask of me, and I will give you the nations as your inheritance, and the ends of the earth as your possession.” He gathered his own disciples to himself and first made known to them the authority given to him by the Father, saying, “All authority has been given to me in heaven and on earth”; and then he sends them out, saying, “Go, make disciples of all the nations, baptizing them into the name of the Father and of the Son and of the Holy Spirit, teaching them to observe all that I have commanded you.” Since, then, the Lord first commanded, “Make disciples of all the nations,” and then added, “baptizing them,” and what follows, you passed over the first in silence and asked us for an account of the second. We reckoned that we would be acting against the command of the Apostle if we did not answer at once, for he said, “Be ready to make a defense to everyone who asks you for an account”; so we have handed on to you the account of the baptism according to the Gospel of the Lord, which has a glory surpassing that of the blessed John, recalling a few of the many things said about it in the divinely inspired Scriptures. Yet we have reckoned it necessary to go back to the order handed down by the Lord, so that you too, first learning the force of “Make disciples,” and then in due sequence receiving the account of the most glorious baptism, may be brought safely to perfection, being taught to observe all that the Lord commanded his own disciples, as it is written. Here, then, we have heard him say, “Make disciples”; it remains to recall what is said elsewhere about such a command, so that, having first set our mind right in a way pleasing to God, and then having kept the fitting and necessary order, we may not, as far as it is possible, fall short of the goal of pleasing God. For it is the Lord’s custom to make plain, through what is said in other places, what he has commanded somewhere in general terms. So with “Store up for yourselves treasures in heaven”: having said it simply, in just this way, here, he makes clear the “how” in another place, saying, “Sell your possessions and give alms; make for yourselves purses that do not grow old, a treasure in the heavens that does not fail.” And so with many other things.

### Scripture references

- Ps 2:7: quotation, high confidence
- Ps 2:8: quotation, high confidence
- Matt 28:18: quotation, high confidence
- Matt 28:19: quotation, high confidence
- Matt 28:20: quotation, high confidence
- 1 Pet 3:15: quotation, high confidence
- Matt 6:20: quotation, high confidence
- Luke 12:33: quotation, high confidence

### Translation notes

- The work answers a request (“you … asked us”) for an account of baptism; Migne prints it among the doubtful works of Basil.

### Citation (SBL)

Basil, Bapt. 1.1.1 (PG 31:1515; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/basil-baptismo/1-1-1).

## On Baptism 1.1.2

- URL: https://sophiascriptura.com/fathers/basil-baptismo/1-1-0/#p-1-1-2
- Source: PG 31:1515
- Translation: Claude (claude-opus-5-5), 2026-11-12

Summary: A disciple is one who follows and obeys Christ, but no one held by sin can serve him, so freedom from sin must come first.

### Greek text

Μαθητὴς μὲν οὖν ἐστιν, ὡς μανθάνομεν παρ' αὐτοῦ τοῦ Κυρίου, πᾶς ὁ τῷ Κυρίῳ προσερχόμενος. ὥστε ἀκολουθεῖν αὐτῷ, τουτέστιν, ἀκούειν τῶν λόγων αὐτοῦ· πιστεύειν τε καὶ πείθεσθαι αὐτῷ, ὡς Δεσπότῃ, καὶ βασιλεῖ, καὶ ἰατρῷ, καὶ διδασκάλῳ ἀληθείας, ἐπ᾿ ἐλπίδι ζωῆς αἰωνίου, καὶ τοῦτο ἐὰν μένῃ ἐν αὐτοῖς, καθὼς γέγραπται· « Ἔλεγεν οὖν πρὸς τοὺς πεπιστευκότας αὐτῷ Ἰουδαίους· Ἐὰν ὑμεῖς μείνητε ἐν τῷ λόγω τῷ ἐμῷ, ἀληθῶς μαθηταί μου ἐστὲ, καὶ γνώσεσθε τὴν ἀλήθειαν, καὶ ἡ ἀλήθεια ἐλευθερώσει ὑμᾶς· ὁ ἐλευθερίαν δηλονότι ψυχῆς, ἀπὸ τῆς τοῦ διαβόλου πικρᾶς τυραννίδος, ἐν τῷ ῥυσθῆναι ἀπὸ τῆς τῶν ἁμαρτημάτων καταδυναστείας· « Ὁ γὰρ ποιῶν, φησὶ, τὴν ἁμαρτίαν, δοῦλός ἐστι τῆς ἁμαρτίας, » καὶ τῆς κατακρίσεως τοῦ θανάτου· καθὼς καὶ παρέδωκεν ἡμῖν Παῦλος ὁ ᾿Απόστολος εἰπών· «Τὸν γὰρ μὴ γνόντα ἁμαρτίαν, ἁμαρτίαν ὑπὲρ ἡμῶν ἐποίησεν, ἵνα ἡμεῖς γενώμεθα δικαιοσύνη Θεοῦ ἐν αὐτῷ·· καὶ πάλιν·· Ὥσπερ γὰρ διὰ τῆς παρακοῆς τοῦ ἑνὸς ἀνθρώπου ἁμαρτωλοὶ κατεστάθησαν οἱ πολλοὶ, οὕτω διὰ τῆς ὑπακοῆς τοῦ ἑνὸς δίκαιοι κατασταθήσονται οἱ πολλοί. » Τὸν δὲ πιστεύοντα τῷ Κυρίῳ, καὶ προσάγοντα ἑαυτὸν ἐπιτήδειον εἰς μαθητείαν, μανθάνειν δεῖ πρῶτον μὲν ἀφίστασθαι παντὸς ἁμαρτήματος· ἔπειτα δὲ καὶ παντὸς ἀφέλκοντος τῆς ὀφειλομένης κατὰ πολλοὺς λόγους τῷ Κυρίῳ εὐπειθείας, κἂν εὐλογοφανεῖς εἶναι δοκῶσιν. ᾿Αδύνατον γὰρ, ἁμαρτίαν ποιοῦντα, ἢ ἐμπλεκόμενον ταῖς τοῦ βίου τούτου πραγματείαις, ἢ ἐν φροντίδι καὶ αὐτῶν τῶν πρὸς τὸ ζῇν ἀναγκαίων, δουλεῦσαι, οὐχ ὅτι γε μαθητευθῆναι, τῷ Κυρίῳ τῷ οὐ πρότερον εἰπόντι τῷ νεανίσκῳ, « Δεῦρο, ἀκολούθει μοι, » πρὶν ἐντείλασθαι πωλῆσαι τὰ ὑπάρχοντα, καὶ δοῦναι τοῖς πτωχοῖς. ᾿Αλλ' οὐδὲ τοῦτο προσέταξε, πρὶν ὁμολογῆσαι αὐτὸν, ὅτι « Ταῦτα πάντα ἐφύλαξα.» Ὁ γὰρ μήπω λαβὼν τὴν ἄφεσιν τῶν ἁμαρτημάτων, καὶ καθαρισθεὶς ἀπὸ τούτων ἐν τῷ αἵματι τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, δουλεύων δὲ τῷ διαβόλῳ, καὶ κρατούμενος ὑπὸ τῆς ἐνοικούσης αὐτῷ ἁμαρτίας, ἀδυνάτως ἔχει δουλεῦσαι τῷ Κυρίῳ, τῷ ἀπαράβατον ἀπόφασιν δεδωκότι, ἐν τῷ εἰπεῖν· «Ὁ ποιῶν τὴν ἁμαρτίαν δοῦλός ἐστι τῆς ἁμαρτίας· ὁ δὲ δοῦλος τῆς ἁμαρτίας οὐ μένει ἐν τῇ οἰκίᾳ. » Μαρτυρεῖ δὲ καὶ ὁ ἐν Χριστῷ λαλῶν Παῦλος, γράψας. Ο δὲ δοῦλος τῆς ἁμαρτίας ἐλεύθερός ἐστιν ἀπὸ τῆς δικαιοσύνης. Καὶ πάλιν ὁ Κύριός φησιν·· Οὐδεὶς δύναται δυσὶ κυρίοις δουλεύειν, » καὶ τὰ ἑξῆς. Καὶ ἔδειξε δι' ὧν ἐδίδαξεν ὁριστικῶς καὶ πολυτρόπως, ὅτι οὔτε οἱ τῶν πρὸς τὸ ζῇν ἀναγκαίων ἑαυτοῖς μεριμνᾶν ἀνεχόμενοι δουλεύειν Θεῷ δύνανται, οὐχ ὅτι γε μαθητευθῆναι. Ὅθεν ἔμαθεν ὁ ᾿Απόστολος πλατύτερον θεωρήσας εἰπεῖν· « Τίς μετοχὴ δικαιοσύνῃ καὶ ἀνομίᾳ; ἢ τίς κοινωνία φωτὶ πρὸς σκότος; τίς δὲ συμφώνησις Χριστῷ πρὸς Βελίαρ; ἢ τίς μερὶς πιστῷ μετὰ ἀπίστου; τίς δὲ συγκατάθεσις ναῷ Θεοῦ μετὰ εἰδώλων; » Καὶ πάλιν ὁριστικῶς· « Ἡ σάρξ ἐπιθυμεῖ κατὰ τοῦ πνεύματος, τὸ δὲ πνεῦμα κατὰ τῆς σαρκός. Ταῦτα δὲ ἀντίκειται ἀλλήλοις, ἵνα μὴ ἃ ἂν θέλητε, ταῦτα ποιῆτε.· Ἔτι δὲ ἐντρεπτικώτερον ἡμῖν παραδιδοὺς, τί εἶπε, μνημονεύσωμεν. Οἶδα μὲν γὰρ, ὅτι ὁ νόμος πνευματικός ἐστιν· ἐγὼ δὲ σαρκικός εἰμι, πεπραμένος ὑπὸ τὴν ἁμαρτίαν. γὰρ κατεργάζομαι, οὐ γινώσκω· οὐ γὰρ ὁ θέλω ἀγαθὸν, τοῦτο πράσσω, ἀλλ᾽ ὁ μισῶ κακὸν, τοῦτο ποιῶ. Εἰ δὲ ὃ οὐ θέλω ἐγὼ, τοῦτο ποιῶ, σύμφημι τῷ νόμῳ, ὅτι καλός. Νυνὶ δὲ οὐκέτι ἐγὼ κατεργάζομαι αὐτὸ, ἀλλ᾽ ἡ οἰκοῦσα ἐν ἐμοὶ ἁμαρτία. » Καὶ τοῦτο αὐτὸ τὸ θεώρημα διὰ πλειόνων ἐπεξεργασάμενος, ὅτι ἀδύνατον τὸν κρατούμενον ὑπὸ ἁμαρτίας δουλεύειν τῷ Κυρίῳ, φανερῶς ὑποδεικνύει ἡμῖν τὸν λυτρούμενον ἡμᾶς ἐκ τῆς τοιαύτης τυραννίδος ἐν τῷ εἰπεῖν· « Ταλαίπωρος ἐγὼ ἄνθρωπος, τίς με ῥύσεται ἐκ τοῦ σώματος τοῦ θανάτου τούτου; Εὐχαριστῶ τῷ Θεῷ διὰ Ἰησοῦ Χριστοῦ τοῦ Κυρίου ἡμῶν. Καὶ μετ᾿ ὀλίγα ἐπάγει· « Οὐδὲν ἄρα νῦν κατάκριμα τοῖς ἐν Χριστῷ Ἰησοῦ, μὴ κατὰ σάρκα περιπατοῦσιν

### English translation (Claude)

A disciple, then, as we learn from the Lord himself, is everyone who comes to the Lord so as to follow him, that is, to hear his words, and to believe and obey him as Master and King and Physician and Teacher of truth, in hope of eternal life; and this if he abides in them, as it is written: “Jesus then said to the Jews who had believed in him, ‘If you abide in my word, you are truly my disciples, and you will know the truth, and the truth will set you free.’” That is plainly the freedom of the soul from the devil’s bitter tyranny, by being rescued from the domination of sins (“for whoever commits sin,” he says, “is a slave of sin”) and from the condemnation of death; as Paul the Apostle also handed down to us, saying, “For him who knew no sin he made sin for us, so that we might become the righteousness of God in him”; and again, “For as through the disobedience of the one man the many were made sinners, so through the obedience of the one the many will be made righteous.” The one who believes in the Lord and presents himself as fit for discipleship must learn, first, to stand apart from every sin, and then from everything that draws him away from the ready obedience owed to the Lord on many counts, even if those things seem reasonable. For it is impossible for one who commits sin, or is entangled in the affairs of this life, or is anxious even about the things necessary for living, to serve the Lord, let alone become his disciple: the Lord who did not say to the young man, “Come, follow me,” before commanding him to sell his possessions and give to the poor. Nor did he command even this before the young man confessed, “All these I have kept.” For one who has not yet received the forgiveness of sins and been cleansed from them in the blood of our Lord Jesus Christ, but serves the devil and is held fast by the sin that dwells in him, is unable to serve the Lord, who gave an inviolable sentence when he said, “Whoever commits sin is a slave of sin; and the slave of sin does not remain in the house.” Paul, who speaks in Christ, also testifies, writing, “But the slave of sin is free from righteousness.” And again the Lord says, “No one can serve two masters,” and what follows. And by what he taught, decisively and in many ways, he showed that not even those who let themselves be anxious about the things necessary for living can serve God, let alone become disciples. Hence the Apostle, looking at the matter more broadly, learned to say, “What partnership has righteousness with lawlessness? Or what fellowship has light with darkness? What agreement has Christ with Beliar? Or what portion has a believer with an unbeliever? What accord has the temple of God with idols?” And again, decisively: “The flesh desires against the Spirit, and the Spirit against the flesh. These are opposed to each other, so that you do not do whatever you wish.” Let us recall, further, what he said when teaching us still more pointedly: “For I know that the law is spiritual; but I am fleshly, sold under sin. For what I do, I do not understand; for I do not do the good that I want, but the evil that I hate, this I do. But if I do what I do not want, I agree with the law, that it is good. But now it is no longer I who do it, but the sin that dwells in me.” And having worked out this very point at greater length, that one held fast by sin cannot serve the Lord, he plainly shows us the one who redeems us from such tyranny, saying, “Wretched man that I am! Who will rescue me from the body of this death? I thank God through Jesus Christ our Lord.” And a little later he adds, “There is therefore now no condemnation for those who are in Christ Jesus, who do not walk according to the flesh.”

### Scripture references

- John 8:31: quotation, high confidence
- John 8:32: quotation, high confidence
- John 8:34: quotation, high confidence
- 2 Cor 5:21: quotation, high confidence
- Rom 5:19: quotation, high confidence
- Matt 19:21: allusion, high confidence
- Matt 19:20: quotation, high confidence
- John 8:35: quotation, high confidence
- Rom 6:20: quotation, medium confidence
- Matt 6:24: quotation, high confidence
- Matt 6:25: allusion, medium confidence
- 2 Cor 6:14: quotation, high confidence
- 2 Cor 6:15: quotation, high confidence
- 2 Cor 6:16: quotation, high confidence
- Gal 5:17: quotation, high confidence
- Rom 7:14: quotation, high confidence
- Rom 7:15: quotation, high confidence
- Rom 7:16: quotation, high confidence
- Rom 7:17: quotation, high confidence
- Rom 7:24: quotation, high confidence
- Rom 7:25: quotation, high confidence
- Rom 8:1: quotation, high confidence

### Translation notes

- The scan placed part of a later line (“fit for discipleship must learn first to stand apart”) inside the quotation of John 8:31; it is restored to its place by logged corrections.
- “Free from righteousness” is Basil’s wording of Rom 6:20.

### Citation (SBL)

Basil, Bapt. 1.1.2 (PG 31:1515; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/basil-baptismo/1-1-2).

## On Baptism 1.1.3

- URL: https://sophiascriptura.com/fathers/basil-baptismo/1-1-0/#p-1-1-3
- Source: PG 31:1517
- Translation: Claude (claude-opus-5-5), 2026-11-12

Summary: Forgiveness through Christ's blood frees a person from sin; then he must renounce possessions, family claims, and himself to follow Christ.

### Greek text

Καὶ διὰ τῶν ἐν ἑτέρῳ τόπῳ εἰρημένων τὴν μεγάλην τῆς φιλανθρωπίας χάριν τοῦ Θεοῦ διὰ τῆς ἐνανθρωπήσεως τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ σαφῶς παρίστησιν, εἰπών· « Ωσπερ γὰρ διὰ τῆς παρακοῆς τοῦ ἑνὸς ἀνθρώπου ἁμαρτωλοὶ κατεστάθησαν οἱ πολλοὶ, οὕτω καὶ διὰ τῆς ὑπακοῆς τοῦ ἑνὸς δίκαιοι κατασταθήσονται οἱ πολλοί. » Ἐν ἑτέρῳ δὲ τόπῳ θαυμασιωτέραν θεωρῶν τὴν ἐν Χριστῷ φιλανθρωπίαν τοῦ Θεοῦ, φησί· « Τὸν γὰρ μὴ γνόντα ἁμαρτίαν ὑπὲρ ἡμῶν ἁμαρτίαν ἐποίησεν, ἵνα ἡμεῖς γενώμεθα δικαιοσύνη Θεοῦ ἐν αὐτῷ. » Ανάγκη οὖν πᾶσα ἔκ τε τῶν μνημονευθέντων καὶ τῶν ὁμοίων, εἴ γε μὴ εἰς κενὸν τὴν χάριν τοῦ Θεοῦ ἐδεξάμεθα, ῥυσθῆναι πρῶτον τῆς δυναστείας τοῦ διαβόλου ἐνάγοντος τὸν ὑφ᾽ ἁμαρτίας κρατούμενον ἐφ᾽ ἃ μὴ βούλεται κακὰ, καὶ τότε ἀπαρνησάμενον πάντα τὰ παρόντα, καὶ ἑαυτὸν, τῆς τε προσπαθείας τοῦ ζῆν ἀναχωρήσαντα, μαθητευθῆναι τῷ Κυρίῳ, καθως αὐτὸς εἶπεν· «Εἴ τις ἔρχεται πρὸς μὲ, ἀπαρνησάσθω ἑαυτὸν, καὶ ἀράτω τὸν σταυρὸν αὐτοῦ, καὶ ἀκολουθείτω μοι, » ὅπερ ἐστὶ, μαθητής μου γινέσθω Τὸ δὲ αὐτὸ πλατύτερον καὶ ἀποδεικτικώτερον καὶ ἀποφαντικώτερον παραδίδωσιν ἐν τῷ κατὰ Λουκᾶν Εὐαγγελίῳ, οὗ μνημονεύσομεν μετ' ὀλίγα. Λυτρούμεθα δὲ πάντες τῆς τοιαύτης τῶν ἁμαρτιῶν κατακρίσεως οἱ πιστεύοντες τῇ χάριτι τοῦ Θεοῦ τῇ διὰ τοῦ μονογενοῦς αὐτοῦ Υἱοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ εἰπόντος· «Τοῦτο μου ἐστὶ τὸ αἷμα τὸ τῆς Καινῆς Διαθήκης, τὸ περὶ πολλῶν ἐκχυνόμενον εἰς ἄφεσιν ἁμαρτιῶν·· μαρτυροῦντος δὲ καὶ τοῦ ᾿Αποστόλου δι᾽ ὧν γράφει ποτὲ μέν· « ᾿Αγαπᾶτε ἀλλήλους, καθὼς καὶ ὁ Χριστὸς ἡγάπησεν ἡμᾶς, καὶ παρἐδωκεν ἑαυτὸν προσφορὰν καὶ θυσίαν τῷ Θεῷ· ποτὲ δέ· • Χριστὸς ἡμᾶς ἐξηγόρασεν ἐκ τῆς κατάρας τοῦ νόμου·· καὶ πολλὰ τοιαῦτα. Ὅταν οὖν δοθῇ ἄφεσις τῶν ἁμαρτημάτων, τότε λαμβάνει ὁ ἄνθρωπος τὴν ἀπὸ τῆς ἁμαρτίας ἐλευθερίαν παρα τοῦ ἐξαγοράσαντος ἡμᾶς Ἰησοῦ Χριστοῦ τοῦ Κυρίου ἡμῶν, εἰς τὸ δύνασθαι προσελθεῖν τῷ λόγῳ. Καὶ τότε οὔπω τίς ἐστιν ἄξιος ἀκολουθῆσαι τῷ Κυρίῳ (πάλιν λέγω), οὐ πρότερον εἰπόντι τῷ νεανίσκῳ, Δεῦρο, ἀκολούθει μοι, πρὶν εἰπεῖν, « Πώλησόν σου τὰ ὑπάρχοντα, καὶ δὸς πτωχοίς. » ᾿Αλλ' οὐδὲ τοῦτο προσέταξε, πρὶν ὁμολογῆσαι αὐτὸν καθαρεύειν πάσης παραβάσεως, τῷ εἰπεῖν πεποιηκέναι πάντα τὰ ὑπὸ τοῦ Κυρίου εἰρημένα. Ὡς καὶ ἐν τούτῳ τὴν τάξιν φυλάττεσθαι ἀναγκαῖον. Οὐ μόνον δὲ ὑπαρχόντων, καὶ τῶν ἀναγκαίων πρὸς τὸ ζῇν καταφρονεῖν διδασκόμεθα, ἀλλὰ καὶ τῶν πρὸς ἀλλήλους νενομισμένων κατά τε νόμον καὶ φύσιν δικαίων καθηκόντων ὑπερφρονεῖν διδασκόμεθα, τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ εἰπόντος· « Ὁ ἀγαπῶν πατέρα ἢ μητέρα ὑπὲρ ἐμὲ οὐκ ἔστι μου ἄξιος·, ὁμοίως καὶ περὶ τῶν λοιπῶν τῶν ἐγγυτάτων οἱκείων, δῆλον δὲ, ὅτι πολὺ πρότερον τῶν πορῥωτέρω καὶ ξένων τῆς πίστεως. Οἷς ἐπάγει· - Ὃς οὐ λαμβάνει τὸν σταυρὸν αὐτοῦ, καὶ ἀκολουθεῖ ὁπίσω μου, οὐκ ἔστι μου ἄξιο·, ὅπερ κατορθώσας ὁ ᾿Απόστολος, εἰς ἡμετέραν διδασκαλίαν γράφει·· Ἐγὼ τῷ κόσμῳ ἐσταύρωμαι, καὶ ὁ κόσμος ἐμοί. Ζῶ δὲ οὐκἑτι ἐγὼ, ζῇ δὲ ἐν ἐμοὶ ὁ Χριστός.»

### English translation (Claude)

And through what he says in another place he clearly sets before us the great grace of God’s love for humankind through the incarnation of our Lord Jesus Christ, saying, “For as through the disobedience of the one man the many were made sinners, so also through the obedience of the one the many will be made righteous.” In another place, contemplating the still more wonderful love of God for humankind in Christ, he says, “For him who knew no sin he made sin for us, so that we might become the righteousness of God in him.” From the passages recalled and others like them, then, it is altogether necessary, if indeed we have not received the grace of God in vain, first to be rescued from the power of the devil, who drives the one held fast by sin to the evils he does not want; and then, having renounced all present things and oneself, and having withdrawn from attachment to life, to become a disciple of the Lord, as he himself said: “If anyone comes to me, let him deny himself and take up his cross and follow me,” which is to say, let him become my disciple. He hands down the same thing more fully, more demonstratively, and more explicitly in the Gospel according to Luke, which we shall recall shortly. All of us who believe are redeemed from such condemnation for sins by the grace of God through his only-begotten Son, our Lord Jesus Christ, who said, “This is my blood of the new covenant, which is poured out for many for the forgiveness of sins”; and the Apostle testifies in what he writes, at one time, “Love one another, as Christ also loved us and gave himself up as an offering and sacrifice to God”; at another, “Christ redeemed us from the curse of the law”; and many such things. When, then, forgiveness of sins is given, a person receives freedom from sin from the one who redeemed us, Jesus Christ our Lord, so as to be able to come to the word. And even then no one is yet worthy to follow the Lord, who (I say again) did not say to the young man, “Come, follow me,” before saying, “Sell your possessions and give to the poor.” Nor did he command even this before the young man confessed that he was clean of every transgression, by saying that he had done everything the Lord had said. So in this too the order must be kept. We are taught not only to despise possessions and even the things necessary for living, but also to rise above the duties toward one another that are held to be just by law and by nature, since our Lord Jesus Christ said, “Whoever loves father or mother more than me is not worthy of me”; and likewise with the rest of one’s nearest kin, and plainly much more with those more distant and with strangers to the faith. To these words he adds, “Whoever does not take his cross and follow after me is not worthy of me.” The Apostle, having achieved this, writes for our instruction, “I have been crucified to the world, and the world to me. And I no longer live, but Christ lives in me.”

### Scripture references

- Rom 5:19: quotation, high confidence
- 2 Cor 5:21: quotation, high confidence
- 2 Cor 6:1: allusion, high confidence
- Rom 7:19: allusion, medium confidence
- Luke 9:23: quotation, high confidence
- Matt 16:24: quotation, medium confidence
- Matt 26:28: quotation, high confidence
- Eph 5:2: quotation, high confidence
- Gal 3:13: quotation, high confidence
- Matt 19:21: quotation, high confidence
- Matt 19:20: allusion, high confidence
- Matt 10:37: quotation, high confidence
- Matt 10:38: quotation, high confidence
- Gal 6:14: quotation, high confidence
- Gal 2:20: quotation, high confidence

### Translation notes

- Basil’s quotation of Gal 6:14 reverses Paul’s order (“the world has been crucified to me, and I to the world”).

### Citation (SBL)

Basil, Bapt. 1.1.3 (PG 31:1517; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/basil-baptismo/1-1-3).

## On Baptism 1.1.4

- URL: https://sophiascriptura.com/fathers/basil-baptismo/1-1-0/#p-1-1-4
- Source: PG 31:1521
- Translation: Claude (claude-opus-5-5), 2026-11-12

Summary: Christ's sayings on delay, the great supper, and hating one's family show that nothing may hold back a disciple, as baptism pledges.

### Greek text

Πάλιν δὲ τοῦ Κυρίου ἔστι μνημονεῦσαι, εἰπόντος κατὰ πρόσωπον ἑκάστῳ, τῷ μὲν εἰπόντι, « Ἑπίτρεψόν μοι πρῶτον ἀπελθεῖν, καὶ θάψαι τὸν πατέρα μου· ῎Αφες τοὺς νεκροὺς θάψαι τοὺς ἑαυτῶν νεκρούς· σὺ δὲ, ἀπελθὼν, διάγγελλε τὴν βασιλείαν τοῦ Θεοῦ· τῷ δὲ εἰπόντι· « Ἐπίτρεψόν μοι πρῶτον ἀπελθεῖν, καὶ συντάξασθαι τοῖς εἰς τὸν οἶκόν μου, ἐπιπληκτικώτερον καὶ μετὰ ἀπειλῆς σφοδροτέρας. Εἶπε γάρ·· Οὐδεὶς τὴν χεῖρα θεὶς ἐπ᾿ ἄροτρον, καὶ στραφεὶς εἰς τὰ ὀπίσω, εὔθετός ἐστιν εἰς τὴν βασιλείαν τοῦ Θεοῦ. » Οὕτω καὶ τὸ πρὸς ὀλίγον ἀναβολὴν ἐμποιοῦν τῇ ὀφειλομένῃ τῷ Κυρίῳ ἀμετεωρίστῳ ὑπακοῇ καθῆκον ἀνθρώπινον, κἂν δοκῇ εὔλογον εἶναι, ἀλλότριόν ἐστι τοῦ θέλοντος μαθητευθῆναι τῷ Κυρίῳ, καὶ ἀπειλῆς δεινοτέρας ἄξιον. Καθολικώτερον δὲ νομοθετεῖ λέγων· « Εἴ τις ἔρχεται πρὸς μὲ, ἀπαρνησάσθω ἑαυτὸν, καὶ ἀράτω τὸν σταυρὸν αὐτοῦ, καὶ ἀκολουθείτω μοι.· Ἐὰν δὲ ἔλθωμεν εἰς μνήμην τῶν ὑπὸ τοῦ Κυρίου εἰρημένων πρὸς τὸν εἰπόντα Μακάριος ὃς φάγεται ἄρτον ἐν τῇ βασιλείᾳ τοῦ Θεοῦ·· φοβερώτερον κρίμα ὀργῆς καὶ ἀποτομίας μανθάνομεν, καὶ πάσης ἐλπίδος ἀγαθῆς ἀπαλλοτριοῦν τοὺς τοιούτους. Λέγει δὲ οὕτως· « ῎Ανθρωπός τις ἐποίησε δεῖπνον μέγα, καὶ ἐκάλεσε πολλούς. Καὶ ἀπέστειλε τὸν δοῦλον αὐτοῦ τῇ ὥρᾳ τοῦ δείπνου εἰπεῖν τοῖς κεκλημένοις· Ἔρχεσθε, ὅτι ἤδη ἕτοιμά ἐστι πάντα. Καὶ ἤρξαντο ἀπὸ μιᾶς παραιτεῖσθαι πάντες. Ὁ πρῶτος εἶπεν· Ἀγρὸν ἠγόρασα, καὶ ἔχω ἀνάγκην ἐξελθεῖν, καὶ ἰδεῖν αὐτόν· ἐρωτῶ σε, ἔχε με παρῃτημένον. Καὶ ἕτερος εἶπε· Ζεύγη βοῶν ἠγόρασα πέντε, καὶ πορεύομαι δοκιμάσαι αὐτά· ἐρωτῶ σε, ἔχε με παρῃτημένον. Καὶ ἕτερος εἶπε Γυναῖκα ἔγημα, καὶ διὰ τοῦτο οὐ δύναμαι ἐλθεῖν. Καὶ παραγενόμενος ὁ δοῦλος ἀπήγγειλε τῷ κυρίῳ αὐτοῦ ταῦτα. Τότε ὀργισθεὶς ὁ οἰκοδεσπότης εἶπε τῷ δούλῳ αὐτοῦ· Ἔξελθε ταχέως εἰς τὰς πλατείας καὶ ῥύμας τῆς πόλεως, καὶ τοὺς πτωχοὺς, καὶ ἀναπήρους, καὶ τυφλοὺς, καὶ χωλοὺς εἰσάγαγε ὧδε: Καὶ εἶπεν ὁ δοῦλος· Κύριε, γέγονεν ὡς ἐπέταξας, καὶ ἔτι τόπος ἐστίν. Καὶ εἶπεν ὁ κύριος πρὸς τὸν δοῦλον αὐτοῦ· Ἔξελθε εἰς τὰς ὁδοὺς καὶ φραγμούς, καὶ ἀνάγκασον εἰσελθεῖν, ἵνα γεμισθῇ ὁ οἶκός μου. Λέγω γὰρ ὑμῖν, ὅτι οὐδεὶς τῶν ἀνδρῶν ἐκείνων τῶν κεκλημένων γεύσεταί μου τοῦ δείπνου. » Πάλιν δὲ αὐτὸς ὁ μονογενὴς Υἱὸς τοῦ Θεοῦ τοῦ ζῶντος, ὁ ἀποσταλεὶς παρὰ τοῦ Πατρὸς, οὐχ ἵνα κρίνῃ τὸν κόσμον, ἀλλ᾽ ἵνα σώσῃ τὸν κόσμον, ἑαυτῷ ἐμμένων, καὶ τὸ θέλημα τοῦ ἀγαθοῦ Θεοῦ καὶ Πατρὸς αυτου πληρῶν, τῇ ἀποφάσει τῆς ἀποτομίας διδασκαλίαν ἐπάγει, τὴν ἀξίους ἡμᾶς ποιοῦσαν μαθητὰς αὑτοῦ γενέσθαι, καί φησιν· « Εἴ τις ἔρχεται πρὸς μὲ, καὶ οὐ μισεῖ τὸν πατέρα αὐτοῦ, καὶ τὴν μητέρα, καὶ τὴν γυναῖκα αὐτοῦ, καὶ τὰ τέκνα, καὶ τοὺς ἀδελφοὺς, καὶ τας ἀδελφὰς, ἔτι δὲ καὶ τὴν ἑαυτοῦ ψυχὴν, οὐ δύναταί μου εἶναι μαθητής. » Μίσος δηλονότι, οὐ μελέτην ἐμποιοῦν ἐπιβουλῆς, ἀλλ᾽ ἀρετὴν θεοσεβείας ἐν παρακοῇ τῶν ἀφελκόντων. « Καὶ ὅστις, φησὶν, οὐ βαστάζει τὸν σταυρὸν αὐτοῦ, καὶ ἀκολουθεῖ ὀπίσω μου, οὐ δύναται εἶναί μου μαθητής. » Ὅπερ συντεθεῖσθαι δοκοῦμεν διὰ τοῦ ἐν τῷ ὕδατι βαπτίσματος, ὁμολογοῦντες συνεσταυρῶσθαι, συντεθνηκέναι, συντεθάφθαι, καὶ τὰ ἑξῆς, καθὼς γέγραπται.

### English translation (Claude)

Again, one may recall what the Lord said face to face to each person. To the one who said, “Let me first go and bury my father,” he said, “Let the dead bury their own dead; but you, go and proclaim the kingdom of God.” To the one who said, “Let me first go and say farewell to those at my home,” he spoke more rebukingly and with a sharper threat, for he said, “No one who puts his hand to the plow and turns back is fit for the kingdom of God.” So even a human duty that causes a slight delay in the undistracted obedience owed to the Lord, though it may seem reasonable, is foreign to one who wishes to become the Lord’s disciple, and deserves a more terrible threat. He legislates more generally when he says, “If anyone comes to me, let him deny himself and take up his cross and follow me.” And if we come to recall what the Lord said to the one who said, “Blessed is he who will eat bread in the kingdom of God,” we learn of a more fearful judgment of wrath and severity, one that cuts such people off from every good hope. He speaks thus: “A certain man made a great supper and invited many. And at the hour of the supper he sent his servant to say to those who had been invited, ‘Come, for everything is now ready.’ And they all alike began to make excuses. The first said, ‘I have bought a field, and I must go out and see it; I ask you, have me excused.’ And another said, ‘I have bought five yoke of oxen, and I am going to test them; I ask you, have me excused.’ And another said, ‘I have married a wife, and for that reason I cannot come.’ And the servant came and reported these things to his master. Then the master of the house was angry and said to his servant, ‘Go out quickly into the streets and lanes of the city, and bring in here the poor and the crippled and the blind and the lame.’ And the servant said, ‘Master, what you commanded has been done, and there is still room.’ And the master said to the servant, ‘Go out into the roads and hedges, and compel them to come in, so that my house may be filled. For I tell you that none of those men who were invited shall taste my supper.’” Again, the only-begotten Son of the living God himself, who was sent by the Father not to judge the world but to save the world, remaining true to himself and fulfilling the will of the good God and Father, adds to the sentence of severity a teaching that makes us worthy to become his disciples, and says, “If anyone comes to me and does not hate his father and mother and wife and children and brothers and sisters, and even his own life, he cannot be my disciple.” The hatred meant is plainly not one that plots harm, but the virtue of godliness in disobeying those who would draw one away. “And whoever,” he says, “does not carry his cross and follow after me cannot be my disciple.” This we believe we have pledged ourselves to through baptism in water, when we confess that we have been crucified with him, have died with him, have been buried with him, and so on, as it is written.

### Scripture references

- Luke 9:59: quotation, high confidence
- Luke 9:60: quotation, high confidence
- Luke 9:61: quotation, high confidence
- Luke 9:62: quotation, high confidence
- Luke 9:23: quotation, high confidence
- Luke 14:15: quotation, high confidence
- Luke 14:16: quotation, high confidence
- Luke 14:17: quotation, high confidence
- Luke 14:18: quotation, high confidence
- Luke 14:19: quotation, high confidence
- Luke 14:20: quotation, high confidence
- Luke 14:21: quotation, high confidence
- Luke 14:22: quotation, high confidence
- Luke 14:23: quotation, high confidence
- Luke 14:24: quotation, high confidence
- John 3:17: allusion, high confidence
- Luke 14:26: quotation, high confidence
- Luke 14:27: quotation, high confidence
- Rom 6:4: allusion, high confidence
- Rom 6:6: allusion, high confidence
- Gal 2:20: allusion, medium confidence

### Citation (SBL)

Basil, Bapt. 1.1.4 (PG 31:1521; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/basil-baptismo/1-1-4).

## On Baptism 1.1.5

- URL: https://sophiascriptura.com/fathers/basil-baptismo/1-1-0/#p-1-1-5
- Source: PG 31:1523
- Translation: Claude (claude-opus-5-5), 2026-11-12

Summary: After renouncing sin, the world, and even life, the disciple is taught the whole of Scripture's teaching on creation, Christ, and judgment.

### Greek text

Στοχαζόμενος δὲ τῆς ἡμετέρας ἀσθενείας, καὶ δι' ὑποδειγμάτων ηὐδόκησε βεβαιῶσαι ἡμῶν τὰς καρδίας ἐν πληροφορίᾳ τῆς ἀληθείας, καὶ ἑτοιμοτέρους κατεργάσασθαι πρὸς ὑπακοὴν, δι' ὧν φησι· «Τίς γὰρ ἐξ ὑμῶν, θέλων πύργον οἰκοδομῆσαι, οὐχὶ πρῶτον καθίσας ψηφίζει τὴν δαπάνην, εἰ ἔχει τὰ πρὸς ἀπαρτισμὸν, ἵνα μήποτε, θέντος αὐτοῦ θεμέλιον, καὶ μὴ ἰσχύοντος ἐκτελέσαι, πάντες οἱ θεωροῦντες ἄρξωνται αὐτῷ ἐμπαίζειν, λέγοντες, ὅτι Οὗτος ὁ ἄνθρωπος ἤρξατο οἰκοδομεῖν, καὶ οὐκ ἴσχυσεν ἐκτελέσαι; Η τίς βασιλεὺς, πορευόμενος συμβαλεῖν ἐτέρῳ βασιλεῖ εἰς πόλεμον, οὐχὶ καθίσας πρότερον βουλεύεται, εἰ δυνατός ἐστιν ἐν δέκα χιλιάσιν ἀπαντῆσαι τῷ μετὰ εἴκοσι χιλιάδων ἐρχομένῳ ἐπ᾿ αὐτόν; Εἰ δὲ μήγε, ἔτι πόῤῥω αὐτοῦ ὄντος, πρεσβείαν ἀποστείλας, ἐρωτᾷ τὰ πρὸς εἰρήνην. Οὕτως οὖν πᾶς ἐξ ὑμῶν, ὃς οὐκ ἀποτάσσεται πᾶσι τοῖς ἑαυτοῦ ὑπάρχουσιν, οὐ δύναταί μου εἶναι μαθητής. Καλὸν τὸ ἅλας· ἐὰν δὲ τὸ ἄλας μωρανθῇ, ἐν τίνι ἀρτυθήσεται; Οὔτε εἰς τὴν γῆν, οὔτε εἰς κοπρίαν εὔθετόν ἐστιν· ἔξω βάλλουσιν αὐτό. Ὁ ἔχων ὦτα ἀκούειν ἀκουέτω. » Εἰ τούτοις πιστεύομεν, ἐλευθερωθέντες πρῶτον τῆς τοῦ διαβόλου καταδυναστείας, ἐν τῷ ἀπέχεσθαι παντὸς ἐπιθυμητοῦ πράγματος τῷ διαβόλῳ, χάριτι τοῦ Θεοῦ διὰ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, εἴ γε μὴ εἰς κενὸν ἐδεξάμεθα τὴν τοιαύτην χάριν, ἔπειτα ἀποταξάμενοι οὐ μόνῳ τῷ κόσμῳ καὶ ταῖς ἐπιθυμίαις αὐτοῦ, ἀλλὰ καὶ τοῖς πρὸς ἀλλήλους δικαίοις καθήκουσιν, ἔτι δὲ καὶ τῇ ἑαυτῶν ζωῇ, ὅταν τι τούτων ἀφέλκῃ ἡμᾶς ἀπὸ τῆς ὀφειλομένης τῷ Θεῷ ἀμετεωρίστου καὶ ταχείας ὑπακοῆς, οὕτω καταξιούμεθα μαθηταὶ τοῦ Κυρίου γενέσθαι· παιδευόμενοι λοιπὸν ὑπό τε Μωϋσέως καὶ τῶν προφητῶν, εὐαγγελιστῶν τε καὶ ἀποστόλων, τήν τε ἐν ἀρχῇ τοῦ Θεοῦ διὰ τοῦ μονογενοῦς· αὐτοῦ Υἱοῦ τοῦ Κυρίου καὶ Θεοῦ ἡμῶν Ἰησοῦ Χριστοῦ ποίησιν πάντων ὁρατῶν τε καὶ ἀοράτων, τὰ τε ἱστορούμενα ἐν ταῖς θεοπνεύστοις Γραφαῖς τῆς τοῦ Θεοῦ χρηστότητος καὶ ἀποτομίας ἐν πολλῇ μακροθυμίᾳ, πρὸς ἔνδειξιν τῆς δικαιοσύ νης αὐτοῦ καὶ παιδείαν ἡμετέραν· τάς τε προφητείας τῆς ἐνανθρωπήσεως τοῦ Κυρίου ἡμῶν Ἰησοῦ, καὶ τῶν τότε συνεμπιπτόντων ἐναντίων ἀλλήλοις πραγμάτων· καὶ περὶ τῆς ἐκ νεκρῶν ἐνδόξου άναστάσεως καὶ ἀναλήψεως, καὶ τῆς ἐνδοξοτάτης ἐπιφανείας ἐν τῇ συντελείᾳ τοῦ αἰῶνος· τά τε δόγματα τῆς κατὰ τὸ Εὐαγγέλιον ὁλοκλήρου καὶ εὐπροσδέκτου τῷ Θεῷ εὐσεβείας ἐν ἀγάπῃ Χριστοῦ Ἰησοῦ τοῦ Κυρίου ἡμῶν, ἐπ᾿ ἐλπίδι ζωῆς αἰωνίου, καὶ ἐπουρανίου βασιλείας, καὶ τὰ κρίματα τῆς δικαίας ἀνταποδόσεως τῶν τε ποιούντων τὰ ἀπηγορευμένα, ἢ ἀθετούντων τὰ ἐγκεκριμένα εἰς κόλασιν αἰώνιον, καὶ τῶν ἀξίως τοῦ Εὐαγγελίου Θεοῦ πολιτευομένων ἐν ὑγιαινούσῃ πίστει δι' ἀγάπης Χριστοῦ ἐνεργουμένῃ ἐπ᾿ ἐλπίδι ζωῆς αἰωνίου, καὶ ἐπουρανίου βασιλείας τῆς ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν.

### English translation (Claude)

Taking account of our weakness, he was pleased also to strengthen our hearts in full assurance of the truth through examples, and to make us readier to obey, where he says: “For which of you, wishing to build a tower, does not first sit down and count the cost, whether he has enough to complete it? Otherwise, when he has laid a foundation and is not able to finish, all who see it will begin to mock him, saying, ‘This man began to build and was not able to finish.’ Or what king, going to meet another king in war, does not first sit down and take counsel whether he is able with ten thousand to meet the one who comes against him with twenty thousand? And if not, while the other is still far off, he sends an embassy and asks for terms of peace. So therefore any one of you who does not renounce all that he has cannot be my disciple. Salt is good; but if the salt has lost its taste, with what will it be seasoned? It is fit neither for the soil nor for the dunghill; they throw it out. He who has ears to hear, let him hear.” If we believe these things, then, having first been freed from the devil’s domination by keeping away from everything the devil desires, by the grace of God through our Lord Jesus Christ (if indeed we have not received such grace in vain), and having then renounced not only the world and its desires but also the just duties we owe one another, and even our own life, whenever any of these draws us away from the undistracted and prompt obedience owed to God, then we are counted worthy to become disciples of the Lord. From then on we are taught by Moses and the prophets, the evangelists and the apostles: God’s making in the beginning, through his only-begotten Son, our Lord and God Jesus Christ, of all things visible and invisible; what the divinely inspired Scriptures record of God’s kindness and severity, exercised with great patience, to show his righteousness and for our instruction; the prophecies of the incarnation of our Lord Jesus, and of the opposing events that befell together at that time; his glorious resurrection from the dead and ascension, and his most glorious appearing at the consummation of the age; the doctrines of the godliness according to the Gospel, complete and acceptable to God, in the love of Christ Jesus our Lord, in hope of eternal life and of the heavenly kingdom; and the judgments of just recompense: for those who do what is forbidden or set aside what is approved, eternal punishment; and for those who live worthily of the Gospel of God in sound faith working through the love of Christ, eternal life and the heavenly kingdom in Christ Jesus our Lord, for which they hope.

### Scripture references

- Luke 14:28: quotation, high confidence
- Luke 14:29: quotation, high confidence
- Luke 14:30: quotation, high confidence
- Luke 14:31: quotation, high confidence
- Luke 14:32: quotation, high confidence
- Luke 14:33: quotation, high confidence
- Luke 14:34: quotation, high confidence
- Luke 14:35: quotation, high confidence
- 2 Cor 6:1: allusion, high confidence
- Col 1:16: allusion, medium confidence
- Rom 11:22: allusion, medium confidence
- Rom 3:26: allusion, medium confidence
- Phil 1:27: allusion, medium confidence
- Gal 5:6: allusion, medium confidence
- Matt 25:46: allusion, low confidence

### Translation notes

- The scan carried the editors’ variant readings for Luke 14:28–31 (“μήπω, μήπω, μήπο, μήποτε. μὴ ἰσχύσαντος ἐκτελέσαι. πρῶτον βουλεύεται.”) into the text; removed by a logged correction.

### Citation (SBL)

Basil, Bapt. 1.1.5 (PG 31:1523; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/basil-baptismo/1-1-5).

## On Baptism 1.2.0

- URL: https://sophiascriptura.com/fathers/basil-baptismo/1-1-0/#p-1-2-0
- Source: PG 31:1525
- Translation: Claude (claude-opus-5-5), 2026-11-12

Summary: Heading of the second chapter: how the baptism of the Gospel is received.

### Greek text

Πῶς βαπτίζεταί τις τὸ ἐν τῷ Εὐαγγελίῳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ βάπτισμα

### English translation (Claude)

How one is baptized with the baptism in the Gospel of our Lord Jesus Christ.

### Citation (SBL)

Basil, Bapt. 1.2.0 (PG 31:1525; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/basil-baptismo/1-2-0).

## On Baptism 1.2.1

- URL: https://sophiascriptura.com/fathers/basil-baptismo/1-1-0/#p-1-2-1
- Source: PG 31:1525
- Translation: Claude (claude-opus-5-5), 2026-11-12

Summary: Basil accepts the request to write on baptism, restates that discipleship comes first, and stresses that even a small failure can exclude one from the kingdom.

### Greek text

Τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ ἐντολὴν δεδωκότος ἡμῖν ἀγαπᾶν ἀλλήλους, καθὼς αὐτὸς ἡγάπησεν ἡμᾶς· καὶ διὰ Παύλου τοῦ ᾿Αποστόλου διδάσκοντος ἡμᾶς ἀνέχεσθαι ἀλλήλων ἐν ἀγάπῃ, τὸ ἐπίταγμα τῆς ὑμετέρας ἐν Χριστῷ εὐλαβείας, τὸ περὶ τοῦ κατὰ τὸ Εὐαγγέλιον τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ ἐνδοξοτάτου βαπτίσματος, προθύμως ἐδεξάμην, οὐχ ὡς πρὸς ἀξίαν εἰπεῖν τι δυνάμενος, ἀλλ᾽, ὡς ἡ τὰ δύο λεπτὰ βαλοῦσα χήρα, συνεισφερόμενος. Καὶ ἐν τούτῳ δὲ τῆς παρὰ τῶν ἀγαπώντων τὸν Κύριον εὐχῆς μοι χρεία, ἵνα Θεοῦ τοῦ ἀγαθοῦ χάριτι καὶ τοῦ Χριστοῦ αὐτοῦ, τὸ ἅγίον καὶ ἀγαθὸν Πνεῦμα, ὑπομιμνῆσκον καὶ διδάσκον ἡμᾶς ἃ ἂν παρὰ τοῦ Κυρίου ἀκούσῃ, κατευθύνῃ τὸν τε νοῦν ἡμῶν εἰς ὁδὸν εἰρήνης, καὶ τὸν ὑγιῆ λόγον εἰς τὴν τῆς πίστεως οἰκοδομὴν, ὥστε πληρωθῆναι ἡμῖν τε καὶ ὑμῖν τό· Δίδου σοφῷ ἀφορμὴν, καὶ σοφώτερος ἔσται. » Πλὴν εἰδέναι χρὴ, ὅτι πρῶτον μαθητευθῆναι δεῖ, καὶ οὗτως τοῦ θαυμασιωτάτου βαπτίσματος καταξιωθῆναι. Οὕτως γὰρ αὐτὸς ὁ Κύριος καὶ Θεὸς ἡμῶν Ἰησοῦς Χριστὸς, ὁ μονογενής Υἱὸς τοῦ Θεοῦ τοῦ ζῶντος, ἐνετείλατο τοῖς ἑαυτοῦ μαθηταῖς. Παραδεδώκαμεν οὖν ὑμῖν ἀναγκαίως κατ' ἰδίαν καὶ τὰ περὶ τῶν θελόντων γενέσθαι Χριστοῦ μαθητῶν παρ᾿ αὐτοῦ τοῦ Κυρίου εἰρημένα, ὀλίγων γοῦν ἐκ πολλῶν μνημονεύσαντες. Ἐπειδὴ δὲ τὸ μὲν ἄνωθεν γεννηθῆναι ἰδεῖν τὴν βασιλείαν τοῦ Θεοῦ ἐπαγγέλλεται, τὸ δὲ ἐξ ὕδατος καὶ πνεύματος γεννηθῆναι εἰσελθεῖν εἰς τὴν βασιλείαν τοῦ Θεοῦ, λογίζομαι ἀναγκαῖον εἶναι ὀλίγα ἐκ πολλῶν τῶν περὶ τῆς βασιλείας τῶν οὐρανῶν εἰρημένων παραθέσθαι, ἵνα κατὰ μηδένα τρόπον ἀπολειφθῶμεν ταυτης. Οὐ γὰρ μικρὸν ἐν βίῳ, τὸ παρὰ μικρὸν, εἶπέ τις τῶν παρ' ἡμῖν σοφῶν, καὶ τοῖς πλείστοις δῆλον ἐξ αὐτῶν τῶν πραγμάτων πλὴν δὲ καὶ βεβαιότερον ἐκ τῆς περὶ τῶν ἱερέων, καὶ τῶν προσφερομένων ζώων εἰς θυσίαν, ἀκριβολογίας ἔστὶ πληροφορηθῆναι· ἐν οἷς εἰ μικρός τις μῶμος ἐφευρέθη, ἢ λώβησις οὐχὶ παντὸς -μέλους, ἀλλὰ τούτου τοῦ μέρους, ὥσπερ γέγραπται, λοβοῦ ὡτίου, οὔτε ὁ ἄνθρωπος ἐνεκρίνετο εἰς ἱερωσύνην, οὔτε τὸ ζῶον εὐπρόσδεκτον ἦν εἰς θυσίαν· τοῦ μὲν Αποστόλου εἰπόντος·· Ταῦτα μὲν τυπικῶς συνέβαινεν ἐκείνοις· ἐγράφη δὲ πρὸς νουθεσίαν ἡμῶν, εἰς οὓς τὰ τέλη τῶν αἰώνων κατήντηκε·, τοῦ δὲ Κυρίου φανερῶς τὴν ὑπεροχὴν δείξαντος ἐν τῷ εἰπεῖν· « Τοῦ ἱεροῦ μεῖζον ὧδε·· καὶ περισσοτέρως δείξαντος τὴν ἐπιμέλειαν τῆς ψυχῆς ἀκριβεστέραν ποιεῖσθαι ἡμᾶς, ἐν τῷ εἰπεῖν· « Ὦ παρέθεντο πολύ, περισσότερον ἀπαιτήσουσιν αὐτόν.

### English translation (Claude)

Our Lord Jesus Christ has given us the commandment to love one another as he loved us, and through Paul the Apostle he teaches us to bear with one another in love. So I have readily accepted the charge laid on me by your reverence in Christ, concerning the most glorious baptism according to the Gospel of our Lord Jesus Christ, not as one able to say anything worthy of it, but contributing, like the widow who put in the two small coins. In this too I need the prayer of those who love the Lord, so that, by the grace of the good God and of his Christ, the holy and good Spirit, who reminds us and teaches us whatever he hears from the Lord, may direct our mind into the way of peace and our sound word to the building up of the faith, and so in us and in you the saying may be fulfilled, “Give a wise man an occasion, and he will be wiser.” But one must know that one must first become a disciple, and in this way be counted worthy of the most wonderful baptism. For so our Lord and God Jesus Christ himself, the only-begotten Son of the living God, commanded his own disciples. We have therefore of necessity handed on to you separately also what the Lord himself said about those who wish to become disciples of Christ, recalling at least a few things out of many. And since being born from above is promised the sight of the kingdom of God, while being born of water and spirit is promised entry into the kingdom of God, I reckon it necessary to set out a few of the many things said about the kingdom of heaven, so that we may in no way fall short of it. For “in life a near miss is no small thing,” as one of our wise men said; and this is clear to most people from experience itself. But one may be still more surely convinced of it by the exactness required of the priests and of the animals offered in sacrifice. Among them, if some small blemish was found, or a maiming, not of a whole limb but of one part only (as it is written, the lobe of an ear), neither was the man admitted to the priesthood nor was the animal acceptable as a sacrifice. For the Apostle said, “These things happened to them as types, and they were written for our admonition, on whom the ends of the ages have come”; and the Lord plainly showed the superiority of what is ours when he said, “Something greater than the temple is here”; and he showed still more that we must take more exact care of the soul when he said, “From the one to whom they entrusted much, they will demand the more.”

### Scripture references

- John 13:34: allusion, high confidence
- Eph 4:2: allusion, high confidence
- Luke 21:2: allusion, high confidence
- John 14:26: allusion, medium confidence
- John 16:13: allusion, medium confidence
- Luke 1:79: allusion, medium confidence
- Prov 9:9: quotation, high confidence
- Matt 28:19: allusion, high confidence
- John 3:3: allusion, high confidence
- John 3:5: allusion, high confidence
- Lev 21:18: allusion, medium confidence
- Lev 22:22: allusion, medium confidence
- 1 Cor 10:11: quotation, high confidence
- Matt 12:6: quotation, high confidence
- Luke 12:48: quotation, high confidence

### Translation notes

- “Our wise men”: the proverb is unidentified.
- The blemished priests and victims are those of Lev 21–22.

### Citation (SBL)

Basil, Bapt. 1.2.1 (PG 31:1525; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/basil-baptismo/1-2-1).

## On Baptism 1.2.2

- URL: https://sophiascriptura.com/fathers/basil-baptismo/1-1-0/#p-1-2-2
- Source: PG 31:1527
- Translation: Claude (claude-opus-5-5), 2026-11-12

Summary: The Gospels name the things that win the kingdom of heaven (the beatitudes, mercy, giving) and the things without which no one enters it.

### Greek text

Μνημονεύσωμεν οὖν περὶ τῆς βασιλείας τῶν οὐρανῶν. Ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς, ὅτε ἀνέβη εἰς τὸ ὄρος, καὶ τὴν ἀρχὴν τῆς διδασκαλίας διὰ τῶν μακαρισμῶν ἐποιεῖτο, πρῶτον μακαρισμὸν ἐκήρυξε τὴν ἐπαγγελίαν ἔχοντα βασιλείας οὐρανῶν. Εἶπε γάρ· « Μακάριοι οἱ πτωχοὶ τῷ πνεύματι, ὅτι αὐτῶν ἐστιν ἡ βασιλεία τῶν οὐρανῶν.· Ἐν δὲ τῷ ὀγδόῳ μακαρισμῷ φησι· « Μακάριοι οἱ δεδιωγμένοι ἕνεκεν δικαιοσύνης, ὅτι αὐτῶν ἐστιν ἡ βασιλεία τῶν οὐρανῶν. » Καὶ πάλιν τὴν ἐν τῷ καιρῷ τῆς ἀνταποδόσεως εὐλογίαν διὰ τῆς παραβολῆς τοῦ ποιμένος προφητεύων, λέγει· « Δεῦτε, οἱ εὐλογημένοι τοῦ Πατρός μου, κληρονομήσατε τὴν ἡτοιμασμένην ὑμῖν βασιλείαν ἀπὸ καταβολῆς κόσμου. Ἐπείνασα γὰρ καὶ ἐδώκατέ μοι φαγεῖν, » καὶ τὰ ἑξῆς. Ἐν δὲ τῷ κατὰ Λουκᾶν Εὐαγγελίῳ, ἐν ἑτέρῳ καιρῷ καὶ τόπῳ, καθὼς τὰ γεγραμμένα δηλοῖ, πάλιν μακαρισμοὺς ἐκτιθέμενος, φησί· « Μακάριοι οἱ πτωχοὶ τῷ πνεύματι, ὅτι αὐτῶν ἐστιν ἡ βασιλεία τῶν οὐρανῶν·· καὶ πάλιν· « Μὴ φοβοῦ, τὸ μικρὸν ποίμνιον, ὅτι ηὐδόκησεν ὁ Πατὴρ ὑμῶν ὁ οὐράνιος δοῦναι ὑμῖν τὴν βασιλείαν. Πωλήσατε τὰ ὑπάρχοντα ὑμῶν, καὶ δότε ἐλεημοσύνην. Ποιήσατε ἑαυτοῖς βαλάντια μὴ παλαιούμενα, θησαυρὸν ἀνέκλειπτον ἐν τοῖς οὐρανοῖς. • Ταῦτα μὲν οὖν καὶ τὰ τοιαῦτα, δι' ὧν βασιλείας οὐρανῶν καταξιοῦταί τις. Ὧν δὲ ἄνευ ἀδύνατόν ἐστιν εἰσελθεῖν εἰς τὴν βασιλείαν τῶν οὐρανῶν, ἐν μὲν τῷ κατὰ Ματθαῖον Εὐαγγελίῳ ἀποφαίνεται ὁ Κύριος, καί φησιν·· Ἐὰν μὴ περισσεύσῃ ὑμῶν ἡ δικαιοσύνη πλέον τῶν γραμματέων καὶ Φαρισαίων, οὐ μὴ εἰσέλθητε εἰς τὴν βασιλείαν τῶν οὐρανῶν·· καὶ πάλιν· « Ἐὰν μὴ στραφῆτε, καὶ γένησθε ὡς τὰ παιδία, οὐ μὴ εἰσέλθητε εἰς τὴν βασιλείαν τῶν οὐρανῶν·· καὶ πάλιν·· ὡς ἐὰν μὴ δέξηται τὴν βασιλείαν τοῦ Θεοῦ ὡς παιδίον, οὐ μὴ εἰσέλθῃ εἰς αὐτήν. » Ἐν δὲ τῷ κατὰ Ἰωάννην πρὸς Νικόδημον λέγει·· Ἐὰν μή τις γεννηθῇ ἄνωθεν, οὐ δύναται ἰδεῖν τὴν βασιλείαν τοῦ Θεοῦ·· καὶ πάλιν· Ἐὰν μή τις γεννηθῇ ἐξ ὕδατος καὶ πνεύματος, οὐ μὴ εἰσέλθῃ εἰς τὴν βασιλείαν τοῦ Θεοῦ.

### English translation (Claude)

Let us recall, then, what is said about the kingdom of heaven. Our Lord Jesus Christ, when he went up the mountain and began his teaching with the beatitudes, proclaimed as the first beatitude one that holds the promise of the kingdom of heaven. For he said, “Blessed are the poor in spirit, for theirs is the kingdom of heaven.” In the eighth beatitude he says, “Blessed are those who have been persecuted for righteousness’ sake, for theirs is the kingdom of heaven.” And again, prophesying through the parable of the shepherd the blessing at the time of recompense, he says, “Come, you who are blessed by my Father, inherit the kingdom prepared for you from the foundation of the world. For I was hungry and you gave me food,” and what follows. In the Gospel according to Luke, at another time and in another place, as the writings show, setting out beatitudes again, he says, “Blessed are the poor in spirit, for theirs is the kingdom of heaven”; and again, “Do not fear, little flock, for your heavenly Father has been pleased to give you the kingdom. Sell your possessions and give alms. Make for yourselves purses that do not grow old, a treasure in the heavens that does not fail.” These, then, and such as these are the things by which one is counted worthy of the kingdom of heaven. But the things without which it is impossible to enter the kingdom of heaven the Lord declares in the Gospel according to Matthew, saying, “Unless your righteousness exceeds that of the scribes and Pharisees, you will never enter the kingdom of heaven”; and again, “Unless you turn and become like children, you will never enter the kingdom of heaven”; and again, “Whoever does not receive the kingdom of God like a child will never enter it.” In the Gospel according to John he says to Nicodemus, “Unless one is born from above, he cannot see the kingdom of God”; and again, “Unless one is born of water and spirit, he will never enter the kingdom of God.”

### Scripture references

- Matt 5:3: quotation, high confidence
- Matt 5:10: quotation, high confidence
- Matt 25:34: quotation, high confidence
- Matt 25:35: quotation, high confidence
- Luke 6:20: quotation, high confidence
- Luke 12:32: quotation, high confidence
- Luke 12:33: quotation, high confidence
- Matt 5:20: quotation, high confidence
- Matt 18:3: quotation, high confidence
- Mark 10:15: quotation, high confidence
- Luke 18:17: quotation, medium confidence
- John 3:3: quotation, high confidence
- John 3:5: quotation, high confidence

### Translation notes

- Basil’s text of Luke 6:20 reads “poor in spirit”, as in Matt 5:3.
- The third saying cited under Matthew (“Whoever does not receive the kingdom of God like a child”) is in Mark 10:15 and Luke 18:17.
- The scan had moved the words “in the Gospel according to Luke, at another time and in another place” into the first sentence; they are restored to their place by logged corrections.

### Citation (SBL)

Basil, Bapt. 1.2.2 (PG 31:1527; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/basil-baptismo/1-2-2).

## On Baptism 1.2.3

- URL: https://sophiascriptura.com/fathers/basil-baptismo/1-1-0/#p-1-2-3
- Source: PG 31:1529
- Translation: Claude (claude-opus-5-5), 2026-11-12

Summary: Failing in one point excludes from the kingdom as surely as failing in many, so the baptized must keep every commandment.

### Greek text

Καθ' ὧν δὴ ἡ ἀπόφασις μία, δηλονότι ἴσος καὶ ὁ κίνδυνος τοῖς πᾶσιν, ἑνὸς ἐλλειφθέντος. Εἰ γὰρ λέγει ὁ Κύριος, « Ἰῶτα ἓν, ἢ μία κεραία οὐ μὴ παρέλθῃ ἀπὸ τοῦ νόμου, ἕως ἂν πάντα γένηται·, πόσῳ μᾶλλον ἀπὸ τοῦ Εὐαγγελίου, αὐτοῦ τοῦ Κυρίου λέγοντος· « Ὁ οὐρανὸς καὶ ἡ γῆ παρελεύσεται, οἱ δὲ λόγοι μου οὐ μὴ παρέλθωσιν; » Ὅθεν τεθαρσηκὼς Ἰάκωβος ὁ ἀπόστολος ἀπεφήνατο εἰπών· Ὃς ἂν ποιήσῃ ὅλον τὸν νόμον, πταίσῃ δὲ ἐν ἑνὶ, ἔσται πάντων ἔνοχος. » Ἔμαθε δὲ εἰπεῖν τοῦτο, ἐξ ὧν ὁ Κύριος μετὰ τοὺς μακαρισμοὺς καὶ τὰς ὑπὲρ ἄνθρωπον μαρτυρίας καὶ ἐπαγγελίας τῷ Πέτρῳ δοὺς ἠπείλησεν, ὅτι « Ἐὰν μὴ νίψω σε, οὐκ ἔχεις μέρος μετ' ἐμοῦ • Παῦλος δὲ ὁ ἀπόστολος, ἀνταναπληρῶν τὰ ὑστερήματα τῶν θλίψεων τοῦ Χριστοῦ ὑπὲρ τοῦ σώματος αὐτοῦ, ὅ ἐστιν ἡ Ἐκκλησία, ἐν Χριστῷ λαλῶν διαμαρτύρεται, δι' ἃ μάλιστα βασιλείας οὐρανῶν οὐ καταξιοῦταί τις, καὶ θανάτου κρίματι ὑποπίπτει· ποτὲ μὲν εἰπὼν ὁριστικῶς, ὅτι « Οἱ τὰ τοιαῦτα πράσσοντες ἄξιοι θανάτου εἰσίν. » Διὰ τί δὲ οὐκ εἶπεν, ὅτι Οἱ ταῦτα, ἀλλ᾽, Οἱ τὰ τοιαῦτα πράσσοντες βασιλείαν οὐρανῶν οὐ κληρονομήσουσιν;» καὶ πάλιν καθολικώτερον, ὅτι "Αδικοι βασιλείαν Θεοῦ οὐ κληρονομήσουσι·· καὶ ἀλλαχοῦ ὁμοίως. Αὐτὸς δὲ ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς ἐν τῷ κατὰ Λουκᾶν Εὐαγγελίῳ ἀπεφήνατο εἰπών· « Οὐδεὶς τὴν χεῖρα θεὶς ἐπ᾿ ἄροτρον, καὶ στραφεὶς εἰς τὰ ὀπίσω, εὔθετός ἐστιν εἰς τὴν βασιλείαν τοῦ Θεοῦ.· Ἐπιτηρητέον δὲ ἐνταῦθα ἀναγκαίως, ὅτι οὐ κατὰ ἁμαρτημάτων πολλῶν, ἀλλὰ καθ' ἑνὸς ἐστι τὸ οὕτω φοβερὸν καὶ ἀπαράβατον κρίμα, καὶ ταῦτα ἐκ τῶν συγκεχωρημένων, κἂν μόνην καὶ πρὸς ὀλίγον γοῦν ἀναβολὴν ἐμποιῇ τῇ κατὰ πολλοὺς λόγους ἀναγκαίως ὀφειλομένῃ ἀπροφασίστῳ ταχυτάτῃ τε καὶ ἀμετεωρίστῳ ὑπακοῇ τῷ Δεσπότη. Ἐκ τούτων οὖν πάντων καὶ τῶν τοιούτων παιδευόμεθα, ὅτι χρὴ, πάντα ὁλοκλήρως καὶ νομίμως πληρώσαντα, οἷς ἡ ἐπαγγελία τῆς βασιλείας τῶν οὐρανῶν ἐπαγγέλλεται, καὶ ὧν ἄνευ ἡ τῆς βασιλείας ἀπαγορεύεται χάρις, καὶ φυλαξάμενον ἀπὸ πάντων, δι' ἃ οὐδεὶς βασιλείαν οὐρανῶν κληρονομεί, οὕτω προσδοκᾷν καταξιοῦσθαι τῆς ἐπαγγελίας. Δεῖ γὰρ τὸν ἀγῶνα τῆς πρὸς Θεὸν εὐαρεστήσεως οὐ μόνον κακιας πάσης ἀπηλλάχθαι, ἀλλὰ καὶ ἀλώβητον εἶναι καὶ ἄμωμον ἐν παντὶ ῥήματι Θεοῦ, Παύλου τοῦ ἀποστόλου μετὰ τὴν θεωρίαν τῆς μεγάλης καὶ ἀνεκδιηγήτου εἰς ἡμᾶς ἀγάπης τοῦ Θεοῦ καὶ τοῦ Χριστοῦ αὐτοῦ ὑπὲρ τῆς ἡμετέρας δικαιοσύνης τε καὶ σωτηρίας ἐπαγαγόντος· « Μηδεμίαν ἐν μηδενὶ διδόντες προσκοπὴν, ἵνα μὴ μωμηθῇ ἡ διακονία ἡμῶν, ἀλλ ἐν παντὶ συνιστῶντες ἑαυτοὺς ὡς Θεοῦ διάκονοι.»

### English translation (Claude)

Against all of these the sentence is one, and plainly the danger is equal for all if one thing is lacking. For if the Lord says, “Not one iota or one stroke will pass from the law until all is accomplished,” how much more from the Gospel, since the Lord himself says, “Heaven and earth will pass away, but my words will not pass away”? Hence James the apostle took courage and declared, “Whoever keeps the whole law but stumbles in one point has become guilty of all.” He learned to say this from the threat the Lord made to Peter, after the beatitudes and the testimonies and promises, beyond anything human, that he had given him: “Unless I wash you, you have no part with me.” And Paul the apostle, who fills up what is lacking of the afflictions of Christ for the sake of his body, which is the church, speaking in Christ, solemnly testifies to the things for which, above all, one is not counted worthy of the kingdom of heaven and falls under the judgment of death. At one time he says decisively, “Those who practice such things are worthy of death.” (Why did he not say, “those who practice these things,” but, “those who practice such things will not inherit the kingdom of heaven”?) And again, more generally, “The unrighteous will not inherit the kingdom of God”; and likewise elsewhere. Our Lord Jesus Christ himself declared in the Gospel according to Luke, “No one who puts his hand to the plow and turns back is fit for the kingdom of God.” Here we must of necessity observe that so fearful and inviolable a judgment is passed, not on many sins, but on one, and that one among things permitted, if it causes even a single, brief delay in the obedience owed to the Master on many counts, an obedience that must be without excuse, most prompt, and undistracted. From all these things, then, and such as these, we are taught that one must fulfil, entirely and lawfully, all the things to which the promise of the kingdom of heaven is attached and without which the grace of the kingdom is refused, and must guard oneself against all the things for which no one inherits the kingdom of heaven, and so expect to be counted worthy of the promise. For one engaged in the contest of pleasing God must not only be rid of all wickedness, but also be unmaimed and blameless in every word of God. For Paul the apostle, after contemplating the great and indescribable love of God and of his Christ toward us, for our righteousness and salvation, adds: “Giving no offense in anything, so that our ministry may not be blamed, but in everything commending ourselves as servants of God.”

### Scripture references

- Matt 5:18: quotation, high confidence
- Matt 24:35: quotation, high confidence
- Jas 2:10: quotation, high confidence
- John 13:8: quotation, high confidence
- Matt 16:17: allusion, medium confidence
- Col 1:24: allusion, high confidence
- Rom 1:32: quotation, high confidence
- Gal 5:21: quotation, high confidence
- 1 Cor 6:9: quotation, high confidence
- Luke 9:62: quotation, high confidence
- 2 Cor 6:3: quotation, high confidence
- 2 Cor 6:4: quotation, high confidence

### Translation notes

- The bracketed question looks like a gloss or a disturbed sentence; it seems to contrast Rom 1:32 with Gal 5:21 (“those who practice such things will not inherit the kingdom of God”).
- “One engaged in the contest”: the printed text has only “the contest” (τὸν ἀγῶνα); translated by sense.
- The scan had carried the end of the quotation of 2 Cor 3:10 (“in this respect, because of the surpassing glory”) to the end of this section; it is moved back to 1.2.4 by logged corrections.

### Citation (SBL)

Basil, Bapt. 1.2.3 (PG 31:1529; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/basil-baptismo/1-2-3).

## On Baptism 1.2.4

- URL: https://sophiascriptura.com/fathers/basil-baptismo/1-1-0/#p-1-2-4
- Source: PG 31:1531
- Translation: Claude (claude-opus-5-5), 2026-11-12

Summary: All must be fulfilled for the kingdom; Basil turns to compare the baptisms of Moses, John, and Christ, whose baptism in the Spirit far surpasses John's in water.

### Greek text

Ὥσπερ γὰρ ὁ πτωχὸς τῷ πνεύματι, ἐὰν μὴ γεννηθῇ ἐξ ὕδατος καὶ πνεύματος, οὐ δύναται εἰσελθεῖν εἰς τὴν βασιλείαν τῶν οὐρανῶν διὰ τὴν ἀπόφασιν οὕτω πάλιν, « Ἐὰν μὴ περισσεύσῃ ἡ δικαιοσύνη πλέον τῶν γραμματέων καὶ Φαρισαίων, ἢ ἄλλο τι τῶν τοιούτων ἐλλειφθῇ, διὰ τὴν ὁμοίαν ἀπόφασιν οὐ καταξιοῦται τῆς βασιλείας. Γέγραπται γάρ· Ἵνα παραστήσῃ αὐτὸς ἑαυτῷ ἔνδοξον τὴν Ἐκκλησίαν, μὴ ἔχουσαν σπίλον, ἢ ῥυτίδα, ἡ τι τῶν τοιούτων, ἀλλ᾿ ἵνα ᾖ ἁγία καὶ ἄμωμος. » Καὶ πολλὰ τοιαῦτα, ἅπερ σπουδαιότερόν τις ἀναγνοὺς, σφοδρότερον βεβαιοῦται, ὅτι χρὴ πάντα πληρῶσαι, ἵνα βασιλείας οὐρανῶν καταξιωθῇ. Ὅτι δὲ ὁ τῇ δικαιοσύνῃ περισσεύων, ἢ γεννηθεὶς ἄνωθεν, πάντων ὁμοῦ τῶν κατορθωμάτων ἐφ᾽ ὧν τε οἱ μακαρισμοὶ κεῖνται, καὶ τῶν λοιπῶν τὴν τελείωσιν ἐπλήρωσε, καὶ ἐργάτης εἶναι τούτων καὶ τῶν τοιούτων ὡμολόγηται, ὁ λόγος ὁ περὶ τοῦ ἄνωθεν γεννηθῆναι μικρὸν ὕστερον ἀποδείξει Θεοῦ χάριτι. Ἐπειδὴ δὲ, ὡς προείρηται, τὸ ἐπίταγμα τῆς ὑμετέρας εὐλαβείας τὸν λόγον τοῦ κατὰ τὸ Εὐαγγέλιον θαυμασιωτάτου βαπτίσματος ἐπεζήτησε παρ' ἡμῶν, πρὸς τοῖς εἰρημένοις περὶ τῆς βασιλείας τῶν οὐρανῶν ἀκόλουθον εἶναι λογίζομαι καταμαθεῖν ἡμᾶς ἐν βραχεῖ καὶ τὴν διαφορὰν τοῦ κατὰ Μωϋσέα βαπτίσματος πρὸς τὸ τοῦ Ἰωάννου, καὶ τότε χάριτι Θεοῦ ἀξίους γενέσθαι κατανοῆσαι τὸ ἐν τῷ βαπτίσματι τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ ὑπερέχον θαῦμα ἐν ἀσυγκρίτῳ ὑπερβολῇ τῆς δόξης. Μεῖζον γὰρ τοῦ ἱεροῦ ὧδε ἀπεφήνατο εἶναι ὁ μονογενὴς Υἱὸς τοῦ Θεοῦ τοῦ ζῶντος, καὶ μεῖζον τοῦ Σολομῶντος ὧδε, καὶ μεῖζον τοῦ Ἰωνᾶ ὧδε. Καὶ ὁ Ἀπόστολος, προδιηγησάμενος τὴν τοῦ Μωϋσέως ἐν τῇ διακονίᾳ τοῦ νόμου τοῖς Ἰουδαίοις ἀπρόσιτον δόξαν, διαμαρτύρεται, ἐπαγαγών· « Καὶ γὰρ οὐ δεδόξασται τὸ δεδοξασμένον ἐν τούτῳ τῷ μέρει ἕνεκεν τῆς ὑπερβαλλούσης δόξης.» Καὶ Ἰωάννης ὁ Βαπτιστὴς, οὗ μείζων ἐν γεννητοῖς γυναικῶν οὐδεὶς, μαρτυρεῖ, λέγων ποτὲ μὲν, « Ἐκεῖνον δεῖ αὐξάνειν, ἐμὲ δὲ ἐλαττοῦσθαι·· ποτὲ δὲ, Ἐγὼ μὲν ὑμᾶς βαπτίζω ἐν ὕδατι εἰς μετάνοιαν, ἐκεῖνος δὲ ὑμᾶς βαπτίζει ἐν Πνεύματι ἁγίῳ καὶ πυρί» καὶ πολλὰ τοιαῦτα. Ὅσον δὲ διαφέρει τὸ Πνεῦμα τὸ ἅγιον τοῦ ὕδατος, τοσοῦτον ὑπερέχει δηλονότι καὶ ὁ βαπτίζων ἐν Πνεύματι ἁγίῳ τοῦ βαπτίζοντος ἐν ὕδατι, καὶ αὐτὸ τὸ βάπτισμα· ὥστε αὐτὸν τὸν Ἰωαννην, τὸν τοσοῦτον καὶ τοιοῦτον καὶ οὕτως μαρτυρηθέντα ὑπὸ τοῦ Κυρίου, ἀνεπαισχύντως προειπεῖν, ὅτι « Οὐκ εἰμὶ ἱκανὸς λῦσαι τὸν ἱμάντα τοῦ ὑποδήματος.

### English translation (Claude)

For just as the poor in spirit, unless he is born of water and spirit, cannot enter the kingdom of heaven because of the sentence, so again, if his righteousness does not exceed that of the scribes and Pharisees, or if any other such thing is lacking, he is not counted worthy of the kingdom because of the like sentence. For it is written, “that he might present the church to himself glorious, having no spot or wrinkle or any such thing, but that it might be holy and blameless.” And there are many such passages; whoever reads them with more care is the more firmly assured that one must fulfil everything in order to be counted worthy of the kingdom of heaven. That the one who abounds in righteousness, or who has been born from above, has brought to completion all the good deeds together on which the beatitudes rest, and the rest besides, and is acknowledged to be a doer of these and such things, the discussion of being born from above will show a little later, by the grace of God. But since, as was said before, the charge from your reverence asked of us an account of the most wonderful baptism according to the Gospel, I think it follows, after what has been said about the kingdom of heaven, that we should learn briefly also the difference between the baptism according to Moses and that of John, and then by the grace of God become worthy to understand the surpassing wonder in the baptism of our Lord Jesus Christ, in the incomparable excess of its glory. For the only-begotten Son of the living God declared that something greater than the temple is here, and something greater than Solomon is here, and something greater than Jonah is here. The Apostle, having first described the unapproachable glory of Moses in the ministry of the law to the Jews, solemnly testifies, adding, “For indeed what was glorified has not been glorified in this respect, because of the surpassing glory.” John the Baptist, than whom none is greater among those born of women, testifies, saying at one time, “He must increase, but I must decrease”; at another, “I baptize you in water for repentance, but he baptizes you in the Holy Spirit and fire”; and many such things. As much as the Holy Spirit differs from water, so much, plainly, does the one who baptizes in the Holy Spirit surpass the one who baptizes in water, and so too does the baptism itself; so that John himself, who received such great testimony, and of such a kind, from the Lord, said beforehand without shame, “I am not worthy to untie the strap of his sandal.”

### Scripture references

- John 3:5: allusion, high confidence
- Matt 5:3: allusion, high confidence
- Matt 5:20: quotation, high confidence
- Eph 5:27: quotation, high confidence
- Matt 12:6: allusion, high confidence
- Matt 12:42: allusion, high confidence
- Matt 12:41: allusion, high confidence
- 2 Cor 3:7: allusion, high confidence
- 2 Cor 3:10: quotation, high confidence
- Matt 11:11: allusion, high confidence
- John 3:30: quotation, high confidence
- Matt 3:11: quotation, high confidence
- Mark 1:7: quotation, high confidence
- Luke 3:16: quotation, medium confidence

### Citation (SBL)

Basil, Bapt. 1.2.4 (PG 31:1531; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/basil-baptismo/1-2-4).

## On Baptism 1.2.5

- URL: https://sophiascriptura.com/fathers/basil-baptismo/1-1-0/#p-1-2-5
- Source: PG 31:1533
- Translation: Claude (claude-opus-5-5), 2026-11-12

Summary: Moses' washing distinguished sins and required sacrifices, John's forgave every confessed sin at once, and the Lord's baptism surpasses both beyond comparison.

### Greek text

Ὡς ἐκ πάντων φανερὸν εἶναι τὴν ὑπερβολὴν τοῦ κατὰ τὸ Εὐαγγέλιον τοῦ Χριστοῦ βαπτίσματος: ἣν εἰ καὶ πρὸς ἀξίαν κατανοῆσαι ἀδύνατον, κατὰ δύναμιν γοῦν, καὶ ταύτην, ὡς ἂν ὁ Θεὸς ἱκανώσῃ, ἐξ αὐτῶν τῶν γεγραμμένων εἰπεῖν εὐσεβὲς καὶ ὠφέλιμον. Τὸ μὲν οὖν διὰ Μωϋσέως παραδοθὲν βάπτισμα πρῶτον μὲν ἐπεγίνωσκε διαφορὰν ἁμαρτημάτων· οὐ γὰρ πάντα τὰ ἁμαρτήματα εἶχε τὴν χάριν τῆς ἀφέσεως· ἔπειτα δὲ θυσίας ἐπεζήτει διαφόρους» ἠκριβολογεῖτο περὶ ἁγνισμοῦ, ἀφώριζεν ἕως καιροῦ τὸν ἐν ἀκαθαρσίᾳ καὶ μολυσμῷ, παρατήρησιν ἐποιεἴτο ἡμερῶν καὶ ὡρῶν· καὶ τότε τὸ βάπτισμα παρελαμβάνετο, ὥσπερ ἐπισφράγισμα τοῦ καθαρισμοῦ. Τὸ δὲ Ἰωάννου βάπτισμα πολυπλάσιον εἶχε τὸ πλέον. Οὐδεμίαν γὰρ ἐποιεῖτο διάκρισιν ἁμαρτημάτων, οὐ διαφορὰν ἐπεζήτει θυσιῶν, οὐκ ἀκρίβειαν ἐποιεῖτο ἁγνισμοῦ, οὐ παρατήρησιν εἶχεν ἡμερῶν ἢ ὡρῶν. Καὶ κατ᾿ οὐδὲν εἰς μηδὲν ἀναβολῆς γινομένης ἐπὶ τῇ χάριτι τοῦ Θεοῦ καὶ τοῦ Χριστοῦ αὐτοῦ ἅμα τε προσἤλθέ τις ἐξομολογούμενος τὰς ἁμαρτίας, ὅσας δήποτ' οὖν καὶ οἴας δήποτ' οὖν· καὶ ἐβαπτίζετο ἐν τῷ Ἰορδάνῃ ποταμῷ, καὶ εὐθὺς ἐλάμβανε τὴν ἄφεσιν τῶν ἁμαρτημάτων. Τὸ δὲ τοῦ Κυρίου βάπτισμα λόγον μὲν ἔχει κρείττονα παντὸς ἀνθρωπίνου, δόξαν δὲ ἀνωτέραν πάσης ἐπιθυμίας καὶ εὐχῆς ἀνθρωπίνης, ὑπερβολὴν δὲ χάριτος καὶ δυνάμεως πλείονα ἢ ὅσον ἥλιος ἀστέρων ὑπερέχει. Μᾶλλον δὲ τὰ μνημονευθέντα τῶν ἁγίων ῥητὰ σφοδρότερον παρίστησι τὴν ἀσύγκριτον ὑπεροχήν. Αλλ' οὐ διὰ τοῦτο σιωπῆσαι χρὴ, αὐτοῖς δὲ τοῖς ῥητοῖς τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ ὁδηγοῖς χρώμενοι, καὶ ὥσπερ δι᾽ ἐσόπτρου καὶ ἐν αἰνίγματι ὁδηγούμενοι εἰπεῖν ἀναγκαῖον, οὐχ ἵνα τῇ ἡμετέρᾳ ἑρμηνείᾳ ἐν ἀσθενείᾳ σώματος καὶ λόγῳ ἐξουθενημένῳ σμικρυνθῇ ἡ δόξα, ἀλλ᾽ ἵνα καὶ ἐν τούτῳ θαυμαστωθῇ τὸ μέγεθος τῆς μακροθυμίας καὶ φιλανθρωπίας τοῦ ἀγαθοῦ Θεοῦ, ὅτι ἀνέχεται ψελλιζόντων τὰ μεγαλεῖα τῆς ἐν Χριστῷ Ἰησοῦ ἀγάπης καὶ χάριτος αὐτοῦ

### English translation (Claude)

So from everything the surpassing greatness of the baptism according to the Gospel of Christ is plain. Even if it is impossible to understand it worthily, it is still godly and profitable to speak of it as far as we can, as God enables us, from the Scriptures themselves. The baptism handed down through Moses, then, first recognized a difference between sins, for not all sins had the grace of forgiveness; then it required various sacrifices, was exacting about purification, set apart for a time the one in uncleanness and defilement, and kept watch of days and hours; and only then was baptism received, as a seal upon the cleansing. John’s baptism had an advantage many times greater. It made no distinction between sins, required no variety of sacrifices, was not exacting about purification, and kept no watch of days or hours. There was no delay at all in anything concerning the grace of God and of his Christ: as soon as anyone came confessing his sins, however many and of whatever kind, he was baptized in the river Jordan and at once received the forgiveness of sins. But the Lord’s baptism has a meaning beyond everything human, a glory higher than every human desire and prayer, and an excess of grace and power greater than the sun’s excess over the stars. Rather, the sayings of the saints already recalled set forth its incomparable superiority more forcefully. Yet that is no reason to keep silent. We must speak, using the very sayings of our Lord Jesus Christ as our guides, and being led as through a mirror and in a riddle; not so that the glory may be diminished by our interpretation, given in weakness of body and contemptible speech, but so that in this too the greatness of the patience and love for humankind of the good God may be wondered at, because he bears with those who stammer out the great things of his love and grace in Christ Jesus.

### Scripture references

- Mark 1:4: allusion, high confidence
- Mark 1:5: allusion, high confidence
- 1 Cor 13:12: allusion, high confidence
- 2 Cor 10:10: allusion, high confidence

### Citation (SBL)

Basil, Bapt. 1.2.5 (PG 31:1533; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/basil-baptismo/1-2-5).

## On Baptism 1.2.6

- URL: https://sophiascriptura.com/fathers/basil-baptismo/1-2-6/#p-1-2-6
- Source: PG 31:1533
- Translation: Claude (claude-opus-5-5), 2026-11-12

Summary: Basil sets out Christ's sayings on new birth and the command to baptize all nations, and explains that each word of Scripture must be weighed carefully.

### Greek text

Εἰπὼν τοίνυν ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστός· Ἐὰν μή τις γεννηθῇ ἄνωθεν, οὐ δύναται ἰδεῖν τὴν βασιλείαν τοῦ Θεοῦ·· καὶ πάλιν·· Ἐὰν μή τις γεννηθῇ ἐξ ὕδατος καὶ πνεύματος, οὐ δύναται εἰσελθεῖν εἰς τὴν βασιλείαν τοῦ Θεοῦ·· μετὰ δὲ τὴν ἐκ νεκρῶν ἀνάστασιν (πληρουμένης εἰς αὐτὸν τῆς διὰ τοῦ Δαβὶδ ἐκ προσώπου τοῦ Θεοῦ καὶ Πατρὸς προφητείας, εἰπόντος· « Υἱός μου εἶ σὺ, ἐγὼ σήμερον γεγέννηκά σε· αἴτησαι παρ' ἐμοῦ, καὶ δώσω σοι ἔθνη τὴν κληρονομίαν σου, καὶ την κατάσχεσίν σου τὰ πέρατα τῆς γῆς, ὅπερ καὶ γέγονε, καὶ ἔστιν ἐν ὀφθαλμοῖς πάντων,) λοιπὸν τοῖς ἑαυτοῦ μαθηταῖς, ὥσπερ ἀντιδιαστελλόμενος τῇ πρώτῃ ἐντολῇ κωλυούσῃ εἰς ὁδὸν ἐθνῶν ἀπελθεῖν, ἐντέλλεται, εἰπών Πορευθέντες, μαθητεύσατε πάντα τὰ ἔθνη, βαπτίζοντες αὐτοὺς εἰς τὸ ὄνομα τοῦ Πατρὸς, καὶ τοῦ Υἱοῦ, καὶ τοῦ ἁγίου Πνεύματος. » ᾿Αναγκαῖον δὲ εἶναι λογίζομαι ἑκάστου ῥητοῦ τὴν δύναμιν διὰ τῆς πίστεως συνιέναι τε καὶ κατανοῆσαι, καὶ εἰπεῖν καθόσον ἂν κατ᾿ εὐχὰς κοινὰς δοθῆναι ἡμῖν λόγον ἐν ἀνοίξει τοῦ στόματος ἡμῶν. Γέγραπται γὰρ, ὅτι Ἐὰν μὴ πιστεύσητε, οὐδ᾽ οὐ μὴ συνῆτε·, και πάλιν· « Ἐπίστευσα, δι᾽ ὅ ἐλάλησα.· Ἐπειδὴ δὲ τῶν τε ὀνομάτων καὶ τῶν ῥημάτων, καὶ τῶν πραγμάτων ἐν τῇ συνηθείᾳ οὐχ ἁπλῶς, καὶ ὡς ἔτυχε, κατὰ τὸ συμβὰν τὴν χρῆσιν παραλαμβάνεσθαι δοκῶ ἐν τῇ θεοπνεύστῳ Γραφῇ παρά τε Θεοῦ καὶ τοῦ Χριστοῦ αὐτοῦ, καὶ τῶν ἁγίων προφητῶν τε καὶ εὐαγγελιστῶν, καὶ ἀποστόλων, ἀλλὰ δεδοκιμασμένως ἐν ἁγίῳ Πνεύματι, πρὸς τὸν σκοπὸν τῆς εὐσεβοῦς φρονήσεως, καὶ τοῦτο οὐκ ἐξ ὁλοκλήρου, ἐν μέρει δὲ καὶ καθόσον ἂν ἕκαστον συμβάλληται τῷ προκειμένῳ ὑγιεῖ λόγῳ, φρονεῖν τε εὐσεβῶς καὶ ὁδηγεῖν τὸν νοῦν εἰς κατανόησιν τῶν τε κριμάτων καὶ δογμάτων τῆς εὐσεβείας· ἀναγκαῖον καὶ ἡμᾶς ἐξητασμένως καὶ ἐπιτετηρημένως προσέχειν ἑκάστῳ ῥητῷ, καὶ κατὰ σκοπὸν τῆς ἄνω κλήσεως ἐκλέγεσθαι τὴν διάνοιαν. Καὶ τοῦτο ποιοῦμεν, ἐὰν κατ᾿ εὐχὰς κοινὰς ἐνδυναμώσῃ ἡμᾶς Ἰησοῦς Χριστὸς ὁ μονογενής Υἱὸς τοῦ Θεοῦ τοῦ ζῶντος, ἵνα γένηται καὶ ἐν ἡμῖν, καθὼς εἶπεν ὁ Ἀπόστολος· «Πάντα ἰσχύω ἐν τω ἐνδυναμοῦντί με Χριστῷ.

### English translation (Claude)

Our Lord Jesus Christ, then, said, “Unless one is born from above, he cannot see the kingdom of God,” and again, “Unless one is born of water and spirit, he cannot enter the kingdom of God.” After the resurrection from the dead, when the prophecy spoken through David in the person of God the Father was being fulfilled in him (“You are my Son; today I have begotten you. Ask of me, and I will give you the nations as your inheritance, and the ends of the earth as your possession,” which has indeed come to pass and is before the eyes of all), he then gives his disciples a command, as if setting it against the first command, which forbade them to go into the way of the Gentiles, saying, “Go, make disciples of all the nations, baptizing them into the name of the Father and of the Son and of the Holy Spirit.” I reckon it necessary to grasp and understand through faith the force of each saying, and to speak, so far as speech may be given us at our common prayers in the opening of our mouth. For it is written, “If you do not believe, neither will you understand”; and again, “I believed, therefore I spoke.” In the divinely inspired Scripture, I think, the names, words, and things of ordinary usage are not taken up by God and his Christ, and by the holy prophets, evangelists, and apostles, simply and at random, as it happened, but with discernment in the Holy Spirit, toward the goal of godly understanding; and this not wholly, but in part, so far as each contributes to the sound teaching at hand, to thinking godly thoughts, and to guiding the mind to an understanding of the judgments and doctrines of godliness. So we too must attend to each saying with examination and care, and choose its sense according to the goal of the upward calling. And we do this if, at our common prayers, Jesus Christ, the only-begotten Son of the living God, strengthens us, so that it may come about in us as the Apostle said, “I can do all things in Christ who strengthens me.”

### Scripture references

- John 3:3: quotation, high confidence
- John 3:5: quotation, high confidence
- Ps 2:7: quotation, high confidence
- Ps 2:8: quotation, high confidence
- Matt 10:5: allusion, high confidence
- Matt 28:19: quotation, high confidence
- Eph 6:19: allusion, high confidence
- Isa 7:9: quotation, high confidence
- Ps 116:10 (115:1 LXX): quotation, high confidence
- 2 Cor 4:13: quotation, medium confidence
- Phil 3:14: allusion, medium confidence
- Phil 4:13: quotation, high confidence

### Translation notes

- “If you do not believe, neither will you understand” is Isa 7:9 in the Greek Old Testament.

### Citation (SBL)

Basil, Bapt. 1.2.6 (PG 31:1533; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/basil-baptismo/1-2-6).

## On Baptism 1.2.7

- URL: https://sophiascriptura.com/fathers/basil-baptismo/1-2-6/#p-1-2-7
- Source: PG 31:1535
- Translation: Claude (claude-opus-5-5), 2026-11-12

Summary: Birth “from above” repairs the birth in sin, restoring the image of God as a broken statue is remade or wax takes the shape of a seal.

### Greek text

Τὸ μὲν οὖν ε ἄνωθεν » εἰπεῖν δηλοῦν δοκῶ την ἐπανόρθωσιν τῆς προλαβούσης ἐν ῥυπαρίᾳ τῶν ἁμαρτημάτων γενέσεως τοῦ μὲν Ἰὼβ εἰπόντος, ὅτι « Οὐδεὶς καθαρὸς ἀπὸ ῥύπου, οὐδ᾽ ἂν μία ἡμέρα ὁ βίος αὐτοῦ·· καὶ τοῦ Δαβὶδ ὀδυρομένου, καὶ λέγοντος, ὅτι « Ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου·» τοῦ δὲ ᾿Αποστόλου διαμαρτυρομένου, ὅτι « Πάντες γὰρ ἦμαρτον. καὶ ὑστεροῦνται τῆς δόξης Θεοῦ· δικαιούμενοι δωρεὰν τῇ αὐτοῦ χάριτι διὰ τῆς ἀπολυτρώσεως τῆς ἐν Χριστῷ Ἰησοῦ, ὃν προέθετο ὁ Θεὸς ἱλαστήριον διὰ πίστεως ἐν τῷ αἵματι αὐτοῦ. • Διὸ καὶ ἡ ἄφεσις τῶν ἁμαρτημάτων δίδοται τοῖς πιστεύουσιν, αὐτοῦ τοῦ Κυρίου εἰπόντος· « Τοῦτό ἐστι τὸ αἷμά μου, τὸ τῆς Καινῆς Διαθήκης, τὸ περὶ πολλῶν ἐκχυνόμενον εἰς ἄφεσιν ἁμαρτιῶν·· καθὼς μαρτυρεῖ πάλιν ὁ Ἀπόστολος, λέγων· « Κατὰ τὴν εὐδοκίαν τοῦ θελήματος αὐτοῦ, εἰς ἔπαινον δόξης τῆς χάριτος αὐτοῦ, ἐν ᾗ ἐχαρίτωσεν ἡμᾶς ἐν τῷ ἡγαπημένῳ, ἐν ᾧ ἔχομεν τὴν ἀπολύτρωσιν διὰ τοῦ αἵματος αὐτοῦ, τὴν ἄφεσιν τῶν παραπτωμάτων κατὰ τὸν πλοῦτον τῆς χάριτος αὐτοῦ, ἧς ἐπερίσσευσεν εἰς ἡμᾶς·» ἵνα, ὥσπερ ἀνδριὰς συντριβεὶς συνθλασθείς τε, καὶ ἀφανίσας τὴν ἔνδοξον μορφὴν τοῦ βασιλέως, ἄνωθεν μορφοῦται ὑπὸ τοῦ σοφοῦ τεχνίτου καὶ ἀγαθοῦ δημιουργοῦ ἀντιποιουμένου τῆς δόξης τοῦ ἰδίου πλάσματος, καὶ εἰς τὴν ἀρχαίαν δόξαν ἀποκαθίσταται· οὕτω καὶ ἡμεῖς παθόντες διὰ τὴν παρακοὴν τῆς ἐντολῆς, κατὰ τὸ γεγραμμένον, « ῎Ανθρωπος, ἐν τιμῇ ὢν, οὐ συνῆκε, παρασυνεβλήθη τοῖς κτήνεσι τοῖς ἀνοήτοις, καὶ ὡμοιώθη αὐτοῖς,· ἀνακληθῶμεν εἰς τὴν πρώτην δόξαν τῆς εἰκόνος τοῦ Θεοῦ. Κατ' εἰκόνα γὰρ, φησὶ, καὶ ὁμοίωσιν τοῦ Θεοῦ ἐποίησεν ὁ Θεὸς τὸν ἄνθρωπον. Πῶς δὲ τοῦτο γεγένηται, Παῦλος ὁ ἀπόστολος ἐδίδαξεν, εἰπών· «Χάρις τῷ Θεῷ, ὅτι ἦτε δοῦλοι τῆς ἁμαρτίας, ὑπηκούσατε δὲ ἐκ καρδίας εἰς ὧν παρεδόθητε τύπον διδαχῆς·· ἵνα, ὥσπερ ὁ κηρὸς, παραδιδόμενος τῷ τύπῳ τῆς γλυφῆς, μορφοῦται πρὸς ἀκρίβειαν τὴν ἐγκειμένην τῇ γλυφῇ μορφήν, οὕτω καὶ ἡμεῖς, παραδόντες ἑαυτοὺς τῷ τύπῳ τῆς κατὰ τὸ Εὐαγγέλιον διδασκαλίας, μορφωθῶμεν τὸν ἔσω ἄνθρωπον, πληροῦντες τὸ ὑπὸ τοῦ αὐτοῦ εἰρημένον προστακτικῶς. Φησὶ γὰρ· • Απεκδυσάμενοι τὸν παλαιὸν ἄνθρωπον σὺν ταῖς πράξεσιν αὐτοῦ, καὶ ἐνδυσάμενοι τὸν νέον, τὸν ἀνακαινούμενον εἰς ἐπίγνωσιν κατ' εἰκόνα τοῦ κτίσαντος αὐτόν·· καὶ πολλὰ τοιαῦτα.

### English translation (Claude)

The words “from above,” then, show, I think, the correction of the earlier birth in the filth of sins. For Job said, “No one is clean from filth, not even if his life is one day long”; and David laments, saying, “In iniquities I was conceived, and in sins my mother conceived me”; and the Apostle solemnly testifies, “For all have sinned and fall short of the glory of God, being justified freely by his grace through the redemption that is in Christ Jesus, whom God put forward as a propitiation through faith in his blood.” Therefore the forgiveness of sins is given to those who believe, since the Lord himself said, “This is my blood of the new covenant, which is poured out for many for the forgiveness of sins”; as the Apostle again testifies, saying, “according to the good pleasure of his will, to the praise of the glory of his grace, with which he favored us in the Beloved, in whom we have redemption through his blood, the forgiveness of trespasses, according to the riches of his grace, which he lavished upon us.” This is so that, just as a statue that has been broken and shattered and has lost the glorious form of the king is formed anew by the wise craftsman and good maker, who claims back the glory of his own handiwork, and is restored to its ancient glory, so we too, who suffered through disobedience to the commandment, as it is written, “Man, being in honor, did not understand; he was compared to the senseless beasts and became like them,” may be called back to the first glory of the image of God. For “God made man,” it says, “according to the image and likeness of God.” How this comes about Paul the apostle taught, saying, “Thanks be to God that you, who were slaves of sin, have obeyed from the heart the pattern of teaching to which you were handed over”; so that, as wax handed over to the pattern of an engraving is formed exactly to the form cut in the engraving, so we too, having handed ourselves over to the pattern of the teaching according to the Gospel, may be formed in the inner man, fulfilling what he said by way of command: “Having put off the old man with his deeds, and having put on the new, which is being renewed in knowledge according to the image of the one who created him”; and many such things.

### Scripture references

- Job 14:4: quotation, high confidence
- Job 14:5: quotation, high confidence
- Ps 51:5 (50:7 LXX): quotation, high confidence
- Rom 3:23: quotation, high confidence
- Rom 3:24: quotation, high confidence
- Rom 3:25: quotation, high confidence
- Matt 26:28: quotation, high confidence
- Eph 1:5: quotation, high confidence
- Eph 1:6: quotation, high confidence
- Eph 1:7: quotation, high confidence
- Eph 1:8: quotation, high confidence
- Ps 49:12 (48:13 LXX): quotation, high confidence
- Gen 1:26: quotation, high confidence
- Gen 1:27: allusion, medium confidence
- Rom 6:17: quotation, high confidence
- Col 3:9: quotation, high confidence
- Col 3:10: quotation, high confidence

### Translation notes

- ἄνωθεν means both “from above” and “anew”; Basil takes it here as renewal, and uses the same word for the statue “formed anew”.
- Job 14:4–5 is cited from the Greek Old Testament.
- Several lines were displaced in the scan (parts of Rom 3:24 and Eph 1:5–7); they are restored by logged corrections. In Rom 6:17 the scan’s “succession” (διαδοχῆς) is corrected to “teaching” (διδαχῆς), as Basil’s explanation requires.

### Citation (SBL)

Basil, Bapt. 1.2.7 (PG 31:1535; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/basil-baptismo/1-2-7).

## On Baptism 1.2.8

- URL: https://sophiascriptura.com/fathers/basil-baptismo/1-2-6/#p-1-2-8
- Source: PG 31:1537
- Translation: Claude (claude-opus-5-5), 2026-11-12

Summary: Paul's teaching that baptism is burial with Christ into death explains birth of water, and this new birth depends on God's prior grace.

### Greek text

Τοῦ μὲν οὖν ἐξ ὕδατος γεννηθῆναι τὸν λόγον Παῦλος, ὁ ἐν Χριστῷ λαλῶν, δογματικῶς παραδίδωσι λέγων • « Ἢ ἀγνοεῖτε, ἀδελφοὶ, ὅτι ὅσοι έβαπτίσθημεν εἰς Χριστὸν Ἰησοῦν, εἰς τὸν θάνατον αὐτοῦ ἐβαπτίσθημεν; Συνετάφημεν οὖν αὐτῷ διὰ τοῦ βαπτίσματος εἰς τὸν θάνατον, ἵνα, ὥσπερ ἠγέρθη Χριστὸς ἐκ νεκρῶν διὰ τῆς δόξης τοῦ Πατρός, οὕτω καὶ ἡμεῖς ἐν καινότητι ζωῆς περιπατήσωμεν. Εἰ γὰρ σύμφυτοι γεγόναμεν τῷ ὁμοιώματι τοῦ θανάτου αὐτοῦ, ἀλλὰ καὶ τῆς ἀναστάσεως ἐσόμεθα· τοῦτο γινώσκοντες, ὅτι ὁ παλαιὸς ἡμῶν ἄνθρωπος συνεσταυρώθη, ἵνα καταργηθῇ τὸ σῶμα τῆς ἁμαρτίας, τοῦ μηκέτι δουλεύειν ἡμᾶς τῇ ἁμαρτίᾳ. Ὁ γαρ ἀποθανὼν δεδικαίωται ἀπὸ τῆς ἁμαρτίας. Εἰ δὲ ἀπεθάνομεν σὺν Χριστῷ, πιστεύομεν, ὅτι καὶ συζήσομεν αὐτῷ· εἰδότες, ὅτι Χριστὸς, ἐγερθεὶς ἐκ νεκρῶν, οὐκέτι ἀποθνήσκει· θάνατος αὐτοῦ οὐκέτι κυριεύει. Ο γὰρ ἀπέθανε, τῇ ἁμαρτίᾳ ἀπέθανεν ἐφάπαξ· ὁ δὲ ζῇ, ζῇ τῷ Θεῷ. Οὕτω καὶ ὑμεῖς λογίζεσθε, ἑαυτοὺς νεκροὺς μὲν εἶναι τῇ ἁμαρτίᾳ, ζῶντας δὲ τῷ Θεῷ ἐν Χριστῷ Ἰησοῦ.» Ἐξ ὧν ἀπάντων καὶ ὁ λόγος τῆς ἄνωθεν γεννήσεως καθ' όμοιότητα θεωρεῖται. ᾿Αδύνατον δὲ ἦν ἄνωθεν γεννηθῆναι, μὴ προλαβούσης χάριτος τοῦ Θεοῦ· ὡς ἔκ τε τῶν προτεταγμένων καὶ τῶν ἐπιφερομένων περὶ τοῦ βαπτίσματος κεφαλαίων ὁ αὐτὸς Ἀπόστολος δηλοῖ. ᾿Αρξάμενος γὰρ ἀπὸ τοῦ, « Συνίστησι δὲ τὴν ἑαυτοῦ ἀγάπην ὁ Θεὸς εἰς ἡμᾶς, ὅτι, ἔτι ἁμαρτωλῶν ἡμῶν ὄντων Χριστὸς ὑπὲρ ἡμῶν ἀπέθανε· πολλῷ οὖν μᾶλλον δικαιωθέντες νῦν ἐν τῷ αἴματι αὐτοῦ, σωθησόμεθα δι' αὐτοῦ ἀπὸ τῆς ὀργῆς. Εἰ γὰρ ἐχθροὶ ὄντες κατηλλάγημεν τῷ Θεῷ διὰ τοῦ θανάτου τοῦ Υἱοῦ αὐτοῦ· πολλῷ οὖν μᾶλλον καταλλαγέντες σωθησόμεθα ἐν τῇ ζωῇ αὐτοῦ.»

### English translation (Claude)

The teaching about being born of water Paul, who speaks in Christ, hands down as doctrine, saying, “Or do you not know, brothers, that all of us who were baptized into Christ Jesus were baptized into his death? We were buried therefore with him through baptism into death, so that, just as Christ was raised from the dead through the glory of the Father, we too might walk in newness of life. For if we have been united with him in the likeness of his death, we shall be in that of his resurrection also, knowing this, that our old man was crucified with him, so that the body of sin might be done away with, that we should no longer be slaves to sin. For one who has died has been justified from sin. Now if we died with Christ, we believe that we shall also live with him, knowing that Christ, being raised from the dead, no longer dies; death no longer has dominion over him. For the death he died, he died to sin once for all; but the life he lives, he lives to God. So you also, consider yourselves dead to sin, but alive to God in Christ Jesus.” From all these the teaching about birth from above is also seen by likeness. But it was impossible to be born from above without the grace of God going before, as the same Apostle shows from what he sets before the chief points about baptism and from what he adds after them. For he begins from: “But God shows his own love for us in that, while we were still sinners, Christ died for us. Much more, then, having now been justified by his blood, we shall be saved through him from the wrath. For if, while we were enemies, we were reconciled to God through the death of his Son, much more, now that we are reconciled, shall we be saved by his life.”

### Scripture references

- Rom 6:3: quotation, high confidence
- Rom 6:4: quotation, high confidence
- Rom 6:5: quotation, high confidence
- Rom 6:6: quotation, high confidence
- Rom 6:7: quotation, high confidence
- Rom 6:8: quotation, high confidence
- Rom 6:9: quotation, high confidence
- Rom 6:10: quotation, high confidence
- Rom 6:11: quotation, high confidence
- Rom 5:8: quotation, high confidence
- Rom 5:9: quotation, high confidence
- Rom 5:10: quotation, high confidence

### Translation notes

- Part of Rom 5:8–9 was displaced in the scan; it is restored by logged corrections.

### Citation (SBL)

Basil, Bapt. 1.2.8 (PG 31:1537; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/basil-baptismo/1-2-8).

## On Baptism 1.2.9

- URL: https://sophiascriptura.com/fathers/basil-baptismo/1-2-6/#p-1-2-9
- Source: PG 31:1539
- Translation: Claude (claude-opus-5-5), 2026-11-12

Summary: Grace comes first in baptism, but the baptized must contribute works of faith and love, since much is required of those given much.

### Greek text

Καὶ πολλὰ τοιαῦτα, σαφῶς καὶ μεγαλοπρεπῶς παριστῶντα τὴν μεγάλην καὶ ἀνεκδιήγητον φιλανθρωπίαν τοῦ Θεοῦ, ἐν τῇ δωρεᾷ τῆς ἀφέσεως τῶν ἁμαρτημάτων, καὶ τῆς ἐξουσίας καὶ δυνάμεως τῶν εἰς δόξαν τοῦ Θεοῦ καὶ τοῦ Χριστοῦ αὐτοῦ κατορθουμένων ἐπ' ἐλπίδι ζωῆς αἰωνίου διὰ Ἰησοῦ Χριστοῦ τοῦ Κυρίου ἡμῶν. Δι' οὗ, « "Ωσπερ δι' ἑνὸς, φησὶ, παραπτώματος εἰς πάντας ἀνθρώπους εἰς κατάκριμα, οὕτω καὶ δι᾽ ἑνὸς δικαιώματος εἰς πάντας ἀνθρώπους εἰς δικαίωσιν ζωῆς. » Καὶ τὰ ἐφεξῆς δογματικῶς ἐκθέμενος, τότε λέγει· « Ἢ ἀγνοεῖτε, ἀδελφοὶ, ὅτι ὅσοι ἐβαπτίσθημεν εἰς Χριστὸν Ἰησοῦν, εἰς τὸν θάνατον αὐτοῦ ἐβαπτίσθημεν Διὰ τί; Ἵνα, τῆς χάριτος προλαβούσης, τὰ παρ' ἡμῶν ὀφειλόμενα κατὰ πίστιν δι' ἀγάπης ἐνεργούμενα συνεισενεγκώμεθα, καὶ οὕτω τελειωθῇ εἰς ἡμᾶς ἡ εὐδοκία τοῦ Θεοῦ τῆς ἐν Χριστῷ ἀγάπης. Ἀγῶνος οὖν χρεία μεγάλου, καὶ τούτου νομίμου, ἵνα τὴν τοιαύτην καὶ τοσαύτην χάριν τῆς ἐν Χριστῷ ἀγάπης τοῦ Θεοῦ μὴ εἰς κενὸν δεξώμεθα, τοῦ αὐτοῦ Αποστόλου λέγοντος· « Τὸν γὰρ μὴ γνόντα ἁμαρτίαν ὑπὲρ ἡμῶν ἁμαρτίαν ἐποίησεν, ἵνα ἡμεῖς γενώμεθα δικαιοσύνη Θεοῦ ἐν αὐτῷ. Συνεργοῦντες δὲ καὶ παρακαλοῦμεν, μὴ εἰς κενὸν τὴν χάριν τοῦ Θεοῦ δέξασθαι ὑμᾶς. » "Ὅτι δὲ « Ω παρέθεντο πολύ, περισσότερον ἀπαιτήσουσιν αὐτὸν, » ἐστηριγμένως ἀπεφήνατο ὁ Κύριος. Ὅπερ γίνεται καὶ ἀνεγκλήτως, ἐὰν τὰ τε ἐπενεχθέντα τοῖς προειρημένοις καὶ τὰ εἰς τὴν αὐτὴν ὑπόθεσιν τοῦ βαπτίσματος συνημμένως εἰρημένα, ταῦτα ἀκριβῶς φυλαχθῇ, καὶ τὰ τούτοις συναφθέντα ἐν δυνάμει τῆς αὐτῆς χάριτος τοῦ Θεοῦ διὰ Ἰησοῦ Χριστοῦ τοῦ Κυρίου ἡμῶν ἐν Πνεύματι ἁγίῳ πιστῶς δεξώμεθα, ἵνα πιστεύσαντες συνῶμεν χάριτι τοῦ Θεοῦ·' καὶ ἅπερ συνεῖναι κατηξιώθημαρτυρεῖ ὁ προφήτης· αὐτοῦ τοῦ μονογενοῦς Υἱοῦ τοῦ Θεοῦ τοῦ ζῶντος φοβερὸν καὶ ἀπαράβατον κρῖμα ἐκθεμένου ἐν τῷ εἰπεῖν· « Ὁ γνοὺς τὸ θέλημα τοῦ Κυρίου αὐτοῦ, καὶ μὴ ποιήσας, δαρήσεται πολλάς·· ἀλλ᾽ οὐδὲ τὸν ἐν ἀγνοίᾳ πλημμελήσαντα ἀτιμώρητον ἀφέντος.

### English translation (Claude)

And many such passages clearly and magnificently set forth the great and indescribable love of God for humankind, in the gift of the forgiveness of sins and of authority and power for the deeds achieved to the glory of God and of his Christ, in hope of eternal life through Jesus Christ our Lord. Through him, he says, “As through one trespass condemnation came to all people, so also through one act of righteousness justification of life came to all people.” Having set out what follows as doctrine, he then says, “Or do you not know, brothers, that all of us who were baptized into Christ Jesus were baptized into his death?” Why? So that, with grace going before, we may contribute what we owe, our works done in faith working through love, and in this way the good pleasure of God’s love in Christ may be brought to completion in us. There is need, then, of a great contest, and a lawful one, so that we may not receive in vain such and so great a grace of the love of God in Christ, as the same Apostle says: “For him who knew no sin he made sin for us, so that we might become the righteousness of God in him. Working together with him, we also urge you not to receive the grace of God in vain.” And the Lord declared firmly that “from the one to whom they entrusted much, they will demand the more.” This is done blamelessly if the things added to what was said before, and those said in connection with them on the same subject of baptism, are exactly kept, and if we faithfully receive what is joined to them, in the power of the same grace of God through Jesus Christ our Lord in the Holy Spirit, so that by believing we may understand, by the grace of God; and what we have been counted worthy to understand … the prophet testifies. For the only-begotten Son of the living God himself set out a fearful and inviolable judgment, saying, “The one who knew his master’s will and did not do it will receive many blows”; yet he did not leave unpunished even the one who did wrong in ignorance.

### Scripture references

- Rom 5:18: quotation, high confidence
- Rom 6:3: quotation, high confidence
- Gal 5:6: allusion, high confidence
- 2 Tim 2:5: allusion, medium confidence
- 2 Cor 5:21: quotation, high confidence
- 2 Cor 6:1: quotation, high confidence
- Luke 12:48: quotation, high confidence
- Luke 12:47: quotation, high confidence
- Ps 111:10 (110:10 LXX): allusion, low confidence

### Translation notes

- Words are lost in the scan after “what we have been counted worthy to understand” (the printed word runs into “testifies”). The lost words probably urged doing what is understood, and the prophet’s testimony is probably Ps 111:10 (“a good understanding to all who do it”).

### Citation (SBL)

Basil, Bapt. 1.2.9 (PG 31:1539; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/basil-baptismo/1-2-9).

## On Baptism 1.2.10

- URL: https://sophiascriptura.com/fathers/basil-baptismo/1-2-6/#p-1-2-10
- Source: PG 31:1541
- Translation: Claude (claude-opus-5-5), 2026-11-12

Summary: Baptism in fire, the word of teaching, works like fire on iron: it exposes flaws, softens, purifies, and makes the baptized shine and give light to others.

### Greek text

Καὶ ἵνα, ὡς προείρηται, διὰ τῶν γνωριμωτέρων ῥητῶν τε καὶ πραγμάτων ὁδηγηθῶμεν εἰς κατανόησιν τοῦ σωτηρίου καὶ ἐν τῷ βαπτίσματι δόγματος· ἐν πληροφορίᾳ τῆς ἀληθείας ἐσπουδασμένως προσέχωμεν τοῖς σημαινομένοις, καὶ πρὸς τὸν σκοπὸν τῆς εὐσεβείας πᾶν νόημα λαμβάνωμεν. Ἐβαπτίσθημεν, φησὶν, ἵν᾽ ἐκ τούτου ἐκεῖνο παιδευθῶμεν, ὅτι, ὥσπερ τὸ ἔριον, βαπτισθὲν ἐν βάμματι, μεταποιεῖται κατὰ τὸ χρῶμα· μᾶλλον δὲ, ἵνα τῷ Βαπτιστῇ Ἰωάννῃ προφητεύσαντι περὶ τοῦ Κυρίου, ὅτι « Αὐτὸς ὑμᾶς βαπτίσει ἐν Πνεύματι ἁγίῳ καὶ πυρὶ, › ὁδηγῷ χρησάμενοι, φωτισθῶμεν τὸ φῶς τῆς γνώσεως πρὸς κατανόησιν τοῦ μεγάλου φωτὸς, τοῦτο εἶπωμεν· ὅτι, ὥσπερ ὁ σίδηρος, βαπτιζόμενος ἐν τῷ πυρὶ ἀναζωπυρουμένῳ ὑπὸ πνεύματος, εὐγνωστότερος μὲν γίνεται, εἴ τινα ἔχει ἐν ἑαυτῷ κακίαν, ἑτοιμότερος δὲ πρὸς τὸ καθαρισθῆναι· ἀλλοιοῦται δὲ οὐ μόνον τὸ χρῶμα, ἀλλὰ καὶ τὸ σκληρὸν καὶ δύσεικτον μεταβαλὼν πρὸς τὸ ἁπαλώτερον, ἐπιτηδειότερος μὲν γίνεται καὶ τῇ τῶν χειρῶν τοῦ τεχνίτου ἐνεργείᾳ, ῥυθμίζεται δὲ ἀξιολόγως πρὸς τὸ βούλημα τοῦ δεσπότου· ἀπὸ δὲ τῆς μελανίας λαμπρότερος ἑαυτοῦ γενόμενος, οὐ μόνον αὐτὸς πυρακτοῦται καὶ ἀπαστράπτει, ἀλλὰ καὶ τὰ ἐγγίζοντα φωτίζει καὶ θερμαίνει· οὕτως ἀκόλουθον καὶ ἀναγκαῖον τὸν βαπτισθέντα ἐν τῷ πυρὶ, τουτέστιν ἐν τῷ λόγῳ τῆς διδασκαλίας, ἐλέγχοντι μὲν τῶν ἁμαρτημάτων τὴν κακίαν, φανεροῦντι δὲ τῶν δικαιωμάτων τὴν χάριν, μισῆσαι μὲν καὶ βδελύξασθαι τὴν ἀδικίαν, καθὼς γέγραπται, εἰς ἐπιθυμίαν δὲ ἐλθεῖν τοῦ καθαρισθῆναι διὰ τῆς πίστεως ἐν δυνάμει τοῦ αἵματος τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, αὐτοῦ εἰπόντος· « Τοῦτό μου ἐστὶ τὸ αἷμα, τὸ τῆς Καινῆς Διαθήκης, τὸ περὶ πολλῶν ἐκχυνόμενον εἰς ἄφεσιν ἁμαρτιῶν, » καὶ τοῦ Ἀποστόλου μαρτυροῦντος· «Ἐν ᾧ ἔχομεν τὴν ἀπολύτρωσιν διὰ τοῦ αἵματος αὐτοῦ, τὴν ἄφεσιν τῶν παραπτωμάτων·· καὶ οὐ μόνον ἀπὸ πάσης ἀνομίας καὶ ἁμαρτίας καθαρισθῆναι, ἀλλὰ καὶ ἀπὸ παντὸς μολυσμοῦ σαρκὸς καὶ πνεύματος· καὶ τότε, βαπτισθέντα εἰς τὸν θάνατον τοῦ Κυρίου, συνδιατεθῆναι τῷ θανάτῳ, ὅπερ ἐστὶ νεκρωθῆναι τῇ ἁμαρτίᾳ, ἑαυτῷ τε καὶ τῷ κόσμῳ, ἵνα, κατὰ τὴν ἐνανθρώπησιν βιῶν, κατά τε καρδίαν, καὶ λόγον, καὶ πρᾶξιν ἐντυπωθεὶς καὶ ἐμμορφωθεὶς, ὥσπερ ὁ κηρὸς τῇ γλυφῇ, τῇ διδασκαλίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, πληρώσῃ τὸ γεγραμμένον· « Χάρις τῷ Θεῷ, ὅτι ἦτε δοῦλοι τῆς ἁμαρτίας, ὑπηκούσατε δὲ ἐκ καρδίας εἰς ὃν παρεδόθητε τύπον διδαχῆς·· καὶ οὕτω τὸ συνημμένως ἐπενεχθὲν φυλάξαι καταξιωθῇ, τό· « Συνετάφημεν οὖν αὐτῷ διὰ τοῦ βαπτίσματος εἰς τὸν θάνατον. » Διὰ τί; Ἵνα, ὥσπερ ἡγέρθη Χριστὸς ἐκ νεκρῶν διὰ τῆς δόξης τοῦ Πατρὸς, οὕτω καὶ ἡμεῖς ἐν καινότητι ζωῆς περιπατήσωμεν. Ανάγκη γὰρ τὸν ἀποθανόντα ταφῆναι, καὶ τὸν ταφέντα ἐν τῷ ὁμοιώματι τοῦ θανάτου ἀναστῆναι διὰ τῆς ἐν Χριστῷ τοῦ Θεοῦ χάριτος, καὶ μηκέτι διὰ τὰς ἁμαρτίας τὸ πρόσωπον τοῦ ἔσω ἀνθρώπου ὡς πρόσκαυμα χύτρας ἔχειν, ἀλλ᾽ ἐν τῷ πυρὶ φανερωθέντων τῶν ἁμαρτημάτων, καὶ διὰ τοῦ αἵματος τοῦ Χριστοῦ τὴν ἄφεσιν λαβόντα, λοιπὸν διὰ τῆς ἐν καινότητι ζωῆς ἀπαστράπτειν τὰ ἐν Χριστῷ δικαιώματα ὑπὲρ πάντα λίθον τίμιον πολύν. Ἀποθέμενοι οὖν τὴν σκληρότητα τῆς ἀπειθείας, ἐπιδειξώμεθα μὲν εὐπείθειαν καὶ ὑπακοὴν ἐν τοῖς προστάγμασι, τῷ δὲ πνεύματι ζέοντες, ἀναλάμψωμεν, καὶ τῆς μὲν τοῦ σκότους ἐξουσίας καθελκούσης εἰς θάνατον ῥυσθῶμεν· « Τὰ γὰρ ὀψώνια τῆς ἁμαρτίας θάνατος·· ἵνα καὶ ἐν ἡμῖν γένηται τὸ εἰρημένον ὑπὸ τοῦ ᾿Αποστόλου· « Κατεπόθη ὁ θάνατος εἰς νίκος· ποῦ σου, θάνατε, τὸ κέντρον; ποῦ σου, ᾅδη, τὸ νίκος; › τῷ δὲ Κυρίῳ, τῷ ἡλίῳ τῆς δικαιοσύνης, πειθόμενοι, φωτισθῶμεν ὑπ' αὐτοῦ καὶ καταξιωθείημεν συνέσεως καὶ δυνάμεως, ὥστε ἐν αὐτῷ δικαιωθῆναι· καὶ μὴ μόνον αὐτοὶ λαμπρυνθῶμεν ὑπὲρ τὴν χιόνα (ἀψευδής γὰρ ὁ ἐπαγγειλάμενος Θεὸς, ὅτι « Ἐὰν ὦσιν αἱ ἁμαρτίαι ὑμῶν ὡς φοινικοῦν, ὡς χιόνα λευκανῶ »), ἀλλὰ καὶ τοὺς ἐγγίζοντας ἡμῖν φωτίζωμεν·

### English translation (Claude)

And so that, as was said before, we may be led through more familiar sayings and things to an understanding of the saving doctrine in baptism as well, let us attend earnestly, in full assurance of the truth, to what is signified, and take every thought toward the goal of godliness. “We were baptized,” he says, so that from this we may learn that, just as wool dipped in dye is changed in color… or rather, let us take as our guide John the Baptist, who prophesied of the Lord, “He will baptize you in the Holy Spirit and fire,” so that we may be enlightened with the light of knowledge for the understanding of the great light, and let us say this. Iron dipped in fire that is fanned by the wind shows more plainly whether it has any flaw in itself, and becomes readier to be cleansed. It is changed not only in color; its hardness and stubbornness are turned to softness, so that it becomes better suited to the working of the craftsman’s hands and is shaped remarkably to the will of its master; and, becoming brighter than itself after its blackness, it not only glows and flashes itself, but also lights and warms what comes near it. So it follows, and is necessary, that the one baptized in fire, that is, in the word of teaching, which exposes the wickedness of sins and makes plain the grace of righteous deeds, should hate and abhor unrighteousness, as it is written, and come to desire to be cleansed through faith in the power of the blood of our Lord Jesus Christ, who said, “This is my blood of the new covenant, which is poured out for many for the forgiveness of sins,” as the Apostle also testifies: “In whom we have redemption through his blood, the forgiveness of trespasses.” He must be cleansed not only from all lawlessness and sin, but also from every defilement of flesh and spirit; and then, baptized into the Lord’s death, he must be conformed to that death, which is to be dead to sin, to himself, and to the world; so that, living according to the pattern of the incarnation, imprinted and formed in heart, word, and deed by the teaching of our Lord Jesus Christ, as wax by an engraving, he may fulfil what is written: “Thanks be to God that you, who were slaves of sin, have obeyed from the heart the pattern of teaching to which you were handed over”; and so may be counted worthy to keep what is added in connection with it: “We were buried therefore with him through baptism into death.” Why? “So that, as Christ was raised from the dead through the glory of the Father, we too might walk in newness of life.” For one who has died must be buried, and one who has been buried in the likeness of death must rise through the grace of God in Christ, and no longer have the face of the inner man like the scorched bottom of a pot because of sins; but, his sins having been exposed in the fire and forgiveness having been received through the blood of Christ, he must from then on make the righteous deeds in Christ flash out, through newness of life, beyond any precious stone, however large. Having put away, then, the hardness of disobedience, let us show ready obedience to the commands, and, fervent in spirit, let us shine; let us be rescued from the power of darkness that drags us down to death (“for the wages of sin is death”), so that in us too may come about what the Apostle said: “Death is swallowed up in victory. O death, where is your sting? O Hades, where is your victory?” And obeying the Lord, the sun of righteousness, let us be enlightened by him and be counted worthy of understanding and power, so as to be justified in him; and let us not only be made bright ourselves, beyond snow (for God who made the promise does not lie: “Though your sins are like scarlet, I will make them white as snow”), but also give light to those near us.

### Scripture references

- Matt 3:11: quotation, high confidence
- Ps 119:163 (118:163 LXX): allusion, medium confidence
- Matt 26:28: quotation, high confidence
- Eph 1:7: quotation, high confidence
- 2 Cor 7:1: allusion, high confidence
- Rom 6:17: quotation, high confidence
- Rom 6:4: quotation, high confidence
- Joel 2:6: allusion, medium confidence
- Ps 19:10 (18:11 LXX): allusion, medium confidence
- Rom 12:11: allusion, high confidence
- Col 1:13: allusion, medium confidence
- Rom 6:23: quotation, high confidence
- 1 Cor 15:54: quotation, high confidence
- 1 Cor 15:55: quotation, high confidence
- Mal 4:2 (3:20 LXX): allusion, high confidence
- Titus 1:2: allusion, medium confidence
- Isa 1:18: quotation, high confidence

### Translation notes

- βαπτίζω means “dip”; Basil begins an image from wool dipped in dye and breaks it off for the image of iron in fire.
- The scan had split the end of this section and the start of the next (“having put away the hardness of disobedience”, “those near us let us give light”); restored by logged corrections.
- “Like the scorched bottom of a pot” echoes the Greek of Joel 2:6 and Nah 2:10.

### Citation (SBL)

Basil, Bapt. 1.2.10 (PG 31:1541; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/basil-baptismo/1-2-10).

## On Baptism 1.2.11

- URL: https://sophiascriptura.com/fathers/basil-baptismo/1-2-6/#p-1-2-11
- Source: PG 31:1543
- Translation: Claude (claude-opus-5-5), 2026-11-12

Summary: The baptized show newness of life by shining with good works, giving up claims to property, doing good to enemies, and turning the other cheek.

### Greek text

ποτὲ μὲν ἀκούοντες τοῦ Κυρίου, « Ὑμεῖς ἐστε τὸ φῶς τοῦ κόσμου· ποτὲ δὲ ἀκούοντες καὶ ποιοῦντες τὸ, « Οὕτως λαμψάτω τὸ φῶς ὑμῶν ἔμπροσθεν τῶν ἀνθρώπων, ὅπως ἴδωσιν ὑμῶν τὰ καλὰ ἔργα, καὶ δοξάσωσι τὸν Πατέρα ὑμῶν τὸν ἐν τοῖς οὐρανοῖς. » Τότε πάντως καὶ ὁ ᾿Απόστολος μαρτυρήσει ἡμῖν λέγων· « Ἐν οἷς φαίνεσθε ὡς φωστῆρες ἐν κόσμῳ, λόγον ζωῆς ἐπέχοντες εἰς καύχημα ἐμοὶ εἰς ἡμέραν Χριστοῦ. » Πῶς δὲ οὐ περισσοτέρως ἐπιφανὲς τὸ καινότερον τῆς ζωῆς, οὐκ ἐν συγκρίσει τῶν Ἑλλήνων καὶ κοσμικῶν ἀνθρώπων μόνον, ἀλλὰ καὶ ἐν συγκρίσει καθ' ὑπερβολὴν τῶν κατὰ νόμον δικαιουμένων; ὅταν μὴ μόνον προσθήκης καὶ τοῦ πλείονος μὴ ὀρεγώμεθα, ὡς καὶ οἱ τοῦ κόσμου ἄνθρωποι, ἀλλὰ μήτε τῶν προσόντων τε καὶ ἰδίων ἀντιποιούμεθα· φιλοτιμώμεθα δὲ ἐπ᾿ εὐεργεσίᾳ τῶν δεομένων ὑπὲρ τὸν νόμον. Οὐ μόνον γὰρ εἰς τοὺς πλησίον φέρομεν τὸ ἀγαθὸν, ἀλλὰ καὶ ἐπὶ τοὺς ἐχθροὺς καὶ πονηροὺς ἐκτείνομεν τὸ χρηστὸν, ποιοῦντες κατ' ἐντολὴν τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, τὸ, « Γίνεσθε οἰκτίρμονες, καθὼς καὶ ὁ Πατὴρ ὑμῶν ὁ οὐράνιος οἰκτίρμων ἐστί. » Πῶς δὲ οὐκ ἐν καινότητι ζωῆς περιπατοῦμεν, καὶ ὑπὲρ τοὺς γραμματεῖς καὶ Φαρισαίους τὴν δικαιοσύνην τελειοῦμεν, ὅταν ἀνασχώμεθα τοῦ Κυρίου λέγοντος· Ἐῤῥήθη τοῖς ἀρχαίοις· Ὀφθαλμὸν ἀντὶ ὀφθαλμοῦ, καὶ ὀδόντα ἀντὶ ὁδόντος. Ἐγὼ δὲ λέγω ὑμῖν, μὴ ἀντιστῆναι τῷ πονηρῷ· ἀλλ᾽ ὅστις σε ῥαπίσει ἐπὶ τὴν δεξιὰν σιαγόνα, στρέψον αὐτῷ καὶ τὴν ἄλλην. Καὶ τῶ θέλοντί σοι κριθῆναι, καὶ τὸν χιτῶνά σου λαβεῖν, ἀφήσεις αὐτῷ καὶ τὸ ἱμάτιον. Καὶ ὃς ἐὰν σε ἀγγαρεύσῃ μίλιον ἓν, ὕπαγε μετ᾿ αὐτοῦ δύο. Οὐ μόνον γὰρ οὐκ ἐκδικοῦμεν τὰ προγεγονότα ἁμαρτήματα εἰς ἡμᾶς, ὡς παρακελεύονται οἱ γραμματεῖς καὶ Φαρισαῖοι, ἐπιτρέποντος τοῦ διὰ Μωϋσέως νόμου, ἀλλὰ καὶ μείζονα ἀνεξικακίαν ἐπιδεικνύμεθα, προθυμίαν ὑπομονῆς τῶν ἴσων ἢ καὶ δεινατέρων προβαλλόμενοι. Καὶ οὕτως ἀμφότερα ἡμῖν συγκατορθοῦται· θάνατος μὲν, ἐν τῷ μὴ κινεῖσθαι εἰς ἀγανάκτησιν κατὰ τοῦ τὴν πρώτην ἡμῖν ἐπενεγκόντος πληγήν· καινότης δὲ ζωῆς ἐν Κυρίῳ, ἐν τῷ παρατιθέναι καὶ τὴν ἄλλην.

### English translation (Claude)

At one time we hear the Lord say, “You are the light of the world”; at another we hear and do, “Let your light so shine before people, that they may see your good works and glorify your Father in heaven.” Then the Apostle too will surely testify of us, saying, “Among whom you shine as lights in the world, holding fast the word of life, as a boast for me in the day of Christ.” And how is the newness of life not more strikingly evident, not only in comparison with Greeks and worldly people, but also, far beyond them, in comparison with those justified by the law, when we not only do not reach for increase and for more, as the people of the world do, but do not even lay claim to what we have and own, and are eager, beyond what the law asks, to do good to those in need? For we not only do good to our neighbors, but extend kindness even to enemies and the wicked, doing according to the commandment of our Lord Jesus Christ, “Be merciful, as your heavenly Father also is merciful.” And how do we not walk in newness of life, and fulfil a righteousness beyond that of the scribes and Pharisees, when we keep to the Lord’s words: “It was said to those of old, ‘An eye for an eye and a tooth for a tooth.’ But I say to you, do not resist the evil one; but whoever strikes you on the right cheek, turn to him the other also. And if anyone wishes to go to law with you and take your tunic, let him have your cloak as well. And whoever compels you to go one mile, go with him two.” For we not only do not avenge the wrongs already done to us, as the scribes and Pharisees urge, since the law given through Moses permits it, but we show still greater forbearance, holding out our readiness to endure the same or even worse. And so both are achieved in us together: death, in not being moved to anger against the one who dealt us the first blow; and newness of life in the Lord, in offering him the other cheek also.

### Scripture references

- Matt 5:14: quotation, high confidence
- Matt 5:16: quotation, high confidence
- Phil 2:15: quotation, high confidence
- Phil 2:16: quotation, high confidence
- Rom 6:4: allusion, high confidence
- Luke 6:36: quotation, high confidence
- Matt 5:44: allusion, medium confidence
- Matt 5:20: allusion, high confidence
- Matt 5:38: quotation, high confidence
- Matt 5:39: quotation, high confidence
- Matt 5:40: quotation, high confidence
- Matt 5:41: quotation, high confidence
- Exod 21:24: allusion, medium confidence

### Translation notes

- The section begins in the middle of the sentence that closes 1.2.10 (“let us also give light to those near us”). Debris in the scan (“ἀκούοντες καί”, repeated syllables) is removed by logged corrections.

### Citation (SBL)

Basil, Bapt. 1.2.11 (PG 31:1543; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/basil-baptismo/1-2-11).

## On Baptism 1.2.12

- URL: https://sophiascriptura.com/fathers/basil-baptismo/1-2-6/#p-1-2-12
- Source: PG 31:1545
- Translation: Claude (claude-opus-5-5), 2026-11-12

Summary: One who gives up what is taken from him has died to the law and lives in Christ, as Paul teaches by renouncing his own righteousness under the law.

### Greek text

Πῶς δὲ οὐ νεκρός τίς ἐστι καὶ τῷ νόμῳ, ὁ μὴ ἀντιποιούμενος τοῦ αἰρομένου; ζῇ δὲ ἐν Χριστῷ, ὁ προσαφιεὶς καὶ τὸ ἱμάτιον; Καὶ πάσης δὲ τῆς κατὰ τὸν νόμον δικαιοσύνης τὴν περισσείαν φυλάσσειν ομοίως διδασκόμεθα. Ὅτι δὲ οὐ μόνον τῷ κόσμῳ ἐσταυρῶσθαι, ἀλλὰ καὶ τῷ νόμῳ ἀποθανεῖν ἡμᾶς χρή, παρὰ τοῦ αὐτοῦ ᾿Αποστόλου ἐστὶ δογματικῶς μαθεῖν. Ποτὲ μὲν γὰρ λέγει· « Ἐγὼ τῷ κόσμῳ ἐσταύρωμαι, καὶ ὁ κόσμος ἐμοί. Ζῶ δὲ οὐκέτι ἐγὼ, ζῇ δὲ ἐν ἐμοὶ Χριστός·, ποτὲ δὲ μετὰ πολλὴν καύχησιν τῶν ἐν τῷ νόμῳ ἀνωτάτω εὐδοκιμήσεων, φησίν·· ᾿Αλλὰ μὲν οὖν καὶ ἡγοῦμαι τὰ πάντα σκύβαλα εἶναι, ἵνα Χριστὸν κερδήσω, καὶ εὑρεθῶ ἐν αὐτῷ μὴ ἔχων ἐμὴν δικαιοσύνην τὴν ἐκ τοῦ νόμου, ἀλλὰ τὴν διὰ πίστεως Ἰησοῦ Χριστοῦ, τὴν ἐκ Θεοῦ δικαιοσύνην ἐπὶ τῇ πίστει, τοῦ γνῶναι αὐτὸν, καὶ τὴν δύναμιν τῆς ἀναστάσεως αὐτοῦ, καὶ τὴν κοινωνίαν τῶν παθημάτων αὐτοῦ, συμμορφούμενος τῷ θανάτῳ αὐτοῦ· εἴ πως καταντήσω εἰς τὴν ἐξανάστασιν τῶν νεκρῶν. » Καὶ μετ' ὀλίγα, διδάσκων ἡμᾶς τὸ αὐτὸ φρονεῖν αὐτῷ, ἀποφαντικώτερόν φησιν· « Ὅσοι οὖν τέλειοι, τοῦτο φρονῶμεν.

### English translation (Claude)

And how is a person not dead to the law as well, when he does not lay claim to what is taken from him, and alive in Christ, when he gives up his cloak too? So we are taught likewise to keep a righteousness that goes beyond all righteousness according to the law. That we must not only be crucified to the world but also die to the law we can learn as doctrine from the same Apostle. At one time he says, “I have been crucified to the world, and the world to me. I no longer live, but Christ lives in me”; at another, after much boasting of the highest distinctions under the law, he says, “But indeed I count all things to be rubbish, that I may gain Christ and be found in him, not having my own righteousness that comes from the law, but that which is through faith in Jesus Christ, the righteousness from God that depends on faith, that I may know him and the power of his resurrection and the fellowship of his sufferings, being conformed to his death, if somehow I may attain to the resurrection from the dead.” And a little later, teaching us to think the same as he does, he says more explicitly, “Let those of us, then, who are mature think this way.”

### Scripture references

- Matt 5:40: allusion, high confidence
- Gal 6:14: quotation, high confidence
- Gal 2:20: quotation, high confidence
- Phil 3:4: allusion, medium confidence
- Phil 3:8: quotation, high confidence
- Phil 3:9: quotation, high confidence
- Phil 3:10: quotation, high confidence
- Phil 3:11: quotation, high confidence
- Phil 3:15: quotation, high confidence

### Citation (SBL)

Basil, Bapt. 1.2.12 (PG 31:1545; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/basil-baptismo/1-2-12).

## On Baptism 1.2.13

- URL: https://sophiascriptura.com/fathers/basil-baptismo/1-2-6/#p-1-2-13
- Source: PG 31:1545
- Translation: Claude (claude-opus-5-5), 2026-11-12

Summary: Through Christ's body the baptized die to the law, and their burial with him is like the sowing of seed that leads to the resurrection and being forever with the Lord.

### Greek text

Καὶ ἀλλαχοῦ σφοδρότερον, ὥσπερ δόγμα ἀναγκαῖον ἐκτιθέμενος, λέγει·· Ὥστε καὶ ὑμεῖς ἐθανατώθητε τῷ νόμῳ διὰ τοῦ σώματος τοῦ Χριστοῦ, εἰς τὸ γενέσθαι ὑμᾶς ἑτέρῳ, τῷ ἐκ νεκρῶν ἐγερθέντι, ἵνα καρποφορήσωμεν τῷ Θεῷ. Ὅτε γὰρ ἦμεν ἐν τῇ σαρκὶ, τὰ παθήματα τῶν ἁμαρτιῶν τὰ διὰ τοῦ νόμου ἐνηργεῖτο ἐν τοῖς μέλεσιν ἡμῶν, εἰς τὸ καρποφορῆσαι τῷ θανάτῳ· νυνὶ δὲ κατηργήθημεν ἀπὸ τοῦ νόμου, ἀποθανόντες ἐν ᾧ κατειχόμεθα, ὥστε δουλεύειν ἡμᾶς ἐν καινότητι πνεύματος, καὶ οὐ παλαιότητι γράμματος. Τὸ γὰρ γράμμα, » τουτέστιν ὁ νόμος, « ἀποκτείνει· τὸ δὲ πνεῦμα, » τουτέστι τὸ ῥῆμα τοῦ Κυρίου, • ζωοποιεῖ. » Καθὼς αὐτός φησιν, ὅτι « Ἡ σάρξ οὐκ ὠφελεῖ οὐδέν· τὸ πνεῦμα ἐστι τὸ ζωοποιοῦν. Τὰ ῥήματά μου πνεῦμα ἐστι, καὶ ζωή ἐστι. » Μαρτυρεῖ δὲ καὶ ὁ ἔγκριτος τῶν ἀποστόλων, εἰπών· « Πρὸς τίνα ἀπελευσόμεθα; Ῥήματα ζωῆς αἰωνίου ἔχεις. Καὶ ἡμεῖς πεπιστεύκαμεν, καὶ ἐγνώκαμεν, ὅτι σὺ εἶ ὁ Χριστὸς ὁ Υἱὸς τοῦ Θεοῦ τοῦ ζῶντος. » Ὅπερ ἐν πληροφορίᾳ ἀληθείας δι' ἐπιμελείας σπουδαιοτέρας φυλάσσοντες, φυγεῖν δυνάμεθα τὸ φοβερὸν ἐκεῖνο κρίμα τὸ ὑπὸ τοῦ Μωϋσέως μὲν μετὰ ἀπειλῆς προφητικῶς γεγραμμένον· Προφήτην ὑμῖν ἀναστήσει Κύριος ὁ Θεὸς ὑμῶν ὡς ἐμέ. Αὐτοῦ ἀκούσεσθε κατὰ πάντα ὅσα ἂν ἐντείληται ὑμῖν Ἔσται δὲ, Πᾶσα ψυχὴ, ἥτις ἂν μὴ ἀκούσῃ τοῦ προφήτου ἐκείνου, ἐξολοθρευθήσεται ἐκ τοῦ λαοῦ· ὑπὸ δὲ Ἰωάννου τοῦ Βαπτιστοῦ, οὗ μείζων ἐν γεννητοῖς γυναικῶν οὐδεὶς, φοβερώτερον ἀποφαντικῶς εἰρημένον, ὅτι « Ὁ πιστεύων εἰς τὸν Υἱὸν ἔχει ζωὴν αἰώνιον· ὁ δὲ ἀπειθῶν τῷ Υἱῷ οὐκ ὄψεται τὴν ζωήν, ἀλλ᾿ ἡ ὀργὴ τοῦ Θεοῦ μένει ἐπ᾿ αὐτόν. » Ἵνα δε ὁ μὲν ἐν τῷ βαπτίσματι τοιοῦτος θάνατος, καὶ ἡ ἐν τῷ αὐτῷ τοιαύτη ταφὴ μὴ ἐν προσδοκίᾳ φθορᾶς καὶ ἀπωλείας παράσχῃ λύπην· ἡ δὲ καινότης τῆς ζωῆς σπέρματος καταβολὴν ὑπερβάλῃ, τῆς ἐνδόξου ἀναστάσεως τὴν ἐλπίδα βεβαιουμένη, ἐπιφέρει λέγων· Εἰ γὰρ σύμφυτοι γεγόναμεν τῷ ὁμοιώματι τοῦ θανάτου αὐτοῦ, ἀλλὰ καὶ τῆς ἀναστάσεως ἐσόμεθα.» Ἐὰν γὰρ ἐν τῷ τοιούτῳ ὁμοιώματι τοῦ θανάτου ἀποθανόντες καὶ συνταφέντες τῷ Χριστῷ ἐν καινότητι ζωῆς περιπατήσωμεν, οὐ νεκρότητος φθοράν ἐκδεχόμεθα, ταφὴν δὲ καὶ ὥσπερ φυτείαν σπερμάτων μιμούμεθα· νεκροῦντες μὲν ἑαυτοὺς τοῖς ἀπηγορευμένοις, καὶ τὴν πίστιν δι᾽ ἀγάπης ἐνεργουμένην ἐπιδεικνύμενοι, γινόμεθα ἄξιοι τὰ αὐτὰ τῷ ᾿Αποστόλῳ εἰπεῖν μετ᾿ ἐλπίδος τῶν αὐτῶν· « Ἡμῶν γὰρ τὸ πολίτευμα ἐν οὐρανοῖς ὑπάρχει, ἐξ οὗ καὶ Σωτῆρα ἀπεκδεχόμεθα Κύριον Ἰησοῦν Χριστὸν, ὃς μετασχηματίσει τὸ σῶμα τῆς ταπεινώσεως ἡμῶν, εἰς τὸ γενέσθαι αὐτὸ σύμμορφον τῷ σώματι τῆς δόξης αὐτοῦ, κατὰ τὴν ἐνέργειαν τοῦ δύνασθαι αὐτὸν καὶ ὑποτάξαι ἑαυτῷ τὰ πάντα. Καὶ οὕτω πάντοτε σὺν Κυρίῳ ἐσόμεθα·· αὐτοῦ μὲν τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ αἰτοῦντος μὲν παρὰ τοῦ Πατρὸς, καὶ λέγοντος· « Δὸς, Πάτερ, ἵνα ὅπου εἰμὶ ἐγὼ, καὶ τοῦ γράψαι ταῦτα· • Τοῦτο γὰρ ὑμῖν λέγομεν ἐν λόγῳ Κυρίου, ὅτι ἡμεῖς οἱ ζῶντες, οἱ περιλειπόμενοι ἐν τῇ παρουσίᾳ τοῦ Κυρίου, οὐ μὴ φθάσομεν τοὺς κοιμηθέντας. Ὅτι αὐτὸς ὁ Κύριος ἐν κελεύσματι, ἐν φωνῇ ἀρχαγγέλου, καὶ ἐν σάλπιγγι Θεοῦ καταβήσεται ἀπ᾿ οὐρανοῦ, καὶ οἱ νεκροὶ ἐν Χριστῷ ἐγερθήσονται πρῶτοι. Ἔπειτα ἡμεῖς οἱ ζῶντες, οἱ περιλειπόμενοι, ἅμα σὺν αὐτοῖς ἁρπαγησόμεθα ἐν νεφέλαις εἰς ἀπάντησιν τοῦ Κυρίου εἰς ἀέρα, καὶ οὕτω πάντοτε σὺν Κυρίῳ ἐσόμεθα.

### English translation (Claude)

And elsewhere, more forcefully, as if setting out a necessary doctrine, he says, “So you too were put to death to the law through the body of Christ, so that you might belong to another, to him who was raised from the dead, in order that we may bear fruit for God. For while we were in the flesh, the passions of sins, aroused by the law, were at work in our members to bear fruit for death. But now we have been released from the law, having died to that in which we were held, so that we serve in newness of spirit and not in oldness of letter.” “For the letter,” that is, the law, “kills; but the spirit,” that is, the word of the Lord, “gives life.” As he himself says, “The flesh profits nothing; it is the spirit that gives life. My words are spirit and are life.” And the foremost of the apostles testifies, saying, “To whom shall we go? You have words of eternal life. And we have believed and have come to know that you are the Christ, the Son of the living God.” If we keep this in full assurance of the truth with more earnest care, we can escape that fearful judgment written by Moses prophetically and with a threat: “The Lord your God will raise up for you a prophet like me. You shall listen to him in everything he commands you. And it shall be that every soul that does not listen to that prophet shall be utterly destroyed from the people”; and spoken still more fearfully and explicitly by John the Baptist, than whom none is greater among those born of women: “Whoever believes in the Son has eternal life; but whoever disobeys the Son shall not see life, but the wrath of God remains on him.” And so that such a death in baptism, and such a burial in it, may not cause grief by an expectation of corruption and destruction, but the newness of life may go beyond the sowing of a seed and confirm the hope of the glorious resurrection, he adds, “For if we have been planted together with him in the likeness of his death, we shall be in that of the resurrection also.” For if, having died and been buried with Christ in such a likeness of death, we walk in newness of life, we do not await the corruption of deadness, but imitate a burial that is like a planting of seeds. Putting ourselves to death to things forbidden and showing the faith that works through love, we become worthy to say the same words as the Apostle, with hope of the same things: “For our citizenship is in heaven, from which we also await a Savior, the Lord Jesus Christ, who will transform the body of our humiliation to be conformed to the body of his glory, by the working by which he is able even to subject all things to himself. And so we shall always be with the Lord.” For our Lord Jesus Christ himself asks of the Father, saying, “Grant, Father, that where I am …”; and … to write these things: “For this we declare to you by the word of the Lord, that we who are alive, who are left until the coming of the Lord, shall certainly not precede those who have fallen asleep. For the Lord himself will descend from heaven with a cry of command, with the voice of an archangel, and with the trumpet of God, and the dead in Christ will rise first. Then we who are alive, who are left, will be caught up together with them in the clouds to meet the Lord in the air, and so we shall always be with the Lord.”

### Scripture references

- Rom 7:4: quotation, high confidence
- Rom 7:5: quotation, high confidence
- Rom 7:6: quotation, high confidence
- 2 Cor 3:6: quotation, high confidence
- John 6:63: quotation, high confidence
- John 6:68: quotation, high confidence
- John 6:69: quotation, high confidence
- Deut 18:15: quotation, high confidence
- Deut 18:19: allusion, high confidence
- Acts 3:22: quotation, high confidence
- Acts 3:23: quotation, high confidence
- Matt 11:11: allusion, high confidence
- John 3:36: quotation, high confidence
- Rom 6:5: quotation, high confidence
- Rom 6:4: allusion, high confidence
- Gal 5:6: allusion, high confidence
- Phil 3:20: quotation, high confidence
- Phil 3:21: quotation, high confidence
- John 17:24: quotation, high confidence
- 1 Thess 4:15: quotation, high confidence
- 1 Thess 4:16: quotation, high confidence
- 1 Thess 4:17: quotation, high confidence

### Translation notes

- Basil’s wording of the prophet saying (“shall be utterly destroyed from the people”) is that of Acts 3:23 rather than Deut 18:19.
- The quotation “And so we shall always be with the Lord” (1 Thess 4:17) is joined to Phil 3:20–21.
- Lines are lost in the scan after “where I am” (John 17:24) and before “to write these things”; the full printed text continues the saying, adds a further promise of the Lord (John 12:26), and names Paul as the writer of 1 Thess 4:15–17.
- “Planted together” renders σύμφυτοι (Rom 6:5), which Basil develops as an image of sowing.

### Citation (SBL)

Basil, Bapt. 1.2.13 (PG 31:1545; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/basil-baptismo/1-2-13).

## On Baptism 1.2.14

- URL: https://sophiascriptura.com/fathers/basil-baptismo/1-2-6/#p-1-2-14
- Source: PG 31:1549
- Translation: Claude (claude-opus-5-5), 2026-11-12

Summary: Paul repeats the doctrine of baptism for safety: the baptized are crucified with Christ and cut off from the old man and from those who live by it.

### Greek text

Καὶ οὕτως εἰς τοὺς φυλάξαντας νῦν τὸ, Εἰ γὰρ σύμφυτοι γεγόναμεν τῷ ὁμοιώματι τοῦ θανάτου αὐτοῦ, τότε πληροῦται ἡ ἐπαγγελία· ᾿Αλλὰ καὶ τῆς ἀναστάσεως ἐσόμεθα, » καθὼς καὶ ἀλλαχοῦ φησιν· « Εἰ γὰρ συναπεθάνομεν, καὶ συζήσομεν· εἰ ὑπομένομεν, καὶ συμβασιλεύσομεν. » Εἰδὼς δὲ ὁ ᾿Απόστολος, ὅτι ἡ ταυτολογία ὠφελιμωτέρα ἐστὶ τοῖς ἀκούουσι πρὸς τὴν ἀσφάλειαν, καὶ βεβαιοτέραν ἐμποιεῖ διὰ τῆς ἐπαναλήψεως τῶν αὐτῶν τὴν πληροφορίαν τῆς ἀληθείας. Παρ' αὐτοῦ γὰρ ἀκούομεν λέγοντος· « Τὰ αὐτὰ γράφειν ὑμῖν ἐμοὶ μὲν οὐκ ὀκνηρὸν, ὑμῖν δὲ ἀσφαλές. : Καθὼς καὶ παρὰ τοῦ Ἰωσὴφ μεμαθήκαμεν, δὶς ἐπικρίναντος τὸ ἐνύπνιον τῷ βασιλεῖ Φαραώ· οὕτω καὶ τὴν ἱστορίαν τοῦ ἐνυπνίου μιμούμενος, τὸ αὐτὸ δόγμα τοῦ βαπτίσματος ὁμοίως τοῖς πρώτοις θεωρήμασι παραδίδωσιν εἰπών Τοῦτο γινώσκοντες, ὅτι ὁ παλαιὸς ἡμῶν ἄνθρωπος συνεσταυρώθη, ἵνα καταργηθῇ τὸ σῶμα τῆς ἁμαρτίας, τοῦ μηκέτι δουλεύειν ἡμᾶς τῇ ἁμαρτίᾳ. » "Αρα οὖν καὶ διὰ τούτων τῶν ῥημάτων διδασκόμεθα, ὅτι ὁ βαπτισθεὶς ἐν Χριστῷ εἰς τὸν θάνατον αὐτοῦ βαπτίζεται· καὶ οὐ μόνον συνθάπτεται τῷ Χριστῷ, καὶ συμφυτεύεται, ἀλλὰ πρῶτον συσταυροῦται, ἵνα καὶ ἐν τούτῳ παιδευθῶμεν, ὅτι, ὥσπερ ὁ σταυρούμενος ἀπαλλοτριοῦται τῶν ζώντων, οὕτω καὶ ὁ ἐν τῷ ὁμοιώματι τοῦ θανάτου συσταυρωθεὶς τῷ Χριστῷ ἀπαλλοτριοῦται παντάπασι τῶν κατὰ τὸν παλαιὸν ἄνθρωπον ζώντων· τοῦ μὲν Κυρίου ἐντελλομένου προσέχειν ἀπὸ τῶν ψευδοπροφητῶν, τοῦ δὲ ᾿Αποστόλου λέγοντος· « Στέλλεσθαι ὑμᾶς ἀπὸ παντὸς ἀδελφοῦ ἀτάκτως περιπατοῦντος, καὶ μὴ κατὰ τὴν παράδοσιν, ἣν παρελάβοσαν παρ' ἡμῶν. » Ὁ γὰρ παλαιὸς ἄνθρωπος ὀνομασθεὶς, πάντα ὁμοῦ τὰ κατὰ μέρος ἁμαρτήματά τε καὶ μολύσματα, ὥσπερ μέλη ἑαυτοῦ, δηλοῖ.

### English translation (Claude)

And so in those who now keep the words, “For if we have been planted together with him in the likeness of his death,” the promise is then fulfilled: “we shall be in that of the resurrection also”; as he says elsewhere too, “For if we died with him, we shall also live with him; if we endure, we shall also reign with him.” The Apostle knows that saying the same things again is more profitable to the hearers for their safety, and that repetition produces a firmer full assurance of the truth; for we hear him say, “To write the same things to you is not troublesome to me, and for you it is safe.” As we have also learned from Joseph, who judged that the dream had been given to King Pharaoh twice, so the Apostle too, imitating the account of the dream, hands down the same doctrine of baptism in the same way as his first points, saying, “Knowing this, that our old man was crucified with him, so that the body of sin might be done away with, that we should no longer be slaves to sin.” So through these words too we are taught that the one baptized in Christ is baptized into his death, and is not only buried with Christ and planted with him, but first crucified with him; so that in this too we may learn that, just as one who is crucified is cut off from the living, so too the one crucified with Christ in the likeness of death is wholly cut off from those who live according to the old man. For the Lord commands us to beware of the false prophets, and the Apostle says, “that you keep away from every brother who walks in disorder and not according to the tradition that they received from us.” For the name “old man” signifies all the individual sins and defilements together, as if they were its members.

### Scripture references

- Rom 6:5: quotation, high confidence
- 2 Tim 2:11: quotation, high confidence
- 2 Tim 2:12: quotation, high confidence
- Phil 3:1: quotation, high confidence
- Gen 41:32: allusion, high confidence
- Rom 6:6: quotation, high confidence
- Rom 6:3: allusion, high confidence
- Rom 6:4: allusion, high confidence
- Matt 7:15: allusion, high confidence
- 2 Thess 3:6: quotation, high confidence
- Col 3:9: allusion, medium confidence

### Translation notes

- “They received” (παρελάβοσαν) in 2 Thess 3:6 is a reading found in some manuscripts.

### Citation (SBL)

Basil, Bapt. 1.2.14 (PG 31:1549; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/basil-baptismo/1-2-14).

## On Baptism 1.2.15

- URL: https://sophiascriptura.com/fathers/basil-baptismo/1-2-6/#p-1-2-15
- Source: PG 31:1549
- Translation: Claude (claude-opus-5-5), 2026-11-12

Summary: Baptism, a likeness of the cross, death, burial and resurrection, crucifies the flesh and its desires and raises the baptized to live to God now and to reign with Christ hereafter.

### Greek text

Καὶ ὥσπερ ὁ ἐσταυρωμένος, κρίμα θανάτου ὑποδεξάμενος, τῶν πάλαι συζώντων αὐτῷ ἀφέστηκεν, ὑψηλότερος τῶν ἐπὶ τῆς γῆς ἑρπόντων γενόμενος, οὕτω καὶ ὁ τῷ Χριστῷ συσταυρωθεὶς διὰ τοῦ βαπτίσματος πάντων ὁμοῦ τῶν κατὰ τὸν αἰῶνα τοῦτον ζώντων ἀπήλλακται, ὑψώσας ἑαυτοῦ τὸ φρόνημα πρὸς τὴν ἐπουράνιον πολιτείαν, ὥστε δύνασθαι εἰπεῖν μετὰ ἀληθείας καὶ παῤῥησίας τῆς ἐν Χριστῷ·· Ἡμῶν γὰρ τὸ πολίτευμα ἐν οὐρανοῖς ὑπάρχει» Καὶ πάλιν ἐπιφέρει·· Ὁ γὰρ ἀποθανὼν δεδικαίωται ἀπὸ τῆς ἁμαρτίας, » τουτέστιν ἀπῆλλακται, ἠλευθέρωται, κεκαθάρισται πάσης ἁμαρτίας τῆς οὐκ ἐν ἔργοις καὶ λόγοις μόνον, ἀλλὰ καὶ προσπαθοῦς ἐνθυμήσεως. Καὶ ἐν ἑτέρῳ τόπῳ ἀπεφήνατο γράψας· « Οἱ δὲ τοῦ Χριστοῦ Ἰησοῦ, τὴν σάρκα ἐσταύρωσαν σὺν τοῖς παθήμασι καὶ ταῖς ἐπιθυμίαις. Σταυροῦμεν δὲ δηλονότι, οἱ ἐν τῷ ὕδατι βαπτιζόμενοι· ὅπερ ἐστὶν ὁμοίωμα τοῦ σταυροῦ καὶ τοῦ θανάτου, τῆς τε ταφῆς καὶ τῆς ἐκ νεκρῶν ἀναστάσεως, καθὼς γέγραπται. Καὶ πάλιν· « Νεκρώσατε, φησὶ, τὰ μέλη ὑμῶν, τὰ ἐπὶ τῆς γῆς (πάντως τὰς ἐν τῷ βαπτίσματι συνθήκας καὶ ὕστερον φυλάξαντες), πορνείαν, ἀκαθαρσίαν, πάθος, ἐπιθυμίαν κακὴν, καὶ τὴν πλεονεξίαν, ἥτις ἐστὶν εἰδωλολατρεία δι' ἃ ἔρχεται ἡ ὀργὴ τοῦ Θεοῦ·· οὐ μόνον δὲ, ἀλλὰ καθολικώτερον ἐπήγαγεν· « Ἐπὶ τοὺς υἱοὺς τῆς ἀπειθείας·· ὡς μηκέτι μηδὲ τῆς προσκαίρου ἡδονῆς τῆς καταῤῥυπούσης τὴν διάνοιαν παρενοχλούσης τῷ συμφυτευθέντι τῷ Χριστῷ ἐν τῷ ὁμοιώματι τοῦ θανάτου· διὰ δὲ τὸ μισεῖν καὶ βδελύσσεσθαι πᾶσαν κακίαν ἄχρι καὶ τῆς προσπαθοῦς ἐνθυμήσεως, τὸ καθαρὸν τῆς καρδίας ἐνδεικνυμένῳ, καθώς φησιν ὁ Δαβίδ • Οὐκ ἐκολλήθη μοι καρδία σκαμβή· ἐκκλίνοντος ἀπ᾿ ἐμοῦ τοῦ πονηροῦ, οὐκ ἐγίνωσκον·· ἐπειδὴ πάντως οὐδὲ ἐγγίζοντος αὐτοῦ ἐπεστράφη. Συμφυτευθέντες δὲ ἐν τῷ ὁμοιώματι τοῦ θανάτου, πάντως συνεγειρόμεθα τῷ Χριστῷ (τῆς γὰρ φυτείας τὸ ἀκολούθως σημαινόμενον τοιοῦτο)· νῦν μὲν κατὰ τὸ μέτρον τῆς ἐνανθρωπήσεως συμμορφούμενοι τὸν ἔσω ἄνθρωπον ἐν τῇ καινότητι τῆς ζωῆς, καὶ τῇ μέχρι θανάτου ὑπακοῇ ἐν πληροφορίᾳ τῆς ἀληθείας τῶν ῥημάτων αὐτοῦ· ἵνα ἄξιοι γενώμεθα μετὰ ἀληθείας εἰπεῖν· « Ζῶ δὲ οὐκέτι ἐγὼ, ζῇ δὲ ἐν ἐμοὶ Χριστός·· εἰς δὲ τὸ μέλλον, καθὼς διεβεβαιώσατο ὁ αὐτὸς Ἀπόστολος εἰπὼν, ὅτι « Εἰ γὰρ συναπεθάνομεν, καὶ συζήσομεν· εἱ ὑπομένομεν, καὶ συμβασιλεύσομεν. • Ἐπίσης δὲ τούτοις πληροφορεῖ ἡμᾶς ἐν τῷ εἰπεῖν· « Εἰ γὰρ σύμφυτοι γεγόναμεν τῷ ὁμοιώματι τοῦ θανάτου αὐτοῦ, ἀλλὰ καὶ τῆς ἀναστάσεως ἐσόμεθα. » Καὶ πάλιν τὸ αὐτὸ δόγμα τοῦ τοιούτου βαπτίσματος, δυσωπητικώτερον καὶ ἀναγκαστικώτερον παιδεύων ἡμᾶς, ἐπιφέρει λέγων, ὅτι « Χριστὸς, ἐγερθεὶς ἐκ νεκρῶν, οὐκέτι ἀποθνήσκει· θάνατος αὐτοῦ οὐκέτι κυριεύει. "Ὁ γὰρ ἀπέθανε, τῇ ἁμαρτίᾳ ἀπέθανεν ἐφάπαξ· ὁ δὲ ζῇ, ζῇ τῷ Θεῷ. Οὕτω καὶ ὑμεῖς λογίζεσθε ἑαυτοὺς νεκροὺς μὲν εἶναι τῇ ἁμαρτίᾳ, ζῶντας δὲ τῷ Θεῷ ἐν Χριστῷ Ἰησοῦ.

### English translation (Claude)

And just as one who has been crucified, having received the sentence of death, has parted from those who once lived with him, being raised higher than those who creep on the earth, so too the one crucified with Christ through baptism is set free from all who live according to this age, having lifted up his mind to the heavenly way of life, so that he can say with truth and with the boldness that is in Christ, “For our citizenship is in heaven.” And again he adds, “For one who has died has been justified from sin,” that is, set free, liberated, and cleansed of every sin, not only in deeds and words, but even in the thought that clings with passion. And in another place he declared in writing, “And those who belong to Christ Jesus have crucified the flesh with its passions and desires.” We crucify it, plainly, we who are baptized in the water, which is a likeness of the cross and of death, of burial and of resurrection from the dead, as it is written. And again: “Put to death,” he says, “your members that are on the earth” (meaning, by all means, that we keep the covenants made in baptism afterward as well), “sexual immorality, impurity, passion, evil desire, and covetousness, which is idolatry, on account of which the wrath of God comes”; and not only that, but he added more generally, “upon the sons of disobedience.” So not even transient pleasure, which soils the mind, should any longer trouble the one who has been planted together with Christ in the likeness of his death, and who, by hating and abhorring every wickedness, even to the thought that clings with passion, shows purity of heart; as David says, “A crooked heart did not cleave to me; when the wicked one turned aside from me, I did not know him,” since surely he did not even turn toward him when he drew near. Having been planted together in the likeness of his death, we are surely raised with Christ as well (for that is what the planting signifies in consequence). Now we are conformed in the inner man, after the measure of the incarnation, in newness of life and in obedience unto death, in full assurance of the truth of his words, so that we may become worthy to say with truth, “I no longer live, but Christ lives in me”; and in the future, as the same Apostle affirmed, saying, “For if we died with him, we shall also live with him; if we endure, we shall also reign with him.” Equally with these he gives us assurance in saying, “For if we have been planted together with him in the likeness of his death, we shall be in that of the resurrection also.” And again, teaching us the same doctrine of such a baptism in a way that shames and compels us more, he adds, “Christ, being raised from the dead, no longer dies; death no longer has dominion over him. For the death he died, he died to sin once for all; but the life he lives, he lives to God. So you also, consider yourselves dead to sin, but alive to God in Christ Jesus.”

### Scripture references

- Phil 3:20: quotation, high confidence
- Rom 6:7: quotation, high confidence
- Gal 5:24: quotation, high confidence
- Rom 6:4: allusion, high confidence
- Col 3:5: quotation, high confidence
- Col 3:6: quotation, high confidence
- Eph 5:6: allusion, medium confidence
- Matt 5:8: allusion, medium confidence
- Ps 101:4 (100:4 LXX): quotation, high confidence
- Rom 6:5: quotation, high confidence
- Phil 2:8: allusion, medium confidence
- Gal 2:20: quotation, high confidence
- 2 Tim 2:11: quotation, high confidence
- 2 Tim 2:12: quotation, high confidence
- Rom 6:9: quotation, high confidence
- Rom 6:10: quotation, high confidence
- Rom 6:11: quotation, high confidence

### Translation notes

- Ps 101:4 is cited from the Greek Old Testament (Ps 100:4).

### Citation (SBL)

Basil, Bapt. 1.2.15 (PG 31:1549; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/basil-baptismo/1-2-15).

## On Baptism 1.2.16

- URL: https://sophiascriptura.com/fathers/basil-baptismo/1-2-6/#p-1-2-16
- Source: PG 31:1553
- Translation: Claude (claude-opus-5-5), 2026-11-12

Summary: As Christ died once and lives to God, the baptized die to sin once in the water and must never return to it, living to God's glory in Christ's love.

### Greek text

Τὴν τοίνυν αυτου τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ περὶ τῆς ἀφέσεως τῶν ἡμετέρων ἁμαρτημάτων οἰκονομίαν διὰ τῆς μέχρι θανάτου ἐνανθρωπήσεως προσθεὶς ὁ ᾿Απόστολος, δυσωπητικώτερον καὶ ἀναγκαστικώτερον ἡμᾶς παιδεύει κεκριμένως νεκροὺς μὲν εἶναι τῇ ἁμαρτίᾳ, ζῶντας δὲ τῷ Θεῷ ἐν Χριστῷ Ἰησοῦ, ἵνα, ὥσπερ ὁ Χριστὸς, ἀποθανὼν δι᾿ ἡμᾶς καὶ ἐγερθεὶς ἐκ νεκρῶν ὑπὲρ ἡμῶν, οὐκέτι ἀποθνήσκει, οὕτω καὶ ἡμεῖς, βαπτισθέντες εἰς τὸν θάνατον ἐν τῷ ὁμοιώματι, ἀποθάνωμεν τῇ ἁμαρτίᾳ· καὶ διὰ τῆς ἐκ τοῦ βαπτίσματος ἀνόδου, ὥσπερ ἐκ νεκρῶν ἐγερθέντες, ζήσωμεν τῷ Θεῷ ἐν Χριστῷ Ἰησοῦ, καὶ μηκέτι ἀποθάνωμεν, τουτέστι, μηκέτι ἁμαρτήσωμεν· διότι « Ψυχὴ ἡ ἁμαρτάνουσα, αὕτη ἀποθανεῖται. » Καὶ ὥσπερ ἐκείνου ὁ θάνατος οὐ κυριεύει, οὕτω καὶ ἡμῶν μηκέτι κυριεύσῃ ἡ ἁμαρτία· τουτέστι, μηκέτι αὐτὴν ποιῶμεν. Καὶ ὅτι • Ὁ ποιῶν τὴν ἁμαρτίαν δοῦλός ἐστι τῆς ἁμαρτίας· » ἀπαλλοτριωθέντες δὲ τῆς τοιαύτης δουλείας κατὰ πάντα τρόπον, ὡς ἐδήλωσεν ὁ ᾿Απόστολος εἰπών· « Οἱ δὲ τοῦ Χριστοῦ Ἰησοῦ, τὴν σάρκα ἐσταύρωσαν σὺν τοῖς παθήμασι καὶ ταῖς ἐπιθυμίαις, » ζήσωμεν τῷ Θεῷ ἐν Χριστῷ Ἰησοῦ τῷ ἐλευθερώσαντι ἡμᾶς, καθὼς γέγραπται· « Χριστὸς ἡμᾶς ἐξηγόρασεν ἐκ τῆς κατάρας τοῦ νόμου, γενόμενος ὑπὲρ ἡμῶν κατάρα. Πολὺ δὲ πρότερον τῆς ἁμαρτίας, δηλονότι χάριτι τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, καθὼς γέγραπται· "Ωσπερ γὰρ διὰ τῆς παρακοῆς τοῦ ἑνὸς ἀνθρώπου ἁμαρτωλοὶ κατεστάθησαν οἱ πολλοί· οὕτω διὰ τῆς ὑπακοῆς τοῦ ἑνὸς δίκαιοι κατασταθήσονται οἱ πολλοί. Στήκετε οὖν, φησὶ, καὶ μὴ πάλιν ζυγῷ δουλείας ἐνέχεσθε. › Καὶ ὥσπερ αὐτὸς τῇ ἁμαρτίᾳ ἀπέθανεν ἐφάπαξ, ὁ δὲ ζῇ, ζῇ τῷ Θεῷ· οὕτω καὶ ἡμεῖς ἐν τῷ τοῦ ὕδατος βαπτισμῷ, ὅπερ ἐστὶν ὁμοίωμα τοῦ σταυροῦ καὶ τοῦ θανάτου, ἀποθανόντες τῇ ἁμαρτίᾳ ἐφάπαξ, φυλάξωμεν ἑαυτοὺς, καὶ μηκέτι ἐπανέλθωμεν ἐπὶ τὴν ἁμαρτίαν. Διαμείνωμεν δὲ ζῶντες τῷ Θεῷ ἐν Χριστῷ Ἰησοῦ εἰπόντι· « Ὁ ἐμοὶ διακονῶν ἐμοὶ ἀκολουθήτω, » ἐν τῷ φυλάσσειν πρῶτον μὲν τὸ αὐτοῦ τοῦ Κυρίου πρόσταγμα, εἰπόντος· « Οὕτω λαμψάτω τὸ φῶς ὑμῶν ἔμπροσθεν τῶν ἀνθρώπων, ὅπως ἴδωσιν ὑμῶν τὰ καλὰ ἔργα, καὶ δοξάσωσι τὸν Πατέρα ὑμῶν τὸν ἐν τοῖς οὐρανοῖς·· ἔπειτα δὲ καὶ τὸ τοῦ Ἀποστόλου παράγγελμα, γράψαντος· « Εἴτε ἐσθίετε, εἴτε πίνετε, εἴτε τι ποιεῖτε, πάντα εἰς δόξαν Θεοῦ ποιεῖτε. »• Κατορθοῦται δὲ τούτων ἕκαστον, ἐὰν, ἄξια τῆς ἐπουρανιου κλήσεως φρονοῦντες, ἀξίως τοῦ Εὐαγγελίου τοῦ Χριστοῦ πολιτευώμεθα, καὶ δυνηθῶμεν ἀληθεύοντες εἰπεῖν· « Ἡ γὰρ ἀγάπη τοῦ Χριστοῦ συνέχει ἡμᾶς, κρίναντες τοῦτο, ὅτι, εἰ εἷς ὑπὲρ πάντων ἀπέθανεν, ἄρα οἱ πάντες ἀπέθανον· καὶ ὑπὲρ πάντων ἀπέθανεν, ἵνα οἱ ζῶντες μηκέτι ἑαυτοῖς ζῶσιν, ἀλλὰ τῷ υπερ αυτῶν ἀποθανόντι καὶ ἐγερθέντι. » Καὶ οὕτω κατορθοῦται τὸ, « Μείνατε ἐν τῇ ἀγάπῃ μου. Ἐὰν τὰς ἐντολάς μου τηρήσητε, μενεῖτε ἐν τῇ ἀγάπῃ μου, καθὼς ἐγὼ τὰς ἐντολὰς τοῦ Πατρός μου τετήρηκα, καὶ μένω αὐτοῦ ἐν τῇ ἀγάπη

### English translation (Claude)

The Apostle, then, having added the dispensation of our Lord Jesus Christ himself for the forgiveness of our sins, through his incarnation even unto death, teaches us, in a way that shames and compels us more, decisively to be dead to sin but alive to God in Christ Jesus; so that, just as Christ, having died for us and been raised from the dead on our behalf, no longer dies, so we too, baptized into death in the likeness, may die to sin, and, through the coming up out of the baptism, as if raised from the dead, may live to God in Christ Jesus and no longer die, that is, no longer sin; for “the soul that sins, it shall die.” And just as death has no dominion over him, so let sin no longer have dominion over us, that is, let us no longer commit it. And since “whoever commits sin is a slave of sin,” let us, having been cut off from such slavery in every way, as the Apostle showed when he said, “And those who belong to Christ Jesus have crucified the flesh with its passions and desires,” live to God in Christ Jesus, who set us free, as it is written: “Christ redeemed us from the curse of the law, having become a curse for us”; and, plainly, far earlier from sin, by the grace of our Lord Jesus Christ, as it is written: “For as through the disobedience of the one man the many were made sinners, so through the obedience of the one the many will be made righteous.” “Stand firm, then,” he says, “and do not submit again to a yoke of slavery.” And just as he died to sin once for all, but the life he lives he lives to God, so let us too, having died to sin once for all in the baptism of water, which is a likeness of the cross and of death, guard ourselves and no longer return to sin. Let us continue living to God in Christ Jesus, who said, “Whoever serves me, let him follow me,” by keeping, first, the command of the Lord himself, who said, “Let your light so shine before people, that they may see your good works and glorify your Father in heaven,” and then the instruction of the Apostle, who wrote, “Whether you eat or drink, or whatever you do, do all to the glory of God.” Each of these is achieved if, with thoughts worthy of the heavenly calling, we live worthily of the Gospel of Christ and can say truthfully, “For the love of Christ constrains us, because we have judged this, that if one died for all, then all died; and he died for all, so that those who live might no longer live for themselves, but for him who died and was raised for them.” And so this is achieved: “Abide in my love. If you keep my commandments, you will abide in my love, just as I have kept my Father’s commandments and abide in his love.”

### Scripture references

- Rom 6:11: quotation, high confidence
- Rom 6:9: allusion, high confidence
- Ezek 18:4: quotation, high confidence
- Rom 6:14: allusion, high confidence
- John 8:34: quotation, high confidence
- Gal 5:24: quotation, high confidence
- Gal 3:13: quotation, high confidence
- Rom 5:19: quotation, high confidence
- Gal 5:1: quotation, high confidence
- Rom 6:10: quotation, high confidence
- John 12:26: quotation, high confidence
- Matt 5:16: quotation, high confidence
- 1 Cor 10:31: quotation, high confidence
- Phil 1:27: allusion, high confidence
- Heb 3:1: allusion, medium confidence
- 2 Cor 5:14: quotation, high confidence
- 2 Cor 5:15: quotation, high confidence
- John 15:9: quotation, high confidence
- John 15:10: quotation, high confidence

### Citation (SBL)

Basil, Bapt. 1.2.16 (PG 31:1553; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/basil-baptismo/1-2-16).

## On Baptism 1.2.17

- URL: https://sophiascriptura.com/fathers/basil-baptismo/1-2-17/#p-1-2-17
- Source: PG 31:1555
- Translation: Claude (claude-opus-5-5), 2026-11-12

Summary: The baptized must prove their baptismal promise true by not letting sin reign in their bodies, since Christ's obedience won them every blessing.

### Greek text

« Μηδεμίαν δὲ ἐν μηδενὶ διδόντες προσκοπήν, ἵνα μὴ μωμηθῇ ἡ διακονία· ἐν παντὶ δὲ συνιστῶντες ἑαυτοὺς ὡς Θεοῦ διάκονοι, » ἀψευδῆ καὶ ἀληθῆ ἐπιδειξώμεθα τὴν ἐν τῷ βαπτίσματι ἐπαγγελίαν, ἐν τῷ φυλάσσειν τὰ ὑπὸ τοῦ Ἀποστόλου παρακλητικῶς πρὸς τοὺς συμφυτευθέντας τῷ Χριστῷ καὶ συνεγερθέντας εἰρημένα οὕτως· « Μὴ οὖν βασιλευέτω ἡ ἁμαρτία ἐν τῷ θνητῷ ὑμῶν σώματι, εἰς τὸ ὑπακούειν αὐτῇ ἐν ταῖς ἐπιθυμίαις αὐτῆς. Μηδὲ παριστάνετε τὰ μέλη ὑμῶν ὅπλα ἀδικίας τῇ ἁμαρτία, ἀλλὰ παραστήσατε ἑαυτοὺς τῷ Θεῷ, ὡς ἐκ νεκρῶν ζῶντας, καὶ τὰ μέλη ὑμῶν ὅπλα δικαιοσύνης τῷ Θεῷ. Καὶ πάλιν· Εἰ οὖν συνηγέρθητε τῷ Χριστῷ, τὰ ἄνω ζητεῖτε, οὗ ὁ Χριστός ἐστιν ἐν δεξιᾷ τοῦ Θεοῦ καθήμενος· τὰ ἄνω φρονεῖτε, καὶ μὴ τὰ ἐπὶ τῆς γῆς·· ὡς οἶμαι, ἀναπόδοτον οὕτω διευκρινήσαντος ἡμῖν τοῦ Ἀποστόλου, δι᾽ ὀλίγων γοῦν τῶν μνημονευθέντων τὴν προλαβοῦσαν μεγάλην τῆς ἀμετρήτου φιλανθρωπίας τοῦ Θεοῦ χάριν ἐν ἀγάπῃ Χριστοῦ Ἰησοῦ τοῦ Κυρίου ἡμῶν, οὗ ἡ μέχρι θανάτου ὑπακοὴ ἡμῖν ἐγένετο, καθὼς γέγραπται, λύτρωσις ἁμαρτημάτων, ἐλευθερία τοῦ ἐν τῷ ἀπ' αἰῶνος παραπτώματι βασιλεύοντος θανάτου, καταλλαγὴ τῷ Θεῷ, δύναμις τῆς πρὸς Θεὸν εὐαρεστήσεως, δικαιοσύνης δωρεά, κοινωνία τῶν ἁγίων ἐν τῇ αἰωνίῳ ζωῇ, βασιλείας οὐρανῶν κληρονομία, καὶ μυρίων ἄλλων ἀγαθῶν βραβεῖον· σοφῶς δὲ καὶ ἰσχυρῶς παραδεδωκότος ἡμῖν, διὰ τῶν συνημμένως ἐπενεχθέντων, τὸν ἐν τῷ ὕδατι εἰς τὸν θάνατον τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ τοῦ βαπτίσματος λόγον. Δι' ὧν ἐπαίδευσεν ἡμᾶς ἀσφαλίζεσθαι ἑαυτοὺς, μὴ εἰς κενὸν τὴν τοσαύτην καὶ τοιαύτην χάριν δέξασθαι, εἰπὼν ἃ καὶ προσεῖπον· « Μὴ οὖν βασιλευέτω ἡ ἁμαρτία ἐν τῷ θνητῷ ὑμῶν σώματι, εἰς τὸ ὑπακούειν αὐτῇ ἐν ταῖς ἐπιθυμίαις αὐτῆς. Μηδὲ παριστάνετε τὰ μέλη ὑμῶν ὅπλα ἀδικίας τῇ ἁμαρτία, ἀλλὰ παραστήσατε ἑαυτοὺς τῷ Θεῷ, ὡς ἐκ νεκρῶν ζῶντας· καὶ τὰ μέλη ὑμῶν ὅπλα δικαιοσύνης τῷ Θεῷ,· καὶ τὰ ἑξῆς.

### English translation (Claude)

“Giving no offense in anything, so that our ministry may not be blamed, but in everything commending ourselves as servants of God”: so let us show the promise made in baptism to be without falsehood and true, by keeping what the Apostle said by way of exhortation to those who have been planted together with Christ and raised with him: “Let not sin, therefore, reign in your mortal body, to obey it in its desires. Do not present your members to sin as weapons of unrighteousness, but present yourselves to God as alive from the dead, and your members to God as weapons of righteousness.” And again: “If then you have been raised with Christ, seek the things that are above, where Christ is, seated at the right hand of God; set your minds on things that are above, not on things that are on the earth.” In this way, I think, the Apostle has clearly set out for us, through the few passages recalled, the great grace of God’s measureless love for humankind, a grace that went before us and can never be repaid, in the love of Christ Jesus our Lord, whose obedience unto death became for us, as it is written, redemption from sins, freedom from the death that has reigned through the trespass of old, reconciliation to God, power to please God, the gift of righteousness, fellowship with the saints in eternal life, the inheritance of the kingdom of heaven, and the prize of countless other good things. And through what he added in connection he has wisely and powerfully handed down to us the teaching of the baptism in water into the death of our Lord Jesus Christ. Through these words he taught us to make ourselves safe, so as not to receive so great and such a grace in vain, saying what I quoted before: “Let not sin, therefore, reign in your mortal body, to obey it in its desires. Do not present your members to sin as weapons of unrighteousness, but present yourselves to God as alive from the dead, and your members to God as weapons of righteousness,” and what follows.

### Scripture references

- 2 Cor 6:3: quotation, high confidence
- 2 Cor 6:4: quotation, high confidence
- Rom 6:12: quotation, high confidence
- Rom 6:13: quotation, high confidence
- Col 3:1: quotation, high confidence
- Col 3:2: quotation, high confidence
- Phil 2:8: allusion, high confidence
- Rom 5:10: allusion, medium confidence
- Rom 5:17: allusion, medium confidence
- 2 Cor 6:1: allusion, high confidence

### Translation notes

- “Can never be repaid” renders ἀναπόδοτον, whose sense here is uncertain.

### Citation (SBL)

Basil, Bapt. 1.2.17 (PG 31:1555; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/basil-baptismo/1-2-17).

## On Baptism 1.2.18

- URL: https://sophiascriptura.com/fathers/basil-baptismo/1-2-17/#p-1-2-18
- Source: PG 31:1555
- Translation: Claude (claude-opus-5-5), 2026-11-12

Summary: Paul's image of the widow freed by her husband's death to marry again teaches that the baptized have died to the law to belong to Christ.

### Greek text

Δι' ὧν παντάπασιν ἀποστήσας μὲν ἡμᾶς πάσης ἁμαρτίας καὶ τῆς κατὰ νόμον δικαιοσύνης, προσαγαγὼν δὲ τῇ κατὰ Θεὸν δικαιοσύνῃ σφοδρότερον διὰ φρικωδεστέρας ἀπειλῆς, καὶ ἀγαθῆς καὶ ποθεινοτάτης ἐπαγγελίας, ἐν τῷ εἰπεῖν· « Τὰ γὰρ ὀψώνια τῆς ἁμαρτίας θάνατος· τὸ δὲ χάρισμα τοῦ Θεοῦ ζωὴ αἰώνιος ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, » μιμεῖσθαι σύνης κρείττονας ἡμᾶς γενέσθαι παιδεύει, ἐπαγαγών· « Ἢ ἀγνοεῖτε, ἀδελφοὶ (γινώσκουσι γὰρ νόμον λαλῶ), ὅτι ὁ νόμος κυριεύει τοῦ ἀνθρώπου ἐφ᾿ ὅσον χρόνον ζῇ; Ἡ γὰρ ὕπανδρος γυνὴ τῷ ζῶντι ἀνδρὶ δέδεται νόμῳ· ἐὰν δὲ ἀποθάνῃ ὁ ἀνὴρ, κατήργηται ἀπὸ τοῦ νόμου τοῦ ἀνδρός. ῎Αρα οὖν ζῶντος τοῦ ἀνδρὸς, μοιχαλὶς χρηματίσει, ἐὰν γένηται ἀνδρὶ ἑτέρῳ· ἐὰν δὲ ἀποθάνῃ ὁ ἀνὴρ, ἐλευθέρα ἐστὶν ἀπὸ τοῦ νόμου, τοῦ μὴ εἶναι αὐτὴν μοιχαλίδα, γενομένην ἀνδρὶ ἑτέρῳ. Ωστε, ἀδελφοί μου, καὶ ὑμεῖς ἐθανατώθητε τῷ νόμῳ διὰ τοῦ σώματος τοῦ Χριστοῦ, εἰς τὸ γενέσθαι ὑμᾶς ἑτέρῳ, τῷ ἐκ νεκρῶν ἐγερθέντι, ἵνα καρποφορήσωμεν τῷ Θεῷ. Ὅτε γὰρ ἦμεν ἐν τῇ σαρκὶ, τὰ παθήματα τῶν ἁμαρτιῶν τὰ διὰ τοῦ νόμου ἐνηργεῖτο ἐν τοῖς μέλεσιν ἡμῶν, εἰς τὸ καρποφορῆσαι τῷ θανάτῳ. Νυνὶ δὲ κατηργήθημεν ἀπὸ τοῦ νόμου, ἀποθανόντες ἐν ᾧ κατειχόμεθα, ὥστε δουλεύειν ἡμᾶς ἐν καινότητι πνεύματος, καὶ οὐ παλαιότητι γράμματος,· καὶ τὰ ἑξῆς. Δι' ὧν παιδευόμεθα θαυμάζειν τὴν ἀνεκδιήγητον φιλανθρωπίαν τοῦ Θεοῦ ἐν Χριστῷ Ἰησοῦ, καὶ φρικωδέστερον καθαρεύειν ἀπὸ παντὸς μολυσμοῦ σαρκὸς καὶ πνεύματος.

### English translation (Claude)

Through these words he wholly separated us from all sin and from the righteousness according to the law, and brought us more forcefully to the righteousness according to God, through a more fearful threat and a good and more desirable promise, when he said, “For the wages of sin is death, but the gift of God is eternal life in Christ Jesus our Lord.” And he teaches us to imitate … and to rise above … righteousness, adding: “Or do you not know, brothers (for I am speaking to those who know the law), that the law has dominion over a person for as long as he lives? For the married woman is bound by law to her husband while he lives; but if the husband dies, she is released from the law of the husband. So then, if she joins another man while her husband lives, she will be called an adulteress; but if the husband dies, she is free from the law, so that she is not an adulteress if she joins another man. So, my brothers, you too were put to death to the law through the body of Christ, so that you might belong to another, to him who was raised from the dead, in order that we may bear fruit for God. For while we were in the flesh, the passions of sins, aroused by the law, were at work in our members to bear fruit for death. But now we have been released from the law, having died to that in which we were held, so that we serve in newness of spirit and not in oldness of letter,” and what follows. Through these words we are taught to wonder at the indescribable love of God for humankind in Christ Jesus, and with greater dread to keep ourselves clean from every defilement of flesh and spirit.

### Scripture references

- Rom 6:23: quotation, high confidence
- Rom 7:1: quotation, high confidence
- Rom 7:2: quotation, high confidence
- Rom 7:3: quotation, high confidence
- Rom 7:4: quotation, high confidence
- Rom 7:5: quotation, high confidence
- Rom 7:6: quotation, high confidence
- 2 Cor 7:1: allusion, high confidence

### Translation notes

- Words are lost in the scan after “to imitate” (the next word begins in the middle, “…ness”); they probably named the Lord and the righteousness according to the law.
- Paul’s marriage analogy (Rom 7:2–3) is quoted as an image of dying to the law.

### Citation (SBL)

Basil, Bapt. 1.2.18 (PG 31:1555; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/basil-baptismo/1-2-18).

## On Baptism 1.2.19

- URL: https://sophiascriptura.com/fathers/basil-baptismo/1-2-17/#p-1-2-19
- Source: PG 31:1557
- Translation: Claude (claude-opus-5-5), 2026-11-12

Summary: The law is the letter that kills and Christ's teaching the life-giving spirit; the baptized must set aside legal righteousness, human traditions, and their own wills.

### Greek text

Τὴν δὲ διαφορὰν τοῦ πνεύματος πρὸς τὸ γράμμα, ἐν ἑτέρῳ τόπῳ σύγκρισιν ποιούμενος τοῦ νόμου καὶ τοῦ Εὐαγγελίου, κατὰ ἀπόφασιν δεικνύει, λέγων· Τὸ γὰρ γράμμα ἀποκτείνει, τὸ δὲ πνεῦμα ζωοποιεῖ·· γράμμα δὲ λέγων τὸν νόμον, ὡς διὰ τῶν προγεγραμμένων καὶ ἐπιφερομένων δηλοῦται πνεῦμα δὲ τὴν τοῦ Κυρίου διδασκαλίαν, αὐτοῦ τοῦ Κυρίου εἰπόντος· « Τὰ ῥήματά μου πνεῦμα ἐστι, καὶ ζωή ἐστιν. • Εἰ δὲ ἡ κατὰ νόμον δικαιοσύνη σπουδαζομένη τισὶ τῶν ἐν τῷ βαπτίσματι καθομολογησάντων ἑαυτοὺς τῷ Θεῷ μηκέτι ἑαυτοῖς ζῇν, ἀλλὰ τῷ ὑπὲρ αὐτῶν ἀποθανόντι καὶ ἐγερθέντι, μοιχείας κρῖμα ἐπάγει, ὡς διὰ τῶν προειρημένων σαφῶς δέδεικται, τί ἄν τις εἴποι περὶ παραδόσεων ἀνθρωπίνων; Περὶ δὲ τῆς κατὰ νόμον δικαιοσύνης ὁ αὐτὸς ᾿Απόστολος σφοδρότερον ἀποφαίνεται, εἰπών Ἀλλὰ μὲν οὖν καὶ ἡγοῦμαι τὰ πάντα ζημίαν εἶναι διὰ τὸ ὑπερέχον τῆς γνώσεως Χριστοῦ Ἰησοῦ τοῦ Κυρίου μου, δι' ὃν τὰ πάντα ἐζημιώθην, καὶ ἡγοῦμαι σκύβαλα εἶναι, ἵνα Χριστὸν κερδήσω, καὶ εὑρεθῶ ἐν αὐτῷ μὴ ἔχων ἐμὴν δικαιοσύνην τὴν ἐκ τοῦ νόμου, ἀλλὰ τὴν διὰ πίστεως Χριστοῦ Ἰησοῦ, τὴν ἐκ Θεοῦ δικαιοσύνην. » Περὶ μὲν οὖν παραδόσεων ἀνθρωπίνων τὸ κρίμα φανερὸν ἐκ τῶν τοῦ Κυρίου ῥημάτων· περὶ δὲ λογισμῶν ἰδίων ἐν σοφία ἀνθρωπίνῃ ἀγωνιστικώτερον τὴν καθαίρεσιν ποιεῖσθαι ὁ ᾿Απόστολος ἐδίδαξεν, εἰπών· « Τὰ γὰρ ὅπλα τῆς στρατείας ἡμῶν οὐ σαρκικὰ, ἀλλὰ δυνατὰ τῷ καθαιροῦντες καὶ πᾶν ὕψωμα ἐπαιρόμενον κατὰ τῆς γνώσεως τοῦ Θεοῦ. » Ἢ ὅλως περὶ δικαιοσύνης τῆς ἑκάστῳ φαινομένης, κἂν διὰ Θεὸν ἢ ἐσπουδασμένως γινομένη· περὶ ἧς φησι πάλιν ὁ αὐτός· « Μαρτυρῶ γὰρ αὐτοῖς, ὅτι ζῆλον Θεοῦ ἔχουσιν, ἀλλ' οὐ κατ' ἐπίγνωσιν. ᾿Αγνοοῦντες γὰρ τὴν τοῦ θεοῦ δικαιοσύνην, καὶ τὴν ἰδίαν ζητοῦντες στῆσαι, τῇ δικαιοσύνη τοῦ Θεοῦ οὐχ ὑπετάγησαν.» Ὡς ἐκ τούτων καὶ τῶν τοιούτων φανερὸν εἶναι τὸ κρῖμα τῶν θελόντων σοφίζεσθαι τὰ κρίματα τοῦ Θεοῦ. Γέγραπται γάρ· Οὐαὶ οἱ συνετοὶ ἐν ἑαυτοῖς, καὶ ἐνώπιον ἑαυτῶν ἐπιστήμονες·· τοῦ Κυρίου φανερώτερον ἀποφηναμένου, ὅτι ὅς ἐὰν μὴ δέξηται τὴν βασιλείαν τοῦ Θεοῦ ὡς τὸ παιδίον, οὐ μὴ εἰσέλθῃ εἰς αὐτήν. Διόπερ πάντων ὁμοῦ καθαρεῦσαι ἀναγκαῖον, τῶν τε τοῦ διαβόλου ἐπιθυμιῶν, καὶ τῶν τοῦ κόσμου μετεωρισμῶν, καὶ τῶν ἀνθρωπίνων παραδόσεων, καὶ τῶν ἰδίων θελημάτων, κἂν εὐπροσωπότεροι εἶναι δόξωσι, καὶ ὑπὸ τοῦ νόμου συνηγορῶνται, ἐὰν καὶ πρὸς ὀλίγον ἀναβολὴν ἐμποιήσωσι τῇ ὀφειλομένῃ ὀξυτάτη σπουδῇ τῶν θελημάτων τοῦ Θεοῦ· ἵνα οἱ ἐν τῷ τοιούτῳ βαπτίσματι ὁμολογήσαντες συνεσταυρῶσθαι τῷ Χριστῷ, συντεθνηκέναι, συντεθάφθαι, συμπεφυτεῦσθαι, συνεγηγέρθαι, παρρησίαν ἔχωσι μετὰ ἀληθείας εἰπεῖν·· Ἐγὼ τῷ κόσμῳ ἐσταύρωμαι (πολύ δὲ πρότερον τῷ διαβόλῳ), καὶ ὁ κόσμος ἐμοί. Ζῶ δὲ οὐκέτι ἐγὼ, ζῇ δὲ ἐν ἐμοὶ ὁ Χριστός·· περισσείαν τῆς κατὰ τὸν νόμον δικαιοσύνης διδάσκων, ἵνα βασιλείας οὐρανῶν καταξιωθῶμεν.

### English translation (Claude)

The difference between the spirit and the letter he shows by a declaration in another place, where he compares the law and the Gospel, saying, “For the letter kills, but the spirit gives life.” He calls the law “letter,” as what is written before and after makes plain, and the teaching of the Lord “spirit,” since the Lord himself said, “My words are spirit and are life.” Now if the righteousness according to the law, when pursued by some of those who in baptism have confessed to God that they no longer live for themselves but for him who died and was raised for them, brings on them the judgment of adultery, as has been clearly shown by what was said before, what would one say about human traditions? About the righteousness according to the law the same Apostle declares more forcefully, saying, “But indeed I count all things as loss because of the surpassing worth of knowing Christ Jesus my Lord, for whose sake I have suffered the loss of all things, and I count them rubbish, that I may gain Christ and be found in him, not having my own righteousness that comes from the law, but that which is through faith in Christ Jesus, the righteousness from God.” About human traditions, then, the judgment is plain from the Lord’s words; and about one’s own reasonings in human wisdom the Apostle taught that they must be pulled down with a harder fight, saying, “For the weapons of our warfare are not fleshly, but powerful before God …, destroying … and every high thing raised up against the knowledge of God.” Or, in general, about the righteousness that seems right to each person, even if it is done for God’s sake or with zeal; of which the same Apostle says again, “For I bear them witness that they have a zeal for God, but not according to knowledge. For, being ignorant of the righteousness of God and seeking to establish their own, they did not submit to the righteousness of God.” So from these and such passages the judgment on those who wish to be clever about the judgments of God is plain. For it is written, “Woe to those who are wise in themselves and knowing in their own sight”; and the Lord declared more plainly that whoever does not receive the kingdom of God like the child will never enter it. Therefore we must be clean of all these together: the desires of the devil, the distractions of the world, human traditions, and our own wills, even if they seem more respectable and are defended by the law, if they cause even a brief delay in the most eager zeal owed to the will of God; so that those who in such a baptism have confessed that they have been crucified with Christ, have died with him, been buried with him, planted with him, and raised with him, may have the boldness to say with truth, “I have been crucified to the world (and much earlier to the devil), and the world to me. I no longer live, but Christ lives in me.” So the Apostle teaches a righteousness beyond that according to the law, so that we may be counted worthy of the kingdom of heaven.

### Scripture references

- 2 Cor 3:6: quotation, high confidence
- John 6:63: quotation, high confidence
- 2 Cor 5:15: allusion, high confidence
- Rom 7:3: allusion, medium confidence
- Mark 7:8: allusion, medium confidence
- Phil 3:8: quotation, high confidence
- Phil 3:9: quotation, high confidence
- 2 Cor 10:4: quotation, high confidence
- 2 Cor 10:5: quotation, high confidence
- Rom 10:2: quotation, high confidence
- Rom 10:3: quotation, high confidence
- Isa 5:21: quotation, high confidence
- Mark 10:15: quotation, high confidence
- Gal 6:14: quotation, high confidence
- Gal 2:20: quotation, high confidence
- Matt 5:20: allusion, medium confidence

### Translation notes

- Part of 2 Cor 10:4–5 is lost in the scan (the words between “before God” and “destroying”); marked “…”.
- “The judgment of adultery” applies Paul’s image of Rom 7:2–3 (1.2.18) to those who return to the law.

### Citation (SBL)

Basil, Bapt. 1.2.19 (PG 31:1557; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/basil-baptismo/1-2-19).

## On Baptism 1.2.20

- URL: https://sophiascriptura.com/fathers/basil-baptismo/1-2-17/#p-1-2-20
- Source: PG 31:1559
- Translation: Claude (claude-opus-5-5), 2026-11-12

Summary: Being baptized in the name of the Holy Spirit means being born of the Spirit and so becoming spirit, shown in the Spirit's gifts and fruit and in keeping Christ's commandments.

### Greek text

Καιρὸς ἂν εἴη λοιπὸν εἰς κατανόησιν ἡμᾶς ἐλθεῖν, καὶ διὰ τῆς εἰς Χριστὸν πίστεως σύνεσιν ἡμᾶς λαβεῖν, καὶ γνῶναι τί ἐστι τὸ ἐν τῷ ὀνόματι τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ ἁγίου Πνεύματος βαπτισθῆναι. Πρῶτον μὲν οὖν ἑκάστου ὀνόματος ίδιαζόντως τὴν τοῦ ὀνομαζομένου δόξαν γνωρίζειν ἀναγκαῖον· ἔπειτα εἰδέναι, ὅτι τὸ ἐν τῷ ὀνόματι τοῦ ἁγίου Πνεύματος βαπτισθῆναι αὐτὸς ὁ Κύριος σαφηνίζει, λέγων· « Τὸ γεγεννημένον ἐκ τῆς σαρκὸς σάρξ ἐστι· καὶ τὸ γεγεννημένον ἐκ τοῦ πνεύματος πνεῦμα ἐστιν, » ἵνα, τῆς κατὰ σάρκα γεννήσεως τὴν ἀκολουθίαν ἀντὶ ὑποδείγματος λαβόντες, ἐκ τοῦ γνωριμωτέρου πράγματος τὸ δόγμα τῆς εὐσεβείας σαφῶς καὶ ἀληθῶς παιδευθῶμεν· εἰδότες, καὶ πεπεισμένοι ἀκριβῶς, ὅτι, ὥσπερ τὸ κατὰ σάρκα ἔκ τινος γεννηθὲν τοιοῦτόν ἐστιν, οἷόν ἐστι τὸ ἐξ οὗ ἐγεννήθη, οὕτω καὶ ἡμᾶς ἐπάναγκες, ἐκ τοῦ πνεύματος γεννωμένους, πνεῦμα γενέσθαι· πνεῦμα δὲ οὐ κατὰ τὴν μεγάλην καὶ ἀκατάληπτον ἀνθρωπίνῃ διανοίᾳ δόξαν τοῦ ἁγίου Πνεύματος, ἀλλὰ τὴν ἐν τῇ διαιρέσει τῶν τοῦ Θεοῦ διὰ τοῦ Χριστοῦ αὐτοῦ χαρισμάτων ἑκάστῳ πρὸς τὸ συμφέρον, καὶ ἐνεργείᾳ τούτων ἁπάντων αἰνιγματωδῶς θεωρουμένην, καὶ ἐν ἄλλοις δὲ ῥητοῖς ὁμοίως, ἀλλὰ κατὰ τὴν τῶν ἐντολῶν τοῦ Θεοῦ, τῶν διὰ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ κατηγγελμένων ὑπόμνησίν τε καὶ διδασκαλίαν, αὐτοῦ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ εἰπόντος· « Αὐτὸς ὑμᾶς διδάξει, καὶ ὑπομνήσει ὑμᾶς πάντα ἃ εἶπον ὑμῖν. • Ἔπειτα δὲ ὁ ᾿Απόστολος πλατύτερον παραδίδωσι, διὰ ποίων φρονημάτων γίνεταί τις πνεῦμα, ἐν τῷ γράφειν ποτὲ μέν « Ὁ δὲ καρπὸς τοῦ Πνεύματός ἐστιν ἀγάπη, χαρὰ, εἰρήνη, μακροθυμία, » καὶ τὰ ἑξῆς· προειπών· « Εἰ δὲ πνεύματι ἄγεσθε, οὐκ ἐστὲ ὑπὸ νόμον·· καὶ ἀλλαχοῦ, « Εἰ ζῶμεν πνεύματι, πνεύματι καὶ στοιχῶμεν· » ποτὲ δέ· • Ἔχοντες δὲ χαρίσματα κατὰ τὴν χάριν τοῦ Θεοῦ, τὴν δοθεῖσαν ἡμῖν, διάφορα, εἴτε προφητείαν, κατὰ τὴν ἀναλογίαν τῆς πίστεως, εἴτε διακονίαν ἐν τῇ διακονίᾳ, καὶ τὰ ἑξῆς.

### English translation (Claude)

It would be time, then, for us to come to an understanding, to gain insight through faith in Christ, and to know what it is to be baptized in the name of the Father and of the Son and of the Holy Spirit. First, then, it is necessary to recognize the glory of the one named by each name in its own way; then to know that the Lord himself makes clear what it is to be baptized in the name of the Holy Spirit, saying, “What is born of the flesh is flesh, and what is born of the spirit is spirit.” So, taking the sequence of birth according to the flesh as an example, we are taught the doctrine of godliness clearly and truly from the more familiar thing, knowing and being exactly persuaded that, just as what is born of something according to the flesh is of the same kind as that from which it was born, so we too, being born of the Spirit, must become spirit. Spirit, however, not according to the great glory of the Holy Spirit, which the human mind cannot grasp, but according to the glory glimpsed dimly in the distribution of God’s gifts through his Christ to each for the common good, and in the working of all of them, and likewise in other sayings; and according to the remembering and the teaching of the commandments of God proclaimed through our Lord Jesus Christ, as our Lord Jesus Christ himself said, “He will teach you, and remind you of all that I said to you.” Then the Apostle hands down more fully by what kind of mind one becomes spirit, writing at one time, “But the fruit of the Spirit is love, joy, peace, patience,” and what follows, having said before, “But if you are led by the Spirit, you are not under the law”; and elsewhere, “If we live by the Spirit, let us also walk by the Spirit”; at another time, “Having gifts that differ according to the grace given to us: if prophecy, according to the proportion of faith; if service, in serving,” and what follows.

### Scripture references

- Matt 28:19: allusion, high confidence
- John 3:6: quotation, high confidence
- 1 Cor 12:4: allusion, high confidence
- 1 Cor 12:7: allusion, high confidence
- 1 Cor 12:11: allusion, medium confidence
- 1 Cor 13:12: allusion, low confidence
- John 14:26: quotation, high confidence
- Gal 5:22: quotation, high confidence
- Gal 5:18: quotation, high confidence
- Gal 5:25: quotation, high confidence
- Rom 12:6: quotation, high confidence
- Rom 12:7: quotation, high confidence

### Citation (SBL)

Basil, Bapt. 1.2.20 (PG 31:1559; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/basil-baptismo/1-2-20).

## On Baptism 1.2.21

- URL: https://sophiascriptura.com/fathers/basil-baptismo/1-2-17/#p-1-2-21
- Source: PG 31:1561
- Translation: Claude (claude-opus-5-5), 2026-11-12

Summary: Those born of the Spirit change their dwelling, their manner of life, and their companions, keeping away from the wicked as David and Paul teach.

### Greek text

Διὰ τούτων καὶ τῶν τοιούτων ὁ Κύριος τοὺς γεννηθέντας ἐκ πνεύματος πνεῦμα γενέσθαι λέγει. Συμμαρτυρεῖ δὲ ὁ ᾿Απόστολος, λέγων· « Τούτου χάριν κάμπτω τὰ γόνατά μου πρὸς τὸν Πατέρα τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ἐξ οὗ πᾶσα πατριὰ ἐν οὐρανῷ καὶ ἐπὶ γῆς ὀνομάζεται· ἵνα δῷ ὑμῖν κατὰ τὸν πλοῦτον τῆς δόξης αὐτοῦ, δυνάμει κραταιωθῆναι διὰ τοῦ Πνεύματος αὑτοῦ εἰς τὸν ἔσω ἄνθρωπον, κατοικῆσαι τὸν Χριστόν. » Ἐὰν δὲ ζῶντες πνεύματι, πνεύματι καὶ στοιχῶμεν, καὶ οὕτω χωρητικοὶ γενόμενοι τοῦ Πνεύματος τοῦ ἁγίου, δυνηθῶμεν ὁμολογῆσαι τὸν Χριστὸν· διότι οὐδεὶς δύναται εἰπεῖν Κύριον Ἰησοῦν εἰ μὴ ἐν Πνεύματι ἁγίῳ. Οὕτω μὲνοὖν ὁ Κύριος διά τε ἑαυτοῦ καὶ διὰ τοῦ Ἀποστόλου τοὺς γεννηθέντας ἐκ πνεύματος, πνεῦμα γίνεσθαι ἐδίδαξεν. Καὶ ἐν τούτῳ δὲ πάλιν μιμησόμεθα τὴν κατὰ σάρκα γέννησιν· πρῶτον μὲν τὸν τόπον μεταλλάξαντες καὶ τὸν τρόπον μετασχηματισθέντες διὰ τοῦ κραταιωθῆναι πνεύματι τὸν ἔσω ἄνθρωπον, ὡς δύνασθαι ἡμᾶς λέγειν· « Ἡμῶν δὲ τὸ πολίτευμα ἐν οὐρανοῖς ὑπάρχει» τὸ μὲν σῶμα ὡς σκιὰν περισύροντες ἐπὶ τῆς γῆς, τὴν δὲ ψυχὴν συμπολιτευομένην τοῖς ἐπουρανίοις φυλάσσοντες· ἔπειτα δὲ καὶ τοὺς συνόντας ἐπὶ γῆς ἀνταλλαξάμενοι, τοῦ μὲν Δαβὶδ εἰπόντος· « Τὸν καταλαλοῦντα λάθρα τοῦ πλησίον αὐτοῦ, τοῦτον ἐξεδίωκον. Ὑπερηφάνῳ ὀφθαλμῷ καὶ ἀπλήστῳ καρδίᾳ, τούτῳ οὐ συνήσθιον. Οἱ ὀφθαλμοί μου ἐπὶ τοὺς πιστοὺς τῆς γῆς, τοῦ συγκαθῆσθαι αὐτοὺς μετ᾿ ἐμοῦ· πορευόμενος ἐν ὁδῷ ἀμώμῳ, οὗτός μοι ἐλειτούργει. Οὐ κατώκει ἐν μέσῳ τῆς οἰκίας μου ποιῶν ὑπερηφανίαν. Λαλῶν ἄδικα, οὐ κατεύθυνεν ἐνώπιον τῶν ὀφθαλμῶν μου, » και ἐν ἄλλοις ὁμοίως· τοῦ δὲ Ἀποστόλου ἐμβριθέστερον παραγγέλλοντος, ὅτι « Ἐάν τις ἀδελφὸς ὀνομαζόμενος ἢ πόρνος, ἢ πλεονέκτης, ἢ εἰδωλολάτρης, ἢ λοίδορος, ἢ μέθυσος, ἢ ἅρπαξ, τῷ τοιούτῳ μηδὲ συνεσθίειν

### English translation (Claude)

Through these and such words the Lord says that those born of the Spirit become spirit. And the Apostle bears witness with him, saying, “For this reason I bow my knees to the Father of our Lord Jesus Christ, from whom every family in heaven and on earth is named, that he may grant you, according to the riches of his glory, to be strengthened with power through his Spirit in the inner man, that Christ may dwell.” And if, living by the Spirit, we also walk by the Spirit, and so become able to receive the Holy Spirit, we can confess Christ, since no one can say “Lord Jesus” except in the Holy Spirit. So, then, the Lord taught, both through himself and through the Apostle, that those born of the Spirit become spirit. In this too we shall again imitate birth according to the flesh. First, we change our place and transform our manner of life, through the inner man being strengthened by the Spirit, so that we can say, “But our citizenship is in heaven,” dragging the body about on the earth like a shadow, but keeping the soul a fellow citizen with the heavenly beings. Then we also exchange our companions on earth. For David said, “The one who slanders his neighbor in secret, him I drove away. With the one of proud eye and insatiable heart, with him I did not eat. My eyes are on the faithful of the land, that they may sit with me; the one who walks in a blameless way, he ministered to me. The one who acts proudly did not dwell in the midst of my house. The one who speaks unjust things did not prosper before my eyes”; and likewise elsewhere. And the Apostle commands more weightily, “If anyone who is called a brother is sexually immoral, or greedy, or an idolater, or a reviler, or a drunkard, or a swindler, do not even eat with such a one.”

### Scripture references

- Eph 3:14: quotation, high confidence
- Eph 3:15: quotation, high confidence
- Eph 3:16: quotation, high confidence
- Eph 3:17: quotation, high confidence
- Gal 5:25: quotation, high confidence
- 1 Cor 12:3: quotation, high confidence
- Phil 3:20: quotation, high confidence
- Ps 101:5 (100:5 LXX): quotation, high confidence
- Ps 101:6 (100:6 LXX): quotation, high confidence
- Ps 101:7 (100:7 LXX): quotation, high confidence
- 1 Cor 5:11: quotation, high confidence

### Translation notes

- Ps 101:5–7 is cited from the Greek Old Testament (Ps 100:5–7).

### Citation (SBL)

Basil, Bapt. 1.2.21 (PG 31:1561; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/basil-baptismo/1-2-21).

## On Baptism 1.2.22

- URL: https://sophiascriptura.com/fathers/basil-baptismo/1-2-17/#p-1-2-22
- Source: PG 31:1563
- Translation: Claude (claude-opus-5-5), 2026-11-12

Summary: Christ has made Jew and Gentile one household of God, and those born of the Spirit become worthy to be baptized in the name of the Son and to put on Christ.

### Greek text

Καὶ πολλάκις δὲ ὁ αὐτὸς, τὰ ὅμοια κατὰ τῶν ὁμοίων δογματίσας, παραδίδωσι σαφῶς καὶ ἀσφαλῶς προδιηγούμενος τὴν μεγάλην καὶ ἔνδοξον τῆς φιλανθρωπίας τοῦ Χριστοῦ χάριν, τίσι καὶ ποταποῖς συνεῖναι ἡμᾶς δεῖ, ἐν τῷ εἰπεῖν· « Αὐτὸς γάρ ἐστιν ἡ εἰρήνη ἡμῶν, ὁ ποιήσας τὰ ἀμφότερα ἓν, καὶ τὸ μεσότοιχον τοῦ φραγμοῦ λύσας, τὴν ἔχθραν ἐν τῇ σαρκὶ αὐτοῦ· τὸν νόμον τῶν ἐντολῶν ἐν δόγμασι καταργήσας, ἵνα τοὺς δύο κτίσῃ ἐν αὐτῷ εἰς ἕνα καινὸν ἄνθρωπον, ποιῶν εἰρήνην, καὶ ἀποκαταλλάξῃ τοὺς ἀμφοτέρους ἐν ἑνὶ σώματι τῷ Θεῷ διὰ τοῦ σταυροῦ, ἀποκτείνας τὴν ἔχθραν ἐν αὐτῷ. Καὶ ἐλθὼν εὐηγγελίσατο εἰρήνην ὑμῖν τοῖς μακρὰν, καὶ εἰρήνην τοῖς ἐγγὺς· ὅτι δι' αὐτοῦ ἔχομεν τὴν προσαγωγὴν οἱ ἀμφότεροι ἐν ἑνὶ Πνεύματι πρὸς τὸν Πατέρα. "Αρα οὖν οὐκέτι ἐστὲ ξένοι καὶ πάροικοι, ἀλλ᾽ ἐστὲ συμπολῖται τῶν ἁγίων, καὶ οἰκεῖοι τοῦ Θεοῦ, ἐποικοδομηθέντες ἐπὶ τῷ θεμελίῳ τῶν ἀποστόλων καὶ προφητῶν, ὄντος ἀκρογωνιαίου αὐτοῦ Χριστοῦ Ἰησοῦ, ἐν ᾧ πᾶσα οἰκοδομὴ συναρμολογουμένη αὔξει εἰς ναὸν ἅγιον ἐν Κυρίῳ, » ἵνα οὕτως ἐν μὲν τῷ ὁμοιώματι τοῦ θανάτου συμφυτευθέντες τῷ Χριστῷ, καὶ ἐν τῷ ὀνόματι τοῦ ἁγίου Πνεύματος βαπτισθέντες, καὶ γεννηθέντες ἄνωθεν τὸν ἔσω ἄνθρωπον ἐν τῇ ἀνακαινώσει τοῦ νοῦ, ἐποικοδομηθέντες ἐπὶ τῷ θεμελίῳ τῶν ἀποστόλων καὶ προφητῶν, οὕτως ἄξιοι γενώμεθα βαπτισθῆναι ἐν τῷ ὀνόματι τοῦ μονογενοῦς Υἱοῦ τοῦ Θεοῦ, καὶ καταξιωθῶμεν τῆς μεγάλης δωρεᾶς, ἣν ὁ ᾿Απόστολος παραδέδωκεν εἰπών· ὅτι « Ὅσοι εἰς Χριστὸν ἐβαπτίσθητε, Χριστὸν ἐνεδύσασθε. Οὐκ ἔνι Ἕλλην καὶ Ἰουδαῖος, περιτομὴ καὶ ἀκροβυστία, βάρβαρος, Σκύθης, δοῦλος, καὶ ἐλεύθερος· ἀλλὰ πάντα καὶ ἐν πᾶσι Χριστός.

### English translation (Claude)

The same Apostle often lays down like things against like, and, after first describing the great and glorious grace of Christ’s love for humankind, he hands down clearly and securely with whom, and with what kind of people, we must associate, saying, “For he himself is our peace, who made both one and broke down the dividing wall of the fence, the enmity, in his flesh, abolishing the law of commandments in ordinances, so that he might create the two in himself into one new man, making peace, and might reconcile both in one body to God through the cross, having killed the enmity by it. And he came and preached peace to you who were far off and peace to those who were near; for through him we both have access in one Spirit to the Father. So then you are no longer strangers and sojourners, but fellow citizens with the saints and members of the household of God, built on the foundation of the apostles and prophets, Christ Jesus himself being the cornerstone, in whom the whole building, being fitted together, grows into a holy temple in the Lord.” So, having been planted together with Christ in the likeness of his death, baptized in the name of the Holy Spirit, born from above in the inner man by the renewal of the mind, and built on the foundation of the apostles and prophets, we may in this way become worthy to be baptized in the name of the only-begotten Son of God and be counted worthy of the great gift which the Apostle has handed down, saying, “As many of you as were baptized into Christ have put on Christ. There is neither Greek nor Jew, circumcision nor uncircumcision, barbarian, Scythian, slave and free; but Christ is all and in all.”

### Scripture references

- Eph 2:14: quotation, high confidence
- Eph 2:15: quotation, high confidence
- Eph 2:16: quotation, high confidence
- Eph 2:17: quotation, high confidence
- Eph 2:18: quotation, high confidence
- Eph 2:19: quotation, high confidence
- Eph 2:20: quotation, high confidence
- Eph 2:21: quotation, high confidence
- Rom 6:5: allusion, high confidence
- Rom 12:2: allusion, medium confidence
- Gal 3:27: quotation, high confidence
- Gal 3:28: quotation, high confidence
- Col 3:11: quotation, high confidence

### Translation notes

- The closing quotation joins Gal 3:27–28 and Col 3:11.

### Citation (SBL)

Basil, Bapt. 1.2.22 (PG 31:1563; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/basil-baptismo/1-2-22).

## On Baptism 1.2.23

- URL: https://sophiascriptura.com/fathers/basil-baptismo/1-2-17/#p-1-2-23
- Source: PG 31:1563
- Translation: Claude (claude-opus-5-5), 2026-11-12

Summary: As a painted image of the king hides the difference of its material, so baptism clothes every kind of person alike in the new man, conformed to the image of the Son.

### Greek text

᾿Αναγκαῖον γὰρ καὶ ἀκόλουθον τὸν γεννηθέντα καὶ ἐνδύσασθαι· μόνον ἐὰν, ὥσπερ ἡ σανὶς ἐξ ὁποιασδήποτε ὕλης οὖσα, ἀποθεμένη τὸ ἀνώμαλον, καὶ ἀποξυσθεῖσα τὸ τραχὺ, οὕτως ἐνδύεται τὴν γραφὴν τῆς εἰκόνος τοῦ βασιλέως· καὶ τότε οὐκ ἐν τῇ τοῦ ξύλου, ἢ χρυσοῦ, ἢ ἀργύρου διαφορᾷ γνωρίζεταί τις διαφορὰ τῆς εἰκόνος· ἐν δὲ τῇ ἀκριβείᾳ τῆς ὁμοιότητος πρὸς τὸ ἀρχέτυπον, μετ᾿ ἐπιμελείας πολλῆς κατ᾿ ἐπιστήμην ἀξιολόγως κατορθωθεῖσα, κρύπτει μὲν τὴν διαφορὰν τῆς ὕλης, κἂν πολλῷ τῷ μέσῳ διειστήκει, πρὸς δὲ τὴν δόξαν ἑαυτῆς τοὺς ὁρῶντας ἐπάγεται, καὶ γίνεται ἐντιμοτέρα πάσης ἀρχῆς καὶ ἐξουσίας· οὕτω καὶ ὁ βαπτιζόμενος, εἴτε Ἰουδαῖος, εἴτε Ἕλλην, εἴτε ἄρσεν, εἴτε θῆλυ, εἴτε δοῦλος, εἴτε ἐλεύθερος, εἴτε Σκύθης, εἴτε βάρβαρος, εἴτε ἄλλος ἐν οἱᾳδήποτε διαφορᾷ γένους ὀνομαζόμενος, ἐν τῷ αἵματι τοῦ Χριστοῦ ἀπεκδυσάμενος τὸν παλαιὸν ἄνθρωπον σὺν ταῖς πράξεσιν αὐτοῦ, διὰ δὲ τῆς διδασκαλίας αὐτοῦ ἐν ἁγίῳ Πνεύματι ἐνδυσάμενος τὸν νέον τὸν κατὰ Θεὸν κτισθέντα ἐν δικαιοσύνῃ καὶ ὁσιότητι τῆς ἀληθείας, τὸν ἀνακαινούμενον εἰς ἐπίγνωσιν κατ' εἰκόνα τοῦ κτίσαντος αὐτὸν, ἄξιος γένηται καταντῆσαι εἰς τὴν εὐδοκίαν τοῦ Θεοῦ, ἣν ὁ Ἀπόστολος παρέδωκεν εἰπών·· Οἴδαμεν γὰρ, ὅτι τοῖς ἀγαπῶσι τὸν Θεὸν πάντα συνεργεῖ εἰς ἀγαθὸν, τοῖς κατὰ πρόθεσιν κλητοῖς οὖσιν. Ὅτι οὓς προέγνω, καὶ προώρισε συμμόρφους τῆς εἰκόνος τοῦ Υἱοῦ αὐτοῦ, εἰς τὸ εἶναι αὐτὸν πρωτότοκον ἐν πολλοῖς ἀδελφοῖς.

### English translation (Claude)

For it is necessary, and it follows, that one who has been born should also be clothed; only it must be as with a panel. Whatever its material, the panel puts away its unevenness and has its roughness planed off, and so it is clothed with the painting of the king’s image. Then no difference in the image is recognized from the difference of wood or gold or silver; but the image, achieved with much care, by a skill worthy of note, in exactness of likeness to the original, hides the difference of the material, however far apart the materials stood, draws the viewers to its own glory, and becomes more honored than any ruler or authority. So too the one who is baptized, whether Jew or Greek, male or female, slave or free, Scythian or barbarian, or called by any other difference of race, having put off the old man with his deeds in the blood of Christ, and having put on, through Christ’s teaching in the Holy Spirit, the new man created according to God in righteousness and holiness of the truth, which is being renewed in knowledge according to the image of the one who created him, may become worthy to attain to the good pleasure of God which the Apostle handed down, saying, “For we know that for those who love God all things work together for good, for those who are called according to his purpose. For those whom he foreknew he also predestined to be conformed to the image of his Son, in order that he might be the firstborn among many brothers.”

### Scripture references

- Gal 3:27: allusion, high confidence
- Gal 3:28: allusion, high confidence
- Col 3:11: allusion, high confidence
- Col 3:9: quotation, high confidence
- Col 3:10: quotation, high confidence
- Eph 4:24: quotation, high confidence
- Rom 8:28: quotation, high confidence
- Rom 8:29: quotation, high confidence

### Translation notes

- Debris in the scan (words repeated from Eph 2:17 and 2:18) is removed by logged corrections.

### Citation (SBL)

Basil, Bapt. 1.2.23 (PG 31:1563; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/basil-baptismo/1-2-23).

## On Baptism 1.2.24

- URL: https://sophiascriptura.com/fathers/basil-baptismo/1-2-17/#p-1-2-24
- Source: PG 31:1565
- Translation: Claude (claude-opus-5-5), 2026-11-12

Summary: Having put on the Son, the baptized is baptized into the Father's name and must prove his love by keeping the commandments, for without love even great gifts are worthless.

### Greek text

Τότε γὰρ ὡς Υἱὸν Θεοῦ ἐνδυσάμενος, καταξιοῦται τοῦ τελείου βαθμοῦ, καὶ βαπτίζεται εἰς τὸ ὄνομα τοῦ Πατρὸς αὐτοῦ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, κατὰ τὴν τοῦ Ἰωάννου μαρτυρίαν, διδόντος ἐξουσίαν τέκνα Θεοῦ γενέσθαι, Θεοῦ τοῦ λέγοντος Ἐξέλθετε ἐκ μέσου αὐτῶν, καὶ ἀφορίσθητε, καὶ ἀκαθάρτου μὴ ἅπτεσθε· κἀγὼ εἰσδέξομαι ὑμᾶς, καὶ ὑμεῖς ἔσεσθέ μοι εἰς υἱοὺς καὶ θυγατέρας, λέγει Κύριος παντοκράτωρ, » χάριτι αὐτοῦ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ τοῦ μονογενοῦς Υἱοῦ τοῦ Θεοῦ τοῦ ζῶντος, « Ἐν ᾧ οὔτε περιτομή τι ἰσχύει οὔτε ἀκροβυστία, ἀλλὰ πίστις δι' ἀγάπης ἐνεργουμένη, ο καθὼς γέγραπται· δι' ἧς εὐόδως ἡμῖν κατορθοῦται τὸ ἐπενεχθὲν συνημμένως τῷ παραγγέλματι τοῦ βαπτίσματος παρὰ τοῦ αὐτοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, εἰπόντος· « Διδάσκοντες αὐτοὺς τηρεῖν πάντα ὅσα ἐνετειλάμην ὑμῖν·· ὧν τὴν τήρησιν ἀπόδειξιν εἶναι τῆς πρὸς αὐτὸν ἀγάπης αὐτὸς ὁ Κύριος ὡρίσατο, εἰπών·· Ἐὰν ἀγαπᾶτέ με, τὰς ἐντολάς μου τηρήσατε·· καὶ πάλιν·· Ὁ ἔχων τὰς ἐντολάς μου, καὶ τηρῶν αὐτὰς, ἐκεῖνός ἐστιν ὁ ἀγαπῶν με·· καὶ πάλιν·· Ἐάν τίς με ἀγαπᾷ, τὸν λόγον μου τηρήσει, καὶ ὁ Πατήρ μου ἀγαπήσει αὐτόν. • Καὶ σφοδρότερον καὶ δυσωπητικώτερόν φησι· Μείνατε ἐν τῇ ἀγάπῃ τῇ ἐμῇ. Ἐὰν τὰς ἐντολάς μου τηρήσητε, μενεῖτε ἐν τῇ ἀγάπῃ μου, καθώς κἀγὼ τὰς ἐντολὰς τοῦ Πατρός μου τετήρηκα, καὶ μένω αὐτοῦ ἐν τῇ ἀγάπῃ. › Εἰ δὲ τῆς μὲν ἀγάπης ἀναγκαία ἀπόδειξις ἡ τήρησις τῶν ἐντολῶν, φόβος δὲ σφοδρότερος, ὅτι χωρὶς ἀγάπης καὶ ἡ τῶν ἐνδόξων χαρισμάτων, καὶ ἡ τῶν ἀνωτάτω δυνάμεων, καὶ αὐτῆς τῆς πίστεως ἡ ἀκροτάτη ἐνέργεια, καὶ ἡ τελειοποιὸς ἐντολὴ ἀνωφελής, αὐτοῦ τοῦ ἐν Χριστῷ λαλοῦντος Παύλου τοῦ ἀποστόλου, εἰπόντος·· Ἐὰν ταῖς γλώσσαις τῶν ἀνθρώπων λαλῶ καὶ τῶν ἀγγέλων, ἀγάπην δὲ μὴ ἔχω, γέγονα χαλκὸς ἡχῶν, ἢ κύμβαλον ἀλαλάζον. Καὶ ἐὰν ἔχω προφητείαν, καὶ εἰδῶ τὰ μυστήρια πάντα, καὶ πᾶσαν τὴν γνῶσιν· καὶ ἐὰν ἔχω πᾶσαν τὴν πίστιν, ὥστε ὄρη μεθιστάνειν, ἀγάπην δὲ μὴ ἔχω, οὐδὲν εἰμι. Καὶ ἐὰν ψωμίσω πάντα τὰ ὑπάρχοντά μου, καὶ ἐὰν παραδῶ τὸ σῶμά μου ἵνα καυθήσωμαι, ἀγάπην δὲ μὴ ἔχω, οὐδὲν ὠφελοῦμαι·· ἅπερ λογίζομαι αὐτὸν εἰρηκέναι ὁριστικῶς, μεμνημένον τοῦ Κυρίου εἰπόντος, ὅτι « Πολλοὶ ἐλεύσονται ἐν ἐκείνῃ τῇ ἡμέρᾳ, λέγοντες· Κύριε, Κύριε, οὐ τῷ σῷ ὀνόματι προεφητεύσαμεν, καὶ τῷ σῷ ὀνόματι δαιμόνια ἐξεβάλομεν, καὶ τῷ σῷ ὀνόματι δυνάμεις πολλὰς ἐποιήσαμεν, καὶ ἐφάγομεν ἐνώπιόν σου, καὶ ἐπίομεν, καὶ ἐν ταῖς πλατείαις ἡμῶν ἐδίδαξας;· καὶ ἀποκρίνεται αὐτοῖς· « Οὐδέποτε ἔγνων ὑμᾶς. Ἀποχωρεῖτε ἀπ᾿ ἐμοῦ, ἐργάται τῆς ἀνομίας.»

### English translation (Claude)

For then, having put on the Son of God, he is counted worthy of the perfect stage, and is baptized into the name of the Father of our Lord Jesus Christ himself; as John testifies, Christ gives authority to become children of God, of the God who says, “Come out from their midst and be separate, and touch nothing unclean; and I will welcome you, and you shall be to me sons and daughters, says the Lord Almighty.” This is by the grace of our Lord Jesus Christ himself, the only-begotten Son of the living God, “in whom neither circumcision counts for anything nor uncircumcision, but faith working through love,” as it is written. Through this faith there is happily achieved in us what the same Lord Jesus Christ added in connection with the command of baptism, saying, “teaching them to observe all that I have commanded you.” The Lord himself defined the keeping of these as the proof of love for him, saying, “If you love me, keep my commandments”; and again, “Whoever has my commandments and keeps them, he it is who loves me”; and again, “If anyone loves me, he will keep my word, and my Father will love him.” And more forcefully, and in a way that shames us more, he says, “Abide in my love. If you keep my commandments, you will abide in my love, just as I too have kept my Father’s commandments and abide in his love.” But if the keeping of the commandments is the necessary proof of love, there is a still stronger reason for fear: without love, the working of glorious gifts and of the highest powers, faith itself at its highest working, and even the commandment that makes perfect, are of no profit. For Paul the apostle himself, who speaks in Christ, says, “If I speak in the tongues of men and of angels, but have not love, I have become a sounding brass or a clanging cymbal. And if I have prophecy and know all mysteries and all knowledge, and if I have all faith so as to remove mountains, but have not love, I am nothing. And if I give away all my possessions in morsels, and if I hand over my body to be burned, but have not love, I gain nothing.” This, I reckon, he said decisively, remembering that the Lord said, “Many will come on that day, saying, ‘Lord, Lord, did we not prophesy in your name, and cast out demons in your name, and do many mighty works in your name, and eat and drink in your presence, and you taught in our streets?’” and he answers them, “I never knew you. Depart from me, you workers of lawlessness.”

### Scripture references

- John 1:12: allusion, high confidence
- 2 Cor 6:17: quotation, high confidence
- 2 Cor 6:18: quotation, high confidence
- Gal 5:6: quotation, high confidence
- Matt 28:20: quotation, high confidence
- John 14:15: quotation, high confidence
- John 14:21: quotation, high confidence
- John 14:23: quotation, high confidence
- John 15:9: quotation, high confidence
- John 15:10: quotation, high confidence
- 1 Cor 13:1: quotation, high confidence
- 1 Cor 13:2: quotation, high confidence
- 1 Cor 13:3: quotation, high confidence
- Matt 7:22: quotation, high confidence
- Luke 13:26: quotation, high confidence
- Matt 7:23: quotation, high confidence

### Translation notes

- Basil treats the three names of Matt 28:19 in the order Spirit (1.2.20), Son (1.2.22), Father (here).

### Citation (SBL)

Basil, Bapt. 1.2.24 (PG 31:1565; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/basil-baptismo/1-2-24).

## On Baptism 1.2.25

- URL: https://sophiascriptura.com/fathers/basil-baptismo/1-2-17/#p-1-2-25
- Source: PG 31:1567
- Translation: Claude (claude-opus-5-5), 2026-11-12

Summary: Gifts and good works done for one's own ends become works of lawlessness, so the inner man must be kept pure and aimed at God's glory.

### Greek text

Ὡς δῆλον καὶ ἀναντίῤῥητον εἶναι, ὅτι χωρὶς ἀγάπης, κἂν γένηται τὰ προστάγματα καὶ τὰ δικαιώματα, καὶ φυλαχθῶσιν αἱ ἐντολαὶ τοῦ Κυρίου, καὶ τὰ μεγάλα χαρίσματα ἐνεργηθῇ, ἀνομίας ἔργα λογισθήσεται· οὐ τῷ ἰδίῳ λόγῳ τῶν χαρισμάτων καὶ τῶν δικαιωμάτων, ἀλλὰ τῷ σκοπῷ τῶν τούτοις χρωμένων πρὸς τὰ ἴδια θελήματα, τοῦ ᾿Αποστόλου λέγοντος ποτὲ μέν· « Νομιζόντων πορισμὸν εἶναι τὴν εὐσέβειαν·· ποτὲ δέ· « Τινὲς μὲν διὰ φθόνον καὶ ἔριν, τινὲς δὲ καὶ δι' εὐδοκίαν τὸν Χριστὸν κηρύσσουσιν· οἱ δὲ ἐξ ἐριθείας τὸν Χριστὸν καταγγέλλουσιν, οὐχ ἁγνῶς, οἰόμενοι θλίψιν ἐπιφέρειν τοῖς δεσμοῖς μου·· καὶ ἀλλαχοῦ·· Οὐ γὰρ ἐσμεν, φησὶν, ὡς οἱ πολλοὶ, καπηλεύοντες τὸν λόγον τοῦ Θεοῦ. Καὶ πάλιν ἀπαρνητικῶς φησιν· « Οὔτε γάρ ποτε ἐν λόγῳ κολακείας ἐγενήθημεν πρὸς ὑμᾶς, καθὼς οἱδατε, οὔτε προφάσει πλεονεξίας, Θεὸς μάρτυρ· οὔτε ζητοῦντες ἐξ ἀνθρώπων δόξαν, οὔτε ἀφ᾽ ὑμῶν, οὔτε ἀπ᾿ ἄλλων· δυνάμενοι ἐν βάρει εἶναι ὡς Χριστοῦ ἀπόστολοι. » Διὰ δὲ τούτων καὶ τῶν τοιούτων δείκνυται σαφῶς τὸ δίκαιον τῆς τοῦ Κυρίου ἀποκρίσεως ᾿Αποχωρεῖτε ἀπ᾿ ἐμοῦ, ἐργάται τῆς ἀνομίας, ἐν τῷ διὰ τῶν τοῦ Θεοῦ χαρισμάτων τὰ ἴδια θελήματα πραγματεύεσθαι, ὡς εἴ τις τοῖς ἰατρικοῖς σκεύεσί τε καὶ σκευάσμασιν ἰδίοις, πρὸς θεραπείαν παθῶν γενομένοις, καὶ πρὸς ἐπιμέλειαν ὑγείας τε καὶ σωτηρίας, χρήσαιτο πρὸς φόνον, καὶ μὴ τὸ τοῦ ᾿Αποστόλου παράγγελμα, φυλάσσειν, εἰπόντος Εἴτε ἐσθίετε, εἴτε πίνετε, εἴτε τι ποιεῖτε, πάντα εἰς δόξαν Θεοῦ ποιεῖτε. » Παντὶ οὖν λόγῳ ἀναγκαία ἡ ἐπιμέλεια τοῦ ἔσω ἀνθρώπου, ὡς ἀμετεώριστον εἶναι τὸν νοῦν, καὶ ὥσπερ προσηνῶσθαι τῷ σκοπῷ τῆς τοῦ Θεοῦ δόξης, ἵνα φυλάσσοντες τὸ πρόσταγμα τοῦ Κυρίου εἰπόντος· « Ποιήσατε τὸ δένδρον καλὸν, καὶ τὸν καρπον αυτοῦ καλόν· πάλιν· « Φαρισαῖε τυφλέ, καθάρισον πρῶτον τὸ ἐντὸς τοῦ ποτηρίου, καὶ τότε τὸ ἐκτὸς αὐτοῦ ἔσται καθαρὸν ὅλον·· ἐκ περισσεύματος καρδίας ἀγαθῆς καρποφορῶμεν, ὁ μὲν ἑκατὸν, ὁ δὲ ἑξήκοντα, ὁ δὲ τριάκοντα, εἴτε δι' ἔργων, εἴτε διὰ λόγων εἰς δόξαν τοῦ Θεοῦ καὶ τοῦ Χριστοῦ αὐτοῦ, φυλάσσοντες πανταχοῦ τὸ ἄλυπον τῷ ἁγίῳ Πνεύματι· καὶ οὕτως φύγωμεν τὸ κρίμα τοῦ αὐτοῦ Κυρίου εἰπόντος· « Οὐαὶ ὑμῖν, ὅτι ὅμοιοί ἐστε τάφοις κεκονιαμένοις, οἵτινες ἔξωθεν μὲν φαίνονται ὡραῖοι, ἔσωθεν δὲ γέμουσιν ὀστέων νεκρῶν, καὶ πάσης ἀκαθαρσίας· οὕτω καὶ ὑμεῖς ἔξωθεν μὲν φαίνεσθε τοῖς ἀνθρώποις δίκαιοι, ἔσωθεν δὲ μεστοί ἐστε ὑποκρίσεως καὶ ἀνομίας.

### English translation (Claude)

So it is clear and indisputable that without love, even if the commands and ordinances are carried out, the Lord’s commandments kept, and the great gifts put to work, they will be reckoned works of lawlessness; not because of the nature of the gifts and ordinances, but because of the aim of those who use them for their own wills. For the Apostle says at one time, “supposing that godliness is a means of gain”; at another, “Some indeed preach Christ from envy and rivalry, but others from good will; the former proclaim Christ out of selfish ambition, not sincerely, thinking to add affliction to my chains”; and elsewhere, “For we are not,” he says, “like the many, peddling the word of God.” And again, in denial, he says, “For we never came to you with a word of flattery, as you know, nor with a pretext for greed (God is witness), nor seeking glory from people, whether from you or from others, though we could have made demands as apostles of Christ.” Through these and such passages the justice of the Lord’s answer, “Depart from me, you workers of lawlessness,” is plainly shown: they traded on the gifts of God for their own wills. It is as if someone were to use his medical instruments and preparations, made for curing illnesses and caring for health and safety, for murder, and did not keep the Apostle’s instruction, “Whether you eat or drink, or whatever you do, do all to the glory of God.” By every account, then, care of the inner man is necessary, so that the mind may be undistracted and, as it were, made one with the aim of the glory of God; so that, keeping the Lord’s command, “Make the tree good and its fruit good,” and again, “Blind Pharisee, first clean the inside of the cup, and then the outside of it also will be wholly clean,” we may bear fruit from the abundance of a good heart, one a hundredfold, one sixty, one thirty, whether in deeds or in words, to the glory of God and of his Christ, everywhere taking care not to grieve the Holy Spirit; and so we may escape the judgment of the same Lord, who said, “Woe to you, for you are like whitewashed tombs, which outwardly appear beautiful, but inside are full of dead men’s bones and all uncleanness; so you also outwardly appear righteous to people, but inside you are full of hypocrisy and lawlessness.”

### Scripture references

- Matt 7:23: allusion, high confidence
- 1 Tim 6:5: quotation, high confidence
- Phil 1:15: quotation, high confidence
- Phil 1:16: quotation, high confidence
- Phil 1:17: quotation, high confidence
- 2 Cor 2:17: quotation, high confidence
- 1 Thess 2:5: quotation, high confidence
- 1 Thess 2:6: quotation, high confidence
- 1 Cor 10:31: quotation, high confidence
- Matt 12:33: quotation, high confidence
- Matt 23:26: quotation, high confidence
- Luke 6:45: allusion, medium confidence
- Matt 13:23: allusion, high confidence
- Eph 4:30: allusion, high confidence
- Matt 23:27: quotation, high confidence
- Matt 23:28: quotation, high confidence

### Citation (SBL)

Basil, Bapt. 1.2.25 (PG 31:1567; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/basil-baptismo/1-2-25).

## On Baptism 1.2.26

- URL: https://sophiascriptura.com/fathers/basil-baptismo/1-2-17/#p-1-2-26
- Source: PG 31:1569
- Translation: Claude (claude-opus-5-5), 2026-11-12

Summary: Discipleship and renunciation come before baptism; once Christ's fiery words expose sin, the believer seeks forgiveness through his blood and comes to the water to die and rise with him.

### Greek text

Διόπερ πρὸ μὲν βαπτίσματος μαθητευθῆναι χρὴ, τὰ κωλυτικὰ τῆς μαθητείας περιαιροῦντας πρῶτον, καὶ οὕτω πρὸς τὴν μαθητείαν ἐπιτηδείους ἑαυτοὺς παρασκευάζειν, αὐτοῦ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ δι᾽ ὑποδειγμάτων πιστωσαμένου τὴν προγενομένην ἀπόφασιν, καὶ πάλιν δογματικῶς ἐπενεγκόντος· « Οὕτω πᾶς ἐξ ὑμῶν, ὃς οὐκ ἀποτάσσεται πᾶσι τοῖς ἑαυτοῦ ὑπάρχουσιν, οὐ δύναταί μου εἶναι μαθητής·· καὶ πάλιν προστακτικῶς·· Εἴ τις ἔρχεται πρὸς μὲ, ἀπαρνησάσθω ἑαυτὸν, καὶ ἀράτω τὸν σταυρὸν αὐτοῦ, καὶ ἀκολουθείτω μοι·· καὶ πάλιν ὁριστικῶς· «Ὃς οὐ λαμβάνει τὸν σταυρὸν αὐτοῦ καθ' ἡμέραν, «καὶ ἀκολουθεῖ ὁπίσω μου, οὐκ ἔστι μου ἄξιος.» Τούτοις καὶ τοῖς τοιούτοις διαπύροις λόγοις τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ τοῦ εἰπόντος· «Πῦρ ἦλθον βαλεῖν εἰς τὴν γῆν, καὶ τί θέλω,εἰ ἤδη ἀνήφθη;» ἐκδήλου γενομένης τῆς τῶν ἁμαρτημάτων κακίας, καὶ φανερουμένης τῆς ἀρετῆς τῶν εἰς δόξαν τοῦ Θεοῦ καὶ τοῦ Χριστοῦ αὐτοῦ κατορθουμένων, ἐρχόμεθα πάντως εἰς ἐπιθυμίαν καὶ ὁμολογίαν τῶν παρὰ τοῦ Ἀποστόλου εἰρημένων· « Ταλαίπωρος ἐγὼ ἄνθρωπος, τίς με ῥύσεται ἐκ τοῦ σώματος τοῦ θανάτου τούτου; Εὐχαριστῶ τῷ Θεῷ διὰ Ἰησοῦ Χριστοῦ τοῦ Κυρίου ἡμῶν, τοῦ εἰπόντος· «Τοῦτό μού ἐστι τὸ αἷμα τὸ τῆς καινῆς διαθήκης, τὸ περὶ πολλῶν ἐκχυνόμενον εἰς ἄφεσιν ἁμαρτιῶν· » μαρτυροῦντος τοῦ Ἀποστόλου ἐν τῷ εἰπεῖν· «Ἐν ᾧ ἔχομεν τὴν ἀπολύτρωσιν διὰ τοῦ αἵματος αὐτοῦ, τὴν ἄφεσιν τῶν παραπτωμάτων·· καὶ τότε ἐρχόμεθα εἰς τὸ ἐν τῷ ὕδατι βάπτισμα, ὅπερ ἐστὶν ὁμοίωμα τοῦ σταυροῦ, τοῦ θανάτου, τῆς ταφῆς, τῆς ἐκ νεκρῶν ἀναστάσεως· συνθήκας κατατιθέμενοι, καὶ φυλάσσοντες τὰς ὑπ᾿ αὐτοῦ τοῦ Ἀποστόλου ἐν τῇ περικοπῇ τοῦ τοιούτου βαπτίσματος ἐπεσφραγισμένας, διὰ τοῦ εἰπεῖν· « Εἰδότες, ὅτι Χριστὸς, ἐγερθεὶς ἐκ νεκρῶν, οὐκέτι ἀποθνήσκει· θάνατος αὐτοῦ οὐκέτι κυριευει. "Ο γὰρ ἀπέθανε, τῇ ἁμαρτίᾳ ἀπέθανεν ἐφάπαξ· ὁ δὲ ζῇ, ζῇ τῷ Θεῷ. Οὕτω καὶ ὑμεῖς λογίζεσθε ἑαυτοὺς νεκροὺς μὲν εἶναι τῇ ἁμαρτίᾳ, ζῶντας δὲ τῷ Θεῷ ἐν Χριστῷ Ἰησοῦ. Μὴ οὖν βασιλευέτω ἡ ἁμαρτία ἐν τῷ θνητῷ ὑμῶν σώματι, εἰς τὸ ὑπακούειν αὐτῇ ἐν ταῖς ἐπιθυμίαις αὐτοῦ, μηδὲ παριστάνετε τὰ μέλη ὑμῶν ὅπλα ἀδικίας τῇ ἁμαρτίᾳ, ἀλλὰ παραστήσατε ἑαυτοὺς τῷ Θεῷ, ὡς ἐκ νεκρῶν ζῶντας, καὶ τὰ μέλη ὑμῶν ὅπλα δικαιοσύνης τῷ Θεῷ, καὶ τὰ ἑξῆς.

### English translation (Claude)

Therefore one must become a disciple before baptism, first removing what hinders discipleship, and so making oneself fit for discipleship. For our Lord Jesus Christ himself confirmed by examples the sentence he had given before, and again added as doctrine, “So therefore any one of you who does not renounce all that he has cannot be my disciple”; and again, by way of command, “If anyone comes to me, let him deny himself and take up his cross and follow me”; and again, decisively, “Whoever does not take up his cross daily and follow after me is not worthy of me.” When, through these and such fiery words of our Lord Jesus Christ, who said, “I came to cast fire on the earth, and how I wish it were already kindled!”, the wickedness of sins has been made evident and the virtue of the deeds achieved for the glory of God and of his Christ has been made plain, we come without fail to desire and confess what the Apostle said: “Wretched man that I am! Who will rescue me from the body of this death? I thank God through Jesus Christ our Lord,” who said, “This is my blood of the new covenant, which is poured out for many for the forgiveness of sins”; as the Apostle testifies, saying, “In whom we have redemption through his blood, the forgiveness of trespasses.” And then we come to the baptism in water, which is a likeness of the cross, of death, of burial, of resurrection from the dead, making covenants and keeping those sealed by the Apostle himself in the passage about such a baptism, where he says, “Knowing that Christ, being raised from the dead, no longer dies; death no longer has dominion over him. For the death he died, he died to sin once for all; but the life he lives, he lives to God. So you also, consider yourselves dead to sin, but alive to God in Christ Jesus. Let not sin, therefore, reign in your mortal body, to obey it in its desires, and do not present your members to sin as weapons of unrighteousness, but present yourselves to God as alive from the dead, and your members to God as weapons of righteousness,” and what follows.

### Scripture references

- Luke 14:33: quotation, high confidence
- Luke 9:23: quotation, high confidence
- Matt 10:38: quotation, high confidence
- Luke 12:49: quotation, high confidence
- Rom 7:24: quotation, high confidence
- Rom 7:25: quotation, high confidence
- Matt 26:28: quotation, high confidence
- Eph 1:7: quotation, high confidence
- Rom 6:9: quotation, high confidence
- Rom 6:10: quotation, high confidence
- Rom 6:11: quotation, high confidence
- Rom 6:12: quotation, high confidence
- Rom 6:13: quotation, high confidence

### Citation (SBL)

Basil, Bapt. 1.2.26 (PG 31:1569; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/basil-baptismo/1-2-26).

## On Baptism 1.2.27

- URL: https://sophiascriptura.com/fathers/basil-baptismo/1-2-17/#p-1-2-27
- Source: PG 31:1571
- Translation: Claude (claude-opus-5-5), 2026-11-12

Summary: One born of the Spirit, having changed his life, is baptized into the Son, puts on Christ, and must keep himself pure for the glory to come.

### Greek text

Τότε καταξιοῦταί τις ἐν ὀνόματι τοῦ ἁγίου Πνεύματος βαπτισθῆναι, καὶ ἄνωθεν γεννηθεὶς ἀλλάξαι καὶ τὸν τόπον καὶ τὸν τρόπον καὶ τοὺς συζῶντας, ἵνα τῷ πνεύματι στοιχοῦντες καταξιωθῶμεν ἐν ὀνόματι τοῦ Υἱοῦ βαπτισθῆναι, καὶ ἐνδύσασθαι τὸν Χριστόν. Χρὴ γὰρ τὸν γεννηθέντα καὶ ἐνδύματος καταξιωθῆναι, καθὼς εἶπεν ὁ ᾿Απόστολος· « Ὅσοι φησὶν ὁ ᾿Απόστολος, τὰς ἐπαγγελίας, ἀγαπητοὶ, καθαρίσωμεν ἑαυτοὺς ἀπὸ παντὸς μολυσμοῦ σαρκὸς καὶ πνεύματος, ἐπιτελοῦντες ἀγιωσύνην ἐν φόβῳ Θεοῦ·· καὶ πάλιν παραγγέλλων ἐν τῷ εἰπεῖν· « Πάντα ποιεῖτε χωρὶς γογγυσμῶν καὶ διαλογισμῶν, ἵνα γένησθε ἄμεμπτοι καὶ ἀκέραιοι, τέκνα Θεοῦ ἀμώμητα ἐν μέσῳ γενεᾶς σκολιᾶς καὶ διεστραμμένης, ἐν οἷς φαίνεσθε ὡς φωστῆρες ἐν κόσμῳ, λόγον ζωῆς ἐπέχοντες εἰς καύχημα ἐμοὶ εἰς ἡμέραν Χριστοῦ·· καὶ πάλιν·. Εἰ οὖν συνηγέρθητε τῷ Χριστῷ, τὰ ἄνω ζητεῖτε, οὗ ὁ Χριστός ἐστιν, ἐν δεξιᾷ τοῦ Θεοῦ καθήμενος· τὰ ἄνω φρονεῖτε, μὴ τὰ ἐπὶ τῆς γῆς. Απεθάνετε γὰρ, καὶ ἡ ζωὴ ὑμῶν κέκρυπται σύν τῷ Χριστῷ ἐν τῷ Θεῷ. Ὅταν ὁ Χριστὸς φανερωθῇ, ἡ ζωὴ ἡμῶν, τότε καὶ ὑμεῖς σὺν αὐτῷ φανερωθήσεσθε ἐν δόξῃ, » τῇ παρ᾿ αὐτοῦ τοῦ Κυρίου ἐπηγγελμένῃ, εἰπόντος· • Τότε ἐκλάμψουσιν οἱ δίκαιοι ὡς ὁ ἥλιος.,

### English translation (Claude)

Then one is counted worthy to be baptized in the name of the Holy Spirit and, having been born from above, to change one’s place, manner of life, and companions; so that, walking by the Spirit, we may be counted worthy to be baptized in the name of the Son and to put on Christ. For one who has been born must also be counted worthy of clothing, as the Apostle said, “As many …” “… these promises, then, beloved,” says the Apostle, “let us cleanse ourselves from every defilement of flesh and spirit, perfecting holiness in the fear of God.” And again he commands, saying, “Do all things without grumbling and disputing, so that you may be blameless and innocent, children of God without blemish in the midst of a crooked and perverse generation, among whom you shine as lights in the world, holding fast the word of life, as a boast for me in the day of Christ.” And again: “If then you have been raised with Christ, seek the things that are above, where Christ is, seated at the right hand of God; set your minds on things that are above, not on things that are on the earth. For you have died, and your life is hidden with Christ in God. When Christ, our life, appears, then you too will appear with him in glory”: the glory promised by the Lord himself, who said, “Then the righteous will shine like the sun.”

### Scripture references

- Gal 5:25: allusion, high confidence
- Gal 3:27: quotation, high confidence
- 2 Cor 7:1: quotation, high confidence
- Phil 2:14: quotation, high confidence
- Phil 2:15: quotation, high confidence
- Phil 2:16: quotation, high confidence
- Col 3:1: quotation, high confidence
- Col 3:2: quotation, high confidence
- Col 3:3: quotation, high confidence
- Col 3:4: quotation, high confidence
- Matt 13:43: quotation, high confidence

### Translation notes

- A passage is lost in the scan between “As many” and “these promises”: the full printed text completes Gal 3:27, quotes Col 3:9–11, speaks of baptism in the name of the Father with 2 Cor 6:17–18, and then continues with 2 Cor 7:1. Marked “…”.

### Citation (SBL)

Basil, Bapt. 1.2.27 (PG 31:1571; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/basil-baptismo/1-2-27).

## On Baptism 1.3.0

- URL: https://sophiascriptura.com/fathers/basil-baptismo/1-3-0/#p-1-3-0
- Source: PG 31:1573
- Translation: Claude (claude-opus-5-5), 2026-11-12

Summary: Heading of the third chapter: the baptized must be fed with the Eucharist.

### Greek text

Ὅτι δεῖ τὸν ἀναγεννηθέντα διὰ τοῦ βαπτίσματος, τρέφεσθαι λοιπὸν τῇ μεταλήψει τῶν θείων μυστηρίων.

### English translation (Claude)

That one who has been born again through baptism must from then on be nourished by partaking of the divine mysteries.

### Citation (SBL)

Basil, Bapt. 1.3.0 (PG 31:1573; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/basil-baptismo/1-3-0).

## On Baptism 1.3.1

- URL: https://sophiascriptura.com/fathers/basil-baptismo/1-3-0/#p-1-3-1
- Source: PG 31:1573
- Translation: Claude (claude-opus-5-5), 2026-11-12

Summary: The baptized must be fed with the food of eternal life, Christ's word and his body and blood, eaten in remembrance of his death and resurrection.

### Greek text

Θεοῦ τοῦ ἀγαθοῦ χάριτι, τῇ μνήμῃ τῶν τοῦ μονογενοῦς Υἱοῦ τοῦ Θεοῦ τοῦ ζῶντος ῥημάτων, καὶ τῶν ἁγίων αὐτοῦ εὐαγγελιστῶν τε καὶ προφητῶν, καὶ τοῦ Ἀποστόλου αὐτάρκως ἡμῖν σαφηνισάντων τὸν περὶ τοῦ κατὰ τὸ Εὐαγγέλιον τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ βαπτίσματος λόγον, ἐπαιδεύθημεν, ὅτι τὸ μὲν ἐν τῷ πυρὶ βάπτισμα ἐλεγκτικὸν μέν ἐστι πάσης κακίας, δεκτικὸν δὲ τῆς κατὰ Χριστὸν δικαιοσύνης, μίσος μὲν ἐμποιοῦν τῆς κακίας, ἐπιθυμίαν δὲ τῆς ἀρετῆς. Διὰ δὲ τῆς πίστεως ὑπὸ τοῦ αἵματος τοῦ Χριστοῦ ἐκαθαρίσθημεν ἀπὸ πάσης ἁμαρτίας, ἐν δὲ τῷ ὕδατι βαπτισθέντες εἰς τὸν θάνατον τοῦ Κυρίου, ὥσπερ ἔγγραφον ὁμολογίαν κατεθέμεθα, νενεκρῶσθαι μὲν τῇ ἁμαρτίᾳ καὶ τῷ κόσμῳ, ζωοποιεῖσθαι δὲ τῇ δικαιοσύνῃ· καὶ οὕτως ἐν τῷ ὀνόματι τοῦ ἁγίου Πνεύματος βαπτισθέντες, ἄνωθεν ἐγεννήθημεν· γεννηθέντες δὲ, καὶ ἐν τῷ ὀνόματι τοῦ Υἱοῦ βαπτισθέντες, τὸν Χριστὸν ἐνεδυσάμεθα, ἐνδυσάμενοι δὲ τὸν καινὸν ἄνθρωπον τὸν τὸν κατὰ Θεὸν κτισθέντα, ἐν τῷ ὀνόματι τοῦ Πατρὸς ἐβαπτίσθημεν, καὶ τέκνα Θεοῦ ἀνηγορεύθημεν. Χρεία οὖν λοιπὸν τρέφεσθαι ἡμᾶς τροφὴν ζωῆς αἰωνίου, ἥντινα παρέδωκεν ἡμῖν πάλιν ὁ αὐτὸς μονογενής Υἱὸς τοῦ Θεοῦ τοῦ ζῶντος, ποτὲ μὲν εἰπών· Οὐκ ἐπ᾿ ἄρτῳ μόνῳ ζήσεται ἄνθρωπος, ἀλλ᾽ ἐπὶ παντὶ ῥήματι ἐκπορευομένῳ διὰ στόματος τοῦ Θεοῦ. Καὶ πῶς τοῦτο γένηται, ἐδίδαξεν ἐν τῷ εἰπεῖν· Ἑμὸν βρῶμά ἐστιν, ἵνα ποιῶ τὸ θέλημα τοῦ πέμψοντός με Πατρός. » Καὶ πάλιν προσθεὶς τὸ « ᾿Αμὴν δεύτερον πρὸς βεβαίωσιν τῶν ἐπιφερομένων, καὶ πληροφορίαν τῶν ἀκουόντων, φησίν· « ᾿Αμὴν ἀμὴν λέγω ὑμῖν, ὅτι ἐὰν μὴ φάγητε τὴν σάρκα τοῦ Υἱοῦ τοῦ ἀνθρώπου, καὶ πίητε αὐτοῦ τὸ αἷμα, οὐκ ἔχετε ζωὴν ἐν ἑαυτοῖς. Ὁ τρώγων μου τὴν σάρκα, καὶ πίνων μου τὸ αἷμα, ἔχει ζωὴν αἰώνιον, κἀγὼ ἀναστήσω αὐτὸν ἐν τῇ ἐσχάτῃ ἡμέρᾳ. Ἡ γὰρ σάρξ μου ἀληθῶς ἐστι βρῶσις, καὶ τὸ αἷμά μου ἀληθῶς ἐστι πόσις. Ὁ τρώγων μου τὴν σάρκα,καὶ πίνων μου τὸ αἷμα ἐν ἐμοὶ μένει, κἀγὼ ἐν αὐτῷ. Καὶ μετ᾿ ὀλίγα γέγραπται· « Πολλοὶ οὖν, ἀκούσαντες τὸν λόγον τῶν μαθητῶν αὐτοῦ, εἶπον· Σκληρός ἐστιν ὁ λόγος οὗτος· τίς δύναται αὐτοῦ ἀκούειν; Εἰδὼς δὲ ὁ Κύριος ἐν ἑαυτῷ, ὅτι γογγύζουσι περὶ τούτου οἱ μαθηταὶ αὐτοῦ, εἶπεν αὐτοῖς· Τοῦτο ὑμᾶς σκανδαλίζει; Ἐὰν οὖν θεωρῆτε τὸν Υἱὸν τοῦ ἀνθρώπου ἀναβαίνοντα ὅπου ἦν τὸ πρότερον; Τὸ πνεῦμα ἐστι τὸ ζωοποιοῦν· ἡ σάρξ οὐκ ὠφελεῖ οὐδέν. Τὰ ῥήματά μου πνεῦμά ἐστι, καὶ ζωή ἐστιν. ᾿Αλλ' εἰσὶν ἐξ ὑμῶν τινες οἱ οὐ πιστεύουσιν. Ἤδει γὰρ ὁ Ἰησοῦς ἐξ ἀρχῆς, τίνες εἰσὶν οἱ πιστεύοντες, καὶ τίς ἐστιν ὁ παραδώσων αὐτόν. Καὶ ἔλεγεν· Διὰ τοῦτο εἴρηκα ὑμῖν, ὅτι οὐδεὶς δύναται ἐλθεῖν πρὸς μὲ, ἐὰν μὴ ᾗ δεδομένον αὐτῷ ἐκ τοῦ Πατρός μου. Ἐκ τούτου πολλοὶ ἀπῆλθον ἐκ τῶν μαθητῶν αὐτοῦ εἰς τὰ ὀπίσω, καὶ οὐκέτι μετ᾿ αὐτοῦ περιεπάτουν. Εἶπεν οὖν ὁ Ἰησοῦς τοῖς δώδεκα· Μὴ καὶ ὑμεῖς θέλετε ὑπάγειν; Ἀπεκρίθη αὐτῷ Σίμων Πέτρος· Κύριε, πρὸς τίνα ἀπελευσόμεθα; Ῥήματα ζωῆς αἰωνίου ἔχεις, καὶ ἡμεῖς πεπιστεύκαμεν καὶ ἐγνώκαμεν, ὅτι σὺ εἶ ὁ Χριστὸς ὁ Υἱὸς τοῦ Θεοῦ τοῦ ζῶντος.» Καὶ πρὸς τῷ τέλει τῶν Εὐαγγελίων γέγραπται· « Λαβὼν οὖν ὁ Ἰησοῦς ἄρτον, καὶ εὐχαριστήσας, ἔκλασε, καὶ ἐδίδου τοῖς μαθηταῖς, καὶ εἶπε· Λάβετε, φάγετε·· τοῦτό ἐστι τὸ σῶμά μου τὸ ὑπὲρ ὑμῶν κλώμενον. Τοῦτο ποιεῖτε εἰς τὴν ἐμὴν ἀνάμνησιν. Καὶ λαβὼν τὸ ποτήριον, καὶ εὐχαριστήσας, ἔδωκεν αὐτοῖς λέγων· Πίετε ἐξ αὐτοῦ πάντες· τοῦτο γάρ μού ἐστι τὸ αἷμα τὸ τῆς καινῆς διαθήκης, τὸ περὶ πολλῶν ἐκχυνόμενον εἰς ἄφεσιν ἁμαρτιῶν. Τοῦτο ποιεῖτε εἰς τὴν ἐμὴν ἀνάμνησιν. » Μαρτυρεῖ δὲ τούτοις καὶ ὁ ᾿Απόστολος, λέγων·· Ἐγὼ γὰρ παρέλαβον ἀπὸ τοῦ Κυρίου ὁ καὶ παρέδωκα ὑμῖν, ὅτι ὁ Κύριος Ἰησοῦς ἐν τῇ νυκτὶ, ἡ παρεδίδοτο, ἔλαβεν ἄρτον, καὶ εὐχαριστήσας ἔκλασε, καὶ εἶπε· Τοῦτό ἐστι τὸ σῶμά μου, τὸ ὑπὲρ ὑμῶν κλώμενον. Τοῦτο ποιεῖτε εἰς τὴν ἐμὴν ἀνάμνησιν. Ωσαύτως καὶ τὸ ποτήριον, μετὰ τὸ δειπνῆσαι, λέγων· Τοῦτο τὸ ποτήριον ἡ καινή διαθήκη ἐστὶν ἐν τῷ ἐμῷ αἵματι. Τοῦτο ποιεῖτε εἰς τὴν ἐμὴν ἀνάμνησιν. Ὁσάκις γὰρ ἂν ἐσθίητε τὸν ἄρτον τοῦτον, καὶ τὸ ποτήριον τοῦτο πίνητε, τὸν θάνατον τοῦ Κυρίου καταγγέλλετε, ἄχρις οὗ ἔλθῃ. » Τί οὖν ὠφελεῖ τὰ ῥήματα ταῦτα; Ἵνα ἐσθίοντές τε καὶ πίνοντες, ἀεὶ μνημονεύωμεν τοῦ ὑπὲρ ἡμῶν ἀποθανόντος καὶ ἐγερθέντος, καὶ οὕτω παιδευθῶμεν ἀναγκαίως φυλάξαι ἐνώπιον Θεοῦ καὶ τοῦ Χριστοῦ αὐτοῦ τὸ δόγμα τὸ ὑπὸ τοῦ Ἀποστόλου παραδεδομένον, ἐν τῷ εἰπεῖν· « Ἡ γὰρ ἀγάπη τοῦ Χριστοῦ συνέχει ἡμᾶς, κρίναντας τοῦτο, ὅτι, εἰ εἷς ὑπὲρ πάντων ἀπέθανεν, ἄρα οἱ πάντες ἀπέθανον· καὶ

### English translation (Claude)

By the grace of the good God, through the remembrance of the words of the only-begotten Son of the living God, of his holy evangelists and prophets, and of the Apostle, which have made the teaching about the baptism according to the Gospel of our Lord Jesus Christ sufficiently clear to us, we have been taught that the baptism in fire exposes all wickedness and receives the righteousness according to Christ, producing hatred of wickedness and desire for virtue. Through faith we were cleansed from all sin by the blood of Christ; and, baptized in the water into the death of the Lord, we made, as it were, a written confession that we have been put to death to sin and to the world and made alive to righteousness. And so, baptized in the name of the Holy Spirit, we were born from above; having been born, and baptized in the name of the Son, we put on Christ; and having put on the new man, created according to God, we were baptized in the name of the Father and proclaimed children of God. From now on, then, we need to be fed with the food of eternal life, which the same only-begotten Son of the living God has also handed down to us. At one time he said, “Man shall not live by bread alone, but by every word that comes out through the mouth of God”; and how this comes about he taught when he said, “My food is to do the will of the Father who sent me.” And again, adding the second “Amen” to confirm what follows and to assure the hearers, he says, “Amen, amen, I say to you, unless you eat the flesh of the Son of Man and drink his blood, you have no life in yourselves. Whoever eats my flesh and drinks my blood has eternal life, and I will raise him up on the last day. For my flesh is truly food, and my blood is truly drink. Whoever eats my flesh and drinks my blood abides in me, and I in him.” And a little later it is written: “Many of his disciples, then, when they heard this, said, ‘This saying is hard; who can listen to it?’ But the Lord, knowing in himself that his disciples were grumbling about this, said to them, ‘Does this offend you? What then if you were to see the Son of Man ascending where he was before? It is the spirit that gives life; the flesh profits nothing. My words are spirit and are life. But there are some of you who do not believe.’ For Jesus knew from the beginning who those were who believed, and who it was who would betray him. And he said, ‘This is why I told you that no one can come to me unless it is granted him by my Father.’ After this many of his disciples went back and no longer walked with him. So Jesus said to the Twelve, ‘Do you also want to go away?’ Simon Peter answered him, ‘Lord, to whom shall we go? You have words of eternal life, and we have believed and have come to know that you are the Christ, the Son of the living God.’” And near the end of the Gospels it is written: “Jesus, then, took bread, gave thanks, broke it, and gave it to the disciples, and said, ‘Take, eat; this is my body, which is broken for you. Do this in remembrance of me.’ And taking the cup and giving thanks, he gave it to them, saying, ‘Drink of it, all of you; for this is my blood of the new covenant, which is poured out for many for the forgiveness of sins. Do this in remembrance of me.’” And the Apostle testifies to these things, saying, “For I received from the Lord what I also handed down to you, that the Lord Jesus, on the night when he was betrayed, took bread, and when he had given thanks he broke it and said, ‘This is my body, which is broken for you. Do this in remembrance of me.’ In the same way also the cup, after supper, saying, ‘This cup is the new covenant in my blood. Do this in remembrance of me.’ For as often as you eat this bread and drink this cup, you proclaim the Lord’s death until he comes.” What, then, is the profit of these words? That, as we eat and drink, we may always remember him who died and was raised for us, and so be taught that we must keep before God and his Christ the doctrine handed down by the Apostle, when he said, “For the love of Christ constrains us, because we have judged this, that if one died for all, then all died; and

### Scripture references

- Matt 4:4: quotation, high confidence
- Deut 8:3: quotation, medium confidence
- John 4:34: quotation, high confidence
- John 6:53: quotation, high confidence
- John 6:54: quotation, high confidence
- John 6:55: quotation, high confidence
- John 6:56: quotation, high confidence
- John 6:60: quotation, high confidence
- John 6:61: quotation, high confidence
- John 6:62: quotation, high confidence
- John 6:63: quotation, high confidence
- John 6:64: quotation, high confidence
- John 6:65: quotation, high confidence
- John 6:66: quotation, high confidence
- John 6:67: quotation, high confidence
- John 6:68: quotation, high confidence
- John 6:69: quotation, high confidence
- Matt 26:26: quotation, high confidence
- Matt 26:27: quotation, high confidence
- Matt 26:28: quotation, high confidence
- Luke 22:19: quotation, high confidence
- 1 Cor 11:23: quotation, high confidence
- 1 Cor 11:24: quotation, high confidence
- 1 Cor 11:25: quotation, high confidence
- 1 Cor 11:26: quotation, high confidence
- 2 Cor 5:14: quotation, high confidence
- Eph 4:24: allusion, high confidence
- Gal 3:27: allusion, high confidence

### Translation notes

- The scan interleaved the lines of John 6:61–69 and moved the words “And near the end of the Gospels it is written” to the start of 1.3.2; the passage is put back in order by logged corrections.
- The account of the Supper combines Matthew, Luke, and 1 Corinthians (“which is broken for you”).
- The section ends in the middle of 2 Cor 5:14, which continues in 1.3.2.

### Citation (SBL)

Basil, Bapt. 1.3.1 (PG 31:1573; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/basil-baptismo/1-3-1).

## On Baptism 1.3.2

- URL: https://sophiascriptura.com/fathers/basil-baptismo/1-3-0/#p-1-3-2
- Source: PG 31:1575
- Translation: Claude (claude-opus-5-5), 2026-11-12

Summary: Eating and drinking in remembrance of Christ profits nothing unless the communicant lives no longer for himself but for him who died and rose.

### Greek text

ὑπὲρ πάντων ἀπέθανεν, ἵνα οἱ ζῶντες μηκέτι ἑαυτοῖς ζῶσιν, ἀλλὰ τῷ ὑπὲρ αὐτῶν ἀποθανόντι καὶ ἐγερθέντι. » Ὁ γὰρ ἐσθίων καὶ πίνων, δηλονότι εἰς ἀνεξάλειπτον μνήμην τοῦ ὑπὲρ ἡμῶν ἀποθανόντος Ἰησοῦ Χριστοῦ τοῦ Κυρίου ἡμῶν, καὶ ἐγερθέντος, τὸν δὲ λόγον τῆς μνήμης, τῆς μέχρι θανάτου ὑπακοῆς τοῦ Κυρίου, μὴ πληρῶν κατὰ τὴν τοῦ Ἀποστόλου διδασκαλίαν, καθὼς προείρηται εἰπόντος· Ἡ γὰρ ἀγάπη τοῦ Χριστοῦ συνέχει ἡμᾶς, κρίναντας τοῦτο, ὅτι, εἰ εἷς ὑπὲρ πάντων ἀπέθανεν, ἄρα οἱ πάντες ἀπέθανον (ὅπερ ὡμολογήσαμεν ἐν τῷ βαπτίσματι), καὶ ὑπὲρ πάντων ἀπέθανεν, ἵνα οἱ ζῶντες μηκέτι ἑαυτοῖς ζωσιν, ἀλλὰ τῷ ὑπὲρ αὐτῶν ἀποθανόντι καὶ ἐγερθέντι·· οὐδὲν ἔχει ὄφελος κατὰ τὴν ἀπόφασιν τοῦ Κυρίου εἰπόντος, ὅτι « Ἡ σάρξ οὐκ ὠφελεῖ οὐδέν.

### English translation (Claude)

he died for all, so that those who live might no longer live for themselves, but for him who died and was raised for them.” For one who eats and drinks, plainly for an indelible remembrance of Jesus Christ our Lord, who died and was raised for us, but does not fulfil the meaning of the remembrance, the Lord’s obedience unto death, according to the teaching of the Apostle, who said, as was quoted before, “For the love of Christ constrains us, because we have judged this, that if one died for all, then all died” (which we confessed in baptism), “and he died for all, so that those who live might no longer live for themselves, but for him who died and was raised for them,” has no profit, according to the sentence of the Lord, who said, “The flesh profits nothing.”

### Scripture references

- 2 Cor 5:14: quotation, high confidence
- 2 Cor 5:15: quotation, high confidence
- Phil 2:8: allusion, medium confidence
- John 6:63: quotation, high confidence

### Translation notes

- The section begins in the middle of 2 Cor 5:14–15. The words with which it opens in the scan (“And near the end of the Gospels it is written”) belong in 1.3.1 and are moved there by logged corrections.

### Citation (SBL)

Basil, Bapt. 1.3.2 (PG 31:1575; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/basil-baptismo/1-3-2).

## On Baptism 1.3.3

- URL: https://sophiascriptura.com/fathers/basil-baptismo/1-3-0/#p-1-3-3
- Source: PG 31:1577
- Translation: Claude (claude-opus-5-5), 2026-11-12

Summary: Whoever comes to the body and blood of Christ defiled, or idly without living the remembrance of his death, eats and drinks judgment.

### Greek text

Προστίθησι δὲ καθ' ἑαυτοῦ ὁ τοιοῦτος καὶ τὸ κρίμα τοῦ ᾿Αποστόλου, λέγοντος· « Ὁ ἐσθίων καὶ πίνων ἀναξίως, κρίμα ἑαυτῷ ἐσθίει καὶ πίνει, μὴ διακρίνων τὸ σῶμα τοῦ Κυρίου. » Οὐ μόνον γὰρ κρῖμα φοβερὸν ἔχει ὁ ἐν μολυσμῷ σαρκὸς καὶ πνεύματος ἀναξίως προσερχόμενος τοῖς ἁγίοις· προσερχόμενος γὰρ, ἔνοχος γίνεται τοῦ σώματος καὶ τοῦ αἵματος τοῦ Κυρίου· ἀλλὰ καὶ ὁ ἀργῶς καὶ ἀνωφελῶς ἐσθίων καὶ πίνων, ἐν τῷ μὴ διὰ τῆς μνήμης τοῦ ὑπὲρ ἡμῶν ἀποθανόντος καὶ ἐγερθέντος Ἰησοῦ Χριστοῦ, τοῦ Κυρίου ἡμῶν, τὸ εἰρημένον φυλάσσειν, ὅτι « Ἡ ἀγάπη τοῦ Χριστοῦ συνέχει ἡμᾶς, κρίναντας τοῦτο, ὅτι, εἰ εἷς ὑπὲρ πάντων ἀπέθανεν, ἄρα οἱ πάντες ἀπέθανον, » καὶ τὰ ἑξῆς. Ωσπερ γὰρ ἀσυνειδήτως καὶ ἀνωφελῶς τοσοῦτον καὶ τοιοῦτον ἀγαθὸν καταργῶν, καὶ ὥσπερ ἀχαρίστως προσερχόμενος τῷ τοιούτῳ μυστηρίῳ, τὸ κρῖμα ἔχει τῆς ἀργίας· τοῦ Κυρίου καὶ τοὺς ῥῆμα ἀργὸν προϊεμένους ἀκρίτους εἶναι μὴ συγχωρήσαντος, σφοδρότερον δὲ παριστῶντος τὸ κρίμα τῆς ἀργίας διὰ τοῦ τὸ τάλαντον ἐν ἀργίᾳ φυλάξαντος ἀκέραιον· τοῦ δὲ Ἀποστόλου παραδεδωκότος ἡμῖν, ὅτι καὶ ὁ τὸ ἀγαθὸν προφέρων ῥῆμα, μὴ εἰς οἰκοδομὴν δὲ τῆς πίστεως οἰκονομῶν, λυπεῖ τὸ Πνεῦμα τὸ ἅγιον, καὶ οὕτω συνορᾶν ὀφείλομεν τὸ κρῖμα τοῦ ἀναξίως ἐσθίοντος καὶ πίνοντος. Εἰ δὲ καὶ ὁ τὸν ἀδελφὸν διὰ βρῶμα λυπῶν τῆς ἀγάπης ἐκπέπτωκεν, ἧς ἄνευ καὶ τὰ μεγάλα τῶν τε χαρισμάτων καὶ τῶν δικαιωμάτων ἐνεργούμενα οὐδὲν ὠφελεῖ, τί ἄν τις εἶποι περὶ τοῦ ἀργῶς καὶ ἀνωφελῶς τολμῶντος φαγεῖν τὸ σῶμα, καὶ πιεῖν τὸ αἷμα τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, καὶ διὰ τοῦτο περισσοτέρως λυποῦντος τὸ Πνεῦμα τὸ ἅγιον, καὶ τολμῶντος ἄνευ τῆς συνεχούσης ἀγάπης, ὥστε κρῖναι μὴ ἑαυτῷ ζῇν, ἀλλὰ τῷ ὑπὲρ ἡμῶν ἀποθανόντι καὶ ἐγερθέντι Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, φαγεῖν καὶ πιεῖν; Δεῖ οὖν τὸν προσιόντα τῷ σώματι καὶ τῷ αἵματι τοῦ Χριστοῦ, εἰς ἀνάμνησιν αὐτοῦ τοῦ ὑπὲρ ἡμῶν ἀποθανόντος καὶ ἐγερθέντος, μὴ μόνον καθαρεύειν ἀπὸ παντὸς μολυσμοῦ σαρκὸς καὶ πνεύματος, ἵνα μὴ εἰς κρῖμα φάγῃ καὶ πίῃ, ἀλλὰ καὶ ἐνεργῶς δεικνύειν τὴν μνήμην τοῦ ὑπὲρ ἡμῶν ἀποθανόντος καὶ ἐγερθέντος, ἐν τῷ νενεκρῶσθαι μὲν τῇ ἁμαρτίᾳ καὶ τῷ κόσμῳ καὶ ἑαυτῷ, ζῇν δὲ τῷ Θεῷ ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν.

### English translation (Claude)

Such a person also brings upon himself the judgment of the Apostle, who says, “Whoever eats and drinks unworthily eats and drinks judgment on himself, not discerning the body of the Lord.” For not only does the one who comes to the holy things unworthily, in defilement of flesh and spirit, have a fearful judgment (for by coming he becomes guilty of the body and blood of the Lord); so too does the one who eats and drinks idly and without profit, because he does not keep, through the remembrance of Jesus Christ our Lord, who died and was raised for us, the saying, “The love of Christ constrains us, because we have judged this, that if one died for all, then all died,” and what follows. For as one who, without awareness and without profit, makes so great and such a good thing of no effect, and approaches such a mystery as if ungratefully, he incurs the judgment of idleness. For the Lord did not allow even those who let fall an idle word to go unjudged, and he set out the judgment of idleness more forcefully through the one who kept his talent intact in idleness; and the Apostle has handed down to us that even one who brings out a good word, but does not manage it for the building up of the faith, grieves the Holy Spirit. So we ought to perceive the judgment on one who eats and drinks unworthily. And if even the one who grieves his brother by food has fallen from love, without which even great gifts and righteous deeds, when they are performed, profit nothing, what would one say of the one who dares to eat the body and drink the blood of our Lord Jesus Christ idly and without profit, and so grieves the Holy Spirit still more, and dares to eat and drink without the love that constrains us to judge that we should not live for ourselves but for Christ Jesus our Lord, who died and was raised for us? The one who comes to the body and blood of Christ, in remembrance of him who died and was raised for us, must therefore not only be clean from every defilement of flesh and spirit, so as not to eat and drink to judgment, but must also show in action the remembrance of him who died and was raised for us, by being dead to sin, to the world, and to himself, and living to God in Christ Jesus our Lord.

### Scripture references

- 1 Cor 11:29: quotation, high confidence
- 1 Cor 11:27: allusion, high confidence
- 2 Cor 7:1: allusion, high confidence
- 2 Cor 5:14: quotation, high confidence
- Matt 12:36: allusion, high confidence
- Matt 25:25: allusion, high confidence
- Eph 4:29: allusion, high confidence
- Eph 4:30: allusion, high confidence
- Rom 14:15: allusion, high confidence
- 1 Cor 13:1: allusion, medium confidence
- 2 Cor 5:15: allusion, high confidence
- Rom 6:11: allusion, high confidence

### Citation (SBL)

Basil, Bapt. 1.3.3 (PG 31:1577; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/basil-baptismo/1-3-3).

## On Baptism 2.1.0

- URL: https://sophiascriptura.com/fathers/basil-baptismo/1-3-0/#p-2-1-0
- Source: PG 31:1579
- Translation: Claude (claude-opus-5-5), 2026-11-12

Summary: First question: are all the baptized bound to die to sin and live to God?

### Greek text

Εἰ πᾶς ὁ βαπτισθεὶς τὸ ἐν τῷ Εὐαγγελίῳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ βάπτισμα ὀφειλέτης ἐστὶ νεκρὸς μὲν εἶναι τῇ ἁμαρτίᾳ, ζῆν δὲ τῷ Θεῷ ἐν Χριστῷ Ἰησοῦ.

### English translation (Claude)

Question 1. Whether everyone who has been baptized with the baptism in the Gospel of our Lord Jesus Christ is under obligation to be dead to sin and to live to God in Christ Jesus.

### Scripture references

- Rom 6:11: allusion, high confidence

### Citation (SBL)

Basil, Bapt. 2.1.0 (PG 31:1579; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/basil-baptismo/2-1-0).

## On Baptism 2.1.1

- URL: https://sophiascriptura.com/fathers/basil-baptismo/1-3-0/#p-2-1-1
- Source: PG 31:1579
- Translation: Claude (claude-opus-5-5), 2026-11-12

Summary: All who seek the kingdom need baptism alike, so all the baptized, without distinction, are bound to live by the Gospel.

### Greek text

Εἰ πάντες οἱ τῆς βασιλείας τοῦ Θεοῦ ἐπιθυμοῦντες τῆς τοῦ βαπτίσματος χάριτος ὁμοίως καὶ ἀναγκαίως ἀντιποιούμεθα καὶ ἐπιδεόμεθα, κατὰ τὴν τοῦ Κυρίου ἀπόφασιν, εἰπόντος· « Ἐὰν μή τις γεννηθῇ ἐξ ὕδατος καὶ πνεύματος, οὐ δύναται εἰσελθεῖν εἰς τὴν βασιλείαν τοῦ Θεοῦ, πάντες ἄρα ὁμοίως ἐσμὲν ὀφειλέται τῷ αὐτῷ λόγῳ στοιχεῖν τοῦ βαπτίσματος. τοῦ ᾿Αποστόλου κοινῶς πᾶσι τοῖς βαπτισθεῖσι λέγοντος· « Ἡ ἀγνοεῖτε, ἀδελφοὶ, ὅτι ὅσοι ἐβαπτίσθημεν εἰς Χριστὸν Ἰησοῦν, εἰς τὸν θάνατον αὐτοῦ ἐβαπτίσθημεν; Συνετάφημεν οὖν αὐτῷ διὰ τοῦ βαπτίσματος εἰς τὸν θάνατον, ἵνα, ὥσπερ ἠγέρθη Χριστὸς ἐκ νεκρῶν διὰ τῆς δόξης τοῦ Πατρὸς, οὕτω καὶ ἡμεῖς ἐν καινότητι ζωῆς περιπατήσωμεν, » καὶ τὰ ἑξῆς. Καὶ ἐν ἑτέρῳ τόπῳ ἐντρεπτικώτερον καὶ σαφέστερον ἡμῖν παραδίδωσι τοιοῦτον δόγμα, εἰπών· « Ὅσοι εἰς Χριστὸν ἐβαπτίσθητε, Χριστὸν ἐνεδύσασθε. Οὐκ ἔνι Ἰουδαῖος, οὐδὲ Ἕλλην· οὐκ ἔνι δοῦλος, οὐδὲ ἐλεύθερος οὐκ ἔνι ἄρσεν καὶ θῆλυ. Πάντες γὰρ ὑμεῖς εἷς ἐστε ἐν Χριστῷ Ἰησοῦ. » Καθὼς πάλιν πρὸς πάντας φησίν· « Ἐν ᾧ καὶ περιετμήθητε περιτομῇ ἀχειροποιήτῳ, ἐν τῇ ἀπεκδύσει τοῦ σώματος τῶν ἁμαρτιῶν τῆς σαρκὸς, ἐν τῇ περιτομῇ τοῦ Χριστοῦ, συνταφέντες αὐτῷ ἐν τῷ βαπτίσματι, ἐν ᾧ καὶ συνηγέρθητε διὰ τῆς πίστεως. » ῎Αρα πᾶς ὁ βαπτισθεὶς τὸ τοῦ Εὐαγγελίου βάπτισμα ὀφειλέτης ἐστὶ κατὰ τὸ Εὐαγγέλιον ζῆν καὶ δι᾽ ὧν εἶπεν ἀλλαχοῦ· « Μαρτύρομαι πάλιν παντὶ ἀνθρώπῳ περιτεμνομένῳ, ὅτι ὀφειλέτης ἐστὶν ὅλον τὸν νόμον ποιῆσαι

### English translation (Claude)

If all of us who desire the kingdom of God lay claim to the grace of baptism and need it alike and of necessity, according to the Lord’s sentence, “Unless one is born of water and spirit, he cannot enter the kingdom of God,” then we are all alike under obligation to walk by the same rule of baptism. For the Apostle says to all the baptized in common, “Or do you not know, brothers, that all of us who were baptized into Christ Jesus were baptized into his death? We were buried therefore with him through baptism into death, so that, as Christ was raised from the dead through the glory of the Father, we too might walk in newness of life,” and what follows. In another place he hands down such a doctrine to us more pointedly and more clearly, saying, “As many of you as were baptized into Christ have put on Christ. There is neither Jew nor Greek; there is neither slave nor free; there is no male and female; for you are all one in Christ Jesus.” So too he says again to all, “In whom also you were circumcised with a circumcision made without hands, by putting off the body of the sins of the flesh, by the circumcision of Christ, having been buried with him in baptism, in which you were also raised with him through faith.” So everyone who has been baptized with the baptism of the Gospel is under obligation to live according to the Gospel, also because of what he said elsewhere: “I testify again to every man who is circumcised that he is under obligation to keep the whole law.”

### Scripture references

- John 3:5: quotation, high confidence
- Rom 6:3: quotation, high confidence
- Rom 6:4: quotation, high confidence
- Gal 3:27: quotation, high confidence
- Gal 3:28: quotation, high confidence
- Col 2:11: quotation, high confidence
- Col 2:12: quotation, high confidence
- Gal 5:3: quotation, high confidence

### Citation (SBL)

Basil, Bapt. 2.1.1 (PG 31:1579; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/basil-baptismo/2-1-1).

## On Baptism 2.1.2

- URL: https://sophiascriptura.com/fathers/basil-baptismo/1-3-0/#p-2-1-2
- Source: PG 31:1579
- Translation: Claude (claude-opus-5-5), 2026-11-12

Summary: If Moses' partial circumcision bound a man to the whole law, Christ's circumcision of the whole body in baptism binds every Christian to live wholly for God.

### Greek text

Σαφῶς οὖν συνίσταται, ὅτι πᾶς ὁ βαπτισθεὶς τὸ ἓν βάπτισμα, καθὼς γέγραπται, ἐπίσης ὀφειλέτης ἐστὶ κατὰ τὸν λόγον τοῦ ὑπὲρ ἡμῶν ἀποθανόντος καὶ ἐγερθέντος πληρῶσαι τὸ γεγραμμένον ὑπ᾿ αὐτοῦ τοῦ ᾿Αποστόλου. « Ἡ γὰρ ἀγάπη τοῦ Χριστοῦ συνέχει ἡμᾶς, κρίναντας τοῦτο, ὅτι, εἰ εἷς ὑπὲρ πάντων ἀπέθανεν, ἄρα οἱ πάντες ἀπέθανον· καὶ ὑπὲρ πάντων ἀπέθανεν, ἵνα οἱ ζῶντες μηκέτι ἑαυτοῖς ζῶσιν, ἀλλὰ τῷ ὑπὲρ αὐτῶν ἀποθανόντι καὶ ἐγερθέντι. γὰρ ὁ περιτμηθεὶς μέρος τι τοῦ σώματος, τὴν κατὰ Μωϋσῆν περιτομὴν, ὀφειλέτης ἐστὶν ὅλον τὸν νόμον ποιῆσαι, πόσῳ μᾶλλον ὁ περιτμηθεὶς τὴν κατὰ Χριστὸν περιτομὴν ἐν τῇ ἀπεκδύσει ὅλου τοῦ σώματος τῶν ἁμαρτιῶν τῆς σαρκὸς, καθὼς γέγραπται, ὀφειλέτης ἐστὶ πληρῶσαι τὸ ὑπὸ τοῦ ᾿Αποστόλου εἰρημένον, « Ἐγὼ τῷ κόσμῳ ἐσταύρωμαι, καὶ ὁ κόσμος ἐμοί· ζῶ δὲ οὐκέτι ἐγὼ, ζῇ δὲ ἐν ἐμοὶ ὁ Χριστός;» Ὥστε ὁ ἀληθῶς, κατὰ τὸν λόγον τοῦ Ἀποστόλου, βαπτισθεὶς εἰς τὸν θάνατον τοῦ Χριστοῦ, ἐνέκρωσε μὲν ἑαυτὸν καὶ τῷ κόσμῳ, πολὺ δὲ πρότερον τῇ ἁμαρτίᾳ, κατὰ τὸ ὑπὸ τοῦ ᾿Αποστόλου εἰρημένον ἐν τῷ περὶ τοῦ βαπτίσματος λόγῳ, ὅτι « Ὁ παλαιὸς ἡμῶν ἄνθρωπος συνεσταυρώθη, ἵνα καταργηθῇ τὸ σῶμα τῆς ἁμαρτίας, τοῦ μηκέτι δουλεύειν ἡμᾶς τῇ ἁμαρτίᾳ. » ᾿Απαράβατον δὲ συνθήκην κατἐθετο τοῦ ἀκολουθεῖν ἐν πᾶσι τῷ Κυρίῳ, ὅπερ ἐστὶ ζῇν τῷ Θεῷ ὁλοκλήρως, δι᾿ ὅλου πληρῶν τὰ ὑπὸ τοῦ Αποστόλου εἰρημένα· ποτὲ μὲν, « Παρακαλῶ οὖν ὑμᾶς, ἀδελφοὶ, διὰ τῶν οἰκτιρμῶν τοῦ Θεοῦ παραστῆσαι τὰ σώματα ὑμῶν θυσίαν ζῶσαν, ἁγίαν, εὐάρεστον τῷ Θεῷ, τὴν λογικὴν λατρείαν ὑμῶν, καὶ τὰ ἐξῆς· ποτὲ δὲ, « Μὴ οὖν βασιλευέτω ἡ ἁμαρτία ἐν τῷ θνητῷ ὑμῶν σώματι, εἰς τὸ ὑπακούειν αὐτῇ ἐν ταῖς ἐπιθυμίαις αὐτοῦ· μηδὲ παριστάνετε τὰ μέλη ὑμῶν ὅπλα ἀδικίας τῇ ἁμαρτίᾳ· ἀλλὰ παραστήσατε ἑαυτοὺς τῷ θεῷ, ὡς ἐκ νεκρῶν ζῶντας, καὶ τὰ μέλη ὑμῶν ὅπλα δικαιοσύνης τῷ Θεῷ· › ἐν τούτοις δὲ καὶ τοῖς τοιούτοις δόγμασι πάλιν λέγων· « Οὐκ ἔνι Ἰουδαῖος, οὐδὲ Ἕλλην· οὐκ ἔνι δοῦλος, οὐδὲ ἐλεύθερος· οὐκ ἔνι ἄρσεν, οὐδὲ θῆλυ· πάντες γὰρ ὑμεῖς εἷς ἐστε ἐν Χριστῷ Ἰησοῦ, ἵνα ἄξιοι γενώμεθα οἱ πάντες, ὡς εἷς, ἀκοῦσαι· « Δεῦρο, ἀγαθὲ δοῦλε· ἐπὶ ὀλίγα ἧς πιστὸς, ἐπὶ πολλῶν σε καταστήσω· εἴσελθε εἰς τὴν χαρὰν τοῦ Κυρίου σου.» Ἧς καταξιούμεθα, ἐὰν ἕκαστος ἡμῶν ἐν ᾧ ἐκλήθη καὶ ἐκληρώθη, δι' ἐπιμελείας περισσοτέρας καὶ ἀόκνου σπουδῆς πολυπλασιάσῃ τὴν μερισθεῖσαν αὐτῶ χάριν, καθὼς γέγραπται.

### English translation (Claude)

So it is clearly established that everyone who has been baptized with the one baptism, as it is written, is equally under obligation, according to the word of him who died and was raised for us, to fulfil what was written by the Apostle himself: “For the love of Christ constrains us, because we have judged this, that if one died for all, then all died; and he died for all, so that those who live might no longer live for themselves, but for him who died and was raised for them.” For if one who has been circumcised in a part of the body, with the circumcision according to Moses, is under obligation to keep the whole law, how much more is one who has been circumcised with the circumcision according to Christ, by putting off the whole body of the sins of the flesh, as it is written, under obligation to fulfil what the Apostle said: “I have been crucified to the world, and the world to me; I no longer live, but Christ lives in me”? So the one who has truly been baptized into the death of Christ, according to the Apostle’s word, has put himself to death to the world, and much earlier to sin, according to what the Apostle said in his discussion of baptism: “Our old man was crucified with him, so that the body of sin might be done away with, that we should no longer be slaves to sin.” And he has made an inviolable covenant to follow the Lord in all things, which is to live wholly to God, fulfilling throughout what the Apostle said: at one time, “I urge you, therefore, brothers, by the mercies of God, to present your bodies as a living sacrifice, holy, acceptable to God, which is your reasonable worship,” and what follows; at another, “Let not sin, therefore, reign in your mortal body, to obey it in its desires; do not present your members to sin as weapons of unrighteousness, but present yourselves to God as alive from the dead, and your members to God as weapons of righteousness.” Among these and such doctrines he says again, “There is neither Jew nor Greek; there is neither slave nor free; there is neither male nor female; for you are all one in Christ Jesus,” so that we may all become worthy, as one, to hear, “Come, good servant; you were faithful over a few things, I will set you over many; enter into the joy of your Lord.” We are counted worthy of this joy if each of us, in the state in which he was called and received his portion, multiplies the grace allotted to him with greater care and untiring zeal, as it is written.

### Scripture references

- Eph 4:5: allusion, high confidence
- 2 Cor 5:14: quotation, high confidence
- 2 Cor 5:15: quotation, high confidence
- Gal 5:3: allusion, high confidence
- Col 2:11: allusion, high confidence
- Gal 6:14: quotation, high confidence
- Gal 2:20: quotation, high confidence
- Rom 6:6: quotation, high confidence
- Rom 12:1: quotation, high confidence
- Rom 6:12: quotation, high confidence
- Rom 6:13: quotation, high confidence
- Gal 3:28: quotation, high confidence
- Matt 25:21: quotation, high confidence
- 1 Cor 7:20: allusion, medium confidence
- Matt 25:16: allusion, medium confidence

### Translation notes

- “For if”: the printed text has only “for” (γάρ); the conditional is required by “how much more” and is translated by sense.
- A stray phrase in the scan (“the baptism in the Gospel”), inserted inside the word ὀφειλέτης, is removed by a logged correction.

### Citation (SBL)

Basil, Bapt. 2.1.2 (PG 31:1579; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/basil-baptismo/2-1-2).

## On Baptism 2.2.0

- URL: https://sophiascriptura.com/fathers/basil-baptismo/1-3-0/#p-2-2-0
- Source: PG 31:1581
- Translation: Claude (claude-opus-5-5), 2026-11-12

Summary: Second question: may one act as priest with an unclean heart?

### Greek text

Εἰ ἀκινδυνόν ἐστι μὴ καθαρεύοντα τὴν καρδιαν ἀπὸ συνειδήσεως πονηρᾶς, ἢ ἀκαθαρσίας, ἢ μολυσμοῦ, ἱερατεύειν.

### English translation (Claude)

Question 2. Whether it is without danger to act as priest without being clean in heart from an evil conscience, or from uncleanness, or from defilement.

### Scripture references

- Heb 10:22: allusion, medium confidence

### Citation (SBL)

Basil, Bapt. 2.2.0 (PG 31:1581; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/basil-baptismo/2-2-0).

## On Baptism 2.2.1

- URL: https://sophiascriptura.com/fathers/basil-baptismo/1-3-0/#p-2-2-1
- Source: PG 31:1581
- Translation: Claude (claude-opus-5-5), 2026-11-12

Summary: As Moses barred blemished priests from the altar, so whoever ministers the Lord's body must be free from every flaw in keeping the commandments.

### Greek text

Μωϋσῆς μὲν, τύπον διδοὺς τοῖς τότε, πρὸς νουθεσίαν δὲ ἡμετέραν, ἐν τῷ νόμῳ τῷ παρὰ τοῦ Θεοῦ δοθέντι γράφει· « Καὶ εἶπε Κύριος πρὸς Μωϋσῆν λέγων· Εἰπὸν πρὸς Ἀαρὼν λέγων· ῎Ανθρωπος ἐκ τοῦ γένους σου εἰς τὰς γενεὰς ὑμῶν, ὃς ἔχει ἐν ἑαυτῷ μῶμον, οὐ προσελεύσεται προσφέρειν τὰ δῶρα τῷ Θεῷ αὐτοῦ· ὅτι πᾶς ἄνθρωπος, ἐν ᾧ ἂν ἡ ἐν αὐτῷ μῶμος, οὐ προσελεύσεται·· καὶ τοῖς ἑξῆς ἐρμηνεύει τὸν μῶμον· οὐκ ἐν ἐπιμιξίᾳ ἀλλοτρίων μελῶν, οὐδὲ ἐν συντρίμματι ἑνός τινος, κᾶν ἐπὶ μέρους ᾗ τῶν ἰδίων μελῶν οὐ τοσοῦτον παραποδίζοντος τὴν ἐνέργειαν τῆς εὐοδίας, ἀλλὰ παραβλάπτοντος τὴν εὐτρέπειαν ἢ τὴν ὀλοκληρίαν· ὁ δὲ Κύριος λέγων· «Μεῖζον τοῦ ἱεροῦ ὧδε,· παιδεύει ἡμᾶς, ὅτι τοσοῦτον ἀσεβέστερός ἐστιν ὁ τολμῶν ἱερατεύειν τὸ σῶμα τοῦ Κυρίου, τοῦ δόντος ἑαυτὸν ὑπὲρ ἡμῶν προσφορὰν καὶ θυσίαν τῷ Θεῷ εἰς ὀσμὴν εὐωδίας, ὅσον τὸ σῶμα τοῦ μονογενοῦς Υἱοῦ τοῦ Θεοῦ ὑπερέχει κριῶν καὶ ταύρων· οὐκ ἐκ συγκρίσεως ἀσύγκριτος γὰρ ἡ ὑπεροχή. Ἀλλὰ καὶ μῶμος ἢ λώβησις νῦν οὐκ ἐπὶ μελῶν σώματός ἐστι θεωρουμένη, ἐπὶ δὲ δικαιωμάτων τῆς κατὰ τὸ Εὐαγγέλιον θεοσεβείας ἐστὶ γινωσκομένη· ὅταν ἢ παρ᾿ ὀλίγον, ἢ ἐλλειπῶς γένηται ἡ ἐντολὴ, ἢ μὴ οὕτως, ὥσπερ εὐαρεστεῖται Θεός· ὥσπερ οὐλῆς τινος ἢ λέπρας ἐπιφαινομένης τῇ ἐντολῇ τῆς ἀνθρωπίνης γνώμης. ᾿Αναγκαῖον οὖν πάντοτε μὲν, μάλιστα δὲ ἐν τῷ καιρῷ τοῦ τοσούτου καὶ τοιούτου μυστηρίου, φυλάσσειν τὸ παράγγελμα τοῦ Ἀποστόλου εἰπόντος· Ταύτας οὖν ἔχοντες τὰς ἐπαγγελίας, ἀγαπητοὶ, καθαρίσωμεν ἑαυτοὺς ἀπὸ παντὸς μολυσμοῦ σαρκὸς καὶ πνεύματος, ἐπιτελοῦντες ἀγιωσύνην ἐν φόβῳ Θεοῦ· μηδεμίαν ἐν μηδενὶ διδόντες προσκοπὴν, ἵνα μὴ μωμηθῇ ἡ διακονία, ἀλλ᾽ ἐν παντὶ συνιστῶντες ἑαυτοὺς ὡς Θεοῦ διάκονοι. » Οὕτως ἄξιός τις γένηται ἱερουργεῖν τὸ μυστήριον τοῦ Κυρίου κατὰ τὸ Εὐαγγέλιον τοῦ Θεοῦ

### English translation (Claude)

Moses, giving a type to the people of that time, but for our admonition, writes in the law given by God: “And the Lord spoke to Moses, saying, ‘Say to Aaron: Any man of your race throughout your generations who has a blemish in himself shall not approach to offer the gifts to his God; for every man in whom there is a blemish shall not approach.’” In what follows he explains the blemish: there is to be no mingling of foreign members, nor the breaking of any single one of a man’s own members, even in part, though such a thing hinders not so much the performance of the service as its seemliness or completeness. But the Lord, saying, “Something greater than the temple is here,” teaches us that the one who dares to minister as priest the body of the Lord, who gave himself for us as an offering and sacrifice to God for a fragrant aroma, is more impious by as much as the body of the only-begotten Son of God surpasses rams and bulls: not by way of comparison, for the superiority is beyond comparison. And now a blemish or maiming is not seen in the members of the body, but is recognized in the requirements of godliness according to the Gospel, when a commandment is carried out with a near miss, or deficiently, or not in the way that pleases God, as if a scar or a leprosy of human judgment showed on the commandment. It is necessary, then, always, but especially at the time of so great and such a mystery, to keep the instruction of the Apostle, who said, “Having these promises, then, beloved, let us cleanse ourselves from every defilement of flesh and spirit, perfecting holiness in the fear of God; giving no offense in anything, so that the ministry may not be blamed, but in everything commending ourselves as servants of God.” So one may become worthy to perform the sacred rite of the Lord’s mystery according to the Gospel of God.

### Scripture references

- 1 Cor 10:11: allusion, high confidence
- Lev 21:16: quotation, high confidence
- Lev 21:17: quotation, high confidence
- Lev 21:18: quotation, high confidence
- Lev 21:19: allusion, high confidence
- Matt 12:6: quotation, high confidence
- Eph 5:2: allusion, high confidence
- Heb 10:4: allusion, low confidence
- 2 Cor 7:1: quotation, high confidence
- 2 Cor 6:3: quotation, high confidence
- 2 Cor 6:4: quotation, high confidence
- Rom 15:16: allusion, medium confidence

### Translation notes

- The answer applies Lev 21:17–23 to the Christian priest who celebrates the Eucharist.
- “Mingling of foreign members” is obscure: it may mean bodily deformities such as superfluous members (Lev 21:18), or intermarriage with foreigners (Lev 21:14–15).
- “The performance of the service”: the printed word εὐοδίας (“good course”) may be a slip for εὐωδίας (“fragrant offering”); translated by sense.

### Citation (SBL)

Basil, Bapt. 2.2.1 (PG 31:1581; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/basil-baptismo/2-2-1).

## On Baptism 2.3.0

- URL: https://sophiascriptura.com/fathers/basil-baptismo/1-3-0/#p-2-3-0
- Source: PG 31:1583
- Translation: Claude (claude-opus-5-5), 2026-11-12

Summary: Third question: may one receive the Eucharist while defiled?

### Greek text

Εἰ ἀκίνδυνόν ἐστι μὴ καθαρεύοντά τινα ἀπὸ παντὸς μολυσμοῦ σαρκὸς καὶ πνεύματος ἐσθίειν τὸ σῶμα τοῦ Κυρίου, καὶ πίνειν τὸ αἷμα

### English translation (Claude)

Question 3. Whether it is without danger for someone who is not clean from every defilement of flesh and spirit to eat the body of the Lord and drink his blood.

### Scripture references

- 2 Cor 7:1: allusion, high confidence

### Citation (SBL)

Basil, Bapt. 2.3.0 (PG 31:1583; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/basil-baptismo/2-3-0).

## On Baptism 2.3.1

- URL: https://sophiascriptura.com/fathers/basil-baptismo/1-3-0/#p-2-3-1
- Source: PG 31:1583
- Translation: Claude (claude-opus-5-5), 2026-11-12

Summary: If the law cut off the unclean who touched holy things, far worse is the judgment on one who receives Christ's body and blood in sin.

### Greek text

Τοῦ Θεοῦ ἐν τῷ νόμῳ τὴν ἀνωτάτω τιμωρίαν ὁρίσαντος κατὰ τοῦ ἐν ἀκαθαρσίᾳ τολμήσαντος ἅψασθαι τῶν ἁγίων· γέγραπται γὰρ τυπικῶς μὲν ἐκείνοις, εἰς νουθεσίαν δὲ ἡμετέραν· « Καὶ ἐλάλησε Κύριος πρὸς Μωϋσῆν λέγων· Εἰπὲ Ἀαρὼν, καὶ τοῖς υἱοῖς αὐτοῦ· καὶ προσεχέτωσαν ἀπὸ τῶν ἁγίων τῶν υἱῶν Ἰσραὴλ, καὶ οὐ βεβηλώσουσι τὸ ὄνομά μου τὸ ἅγιον, ὅσα αὐτοὶ ἁγιάζουσί μοι. Ἐγὼ Κύριος. Εἰπὲ αὐτοῖς· Εἰς τὰς γενεὰς αὐτῶν πᾶς ἄνθρωπος, ὃς ἐὰν προσἔλθῃ ἀπὸ παντὸς τοῦ σπέρματος ὑμῶν πρὸς τὰ ἄγια, ὅσα ἂν ἁγιάσωσιν οἱ υἱοὶ Ἰσραὴλ τῷ Κυρίῳ, καὶ ἡ ἀκαθαρσία αὐτοῦ ἐπ᾿ αὐτῷ, ἐξολοθρευθήσεται ἡ ψυχὴ ἐκείνη ἀπὸ προσώπου μου. Ἐγὼ Κύριος·· εἰ τοιαύτη ἀπειλὴ κεῖται κατὰ τῶν προσιόντων ἁπλῶς εἰς τὰ παρὰ τῶν ἀνθρώπων ἁγιαζόμενα, τί ἄν τις εἴποι κατὰ τοῦ εἰς τοσοῦτον καὶ τοιοῦτον μυστήριον τολμήσαντος; "Ὅσῳ γὰρ πλεῖον τοῦ ἱεροῦ ὧδε, κατὰ τὴν τοῦ Κυρίου φωνὴν, τοσούτῳ δεινότερον καὶ φοβερώτερον τὸ ἐν μολυσμῷ ψυχῆς τολμῆσαι ἅψασθαι τοῦ σώματος τοῦ Χριστοῦ, παρὰ τὸ ἄψασθαι κριῶν ἢ ταύρων, τοῦ ᾿Αποστόλου εἰπόντος· Ὥστε ὃς ἂν ἐσθίῃ τὸν ἄρτον, ἢ πίνῃ τὸ ποτήριον τοῦ Κυρίου ἀναξίως, ἔνοχος ἔσται τοῦ σώματος καὶ τοῦ αἵματος τοῦ Κυρίου. » Σφοδρότερον δὲ ὁμοῦ καὶ φοβερώτερον παριστῶν τὸ κρίμα διὰ τῆς ἐπαναλήψεως, φησί· « Δοκιμαζέτω δὲ ἕκαστος ἑαυτὸν, καὶ οὕτως ἐκ τοῦ ἄρτου ἐσθιέτω, καὶ ἐκ τοῦ ποτηρίου πινέτω. Ὁ γὰρ ἐσθίων καὶ πίνων ἀναξίως, κρῖμα ἑαυτῷ ἐσθίει καὶ πίνει, μὴ διακρίνων τὸ σῶμα τοῦ Κυρίου. » Εἰ δὲ ὁ ἐν ἀκαθαρσίᾳ μόνῃ γενόμενος (τῆς δὲ ἀκαθαρσίας τὸ ἰδίωμα τυπικῶς ἐκ τοῦ νόμου μανθάνομεν), οὕτω φοβερὸν ἔχει τὸ κρίμα, πόσῳ μᾶλλον ὁ ἐν ἁμαρτίᾳ ὢν, καὶ κατατολμῶν τοῦ σώματος τοῦ Κυρίου, δεινότερον ἐπισπάσεται τὸ κρῖμα; Καθαρεύσωμεν τοίνυν ἀπὸ παντὸς μολυσμοῦ (ἡ δὲ διαφορὰ τοῦ μολυσμοῦ πρὸς τὴν ἀκαθαρσίαν φανερὰ τοῖς εὖ φρονοῦσι), καὶ οὕτω προσερχώμεθα τοῖς ἁγίοις, ἵνα φύγωμεν τὸ κρίμα τῶν φονευσάντων τὸν Κύριον, διότι « Ὃς ἂν ἐσθίῃ τὸν ἄρτον, ἢ πίνῃ τὸ ποτήριον τοῦ Κυρίου ἀναξίως, ἔνοχος ἔσται τοῦ σώματος καὶ τοῦ αἵματος τοῦ Κυρίου·, σχῶμεν δὲ ζωὴν αἰώνιον, καθὼς ἐπηγγείλατο ὁ ἀψευδής Κύριος καὶ Θεὸς ἡμῶν Ἰησοῦς Χριστός· ἐὰν ἐσθίοντες καὶ πίνοντες μνημονεύσωμεν αὐτοῦ ὑπὲρ ἡμῶν ἀποθανόντος, καὶ φυλάξωμεν τὸ κρίμα τοῦ Ἀποστόλου εἰπόντος· « Ἡ γὰρ ἀγάπη τοῦ Χριστοῦ συνέχει ἡμᾶς, κρίναντας τοῦτο, ὅτι, εἰ εἷς ὑπὲρ πάντων ἀπέθανεν, ἄρα οἱ πάντες ἀπέθανον· καὶ ὑπὲρ πάντων ἀπέθανεν, ἵνα οἱ ζῶντες μηκέτι ἑαυτοῖς ζῶσιν, ἀλλὰ τῷ ὑπὲρ αὐτῶν ἀποθανόντι καὶ ἐγερθέντι· ὅπερ συνεθέμεθα ἐν τῷ βαπτίσματι.

### English translation (Claude)

God in the law laid down the extreme penalty against anyone who dared to touch the holy things in uncleanness; for it is written, as a type for them but for our admonition: “And the Lord spoke to Moses, saying, ‘Speak to Aaron and to his sons, and let them keep away from the holy things of the sons of Israel, and they shall not profane my holy name in the things they consecrate to me. I am the Lord. Say to them: Throughout their generations, any man from all your offspring who approaches the holy things that the sons of Israel consecrate to the Lord while his uncleanness is upon him, that soul shall be utterly destroyed from my presence. I am the Lord.’” If such a threat is laid down against those who simply approach things consecrated by human beings, what would one say against one who dares to approach so great and such a mystery? For by as much as something greater than the temple is here, according to the Lord’s word, by so much is it more terrible and fearful to dare to touch the body of Christ in defilement of soul than to touch rams or bulls. For the Apostle said, “So whoever eats the bread or drinks the cup of the Lord unworthily will be guilty of the body and blood of the Lord.” And setting out the judgment by repetition both more forcefully and more fearfully, he says, “But let each examine himself, and so let him eat of the bread and drink of the cup. For whoever eats and drinks unworthily eats and drinks judgment on himself, not discerning the body of the Lord.” If one who is merely in uncleanness (the character of uncleanness we learn as a type from the law) has so fearful a judgment, how much more will one who is in sin and dares to approach the body of the Lord draw on himself a more terrible judgment? Let us then be clean from every defilement (the difference between defilement and uncleanness is plain to those of sound mind), and so approach the holy things, so that we may escape the judgment of those who killed the Lord, since “whoever eats the bread or drinks the cup of the Lord unworthily will be guilty of the body and blood of the Lord”; and that we may have eternal life, as our Lord and God Jesus Christ, who does not lie, promised; if, as we eat and drink, we remember him who died for us, and keep the judgment of the Apostle, who said, “For the love of Christ constrains us, because we have judged this, that if one died for all, then all died; and he died for all, so that those who live might no longer live for themselves, but for him who died and was raised for them.” To this we pledged ourselves in baptism.

### Scripture references

- 1 Cor 10:11: allusion, high confidence
- Lev 22:1: quotation, high confidence
- Lev 22:2: quotation, high confidence
- Lev 22:3: quotation, high confidence
- Matt 12:6: allusion, high confidence
- 1 Cor 11:27: quotation, high confidence
- 1 Cor 11:28: quotation, high confidence
- 1 Cor 11:29: quotation, high confidence
- 2 Cor 7:1: allusion, high confidence
- John 6:54: allusion, medium confidence
- 2 Cor 5:14: quotation, high confidence
- 2 Cor 5:15: quotation, high confidence

### Citation (SBL)

Basil, Bapt. 2.3.1 (PG 31:1583; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/basil-baptismo/2-3-1).

## On Baptism 2.4.0

- URL: https://sophiascriptura.com/fathers/basil-baptismo/1-3-0/#p-2-4-0
- Source: PG 31:1585
- Translation: Claude (claude-opus-5-5), 2026-11-12

Summary: Fourth question: must every word of God be believed even where Scripture seems to contradict itself?

### Greek text

Εἰ παντὶ ῥήματι Θεοῦ δεῖ πιστεύειν, καὶ πείθεσθαι ἐν πληροφορίᾳ ἀληθείας τοῦ εἰρημένου, κἂν εὑρίσκηταί τι ἢ ῥῆμα ἢ ἔργον ἤτοι παρ' αὐτοῦ τοῦ Κυρίου ἢ παρ' αὐτῶν τῶν ἁγίων δοκοῦν ἐναντίως ἔχειν.

### English translation (Claude)

Question 4. Whether one must believe every word of God and be persuaded, in full assurance of the truth, of what is said, even if some word or deed is found, whether of the Lord himself or of the saints themselves, that seems to be contrary.

### Citation (SBL)

Basil, Bapt. 2.4.0 (PG 31:1585; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/basil-baptismo/2-4-0).

## On Baptism 2.4.1

- URL: https://sophiascriptura.com/fathers/basil-baptismo/1-3-0/#p-2-4-1
- Source: PG 31:1585
- Translation: Claude (claude-opus-5-5), 2026-11-12

Summary: To doubt any word of God is unworthy of a Christian, for Christ's words, greater than the law of Moses, will never pass away.

### Greek text

Τὸ ἐρώτημα, εἰ καὶ παντάπασιν ἀνάξιον παντὸς τοῦ καταδεξαμένου ὁμολογεῖν τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστὸν μονογενῆ Υἱὸν τοῦ Θεοῦ τοῦ ζῶντος, δι' οὗ τὰ πάντα ἐγένετο, τά τε ὁρατὰ καὶ τὰ ἀόρατα, λαλοῦντα ῥήματα, ἃ ἤκουσε παρὰ τοῦ Πατρὸς, ὅμως ἀναγκαῖον ἀποκρίνασθαι, πειθομένους τῷ Ἀποστόλῳ γράψαντι· « Ἕτοιμοι᾿ ἔσεσθε πρὸς ἀπολογίαν παντὶ τῷ ἐπερωτῶντι ὑμᾶς λόγον περὶ τῆς ἐν ὑμῖν πίστεως. » Καὶ ἵνα μὴ, παρ᾿ ἑαυτῶν τι λέγοντες, ἀμφιβολίαν ἐμποιήσωμεν τοῖς ἀκούουσι, μνημονεύσωμεν αὐτοῦ τοῦ Κυρίου λέγοντος·· ᾿Αμὴν, ἀμὴν λέγω ὑμῖν, ἰῶτα ἓν ἢ μία κεραία οὐ μὴ παρέλθῃ ἀπὸ τοῦ νόμου, ἕως ἂν πάντα γένηται· καὶ πάλιν·· Εὐκοπώτερόν ἐστι τὸν οὐρανὸν καὶ τὴν γῆν παρελθεῖν, ἢ τοῦ νόμου μίαν κεραίαν πεσεῖν. Εἰ δὲ πλεῖον Σολομῶνος ὧδε, καὶ πλεῖον Ἰωνᾶ ὧδε, ἀκόλουθόν ἐστιν εἰπεῖν, ὅτι καὶ πλεῖον Μωϋσέως ὧδε, τοῦ ᾿Αποστόλου, μετὰ τὸ τὴν ἀπρόσιτον τοῖς Ἰσραηλίταις Μωϋσέως δόξαν διηγήσασθαι ἐν συγκρίσει τῆς δόξης τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ἐπενεγκόντος ὅτι, «Οὐ δεδόξασται τὸ δεδοξασμένον ἐν τούτῳ τῷ μέρει ἕνεκεν τῆς ὑπερβαλλούσης δόξης. Εἰ γὰρ τὸ καταργούμενον διὰ δόξης, πολλῷ μᾶλλον τὸ μένον ἐν δόξῃ. » Οὕτως εἰ καὶ ἐκ τῶν εἰρημένων ἐπαιδεύθημεν τὰ ἐν τῷ Εὐαγγελίῳ εἰρημένα βεβαιότερα γνωρίσαι καὶ ὁμολογεῖν, ὅμως πάλιν ἐν πίστει ἀδιακρίτῳ αὐτοῦ τοῦ Κυρίου μνημονεύσωμεν λέγοντος·· Ὁ οὐρανὸς καὶ ἡ γῆ παρελεύσονται, οἱ δὲ λόγοι μου οὐ μὴ παρέλθωσιν. » Ἥρκει μὲν οὖν τὰ τοῦ Κυρίου ῥήματα πλέον πάντων ἐν Πνεύματι ἁγίῳ καὶ ἡγεμονικῷ στηρίξαι τὰς καρδίας ἡμῶν, ἀδιστάκτως καὶ ἀραρότως ἔχειν περὶ παντὸς ῥήματος ἐκπορευομένου διὰ στόματος Θεοῦ· ἵνα δὲ καὶ τῇ τινων ἀσθενεία βοηθήσωμεν, ἀκόλουθον ἂν εἴη καὶ μαρτυρίαν ἑνὸς ἢ δευτέρου ἐκ πολλῶν παραθέσθαι. Ὁ μὲν οὖν Δαβίδ φησι· Πισταὶ πᾶσαι αἱ ἐντολαὶ αὐτοῦ, ἐστηριγμέναι εἰς τὸν αἰῶνα τοῦ αἰῶνος, πεποιημέναι ἐν ἀληθείᾳ καὶ εὐθύτητι·· καὶ πάλιν· « Πιστὸς Κύριος ἐν πᾶσι τοῖς λόγοις αὐτοῦ, καὶ ὅσιος ἐν πᾶσι τοῖς ἔργοις αὐτοῦ, καὶ πολλὰ τοιαῦτα. Ὁ δὲ Ἰηοῦ ἐν τοῖς Βασιλείοις εἶπεν· « Ἴδετε, ὅτι οὐ πεσεῖται λόγος Κυρίου ἐπὶ τὴν γῆν.

### English translation (Claude)

The question is altogether unworthy of anyone who has undertaken to confess our Lord Jesus Christ, the only-begotten Son of the living God, through whom all things were made, both visible and invisible, and who speaks the words that he heard from the Father. Yet we must answer, obeying the Apostle, who wrote, “Be ready to make a defense to everyone who asks you for an account of the faith that is in you.” And so that we may not cause doubt in the hearers by saying anything of our own, let us recall the Lord himself saying, “Amen, amen, I say to you, not one iota or one stroke will pass from the law until all is accomplished”; and again, “It is easier for heaven and earth to pass away than for one stroke of the law to fall.” And if something greater than Solomon is here, and something greater than Jonah is here, it follows that something greater than Moses is here too; for the Apostle, after describing the glory of Moses, which the Israelites could not approach, in comparison with the glory of our Lord Jesus Christ, added, “What was glorified has not been glorified in this respect, because of the surpassing glory. For if what was being done away with came with glory, much more is what remains in glory.” So, even if we have been taught by what has been said to know and confess more firmly what is said in the Gospel, still let us again, in undoubting faith, recall the Lord himself saying, “Heaven and earth will pass away, but my words will not pass away.” The Lord’s words would indeed have sufficed, more than anything, to establish our hearts by the Holy Spirit and the guiding Spirit, so that we hold firm and unshaken concerning every word that comes out through the mouth of God; but to help the weakness of some, it would be fitting to set out also the testimony of one or two out of many. David says, “Faithful are all his commandments, established for ever and ever, made in truth and uprightness”; and again, “The Lord is faithful in all his words, and holy in all his works”; and many such things. And Jehu said, in the books of Kingdoms, “See that no word of the Lord will fall to the ground.”

### Scripture references

- Col 1:16: allusion, high confidence
- John 1:3: allusion, medium confidence
- John 8:26: allusion, medium confidence
- 1 Pet 3:15: quotation, high confidence
- Matt 5:18: quotation, high confidence
- Luke 16:17: quotation, high confidence
- Matt 12:42: allusion, high confidence
- Matt 12:41: allusion, high confidence
- 2 Cor 3:7: allusion, high confidence
- 2 Cor 3:10: quotation, high confidence
- 2 Cor 3:11: quotation, high confidence
- Matt 24:35: quotation, high confidence
- Ps 51:12 (50:14 LXX): allusion, medium confidence
- Matt 4:4: allusion, high confidence
- Ps 111:7 (110:7 LXX): quotation, high confidence
- Ps 111:8 (110:8 LXX): quotation, high confidence
- Ps 145:13 (144:13 LXX): quotation, high confidence
- 2 Kgs 10:10: quotation, high confidence

### Translation notes

- The scan had moved the words “to know and confess more firmly … still again” into the quotation of Matt 5:18; restored to their place by logged corrections.
- “The Lord is faithful in all his words, and holy in all his works” is the line found in the Greek text of Ps 145:13 (Ps 144:13).
- “The guiding Spirit” echoes Ps 51:12 in the Greek Old Testament.

### Citation (SBL)

Basil, Bapt. 2.4.1 (PG 31:1585; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/basil-baptismo/2-4-1).

## On Baptism 2.4.2

- URL: https://sophiascriptura.com/fathers/basil-baptismo/1-3-0/#p-2-4-2
- Source: PG 31:1587
- Translation: Claude (claude-opus-5-5), 2026-11-12

Summary: Where Scripture seems to contradict a command, one must obey the command; where commands seem to clash, the whole passage must be read to see how both serve one goal.

### Greek text

Περὶ δὲ τῶν δοκούντων ἐναντίωσίν τινα ἔχειν, κρεῖττόν ἐστιν ἑαυτοῦ καταψηφίσασθαι, ὡς μήπω ἐλθόντος εἰς κατανόησιν τοῦ πλούτου τῆς σοφίας, καὶ ὅτι δύσκολον τῶν ἀνεξερευνήτων κριμάτων τοῦ Θεοῦ ἐφικέσθαι, ἢ ὑπόδικον γενέσθαι τῷ κρίματι τῆς θρασύτητος καὶ τῆς αὐθαδείας, καὶ ἀκοῦσαι, « ᾿Ασεβὴς ὁ λέγων βασιλεῖ, Παρανομεῖς· › καὶ, « Τίς ἐγκαλέσει κατὰ ἐκλεκτῶν Θεοῦ; › Εἰ δὲ καὶ τὰ πολλὰ τοῖς πολλοῖς φανερὰν ἔχειν δοκεῖ τὴν λύσιν, ὅμως ἐπὶ τῶν δοκούντων ἐναντίωσιν ἔχειν ὀφείλομεν παρατηρεῖν, ὅτι, ὅταν μὲν τῷ προστάγματι δοκῇ ἐναντίον τι εἶναι ῥῆμα ἢ ἔργον, ἀναγκαῖον αὐτὸν ἕκαστον τῷ προστάγματι πειθαρχεῖν, καὶ μὴ τῷ βάθει τοῦ πλούτου καὶ τῆς σοφίας ἐπισκήπτειν, ἢ προφασίζεσθαι προφάσεις ἐν ἁμαρτίαις· τοῦτο γὰρ εὐάρεστον τῷ Θεῷ, καὶ ἀκίνδυνον εἶναι μεμαθήκαμεν ἐκ τῶν θεοπνεύστων Γραφῶν· ὅταν δὲ πρόσταγμα προστάγματι ἐναντίως ἔχειν δοκῇ, ἵνα τὰς ὑποθέσεις καταμανθάνοντες, καὶ ὁλόκληρον τὴν περικοπὴν ἀναγινώσκοντες, οὕτω τὸ ἅμαχον ἐπιγινώσκωμεν, καὶ τὸ ἑκάστῳ ἀρμόζον πρὸς τὸν σκοπὸν τῆς ἄνω κλήσεως φυλάσσωμεν, εἰς ὃν ἀμφότερα τείνει τὰ προστάγματα· τὰ μὲν νόσον θεραπεύοντα, τὰ δὲ προκοπὴν ἐμποιοῦντα πρὸς τελείωσιν ἄγουσαν τῆς πρὸς Θεὸν εὐαρεστήσεως, τοῦ Κυρίου λέγοντος ποτὲ μέν· « Οὐδεὶς, λύχνον ἅψας, κρύπτει αὐτὸν ὑπὸ τὸν μόδιον, ἀλλ' ἐπὶ τὴν λυχνίαν, καὶ λάμπει πᾶσι τοῖς ἐν τῇ οἰκίᾳ· οὕτω λαμψάτω τὸ φῶς ὑμῶν ἔμπροσθεν τῶν ἀνθρώπων, ὅπως ἴδωσιν ὑμῶν τὰ καλὰ ἔργα, καὶ δοξάσωσι τὸν Πατέρα ὑμῶν τὸν ἐν τοῖς οὐρανοῖς. Ποτὲ δὲ, « Σοῦ δὲ ποιοῦντος ἐλεημοσύνην, μὴ γνώτω ἡ ἀριστερὰ, τί ποιεῖ ἡ δεξιά σου.»

### English translation (Claude)

As for the things that seem to contain some contradiction, it is better to pass sentence on oneself, as not yet having come to understand the riches of wisdom, and because it is hard to reach the unsearchable judgments of God, than to become liable to the judgment on rashness and presumption, and to hear, “Impious is he who says to a king, ‘You act lawlessly’”; and, “Who will bring a charge against God’s elect?” And even if most things seem to most people to have a plain solution, still, in the things that seem to contain a contradiction, we must observe this. When some word or deed seems to be contrary to a command, each one must obey the command, and not lay blame on the depth of the riches and of the wisdom, or make excuses for sins; for this, we have learned from the divinely inspired Scriptures, is pleasing to God and without danger. When one command seems to be contrary to another, we must learn the circumstances of each and read the whole passage, and so recognize that there is no conflict, and keep what fits each case, for the goal of the upward calling, toward which both commands tend: some cure a sickness, others bring about progress that leads to perfection in pleasing God. So the Lord says at one time, “No one, after lighting a lamp, hides it under the bushel, but puts it on the lampstand, and it gives light to all in the house. So let your light shine before people, that they may see your good works and glorify your Father in heaven”; and at another, “But when you give alms, do not let your left hand know what your right hand is doing.”

### Scripture references

- Rom 11:33: allusion, high confidence
- Job 34:18: quotation, high confidence
- Rom 8:33: quotation, high confidence
- Ps 141:4 (140:4 LXX): allusion, medium confidence
- Phil 3:14: allusion, medium confidence
- Matt 5:15: quotation, high confidence
- Matt 5:16: quotation, high confidence
- Luke 11:33: allusion, medium confidence
- Matt 6:3: quotation, high confidence

### Translation notes

- “Impious is he who says to a king” is Job 34:18 in the Greek Old Testament; “make excuses for sins” echoes Ps 141:4 (Ps 140:4).

### Citation (SBL)

Basil, Bapt. 2.4.2 (PG 31:1587; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/basil-baptismo/2-4-2).

## On Baptism 2.4.3

- URL: https://sophiascriptura.com/fathers/basil-baptismo/1-3-0/#p-2-4-3
- Source: PG 31:1589
- Translation: Claude (claude-opus-5-5), 2026-11-12

Summary: Unclear commands are explained by other passages; dangerous ones must be kept at any cost; the rest must be believed like a child trusting a parent.

### Greek text

Καὶ πολλὰ τοιαῦτα εὔροις ἂν παρά τε τοῖς εὐαγγελισταῖς καὶ τῷ ᾿Αποστόλῳ. Ἐὰν δὲ ἡ μὲν ἐντολὴ δοθῇ, πῶς δὲ γένηται, μὴ ἐπενεχθῇ, ἀνασχώμεθα τοῦ Κυρίου λέγοντος· « Ἐρευνᾶτε τὰς Γραφὰς, » καὶ μιμησώμεθα τοὺς ἀποστόλους αὐτὸν τὸν Κύριον ἐπερωτήσαντας τὴν ἑρμηνείαν τῶν παρ᾿ αὐτοῦ εἰρημένων καὶ τῶν παρ᾿ αὐτοῦ ἐκ τῶν ἐν ἑτέρῳ τόπῳ εἰρημένων, μανθάνωμεν τὸ ἀληθὲς καὶ σωτήριον· ὥσπερ ἐπὶ τοῦ, Θησαυρίζετε δὲ ὑμῖν θησαυροὺς ἐν οὐρανῷ, » ἔκ τε τῶν τῷ νεανίσκῳ προστεταγμένων παιδευόμεθα, αὐτοῦ τοῦ Κυρίου εἰπόντος· « Πώλησόν σου τὰ ὑπάρχοντα, καὶ δὸς πτωχοῖς, καὶ ἕξεις θησαυρὸν ἐν οὐρανῷ» καὶ ἐκ τῶν εἰρημένων πρὸς τοὺς ἐπιθυμοῦντας βασιλείαν οὐρανῶν κληρονομῆσαι· « Μὴ φοβοῦ, τὸ μικρὸν ποίμνιον, ὅτι ηὐδόκησεν ὁ Πατὴρ ὑμῶν ὁ οὐράνιος, δοῦναι ὑμῖν τὴν βασιλείαν. Πωλήσατε τὰ ὑπάρχοντα ὑμῶν, καὶ δότε ἐλεημοσύνην· ποιήσατε ἑαυτοῖς βαλλάντια μὴ παλαιούμενα, θησαυρὸν ἀνέκλειπτον ἐν τοῖς οὐρανοῖς. » Ἐὰν δὲ καὶ κίνδυνος παρἑπηται τῇ τηρήσει τῆς ἐντολῆς, ἥτις ἐστὶ καύχημα ἡμῶν, μνημονεύσωμεν τοῦ ᾿Αποστόλου εἰπόντος· « Καλόν μοι μᾶλλον ἀποθανεῖν, ἢ τὸ καύχημά μου ἵνα τις κενώσῃ·· καὶ ἀλλαχοῦ πλατύτερον· « Τίς ἡμᾶς χωρίσει ἀπὸ τῆς ἀγάπης τοῦ Χριστοῦ; θλίψις, ἢ στενοχωρία, ἢ διωγμὸς, ἢ λιμὸς, ἢ γυμνότης, ἢ κίνδυνος, ἢ μάχαιρα;» καὶ τὰ ἑξῆς. Δι' ὧν σφοδρότερον παιδευόμεθα τηρεῖν τὰς ἐντολὰς, καὶ περισσοτέραν δοῦναι ἀπόδειξιν τῆς πρὸς τὸν Κύριον ἀγάπης, εἰπόντα· « Ὁ ἀγαπῶν με, τὰς ἐντολάς μου τηρήσει, » καὶ πολλάκις ὁμοίως· ἐπὶ δὲ τῶν λοιπῶν μιμεῖσθαι τὸν ᾿Απόστολον, καὶ λέγειν· « Ὣ βάθος πλούτου, καὶ σοφίας, καὶ γνώσεως Θεοῦ, ὡς ἀνεξερεύνητα τὰ κρίματα αὐτοῦ, καὶ ἀνεξιχνίαστοι αἱ ὁδοὶ αὐτοῦ. Τίς γὰρ ἔγνω νοῦν Κυρίου» τοῦ ἐξ οὐρανῶν κατελθόντος, καὶ τὰ τοῦ Πατρὸς ἡμῖν ῥήματα ἀπαγγείλαντος; Ὦ πιστεύειν ἀναγκαῖον καὶ σωτήριον, ὡς τὰ τέκνα τοῖς γονεῦσι, καὶ τὰ παιδία τοῖς διδασκάλοις, κατὰ τὴν αὐτοῦ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ φωνὴν, εἰπόντος· « Ἐὰν μή τις δέξηται τὴν βασιλείαν τοῦ Θεοῦ ὡς παιδίον, οὐ μὴ εἰσέλθῃ εἰς αὐτήν.

### English translation (Claude)

And you could find many such things in the evangelists and in the Apostle. If a commandment is given but how it is to be done is not added, let us heed the Lord, who says, “Search the Scriptures,” and imitate the apostles, who asked the Lord himself for the explanation of what he had said; and let us learn what is true and saving from what he said in another place. So with “Store up for yourselves treasures in heaven”: we are taught both from what was commanded the young man, when the Lord himself said, “Sell your possessions and give to the poor, and you will have treasure in heaven,” and from what was said to those who desire to inherit the kingdom of heaven: “Do not fear, little flock, for your heavenly Father has been pleased to give you the kingdom. Sell your possessions and give alms; make for yourselves purses that do not grow old, a treasure in the heavens that does not fail.” And if danger also attends the keeping of the commandment, which is our boast, let us remember the Apostle, who said, “It would be better for me to die than that anyone should make my boast empty”; and elsewhere more fully, “Who shall separate us from the love of Christ? Tribulation, or distress, or persecution, or famine, or nakedness, or danger, or sword?” and what follows. By these words we are taught more forcefully to keep the commandments and to give greater proof of our love for the Lord, who said, “Whoever loves me will keep my commandments,” and often in like words. In the rest we are taught to imitate the Apostle and say, “O the depth of the riches and wisdom and knowledge of God! How unsearchable are his judgments, and how inscrutable his ways! For who has known the mind of the Lord,” who came down from heaven and announced to us the words of the Father? Him it is necessary and saving to believe, as children believe their parents and pupils their teachers, according to the word of our Lord Jesus Christ himself, who said, “Whoever does not receive the kingdom of God like a child will never enter it.”

### Scripture references

- John 5:39: quotation, high confidence
- Matt 13:36: allusion, medium confidence
- Matt 6:20: quotation, high confidence
- Matt 19:21: quotation, high confidence
- Luke 12:32: quotation, high confidence
- Luke 12:33: quotation, high confidence
- 1 Cor 9:15: quotation, high confidence
- Rom 8:35: quotation, high confidence
- John 14:21: quotation, medium confidence
- John 14:23: allusion, medium confidence
- Rom 11:33: quotation, high confidence
- Rom 11:34: quotation, high confidence
- John 3:13: allusion, medium confidence
- Mark 10:15: quotation, high confidence

### Citation (SBL)

Basil, Bapt. 2.4.3 (PG 31:1589; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/basil-baptismo/2-4-3).

## On Baptism 2.5.0

- URL: https://sophiascriptura.com/fathers/basil-baptismo/2-5-0/#p-2-5-0
- Source: PG 31:1591
- Translation: Claude (claude-opus-5-5), 2026-11-12

Summary: Fifth question: does disobeying any command deserve death even where no penalty is stated?

### Greek text

Εἰ παντὸς ῥήματος ἡ ἀπείθεια ἀξία ὀργης καὶ θανάτου, κἂν ἰδικῶς τῷ καθ' ἔκαστον μὴ ᾖ συνημμένη ἡ ἀπειλή.

### English translation (Claude)

Question 5. Whether disobedience to any word deserves wrath and death, even if the threat is not attached specifically to each one.

### Citation (SBL)

Basil, Bapt. 2.5.0 (PG 31:1591; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/basil-baptismo/2-5-0).

## On Baptism 2.5.1

- URL: https://sophiascriptura.com/fathers/basil-baptismo/2-5-0/#p-2-5-1
- Source: PG 31:1591
- Translation: Claude (claude-opus-5-5), 2026-11-12

Summary: Christ attached penalties to some sins and not to others, but his general sentences show that every disobedience incurs wrath.

### Greek text

Περὶ μὲν τοῦ, εἰ παντὸς ῥήματος ἡ ἀπείθεια ἀξία ὀργῆς καὶ θανάτου, εἴρηται μὲν πλατύτερον ἐν τῇ περὶ τῆς συμφωνίας ἐπιστολῇ· ἵνα δὲ καὶ νῦν μιᾶς ἢ δευτέρας ἐκ πολλῶν μνημονεύσωμεν μαρτυρίας, ἀκούσωμεν Ἰωάννου μὲν τοῦ Βαπτιστοῦ λέγοντος· « Ὁ πιστεύων εἰς τὸν Υἱὸν ἔχει ζωὴν αἰώνιον ὁ δὲ ἀπειθῶν τῷ Υἱῷ (τὸ δὲ ἀόριστον παντός ἐστι περιληπτικὸν) οὐκ ὄψεται τὴν ζωὴν, ἀλλ᾽ ἡ ὀργὴ τοῦ Θεοῦ μενεῖ ἐπ' αὐτόν·· αὐτοῦ δὲ τοῦ Κυρίου ὁριστικῶς ἀποφηναμένου· « Ἰῶτα ἓν, ἢ μία κεραία οὐ μὴ παρέλθῃ ἀπὸ τοῦ νόμου, ἕως ἂν πάντα γένηται. » Εἰ δὲ τὰ τοῦ νόμου οὕτως, πόσῳ μᾶλλον τὰ τοῦ Εὐαγγελίου; καθὼς αὐτὸς ὁ Κύριος πολλάκις ἐπιστώσατο. Περὶ δὲ τοῦ, κἂν ἰδικῶς τῷ καθέκαστον μὴ ᾖ συνημμένη ἡ ἀπειλὴ, ἀρκεῖν μὲν λογίζομαι τοῖς πιστοῖς, αὐτοῦ τοῦ Κυρίου μνημονεῦσαι εἰπόντος ἐν τῇ περικοπῇ τῆς μετὰ τοὺς μακαρισμοὺς διδασκαλίας· ἐν ᾗ πολλῶν μὲν ἐμνημόνευσε τῶν ἀπηγορευμένων, καὶ τοῖς μὲν προσέθηκε καὶ τὴν ἀπειλὴν, εἰπών· « Πᾶς ὁ ὀργιζόμενος τῷ ἀδελφῷ αὐτοῦ ἔνοχος ἔσται τῇ κρίσει· ὃς δ᾽ ἂν εἴπῃ, Ῥακά, ἔνοχος ἔσται τῷ συνεδρίῳ· ὃς δ᾽ ἂν εἴπῃ, Μωρέ, ἔνοχος ἔσται εἰς τὴν γέενναν τοῦ πυρός·· καὶ πολλὰ τοιαῦτα· τοῖς δὲ μὴ προστιθείς· ὥσπερ ἐν τῷ εἰπεῖν, ὅτι « Πᾶς ὁ βλέπων γυναῖκα πρὸς τὸ ἐπιθυμῆσαι, ἤδη ἐμοίχευσεν αὐτὴν ἐν τῇ καρδίᾳ αὐτοῦ·· καὶ τὸ, « Ἐγὼ δὲ λέγω ὑμῖν μὴ ὀμόσαι ὅλως· καὶ μετ' ὀλίγα Ἔσται δὲ ὁ λόγος ὑμῶν, Ναὶ, ναί· οῦ, οὔ· τὸ δὲ περισσὸν τούτων ἐκ τοῦ πονηροῦ ἐστι. » Καὶ πολλὰ τοιαῦτα εἰπὼν, ἄνευ τοῦ ἐπαγαγεῖν τῆς τιμωρίας τὸ ἰδίωμα, γενικώτερον κατὰ πάντων ἀπεφήνατο προειπὼν μὲν, « Ἐὰν μὴ περισσεύσῃ ὑμῶν ἡ δικαιοσύνη πλέον τῶν Γραμματέων καὶ Φαρισαίων, οὐ μὴ εἰσέλθητε εἰς τὴν βασιλείαν τῶν οὐρανῶν· ὁ ἐν δὲ τῷ τέλει ἐπαγαγὼν, ὅτι « Πᾶς ὁ ἀκούων μου τοὺς λόγους τούτους, καὶ μὴ ποιῶν αὐτοὺς, ὁμοιωθήσεται ἀνδρὶ μωρῷ, ὅστις ᾠκοδόμησε τὴν οἰκίαν αὐτοῦ ἐπὶ τὴν ἄμμον, καὶ κατέβη ἡ βροχή, καὶ ἦλθον οἱ ποταμοί, καὶ ἔπνευσαν οἱ ἄνεμοι, καὶ προσέπεσαν τῇ οἰκίᾳ ἐκείνῃ, καὶ ἔπεσε, καὶ ἦν ἡ πτῶσις αὐτῆς μεγάλη.

### English translation (Claude)

Whether disobedience to any word deserves wrath and death has been discussed more fully in the letter on agreement. But to recall now too one or two testimonies out of many, let us hear John the Baptist saying, “Whoever believes in the Son has eternal life; but whoever disobeys the Son” (the expression, left without limit, takes in everything) “shall not see life, but the wrath of God will remain on him”; and the Lord himself declaring decisively, “Not one iota or one stroke will pass from the law until all is accomplished.” If the things of the law are so, how much more the things of the Gospel? as the Lord himself often confirmed. On the point “even if the threat is not attached specifically to each one,” I think it enough for the faithful to recall what the Lord himself said in the passage of teaching that follows the beatitudes. There he mentioned many forbidden things. To some he added the threat as well, saying, “Everyone who is angry with his brother will be liable to judgment; whoever says ‘Raca’ will be liable to the council; whoever says ‘Fool’ will be liable to the hell of fire,” and many such things. To others he added none, as when he said, “Everyone who looks at a woman so as to desire her has already committed adultery with her in his heart,” and, “But I say to you, do not swear at all,” and a little later, “Let your word be ‘Yes, yes,’ ‘No, no’; what is more than these comes from the evil one.” Having said many such things without adding the particular punishment, he declared more generally against them all, first saying, “Unless your righteousness exceeds that of the scribes and Pharisees, you will never enter the kingdom of heaven,” and at the end adding, “Everyone who hears these words of mine and does not do them will be like a foolish man who built his house on the sand; and the rain fell, and the rivers came, and the winds blew and beat against that house, and it fell, and great was its fall.”

### Scripture references

- John 3:36: quotation, high confidence
- Matt 5:18: quotation, high confidence
- Matt 5:22: quotation, high confidence
- Matt 5:28: quotation, high confidence
- Matt 5:34: quotation, high confidence
- Matt 5:37: quotation, high confidence
- Matt 5:20: quotation, high confidence
- Matt 7:26: quotation, high confidence
- Matt 7:27: quotation, high confidence

### Translation notes

- “The letter on agreement” (περὶ τῆς συμφωνίας ἐπιστολῇ) is probably Basil’s On the Judgment of God, the prologue to his Moralia, which treats this question; the identification is not certain.

### Citation (SBL)

Basil, Bapt. 2.5.1 (PG 31:1591; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/basil-baptismo/2-5-1).

## On Baptism 2.5.2

- URL: https://sophiascriptura.com/fathers/basil-baptismo/2-5-0/#p-2-5-2
- Source: PG 31:1591
- Translation: Claude (claude-opus-5-5), 2026-11-12

Summary: Paul and the Old Testament, like Christ, often name sins without penalties and then declare a general curse on every transgression.

### Greek text

Καὶ πολλαχοῦ πολλῶν μνημονεύσας ἁμαρτημάτων, οὐ προσέθηκε καὶ τὴν ἀποκειμένην ἑκάστῳ τιμωρίαν, ἀρκεῖν ἡγούμενος τὰ καθόλου πολλάκις εἰρημένα κατὰ πάντων. Ἐπειδὴ δὲ χρείαν ἔχουσιν οἱ ἀσθενέστεροι βοηθείας, μνημονεύσωμεν καὶ τοῦ ᾿Αποστόλου. Μιμούμενος γὰρ τὸν Κύριον καὶ αὐτὸς, ποτὲ, μὲν εἶπεν·· Ἐάν τις ἀδελφὸς ὀνομαζόμενος, ἢ πόρνος, ἢ πλεονέκτης, ἢ εἰδωλολάτρης, ἢ λοίδορος, ἢ μέθυσος, ἢ ἄρπαξ, τῷ τοιούτῳ μηδὲ συνεσθίειν·, ποτὲ δέ· « Μὴ ψεύδεσθε εἰς ἀλλήλους·· καὶ ἀλλαχοῦ Πᾶσα ὀργὴ, καὶ θυμὸς, καὶ κραυγή, καὶ βλασφημία ἀρθήτω ἀφ᾽ ὑμῶν, σὺν πάσῃ κακίᾳ. » Καὶ πολλὰ τοιαῦτα πολλάκις εἰπὼν, ἄνευ τοῦ προσθεῖναι τὴν ἀπειλὴν, ἀλλαχοῦ γενικώτερον προστίθησι καὶ τὴν τιμωρίαν, εἰπών· « Μὴ πλανᾶσθε· οὔτε πόρνοι, οὔτε εἰδωλολάτραι, οὔτε μοιχοὶ, οὔτε μαλακοὶ, οὔτε ἀρσενοκοίται, οὔτε κλέπται, οὔτε πλεονέκται, οὐ μέθυσοι, οὐ λοίδοροι, οὐχ ἄρπαγες βασιλείαν Θεοῦ οὐ κληρονομήσουσιν. » ᾿Αλλαχοῦ δὲ πάλιν πλατύτερον γράφει· « Καὶ καθὼς οὐκ ἐδοκίμασαν τὸν Θεὸν ἔχειν ἐν ἐπιγνώσει, παρέδωκεν αὐτοὺς ὁ Θεὸς εἰς ἀδόκιμον νοῦν, ποιεῖν τὰ μὴ καθήκοντα· πεπληρωμένους πάσῃ ἀδικίᾳ, πορνεία, πονηρία, πλεονεξία, κακίᾳ· μεστοὺς φθόνου, φόνου, ἔριδος, δόλου, κακοηθείας - ψιθυριστάς, καταλάλους, θεοστυγεῖς, ὑβριστὰς, ὑπερηφάνους, ἀλαζόνας, ἐφευρετὰς κακῶν, γονεῦσιν ἀπειθεῖς, ἀσυνέτους, ἀσυνθέτους, ἀστόργους, ἀσπόνδους, ἀνελεήμονας. Οἵτινες, τὸ δικαίωμα τοῦ Θεοῦ ἐπιγνόντες, ὅτι οἱ τὰ τοιαῦτα πράσσοντες ἄξιοι θανάτου εἰσὶν, οὐ μόνον αὐτὰ ποιοῦσιν, ἀλλὰ καὶ συνευδοκοῦσι τοῖς πράσσουσι. Διὸ ἀναπολόγητος εἶ, ὦ ἄνθρωπε, πᾶς ὁ κρίνων. Ἐν ᾧ γὰρ κρίνεις τὸν ἕτερον, σεαυτόν κατακρίνεις· τὰ γὰρ αὐτὰ πράσσεις, ὁ κρίνων. » Καὶ πολλαχοῦ ὁμοίως. Ἐξ ὧν δείκνυται, ὅτι, κἂν ἐν τοῖς κατὰ μέρος μὴ ᾖ προσκειμένη ἡ ἀπειλὴ τῆς τιμωρίας ἑκάστῳ εἴδει, ἀναγκαίως ἐπιγινώσκειν ὀφείλομεν, ὅτι ἀφύκτῳ ἀνάγκῃ τῇ γενικῇ ὑποβάλλεται ἀποφάσει ὁ καὶ μίαν ἐντολὴν παραβαίνων· τοῦ μὲν Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ ἀποφηναμένου, ὅτι « ῾Ο ἀθετῶν ἐμὲ, καὶ μὴ λαμβάνων τὰ ῥήματά μου, ἔχει τὸν κρίνοντα αὐτόν· ὁ λόγος ὃν ἐλάλησα, ἐκεῖνος κρινεῖ αὐτὸν ἐν τῇ ἐσχάτῃ ἡμέρᾳ, » καὶ τὰ ἐξῆς φοβερώτερον· Ἰωάννου δὲ τοῦ Βαπτιστοῦ, οὗ μείζων οὐδεὶς, ὁριστικῶς μαρτυροῦντος, ὅτι « Ὁ ἀπειθῶν τῷ Υἱῷ οὐκ ὄψεται τὴν ζωὴν, ἀλλ᾽ ἡ ὀργὴ τοῦ Θεοῦ μενεῖ ἐπ᾿ αὐτόν. » Τοῦτο γὰρ σύνηθες τῇ θεοπνεύστῳ Γραφῇ καὶ ἐν τῇ Παλαιᾷ Διαθήκῃ. Καὶ γὰρ διὰ Μωϋσέως, πολλὰ τῶν ἐν τῷ νόμῳ γράψαντος, ἄνευ τοῦ προσθεῖναι τὴν ἀπειλὴν κατὰ τοῦ παραβαίνοντος ἢ ἀμελοῦντος, γενικὴν κατὰ πάντων ἐπήγαγε τὴν κατάραν, ἥτις ἐστὶ τῆς δεινοτάτης τιμωρίας προκαταρκτική, εἰπών· « Ἐπικατάρατος πᾶς ὃς οὐκ ἐμμένει πᾶσι τοῖς γεγραμμένοις ἐν τῷ βιβλίῳ τοῦ νόμου τούτου. » Καὶ ἀλλαχοῦ· • Επικατάρατος, φησὶν, ὁ ποιῶν τὰ ἔργα Κυρίου ἀμελῶς. » Εἰ δὲ ὁ ἀμελῶς ποιῶν ἐπικατάρατος, ἄρα ὁ μὴ ποιῶν τίνος ἐστὶν ἄξιος;

### English translation (Claude)

In many places, having mentioned many sins, he did not add the punishment laid up for each, thinking the general statements, often made against them all, to be enough. But since the weaker need help, let us recall the Apostle too. For he also, imitating the Lord, said at one time, “If anyone who is called a brother is sexually immoral, or greedy, or an idolater, or a reviler, or a drunkard, or a swindler, do not even eat with such a one”; at another, “Do not lie to one another”; and elsewhere, “Let all anger and wrath and clamor and slander be put away from you, with all malice.” Having often said many such things without adding the threat, elsewhere he adds the punishment in a more general way, saying, “Do not be deceived: neither the sexually immoral, nor idolaters, nor adulterers, nor the effeminate, nor men who lie with males, nor thieves, nor the greedy, nor drunkards, nor revilers, nor swindlers will inherit the kingdom of God.” Elsewhere again he writes more fully, “And since they did not see fit to acknowledge God, God gave them up to a debased mind, to do what ought not to be done, filled with all unrighteousness, sexual immorality, wickedness, greed, malice; full of envy, murder, strife, deceit, malignity; gossips, slanderers, haters of God, insolent, arrogant, boastful, inventors of evil, disobedient to parents, foolish, faithless, heartless, implacable, ruthless. Though they know God’s righteous decree, that those who practice such things are worthy of death, they not only do them but also approve those who practice them. Therefore you are without excuse, O man, every one of you who judges. For in judging another you condemn yourself, because you, the judge, practice the same things.” And likewise in many places. From these it is shown that, even if in particular cases the threat of punishment is not attached to each kind of sin, we must of necessity recognize that whoever transgresses even one commandment falls, by an inescapable necessity, under the general sentence. For our Lord Jesus Christ declared, “Whoever rejects me and does not receive my words has one who judges him; the word that I have spoken will judge him on the last day,” and what follows, more fearfully still; and John the Baptist, than whom none is greater, testifies decisively, “Whoever disobeys the Son shall not see life, but the wrath of God will remain on him.” For this is the custom of the divinely inspired Scripture in the Old Testament as well. Through Moses, who wrote many things in the law without adding the threat against the one who transgresses or neglects them, God added a general curse against all, which is the prelude to the most terrible punishment, saying, “Cursed is everyone who does not abide by all that is written in the book of this law.” And elsewhere: “Cursed,” it says, “is the one who does the works of the Lord negligently.” If the one who does them negligently is cursed, what then does the one who does not do them deserve?

### Scripture references

- 1 Cor 5:11: quotation, high confidence
- Col 3:9: quotation, high confidence
- Eph 4:31: quotation, high confidence
- 1 Cor 6:9: quotation, high confidence
- 1 Cor 6:10: quotation, high confidence
- Rom 1:28: quotation, high confidence
- Rom 1:29: quotation, high confidence
- Rom 1:30: quotation, high confidence
- Rom 1:31: quotation, high confidence
- Rom 1:32: quotation, high confidence
- Rom 2:1: quotation, high confidence
- John 12:48: quotation, high confidence
- Matt 11:11: allusion, high confidence
- John 3:36: quotation, high confidence
- Deut 27:26: quotation, high confidence
- Gal 3:10: quotation, high confidence
- Jer 48:10 (31:10 LXX): quotation, high confidence

### Translation notes

- “Cursed is the one who does the works of the Lord negligently” is Jer 48:10 (Jer 31:10 in the Greek Old Testament).

### Citation (SBL)

Basil, Bapt. 2.5.2 (PG 31:1591; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/basil-baptismo/2-5-2).

## On Baptism 2.6.0

- URL: https://sophiascriptura.com/fathers/basil-baptismo/2-5-0/#p-2-6-0
- Source: PG 31:1595
- Translation: Claude (claude-opus-5-5), 2026-11-12

Summary: Sixth question: is neglecting good as much disobedience as doing evil?

### Greek text

ἡ ἀπείθεια ἐν τῷ ποιῆσαί τι τῶν ἀπηγορευμένων ἔστιν, ἢ καὶ ἐν τῷ παραλιπεῖν τι τῶν ἐγκεκριμένων.

### English translation (Claude)

Question 6. Whether disobedience lies in doing something forbidden, or also in leaving undone something approved.

### Citation (SBL)

Basil, Bapt. 2.6.0 (PG 31:1595; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/basil-baptismo/2-6-0).

## On Baptism 2.6.1

- URL: https://sophiascriptura.com/fathers/basil-baptismo/2-5-0/#p-2-6-1
- Source: PG 31:1595
- Translation: Claude (claude-opus-5-5), 2026-11-12

Summary: Christ's parables and the last judgment show that leaving good undone, or doing it negligently, is condemned as well as doing evil.

### Greek text

Τοῦτο τὸ κρῖμα σφοδρότερον πιστούμενος ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς, εἰς ἀθέτησιν μὲν τῆς προλαβούσης πλάνης, στηριγμὸν δὲ τῶν ἡμετέρων καρδιῶν ἐν τῇ ὑγιαινούσῃ πίστει, ηὐδόκησε παιδεῦσαι ἡμᾶς τὸν φόβον τῶν κριμάτων, οὐ μόνον διὰ ῥημάτων, ἀλλὰ καὶ δι᾽ ὑποδειγμάτων· ὡς τῶν πραγμάτων μᾶλλον ἐμποιούντων τὴν πληροφορίαν τῆς ἀληθείας. Καὶ πρῶτον μέν φησιν· « Εὰν μὴ περισσεύσῃ ἡ δικαιοσύνη ὑμῶν πλέον τῶν Γραμματέων καὶ Φαρισαίων, οὐ μὴ εἰσέλθητε εἰς τὴν βασιλείαν τῶν οὐρανῶν. » Καὶ μέθ᾽ ὅλην τὴν περικοπὴν τῆς διδασκαλίας αὐτοῦ ἐπήγαγεν ἀπόφασιν μεθ᾽ ὑποδείγματος, εἰπών· « Πᾶς ὁ ἀκούων μου τοὺς λόγους τούτους, καὶ μὴ ποιῶν αὐτοὺς, ὁμοιωθήσεται ἀνδρὶ μωρῷ, ὅστις ᾠκοδόμησε τὴν οἰκίαν αὐτοῦ ἐπὶ τὴν ἄμμον, καὶ κατέβη ἡ βροχή, καὶ ἦλθον οἱ ποταμοὶ, καὶ ἔπνευσαν οἱ ἄνεμοι, καὶ προσέῤῥηξαν τῇ οἰκίᾳ ἐκείνῃ, καὶ ἔπεσε, καὶ ἦν ἡ πτῶσις αὐτῆς μεγάλη·· καὶ πάλιν· « Συκῆν εἶχέ τις πεφυτευμένην ἐν τῷ ἀμπελῶνι αὐτοῦ, καὶ ἦλθε ζητῶν καρπὸν ἐν αὐτῇ, καὶ οὐχ εὗρε. Καὶ λέγει πρὸς τὸν ἀμπελουργόν· Ἰδοὺ τρία ἔτη ἔρχομαι ζητῶν καρπὸν ἐν αὐτῇ, καὶ οὐχ εὑρίσκω· ἔκκοψον αὐτήν· ἵνα τί καὶ τὴν γῆν καταργεῖ; › Καὶ ἀλλαχοῦ φανερώτερον ἐκτίθεται τὸ κρῖμα τοῦτο, λέγων· « Πορεύεσθε ἀπ᾿ ἐμοῦ, οἱ κατηραμένοι, εἰς τὸ πῦρ τὸ αἰώνιον, τὸ ἡτοιμασμένον τῷ διαβόλῳ καὶ τοῖς ἀγγέλοις αὐτοῦ. » Καὶ ἐπιφέρει οὐχὶ ἐργασίαν τινὸς τῶν ἀπηγορευμένων, ἀλλ᾽ ἔλλειψιν τῶν ἐγκεκριμένων ἔργων, εἰπών· Ἐπείνασα γὰρ, καὶ οὐκ ἐδώκατέ μοι φαγεῖν· ἐδίψησα, καὶ οὐκ ἐποτίσατέ με, » καὶ τὰ ἑξῆς. Καὶ πολλὰ τοιαῦτα ἄν τις εὕροι πρὸς ἀπόδειξιν, ὅτι οὐ μόνον οἱ τὰ πονηρὰ ἐργαζόμενοι ἄξιοι θανάτου εἰσὶν, οἷς καὶ τὸ πῦρ τὸ ἄσβεστον ήτοιμάσθη, μεθ᾽ ὧν κατακρίνονται καὶ οἱ ἀργοῦντες ἀπὸ τῶν καλῶν, ἀλλὰ καὶ οἱ ἀμελῶς ποιοῦντες. Γέγραπται γάρ· Επικατάρατος πᾶς ὁ ποιῶν τὰ ἔργα Κυρίου ἀμελῶς.,

### English translation (Claude)

Our Lord Jesus Christ, confirming this judgment more forcefully, to set aside the error that had prevailed before and to establish our hearts in sound faith, was pleased to teach us the fear of the judgments not only through words but also through examples, since facts produce the full assurance of the truth more readily. First he says, “Unless your righteousness exceeds that of the scribes and Pharisees, you will never enter the kingdom of heaven.” And after the whole passage of his teaching he added a sentence with an example, saying, “Everyone who hears these words of mine and does not do them will be like a foolish man who built his house on the sand; and the rain fell, and the rivers came, and the winds blew and burst upon that house, and it fell, and great was its fall.” And again: “A man had a fig tree planted in his vineyard, and he came seeking fruit on it and found none. And he said to the vinedresser, ‘Look, for three years I have come seeking fruit on this tree and I find none. Cut it down; why should it use up the ground?’” And elsewhere he sets out this judgment more plainly, saying, “Depart from me, you cursed, into the eternal fire prepared for the devil and his angels.” And he gives as the reason, not the doing of anything forbidden, but the lack of approved works, saying, “For I was hungry and you gave me no food; I was thirsty and you gave me no drink,” and what follows. One could find many such passages to prove that it is not only those who do evil who are worthy of death (for them the unquenchable fire has been prepared, and with them are condemned also those who are idle in doing good), but also those who do good negligently. For it is written, “Cursed is everyone who does the works of the Lord negligently.”

### Scripture references

- Matt 5:20: quotation, high confidence
- Matt 7:26: quotation, high confidence
- Matt 7:27: quotation, high confidence
- Luke 13:6: quotation, high confidence
- Luke 13:7: quotation, high confidence
- Matt 25:41: quotation, high confidence
- Matt 25:42: quotation, high confidence
- Mark 9:43: allusion, medium confidence
- Jer 48:10 (31:10 LXX): quotation, high confidence

### Citation (SBL)

Basil, Bapt. 2.6.1 (PG 31:1595; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/basil-baptismo/2-6-1).

## On Baptism 2.6.2

- URL: https://sophiascriptura.com/fathers/basil-baptismo/2-5-0/#p-2-6-2
- Source: PG 31:1595
- Translation: Claude (claude-opus-5-5), 2026-11-12

Summary: John's warning that fruitless trees are cut down shows that idleness in good, even after baptism, brings condemnation.

### Greek text

Καιρὸς δ᾽ ἂν εἴη μνημονεῦσαι καὶ Ἰωάννου πρὸς τοὺς λαβόντας τὴν ἄφεσιν τῶν ἁμαρτημάτων διὰ τοῦ βαπτίσματος, λέγοντος· « Γεννήματα έχιδνῶν, τις ὑπέδειξεν ὑμῖν φυγεῖν ἀπὸ τῆς μελλούσης ὀργῆς; Ποιήσατε οὖν καρποὺς ἀξίους τῆς μετανοίας. Καὶ μὴ δόξητε λέγειν ἐν ἑαυτοῖς, Πατέρα ἔχομεν τὸν ᾿Αβραάμ· λέγω γὰρ ὑμῖν, ὅτι δύναται ὁ Θεὸς ἐκ τῶν λίθων τούτων ἐγεῖραι τέκνα τῷ ᾿Αβραάμ. Ἤδη δὲ ἡ ἀξίνη πρὸς τὴν ῥίζαν τῶν δένδρων κεῖται. Πᾶν οὖν δένδρον, μὴ ποιοῦν καρπὸν καλὸν, ἐκκόπτεται, καὶ εἰς πῦρ βάλλεται. » Ὧν ἕκαστον οὐκ ἐργασίαν κακοῦ τινος δηλοῖ, ἀλλ᾿ ἀργίαν τοῦ τῆς θεοσεβείας δικαιώματος. Εἰ γὰρ ἐπικατάρατος πᾶς ὁ ποιῶν τὰ ἔργα Κυρίου ἀμελῶς, ὅτι οὐ μετὰ τῆς πρεπούσης ἐποίησε προθυμίας, πόσῳ μᾶλλον ἐπικατάρατοι οἱ μήτε ποιεῖν ὁπωσοῦν τὸ ἀγαθὸν ἀνασχόμενοι; Καὶ δικαίως ἀκούουσι· « Πορεύεσθε ἀπ᾿ ἐμοῦ, οἱ κατηραμένοι, εἰς τὸ πῦρ τὸ αἰώνιον, τὸ ἡτοιμασμένον τῷ διαβόλῳ καὶ τοῖς ἀγγέλοις αὐτοῦ. Ὡς ἐκ πάντων δῆλον, ὅτι ἀναγκαίως τάχους πλείονος καὶ σπουδῆς ἀόκνου χρεία μετ᾿ ἐπιθυμίας ἀγαθῆς καὶ ἀμετεωρίστου ἐν ταῖς ἐντολαῖς τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ἵνα ἄξιοι τοῦ μακαρισμοῦ γενώμεθα καὶ αὐτοὶ, καθὼς εἶπεν αὐτὸς ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς ὁ μονογενὴς Υἱὸς τοῦ Θεοῦ τοῦ ζῶντος· Μακάριοι οἱ πεινῶντες καὶ διψῶντες τὴν δικαιοσύνην, ὅτι αὐτοὶ χορτασθήσονται.

### English translation (Claude)

It would be time to recall also John, who said to those who had received the forgiveness of sins through baptism, “Brood of vipers, who warned you to flee from the coming wrath? Bear fruit, then, worthy of repentance. And do not presume to say within yourselves, ‘We have Abraham as our father’; for I tell you that God is able from these stones to raise up children for Abraham. Already the axe is laid at the root of the trees. Every tree, then, that does not bear good fruit is cut down and thrown into the fire.” None of this points to the doing of some evil, but to idleness in the righteous requirement of godliness. For if everyone who does the works of the Lord negligently is cursed, because he did not do them with the zeal that was fitting, how much more are they cursed who did not consent to do the good at all? Justly they hear, “Depart from me, you cursed, into the eternal fire prepared for the devil and his angels.” So from all this it is clear that there is necessarily need of greater speed and of untiring zeal, with good and undistracted desire, in the commandments of our Lord Jesus Christ, so that we too may become worthy of the blessing, as our Lord Jesus Christ himself, the only-begotten Son of the living God, said: “Blessed are those who hunger and thirst for righteousness, for they shall be satisfied.”

### Scripture references

- Matt 3:7: quotation, high confidence
- Matt 3:8: quotation, high confidence
- Matt 3:9: quotation, high confidence
- Matt 3:10: quotation, high confidence
- Luke 3:7: quotation, medium confidence
- Jer 48:10 (31:10 LXX): allusion, high confidence
- Matt 25:41: quotation, high confidence
- Matt 5:6: quotation, high confidence

### Translation notes

- Basil takes John’s hearers to be those he had already baptized.

### Citation (SBL)

Basil, Bapt. 2.6.2 (PG 31:1595; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/basil-baptismo/2-6-2).

## On Baptism 2.7.0

- URL: https://sophiascriptura.com/fathers/basil-baptismo/2-5-0/#p-2-7-0
- Source: PG 31:1597
- Translation: Claude (claude-opus-5-5), 2026-11-12

Summary: Seventh question: can a slave of sin do anything pleasing to God?

### Greek text

Εἰ δυνατόν ἐστιν, ἢ εὐάρεστον, ἢ εὐπρόσδεκτον Θεῷ, τὸν ἁμαρτίᾳ δουλεύοντα ποιεῖν δικαίωμα κατὰ τὸν τῆς θεοσεβείας τῶν ἁγίων κανόνα.

### English translation (Claude)

Question 7. Whether it is possible, or pleasing, or acceptable to God for one who is a slave to sin to perform a righteous deed according to the rule of the godliness of the saints.

### Citation (SBL)

Basil, Bapt. 2.7.0 (PG 31:1597; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/basil-baptismo/2-7-0).

## On Baptism 2.7.1

- URL: https://sophiascriptura.com/fathers/basil-baptismo/2-5-0/#p-2-7-1
- Source: PG 31:1597
- Translation: Claude (claude-opus-5-5), 2026-11-12

Summary: A slave of sin cannot please God, for the sinner's sacrifice is an abomination and no one can serve two masters; one must first be cleansed within.

### Greek text

Ἐν μὲν τῇ Παλαιᾷ Διαθήκῃ τοῦ Θεοῦ λέγοντος· « Ὁ ἁμαρτωλὸς ὁ θύων μοι μόσχον ὡς ὁ ἀποκτείνων κύνα, καὶ ὁ προσφέρων σεμίδαλιν ὡς αἷμα ὕειον, » καὶ τοσαύτην περὶ τῶν προσφερομένων εἰς θυσίαν νομοθετήσαντος ἀκρίβειαν, καὶ τὸ φοβερὸν κρίμα κατὰ τοῦ πλημμελήσαντος θέντος· ἐν δὲ τῇ Καινῇ Διαθήκῃ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ δι᾽ ἑαυτοῦ ἐν τοῖς Εὐαγγελίοις εἰπόντος, ὅτι ( ῾Ο ποιῶν τὴν ἁμαρτίαν, δοῦλός ἐστι τῆς ἁμαρτίας·, καὶ, « Οὐδεὶς δύναται δυσὶ κυρίοις δουλεύειν·· καὶ, Οὐ δύνασθε Θεῷ δουλεύειν καὶ μαμμωνᾷ·· καὶ φανερώτατα δογματίσαντος·· Οὕτω πᾶς ἐξ ὑμῶν, ὃς οὐκ ἀποτάσσεται πᾶσι τοῖς ἑαυτοῦ ὑπάρχουσιν, οὐ δύναταί μου εἶναι μαθητής·· εἰ δὲ περὶ τῶν μέσων τοιαύτη ἀπόφασις, τί ἄν τις εἴποι περὶ τῶν ἀπηγορευμένων; Διὰ δὲ τοῦ Ἀποστόλου· « Μὴ γίνεσθε ἑτεροζυγοῦντες ἀπίστοις· τίς γὰρ μετοχὴ δικαιοσύνῃ καὶ ἀνομίᾳ; ἢ τίς κοινωνία φωτὶ πρὸς σκότος; τίς δὲ συμφώνησις Χριστῷ πρὸς Βελίαρ; ἢ τίς μερὶς πιστῷ μετὰ ἀπίστου; τίς δὲ συγκατάθεσις ναῷ Θεοῦ μετὰ εἰδώλων; » τὸ παντάπασιν ἀδύνατον καὶ ἀπαρέσκον Θεῷ, καὶ ἐπικίνδυνον τῷ τολμῶντι δεδήλωται. Διόπερ παρακαλῶ, ὡς διδάσκει ὁ Κύριος, ποιήσωμεν τὸ δένδρον καλὸν, καὶ τὸν καρπὸν αὐτοῦ καλὸν, καὶ καθαρίσωμεν πρῶτον τὸ ἐντὸς τοῦ ποτηρίου καὶ τῆς παροψίδος, καὶ τότε τὸ ἐκτὸς αὐτοῦ ἔσται καθαρὸν ὅλον. Καὶ διὰ τοῦ Ἀποστόλου παιδευθέντες, καθαρίσωμεν ἑαυτοὺς ἀπὸ παντὸς μολυσμοῦ σαρκὸς καὶ πνεύματος, καὶ τότε ἐπιτελῶμεν ἁγιωσύνην ἐν ἀγάπῃ Χριστοῦ, ἵνα εὐάρεστοι τῷ Θεῷ καὶ εὐπρόσδεκτοι τῷ Κυρίῳ γινώμεθα εἰς τὴν βασιλείαν τῶν οὐρανῶν

### English translation (Claude)

In the Old Testament God says, “The sinner who sacrifices a calf to me is like one who kills a dog, and the one who offers fine flour is like one who offers pig’s blood”; he laid down by law such exactness about what is offered in sacrifice, and set a fearful judgment against the one who offends. In the New Testament our Lord Jesus Christ said in person in the Gospels, “Whoever commits sin is a slave of sin”; and, “No one can serve two masters”; and, “You cannot serve God and mammon”; and he laid down as doctrine most plainly, “So any one of you who does not renounce all that he has cannot be my disciple.” If such is the sentence about things indifferent, what would one say about things forbidden? And through the Apostle he says, “Do not be unequally yoked with unbelievers. For what partnership has righteousness with lawlessness? Or what fellowship has light with darkness? What agreement has Christ with Beliar? Or what portion has a believer with an unbeliever? What accord has the temple of God with idols?” So it has been shown that this is altogether impossible, displeasing to God, and dangerous to the one who dares it. Therefore, I urge you, as the Lord teaches, let us make the tree good and its fruit good, and first clean the inside of the cup and the dish, and then the outside also will be wholly clean. And, taught by the Apostle, let us cleanse ourselves from every defilement of flesh and spirit, and then perfect holiness in the love of Christ, so that we may become pleasing to God and acceptable to the Lord, for the kingdom of heaven.

### Scripture references

- Isa 66:3: quotation, high confidence
- John 8:34: quotation, high confidence
- Matt 6:24: quotation, high confidence
- Luke 16:13: quotation, medium confidence
- Luke 14:33: quotation, high confidence
- 2 Cor 6:14: quotation, high confidence
- 2 Cor 6:15: quotation, high confidence
- 2 Cor 6:16: quotation, high confidence
- Matt 12:33: allusion, high confidence
- Matt 23:26: allusion, high confidence
- 2 Cor 7:1: allusion, high confidence

### Translation notes

- “The sinner who sacrifices a calf …” is Isa 66:3 in the Greek Old Testament.
- “Things indifferent” are possessions, neither good nor evil in themselves.

### Citation (SBL)

Basil, Bapt. 2.7.1 (PG 31:1597; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/basil-baptismo/2-7-1).

## On Baptism 2.8.0

- URL: https://sophiascriptura.com/fathers/basil-baptismo/2-5-0/#p-2-8-0
- Source: PG 31:1599
- Translation: Claude (claude-opus-5-5), 2026-11-12

Summary: Eighth question: is a commanded work acceptable if done otherwise than God commanded?

### Greek text

Εἰ εὐπρόσδεκτὸν ἐστι τῷ Θεῷ τὸ ἔργον τῆς ἐντολῆς, μὴ ἀκολούθως κατ᾿ ἐντολὴν τοῦ Θεοῦ γινόμενον.

### English translation (Claude)

Question 8. Whether the work of a commandment is acceptable to God when it is not done in accordance with God’s commandment.

### Citation (SBL)

Basil, Bapt. 2.8.0 (PG 31:1599; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/basil-baptismo/2-8-0).

## On Baptism 2.8.1

- URL: https://sophiascriptura.com/fathers/basil-baptismo/2-5-0/#p-2-8-1
- Source: PG 31:1599
- Translation: Claude (claude-opus-5-5), 2026-11-12

Summary: A commanded work done otherwise than God wills is not only unacceptable but sinful; such failures concern place, time, person, thing, measure, order, or disposition.

### Greek text

Τούτου τοῦ ἐρωτήματος σαφήνειαν καὶ ὥσπερ κανόνα τινὰ κατὰ παντὸς τοῦ τοιούτου πράγματος παιδευόμεθα παρὰ μὲν τῆς Παλαιᾶς Διαθήκης, ὡς ἐκ προσώπου τοῦ Θεοῦ λεγούσης· « Ἐὰν ὀρθῶς μὲν προσενέγκῃς, ὀρθῶς δὲ μὴ διέλῃς, ἥμαρτες. Ἡσύχασον· πρὸς σὲ ἡ ἀποστροφὴ αὐτοῦ·· ὡς μὴ μόνον ἀπρόσδεκτον εἶναι τὸ προσενεχθὲν μὴ νομίμως, ἀλλὰ καὶ εἰς ἁμαρτίαν λογισθῆναι τῷ οὕτω προσενέγκαντι. Καθ' ὁμοιότητα δὲ τοῦ Ἀποστόλου ἔστιν, ὥσπερ δι' ὑποδείγματος ἀνθρωπίνου, τὸν τῆς θεοσεβείας ἀπαράβατον κανόνα καθολικῶς κατὰ πάντων μαθεῖν, εἰπόντος· « Κἂν ἀθλῇ τις, οὐ στεφανοῦται, ἐὰν μὴ νομίμως ἀθλήσῃ. » Μετὰ πλείονος δὲ φόβου, αὐτοῦ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ μνημονεῦσαι ἔστιν, ὅρον ἐκθεμένου ἐν τῷ εἰπεῖν· « Μακάριος ὁ δοῦλος ἐκεῖνος, ὃν ἐλθὼν ὁ Κύριος εὑρήσει ποιοῦντα οὕτως. Τὸ γὰρ, « οὕτως, » εἰπὼν, ἔδειξεν, ὅτι ὁ μὴ οὕτως ποιῶν τοῦ μακαρισμοῦ ἐκπέπτωκεν· ὡς ἐκ πολλῶν τῶν τε ἐν τῇ Παλαιᾷ καὶ ἐν τῇ Καινῇ Διαθήκῃ ἱστορουμένων καὶ λεγομένων ἔστιν ἀκριβῶς μαθεῖν καὶ πληροφορηθῆναι. Τὸ δὲ, « μὴ οὕτως, » γίνεται ἢ παρὰ τόπον, ἢ παρὰ καιρὸν, ἢ παρὰ πρόσωπον, ἢ παρὰ πρᾶγμα, ἢ παρὰ μέτρον, ἢ παρὰ τάξιν, ἢ παρὰ διάθεσιν.

### English translation (Claude)

On this question we are taught clearly, and given as it were a rule for every such matter, by the Old Testament, which says, as in the person of God, “If you offered rightly but did not divide rightly, you sinned. Be still; his turning is toward you.” So what was offered unlawfully was not only unacceptable, but was also reckoned as sin to the one who offered it so. By likeness, from the Apostle, it is possible to learn, as through a human example, the inviolable rule of godliness that holds universally for all, when he says, “Even if someone competes as an athlete, he is not crowned unless he competes lawfully.” With greater fear one may recall our Lord Jesus Christ himself, who set out a definition when he said, “Blessed is that servant whom his master, when he comes, will find doing so.” By saying “so,” he showed that one who does not do so has fallen from the blessing, as one can learn exactly and be fully assured from many things recorded and said in both the Old and the New Testament. And “not so” happens in respect of place, or time, or person, or thing, or measure, or order, or disposition.

### Scripture references

- Gen 4:7: quotation, high confidence
- 2 Tim 2:5: quotation, high confidence
- Matt 24:46: quotation, high confidence
- Luke 12:43: quotation, medium confidence

### Translation notes

- “If you offered rightly but did not divide rightly” is Gen 4:7 in the Greek Old Testament.

### Citation (SBL)

Basil, Bapt. 2.8.1 (PG 31:1599; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/basil-baptismo/2-8-1).

## On Baptism 2.8.2

- URL: https://sophiascriptura.com/fathers/basil-baptismo/2-5-0/#p-2-8-2
- Source: PG 31:1599
- Translation: Claude (claude-opus-5-5), 2026-11-12

Summary: A command done in the wrong place fails, as the law confined some rites to Jerusalem and the temple; Christians must not celebrate the mysteries in profane places.

### Greek text

Ἴδωμεν δὲ τὸν λόγον πρῶτον τοῦ παρὰ τόπον. Τοῦ Ἀποστόλου τοίνυν τοῖς ἐν τῇ συνηθείᾳ κεκρατημένοις χρησαμένου εἰς σαφεστέραν παράστασιν καὶ βοήθειαν τοῖς ἀκούουσι τῶν τῇ εὐσεβείᾳ πρεπόντων, ἐν τῷ εἰπεῖν· « Ἢ οὔτε αὐτὴ ἡ φύσις διδάσκει ὑμᾶς, ὅτι ἀνὴρ μὲν, ἐὰν κομᾷ, ἀτιμία αὐτῷ ἐστι, γυνὴ δὲ εὰν κομᾷ, δόξα αὐτῇ ἐστι; » καὶ τὰ ἑξῆς· ἀκόλουθον ἂν εἴη καὶ ἡμᾶς τοῖς ἐν τῇ φύσει κεκρατημένοις πρὸς τὰ ἀναγκαῖα τῆς παρούσης ζωῆς χρήσασθαι. Τοῦ γὰρ ἐσθίειν καὶ πίνειν συνέχοντος τὴν ζωὴν, τίς τῶν σωφρονούντων ἀνέχεται ἐπὶ τῆς ἀγορᾶς ἐσθίειν καὶ πίνειν; Η τίς ἀνέχεται κατὰ πετρῶν καταβαλεῖν τὰ σπέρματα ἐπὶ ζημίαν αὐτῶν τούτων, καὶ τῶν προσδοκηθέντων καρπῶν; Καὶ πολλὰ ἄν τις εὔροι παρὰ τόπον ἐπικινδύνως γινόμενα, ἤτοι κατεγνωσμένως. Πάλιν δὲ τοῦ Ἀποστόλου μνημονεύοντες εἰπόντος· « Ταῦτα τυπικῶς συνέβαινεν ἐκείνοις· ἐγράφη δὲ πρὸς νουθεσίαν ἡμῶν, εἰς οὓς τὰ τέλη τῶν αἰώνων κατήντηκεν·· ἴδωμεν εἰ μὴ τὰ νενομοθετημένα ὑπὸ τοῦ Θεοῦ πρὸς θεοσέβειαν, κοινωνίαν ἔχοντα πρὸς ἄλληλα, τὴν διαφορὰν ἐφύλασσεν ἀπαραβάτως. Τὰ μὲν γὰρ ἀφὠριστο τῇ Ἱερουσαλήμ, καὶ ἔξω ποιήσαντες ἐκινδύνευον· τὰ δὲ καὶ πλέον, ὅτι καὶ ἐν αὐτῷ τῷ ναῷ καὶ τῷ θυσιαστηρίῳ, καὶ ἐν αὐτῇ τῇ Ἱερουσαλήμ, ἢ ἄλλοις τόποις, ἄλλα τοῖς πρὸς Θεοῦ λατρείαν ἦν ἐγκεκριμένα, καὶ οὔτε τὰ ἐν τῷ ναῷ καὶ ἐν τῷ θυσιαστηρίῳ γινόμενα ἐν ἄλλοις τόποις τῆς Ἱερουσαλὴμ γίνεσθαι ἐτολμᾶτο, οὔτε τὰ ἐν ἄλλοις τόποις, καὶ ἐν τῷ ναῷ συγκεχώρητο. Ἡμῖν δὲ παρὰ τόπον μὲν κινδυνεύει ἡ ἐντολή· μάλιστα, ἐὰν τὰ τῆς ἱερωσύνης μυστήρια ἐπιτελῶμεν ἐν βεβήλοις τόποις· τοῦ τοιούτου πράγματος ἀπόδειξιν μὲν ἔχοντος τῆς καταφρονήσεως τοῦ ἐπιτελοῦντος, σκανδαλίζοντος δὲ ἄλλον ἐπ᾿ ἄλλο τι πάθος πολυτρόπως διὰ τὴν τῶν πολλῶν ἐν τῇ γνώσει διάφορον ἀσθένειαν.

### English translation (Claude)

Let us look first at the matter of place. The Apostle made use of what prevails by custom to set out more clearly, and as a help to his hearers, what befits godliness, when he said, “Does not nature itself teach you that if a man has long hair it is a dishonor to him, but if a woman has long hair it is her glory?” and what follows. So it would be fitting for us too to use what prevails by nature in the necessities of the present life. For although eating and drinking sustain life, who of sound mind consents to eat and drink in the marketplace? Or who consents to throw seed upon rocks, to the loss of the seed itself and of the fruit expected? And one could find many things done out of place that are dangerous or are condemned. Again, recalling the Apostle, who said, “These things happened to them as types, and they were written for our admonition, on whom the ends of the ages have come,” let us see whether the things laid down by God in the law for godliness, though they had something in common with one another, did not keep their differences inviolably. Some were confined to Jerusalem, and those who did them outside it incurred danger. More than that, even within the temple itself and at the altar, and in Jerusalem itself or in other places, different things were approved for those engaged in the worship of God: no one dared to do in other places in Jerusalem what was done in the temple and at the altar, nor was what was done in other places allowed in the temple. For us, a commandment is endangered when it is done out of place, above all if we celebrate the mysteries of the priesthood in profane places. Such a thing is proof of the contempt of the one who celebrates them, and it causes scandal in many ways, leading one to one passion and another to another, because of the varying weakness of the many in knowledge.

### Scripture references

- 1 Cor 11:14: quotation, high confidence
- 1 Cor 11:15: quotation, high confidence
- 1 Cor 10:11: quotation, high confidence
- Deut 12:13: allusion, medium confidence
- Deut 12:14: allusion, medium confidence
- 1 Cor 8:7: allusion, low confidence

### Citation (SBL)

Basil, Bapt. 2.8.2 (PG 31:1599; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/basil-baptismo/2-8-2).

## On Baptism 2.8.3

- URL: https://sophiascriptura.com/fathers/basil-baptismo/2-5-0/#p-2-8-3
- Source: PG 31:1601
- Translation: Claude (claude-opus-5-5), 2026-11-12

Summary: Praying “in every place” means everywhere in the world, not in unclean places; and the call to be priests does not let anyone seize a ministry given to another.

### Greek text

Ἐὰν δὲ τις λέγῃ, Τί οὖν ὁ Ἀπόστολος εἶπε· Βούλομαι οὖν τοὺς ἄνδρας προσεύχεσθαι ἐν παντὶ τόπῳ, » διὰ τὸ τὸν Κύριον ἐν παντὶ τόπῳ τὴν ἐξουσίαν τῆς προσκυνήσεως διδόναι, ἐν τῷ εἰρηκέναι· Οὔτε ἐν Ἱερουσαλήμ, οὔτε ἐν τῷ ὄρει τούτῳ προσκυνήσετε τῷ Πατρί; › Ἐκεῖνο ἔστιν εἰπεῖν, ὅτι τὸ, ἐν παντὶ, » οὐ περιλαμβάνει τοὺς ἀφωρισμένους τόπους ταῖς ἀνθρωπίναις χρείαις, καὶ ἀκαθάρτοις καὶ βδελυκτοῖς πράγμασιν, ἀλλὰ πλατύνει ἀπὸ τῆς περιγραφῆς τῆς Ἱερουσαλήμ εἰς πάντα τόπον τῆς οἰκουμένης, καὶ κατὰ τὴν προφητείαν τῆς θυσίας, τὸν ἐσπουδασμένως δηλονότι ἀνατιθέμενον τῷ Θεῷ, εἰς τὴν ἱερουργίαν τοῦ ἐνδόξου μυστηρίου. Καὶ γὰρ ἀκούσαντες τοῦ προφήτου λέγοντος· « Ὑμεῖς ἱερεῖς Θεοῦ κληθήσεσθε·, οὔτε πάντες τῆς τοιᾶσδε ἱεροσύνης ἢ λειτουργίας τὴν ἐξουσίαν ἁρπάζομεν, οὔτε ἄλλος τὴν ἄλλῳ δοθεῖσαν χάριν ἐν ἐξουσίᾳ ἐστὶν ἑαυτῷ λαμβάνειν· ἀλλ᾽ ἕκαστος τῶν πιστῶν ἐν τοῖς ἰδίοις ὅροις μένει τῆς δωρεᾶς τοῦ Θεοῦ, τοῦ ᾿Αποστόλου παιδεύοντος ἡμᾶς ἐν τῷ λέγειν πρὸς πάντας μὲν, « Παρακαλῶ δὲ ὑμᾶς, ἀδελφοὶ, διὰ τῶν εἰκτιρμῶν τοῦ Θεοῦ παραστῆσαι τὰ σώματα ὑμῶν θυσίαν ζῶσαν, ἁγίαν, εὐάρεστον τῷ Θεῷ, τὴν λογικὴν λατρείαν ὑμῶν· καὶ μὴ συσχηματίζεσθε τῷ αἰῶνι τούτῳ, ἀλλὰ μεταμορφοῦσθε ἐν τῇ ἀνακαινώσει τοῦ νοὸς ὑμῶν, εἰς τὸ δοκιμάζειν ὑμᾶς, τί τὸ θέλημα τοῦ Θεοῦ τὸ ἀγαθὸν, καὶ εὐάρεστον, καὶ τέλειον·· πρὸς ἕκαστον δὲ σαφῶς διακρίνοντος μὲν τὴν ἑκάστῳ πρέπουσαν λειτουργίαν, κωλύοντος δὲ ἐπεμβαίνειν ἀλλοτρίῳ τάγματι, ἐν τῷ λέγειν· « Λέγω γὰρ διὰ τῆς χάριτος τοῦ Θεοῦ τῆς δοθείσης μοι, παντὶ τῷ ὄντι ἐν ὑμῖν, μὴ ὑπερφρονεῖν, παρ᾿ ὁ δεῖ φρονεῖν, ἀλλὰ φρονεῖν εἰς τὸ σωφρονεῖν, ἑκάστῳ ὡς ὁ Θεὸς ἐμέρισε μέτρον πίστεως·· καὶ διὰ τῆς ἐν ἀλλήλοις τῶν μελῶν τοῦ σώματος πρὸς τὸ εὔσχημον καὶ ἀκίνδυνον κατηναγκασμένης εὐταξίας κανονίζοντος ἐν ἡμῖν τὴν ἡμῶν πρὸς ἀλλήλους εὐάρεστον τῷ Θεῷ ἐν ἀγάπῃ Χριστοῦ Ἰησοῦ εὐταξίαν ἐν τῇ διαφορᾷ τῶν χαρισμάτων. Λέγει γάρ· « Καθάπερ ἐν ἑνὶ σώματι μέλη πολλὰ ἔχομεν, πάντα δὲ τὰ μέλη οὐ τὴν αὐτὴν ἔχει πρᾶξιν· οὕτως οἱ πολλοὶ ἓν σῶμά ἐσμεν ἐν Χριστῷ, ὁ δὲ καθεὶς ἀλλήλων μέλη· ἔχοντες δὲ χαρίσματα κατὰ τὴν χάριν τὴν δοθεῖσαν ἡμῖν διάφορα, εἴτε προφητείαν κατὰ τὴν ἀναλογίαν τῆς πίστεως, εἴτε διακονίαν ἐν τῇ διακονίᾳ, » καὶ τὰ ἑξῆς

### English translation (Claude)

If anyone says, “Why then did the Apostle say, ‘I want the men to pray in every place,’ since the Lord gave authority to worship in every place, when he said, ‘You will worship the Father neither in Jerusalem nor on this mountain’?”, one may answer this: “in every place” does not include the places set apart for human needs and for unclean and abominable things. Rather, it widens worship from the bounds of Jerusalem to every place in the world, and, according to the prophecy of the sacrifice, to every place plainly dedicated with care to God for the sacred celebration of the glorious mystery. For when we hear the prophet say, “You shall be called priests of God,” neither do we all seize the authority for such a priesthood or ministry, nor is anyone permitted to take to himself the grace given to another; but each of the faithful remains within the bounds of God’s gift to him. For the Apostle teaches us, saying to all, “I urge you, brothers, by the mercies of God, to present your bodies as a living sacrifice, holy, acceptable to God, which is your reasonable worship; and do not be conformed to this age, but be transformed by the renewal of your mind, so that you may discern what is the will of God, good and acceptable and perfect.” To each, however, he clearly distinguishes the ministry fitting for each, and forbids intrusion into another’s rank, saying, “For by the grace of God given to me I say to everyone among you not to think more highly than he ought to think, but to think so as to be sober-minded, each according to the measure of faith that God has assigned.” And through the good order that is necessarily kept among the members of the body for seemliness and safety, he regulates among us the good order toward one another that is pleasing to God, in the love of Christ Jesus, in the difference of gifts. For he says, “For as in one body we have many members, and the members do not all have the same function, so we, though many, are one body in Christ, and individually members of one another; having gifts that differ according to the grace given to us, if prophecy, according to the proportion of faith; if service, in serving,” and what follows.

### Scripture references

- 1 Tim 2:8: quotation, high confidence
- John 4:21: quotation, high confidence
- Mal 1:11: allusion, medium confidence
- Isa 61:6: quotation, high confidence
- Rom 12:1: quotation, high confidence
- Rom 12:2: quotation, high confidence
- Rom 12:3: quotation, high confidence
- 1 Cor 12:12: allusion, medium confidence
- Rom 12:4: quotation, high confidence
- Rom 12:5: quotation, high confidence
- Rom 12:6: quotation, high confidence
- Rom 12:7: quotation, high confidence

### Translation notes

- “The prophecy of the sacrifice” is probably Mal 1:11 (incense and a pure offering in every place).

### Citation (SBL)

Basil, Bapt. 2.8.3 (PG 31:1601; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/basil-baptismo/2-8-3).

## On Baptism 2.8.4

- URL: https://sophiascriptura.com/fathers/basil-baptismo/2-5-0/#p-2-8-4
- Source: PG 31:1603
- Translation: Claude (claude-opus-5-5), 2026-11-12

Summary: Holy places must be kept apart from profane ones; and the parable of the ten virgins shows that a work done at the wrong time fails.

### Greek text

Εἰ δὲ οἱ συνεργοῦντες ἀλλήλοις πρὸς τὸν ἕνα σκοπὸν τῆς πρὸς Θεὸν εὐαρεστήσεως, καὶ τοσαύτην ἔχοντες· πρὸς ἀλλήλους συνάφειαν κοινωνίας ἐν ἀγάπῃ Χριστοῦ, τὸν ἴδιον τόπον τοῦ χαρίσματος ὑπερβαίνειν οὐκ ἐπιτρέπονται, πῶς οὐχὶ πολλῷ πλέον τοῖς ἀλλοτρίοις καὶ ἐναντίοις πράγμασιν ἀφωρισμένους τόπους διακρίνειν ἀπὸ τῶν ἁγίων ὀφείλομεν; Ἐκ πάντων γὰρ τῶν μνημονευθέντων ἐκ τῆς θεοπνεύστου Γραφῆς, καὶ τῶν τοιούτων, καὶ τῶν προῤῥηθέντων ὑποδειγμάτων παιδεύεσθαι ἡμᾶς χρὴ, ὅτι ἡ παρὰ τόπον ἐνέργεια εἰς τὸ ἐναντίον τοῦ προκειμένου σκοποῦ περιτρέπει τὸ τέλος. Παρὰ καιρὸν δὲ, αὐτοῦ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ ἔστιν ἀκοῦσαι, λέγοντος· « Διὰ τοῦτο ὡμοιώθη ἡ βασιλεία τῶν οὐρανῶν δέκα παρθένοις, αἴτινες λαβοῦσαι τὰς λαμπάδας αὐτῶν, ἐξῆλθον εἰς ἀπάντησιν τοῦ νυμφίου. Πέντε δὲ ἦσαν ἐξ αὐτῶν φρόνιμοι, καὶ αἱ πέντε μωραί· αἴτινες μωραὶ, λαβοῦσαι τὰς λαμπάδας αὐτῶν, οὐκ ἔλαβον μεθ' ἑαυτῶν ἔλαιον· αἱ δὲ φρόνιμοι ἔλαβον ἔλαιον ἐν τοῖς ἀγγείοις αὐτῶν. Χρονίζοντος δὲ τοῦ νυμφίου, ἐνύσταξαν πᾶσαι καὶ ἐκάθευδον. Μέσης δὲ νυκτὸς κραυγὴ γέγονεν· Ἰδοὺ ὁ νυμφίος ἔρχεται, ἐξέρχεσθε εἰς ἀπάντησιν αὐτοῦ. Τότε ἠγέρθησαν πᾶσαι αἱ παρθένοι ἐκεῖναι, καὶ ἐκόσμησαν τὰς λαμπάδας αὐτῶν. Αἱ δὲ μωραὶ ταῖς φρονίμοις εἶπον· Δότε ἡμῖν ἐκ τοῦ ἐλαίου ὑμῶν, ὅτι αἱ λαμπάδες ἡμῶν σβέννυνται. Απεκρίθησαν αἱ φρόνιμοι λέγουσαι· Μήποτε, οὐ μὴ ἀρκέσῃ ἡμῖν καὶ ὑμῖν· πορεύεσθε δὲ μᾶλλον πρὸς τοὺς πωλοῦντας, καὶ ἀγοράσατε ἑαυταῖς. ᾿Απερχομένων δὲ αὐτῶν ἀγοράσαι, ἦλθεν ὁ νυμφίος, καὶ αἱ ἕτοιμοι εἰσῆλθον μετ᾿ αὐτοῦ εἰς τοὺς γάμους, καὶ ἐκλείσθη ἡ θύρα. Ὕστερον δὲ ἔρχονται καὶ αἱ λοιπαὶ παρθένοι λέγουσαι· Κύριε, Κύριε, ἄνοιξον ἡμῖν· ὁ δὲ ἀποκριθεὶς εἶπεν αὐταῖς· Ἀμὴν λέγω ὑμῖν, οὐκ οἶδα ὑμᾶς. Γρηγορεῖτε οὖν, ὅτι οὐκ οἶδατε τὴν ἡμέραν οὐδὲ τὴν ὥραν.

### English translation (Claude)

If those who work together toward the one goal of pleasing God, and are so closely joined to one another in fellowship in the love of Christ, are not permitted to overstep the proper place of their gift, how much more ought we to keep the places set apart for alien and contrary things distinct from the holy ones? From all that has been recalled from the divinely inspired Scripture, and from such passages and from the examples given before, we must learn that activity out of place turns the end to the opposite of the goal set before us. As to time, one may hear our Lord Jesus Christ himself saying, “Therefore the kingdom of heaven is like ten virgins, who took their lamps and went out to meet the bridegroom. Five of them were wise and five were foolish. The foolish, when they took their lamps, took no oil with them, but the wise took oil in their flasks. As the bridegroom was delayed, they all became drowsy and slept. But at midnight there was a cry, ‘Here is the bridegroom; come out to meet him.’ Then all those virgins rose and trimmed their lamps. And the foolish said to the wise, ‘Give us some of your oil, for our lamps are going out.’ The wise answered, saying, ‘Perhaps there will not be enough for us and for you; go rather to those who sell and buy for yourselves.’ And while they were going to buy, the bridegroom came, and those who were ready went in with him to the wedding feast, and the door was shut. Afterward the other virgins came also, saying, ‘Lord, lord, open to us.’ But he answered them, ‘Amen, I say to you, I do not know you.’ Watch, therefore, for you know neither the day nor the hour.”

### Scripture references

- Rom 12:6: allusion, medium confidence
- Matt 25:1: quotation, high confidence
- Matt 25:2: quotation, high confidence
- Matt 25:3: quotation, high confidence
- Matt 25:4: quotation, high confidence
- Matt 25:5: quotation, high confidence
- Matt 25:6: quotation, high confidence
- Matt 25:7: quotation, high confidence
- Matt 25:8: quotation, high confidence
- Matt 25:9: quotation, high confidence
- Matt 25:10: quotation, high confidence
- Matt 25:11: quotation, high confidence
- Matt 25:12: quotation, high confidence
- Matt 25:13: quotation, high confidence

### Citation (SBL)

Basil, Bapt. 2.8.4 (PG 31:1603; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/basil-baptismo/2-8-4).

## On Baptism 2.8.5

- URL: https://sophiascriptura.com/fathers/basil-baptismo/2-5-0/#p-2-8-5
- Source: PG 31:1605
- Translation: Claude (claude-opus-5-5), 2026-11-12

Summary: Scripture repeatedly warns that the time for doing good is now, before the door is shut.

### Greek text

Διόπερ τὴν περὶ τοῦ αὐτοῦ κρίματος πολλάκις γενομένην παραγγελίαν σφοδρότερον καθάπτεσθαι καὶ πιστεύεσθαι μᾶλλον εἰδὼς, καὶ ἐν ἑτέρῳ τόπῳ κατὰ τὸν αὐτὸν νοῦν εἰρημένην παραθήσομαι. Φησὶ δὲ αὐτὸς ὁ Κύριος· « Πολλοὶ ζητήσουσιν εἰσελθεῖν καὶ οὐκ ἰσχύσουσιν. Αφ' οὗ ἐὰν εἰσέλθῃ ὁ οἰκοδεσπότης, καὶ κλείσῃ τὴν θύραν, καὶ ἄρξησθε λέγειν, Κύριε, Κύριε, ἄνοιξον ἡμῖν, καὶ τότε ἀποκριθεὶς ἐρεῖ· Οὐκ οἶδα ὑμᾶς πόθεν ἐστέ. Διὰ τοῦτο λέγω ὑμῖν, γίνεσθε ἕτοιμοι, ὅτι ἡ ὥρᾳ οὐ δοκεῖτε, ὁ Υιός τοῦ ἀνθρώπου ἔρχεται·· καὶ πολλαχοῦ ὁμοίως. Εἰ δὲ δεῖ καὶ τὸν ᾿Απόστολον προσκαλέσασθαι εἰς μαρτυρίαν, ἀκούσωμεν αὐτοῦ μνημονεύσαντος μετὰ τοῦ προφήτου λέγοντος· « Καιρῷ δεκτῷ ἐπήκουσά σου, καὶ ἐν ἡμέρᾳ σωτηρίας ἐβοήθησά σοι·· ἐπενεγκόντος δὲ τὸ παρ' ἑαυτοῦ· « Ἰδοὺ νῦν καιρὸς εὐπρόσδεκτος, ἰδοὺ νῦν ἡμέρα σωτηρίας·· καὶ πάλιν· οὖν ὡς καιρὸν ἔχομεν, ἐργαζώμεθα τὸ ἀγαθὸν πρὸς πάντας μὲν, μάλιστα δὲ πρὸς τοὺς οἰκείους τῆς πίστεως. » Εἰ δὲ καὶ ἄλλης μαρτυρίας χρεία, μνημονεύσωμεν τοῦ Δαβὶδ εἰπόντος·· Ὑπὲρ ταύτης προσεύξεται πρὸς σὲ πᾶς ὅσιος ἐν καιρῷ εὐθέτῳ· καὶ τοῦ Σολομῶντος κατὰ κοινοῦ ὁρισαμένου, ὅτι Πάντα καλὰ ἐν καιρῷ αὐτῶν.

### English translation (Claude)

Therefore, knowing that the warning about this same judgment, given often, strikes more forcefully and is more readily believed, I shall set beside it also what was said in another place to the same purpose. The Lord himself says, “Many will seek to enter and will not be able. When once the master of the house has gone in and shut the door, and you begin to say, ‘Lord, lord, open to us,’ then he will answer, ‘I do not know where you come from.’ Therefore I tell you, be ready, for the Son of Man is coming at an hour you do not expect”; and likewise in many places. And if the Apostle must also be called as a witness, let us hear him recalling, with the prophet, the words, “At an acceptable time I listened to you, and on a day of salvation I helped you,” and adding of his own, “Behold, now is the favorable time; behold, now is the day of salvation”; and again, “So then, as we have opportunity, let us do good to all, and especially to those of the household of faith.” And if still another testimony is needed, let us recall David, who said, “For this every holy one will pray to you at a fitting time”; and Solomon, who laid it down for all things in common, “All things are good in their time.”

### Scripture references

- Luke 13:24: quotation, high confidence
- Luke 13:25: quotation, high confidence
- Matt 24:44: quotation, high confidence
- Luke 12:40: quotation, medium confidence
- Isa 49:8: quotation, high confidence
- 2 Cor 6:2: quotation, high confidence
- Gal 6:10: quotation, high confidence
- Ps 32:6 (31:6 LXX): quotation, high confidence
- Eccl 3:11: quotation, high confidence

### Translation notes

- “For this every holy one will pray to you” is Ps 32:6 (Ps 31:6); “All things are good in their time” is Eccl 3:11 in the Greek Old Testament.

### Citation (SBL)

Basil, Bapt. 2.8.5 (PG 31:1605; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/basil-baptismo/2-8-5).

## On Baptism 2.8.6

- URL: https://sophiascriptura.com/fathers/basil-baptismo/2-5-0/#p-2-8-6
- Source: PG 31:1605
- Translation: Claude (claude-opus-5-5), 2026-11-12

Summary: Works fail by the wrong person, as with Korah's usurped priesthood, or by the wrong thing, as with blemished offerings or a righteousness of one's own.

### Greek text

Παρὰ πρόσωπον δὲ, ἐν μὲν τῇ Παλαιᾷ Διαθήκῃ, ὡς ἐπὶ τοῦ Κορέ, καὶ τολμησάντων ἐπεισελθεῖν τῇ μὴ δοθείσῃ αὐτοῖς ἱερωσύνῃ, καὶ ὑποπεσόντων ἀποτομίᾳ ὀργῆς εἰς ὅλεθρον καὶ ἀπώλειαν φρικωδεστέραν· παρ᾿ αὐτοῦ δὲ τοῦ Κυρίου παιδευόμεθα ἀσφαλίζεσθαι, εἰπόντος πρὸς τοὺς μαθητάς·· Οὐκ ἀπεστάλην εἰ μὴ εἰς τὰ πρόβατα τὰ ἀπολωλότα οἴκου Ἰσραήλ·· πρὸς δὲ τὴν γυναῖκα· « Οὐκ ἔστι καλὸν λαβεῖν τὸν ἄρτον τῶν τέκνων, καὶ βαλεῖν τοῖς κυναρίοις. » Παρὰ πρᾶγμα δὲ, ἐκ μὲν τῆς Παλαιᾶς Διαθήκης, ὅταν, ἐντολῆς δοθείσης προσφέρειν θυσίαν ἀπὸ καθαρῶν καὶ ὁλοκλήρων καὶ ἀμώμων, μὴ ἐκ τοιούτων προσενεχθῇ· περὶ οὗ ὁ Θεὸς εἶπε· • Προσἀγαγε αὐτὸ τῷ ἄρχοντί σου, εἰ προσδέξεται αὐτὸ, εἰ λήψεται πρόσωπόν σου·· ἐκ δὲ τῆς Καινῆς Διαθήκης παρ' αὐτοῦ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, τῆς προφητείας Ἡσαΐου μνημονεύσαντος κατὰ τῶν Ἰουδαίων, ὅτι • Καλῶς προεφήτευσεν Ἡσαΐας περὶ ὑμῶν λέγων· Ὁ λαὸς οὗτος τοῖς χείλεσι με τιμᾷ, ἡ δὲ καρδία αὐτῶν πόῤῥω ἀπέχει ἀπ᾿ ἐμοῦ· μάτην δὲ σέβονταί με, διδάσκοντες διδασκαλίας, ἐντάλματα ἀνθρώπων·· παρὰ δὲ τοῦ ᾿Αποστόλου μαρτυροῦντος μὲν τῇ συνειδήσει τῶν Ἰουδαίων, καταγινώσκοντος δὲ αὐτῶν ἐν τῇ διαφορᾷ τῆς δικαιοσύνης. Γράφει δὲ οὕτως· « Μαρτυρῶ γὰρ αὐτοῖς, ὅτι ζῆλον Θεοῦ ἔχουσιν, ἀλλ᾽ οὐ κατ' ἐπίγνωσιν. ᾿Αγνοοῦντες γὰρ τὴν τοῦ Θεοῦ δικαιοσύνην, καὶ τὴν ἰδίαν ζητοῦντες στῆσαι, τῇ δικαιοσύνῃ τοῦ Θεοῦ οὐκ ὑπετάγησαν. » Διόπερ ὁ Ἀπόστολος, τῆς πρὸς Θεὸν εὐαρεστήσεως γνησίως πεφροντικὼς, μετὰ τὴν διήγησιν τῶν ἐν τῷ νόμῳ ἀνωτάτω κατορθωθέντων αὐτῷ δικαιωμάτων ἐπιφέρει· « ᾿Αλλὰ μὲν οὖν καὶ ἡγοῦμαι τὰ πάντα ζημίαν εἶναι διὰ τὸ ὑπερέχον τῆς γνώσεως Χριστοῦ Ἰησοῦ τοῦ Κυρίου μου, δι' ὃν τὰ πάντα ἐζημιώθην, καὶ ἡγοῦμαι σκύβαλα εἶναι, ἵνα Χριστὸν κερδήσω, καὶ εὑρεθῶ ἐν αὐτῷ μὴ ἔχων ἐμὴν δικαιοσύνην τὴν ἐκ νόμου, ἀλλὰ τὴν διὰ πίστεως Ἰησοῦ Χριστοῦ, τὴν ἐκ Θεοῦ δικαιοσύνην ἐπὶ τῇ πίστει, τοῦ γνῶναι αὐτὸν, » καὶ τὰ ἑξῆς. Διὰ δὲ τούτων καὶ τῶν τοιούτων ἡμᾶς παιδεύει πολύ περισσοτέρως φυλάσσεσθαι ἐπεισαγαγεῖν ποτε τῷ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ κανόνι τῆς πρὸς Θεὸν εὐαρεστήσεως ἀνθρωπίνην δικαιοσύνην.

### English translation (Claude)

As to person: in the Old Testament, as with Korah and those who dared to intrude into the priesthood that had not been given to them, and fell under the severity of wrath into destruction and a most dreadful ruin. From the Lord himself we are taught to keep ourselves safe, when he said to the disciples, “I was sent only to the lost sheep of the house of Israel,” and to the woman, “It is not good to take the children’s bread and throw it to the dogs.” As to the thing: from the Old Testament, when the command was given to offer sacrifice from clean, whole, and unblemished animals, but the offering was not made from such; about which God said, “Offer it to your governor; will he accept it, will he show you favor?” From the New Testament: from our Lord Jesus Christ himself, who recalled Isaiah’s prophecy against the Jews, “Well did Isaiah prophesy of you, saying, ‘This people honors me with their lips, but their heart is far from me; in vain do they worship me, teaching as doctrines the commandments of men’”; and from the Apostle, who bears witness to the conscience of the Jews but condemns them for the difference of their righteousness. He writes thus: “For I bear them witness that they have a zeal for God, but not according to knowledge. For, being ignorant of the righteousness of God and seeking to establish their own, they did not submit to the righteousness of God.” Therefore the Apostle, who cared genuinely about pleasing God, after recounting the requirements of the law he had fulfilled to the highest degree, adds, “But indeed I count all things as loss because of the surpassing worth of knowing Christ Jesus my Lord, for whose sake I have suffered the loss of all things, and I count them rubbish, that I may gain Christ and be found in him, not having a righteousness of my own that comes from the law, but that which is through faith in Jesus Christ, the righteousness from God that depends on faith, that I may know him,” and what follows. Through these and such passages he teaches us to beware all the more of ever bringing human righteousness into the rule of our Lord Jesus Christ for pleasing God.

### Scripture references

- Num 16:1: allusion, high confidence
- Num 16:35: allusion, medium confidence
- Matt 15:24: quotation, high confidence
- Matt 15:26: quotation, high confidence
- Lev 22:21: allusion, medium confidence
- Mal 1:8: quotation, high confidence
- Matt 15:7: quotation, high confidence
- Matt 15:8: quotation, high confidence
- Matt 15:9: quotation, high confidence
- Isa 29:13: quotation, medium confidence
- Rom 10:2: quotation, high confidence
- Rom 10:3: quotation, high confidence
- Phil 3:5: allusion, medium confidence
- Phil 3:8: quotation, high confidence
- Phil 3:9: quotation, high confidence
- Phil 3:10: quotation, high confidence

### Citation (SBL)

Basil, Bapt. 2.8.6 (PG 31:1605; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/basil-baptismo/2-8-6).

## On Baptism 2.8.7

- URL: https://sophiascriptura.com/fathers/basil-baptismo/2-5-0/#p-2-8-7
- Source: PG 31:1607
- Translation: Claude (claude-opus-5-5), 2026-11-12

Summary: Works fail by falling short of Christ's measure of love or by reversing the order he set, as in following him before renouncing possessions.

### Greek text

Παρὰ μέτρον δὲ, ἀρκεῖν ἡγοῦμαι τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ μνημονεῦσαι πρὸς ἀντιδιαστολὴν τοῦ μέτρου τῆς παλαιᾶς ἀγάπης (γέγραπται δὲ, ᾿Αγαπήσεις τὸν πλησίον σου ὡς ἑαυτὸν, ») εἰπόντος·· Ἐντολὴν καινὴν δίδωμι ὑμῖν, ἵνα ἀγαπᾶτε ἀλλήλους, καθὼς ἐγὼ ἠγάπησα ὑμᾶς. Μείζονα ταύτης ἀγάπην οὐδεῖς ἔχει, ἵνα τις τὴν ψυχὴν αὐτοῦ θῇ ὑπὲρ τῶν φίλων αὐτοῦ. » Καὶ καθόλου περὶ πάντων ὁμοῦ τῶν δικαιωμάτων ἔστι μαθεῖν παρ' αὐτοῦ τοῦ Κυρίου διορισαμένου·· Ἐὰν μὴ περισσεύσῃ ὑμῶν ἡ δικαιοσύνη πλέον τῶν γραμματέων καὶ Φαρισαίων, οὐ μὴ εἰσέλθητε εἰς τὴν βασιλείαν τῶν οὐρανῶν. » Παρὰ τάξιν δὲ καὶ ἀκολουθίαν, ὅταν τὰ πρῶτα ἐν δευτέρῳ τόπῳ ἢ τρίτῳ τις σπουδάζῃ, καὶ τὰ ἐν τρίτῳ τόπῳ προστεταγμένα ἀρχὴν ἡγήσηται τῶν προτεταγμένων. Τοῦ γὰρ Κυρίου προστάξαντος τῷ εἰπόντι, « Ταῦτα πάντα ἐφυλαξάμην ἐκ νεότητός μου, » τὸ, «Πώλησόν σου τὰ ὑπάρχοντα, καὶ δὸς πτωχοῖς, καὶ ἄρον τὸν σταυρόν σου, καὶ δεῦρο ἀκολούθει μοι·· εἴ τις τῷ μηδὲν πεποιηκότι τῶν προτεταγμένων, τὸ δεύτερον, « Ἀκολούθει μοι, » ἐπιτρέποι· καὶ ὡς πάλιν λέγοντος τοῦ Κυρίου, « Εἴ τις ἔρχεται πρός με, ἀπαρνησάσθω ἑαυτὸν, καὶ ἀράτω τὸν σταυρὸν αὐτοῦ, καὶ ἀκολουθείτω μοι, » τὸ ἀκολουθεῖν προτάσσοι τῶν προτεταγμένων· καὶ πάλιν τοῦ Κυρίου μετὰ πολλὰ ἐπενεγκόντος τὸ, « Οὕτω πᾶς ἐξ ὑμῶν, ὃς οὐκ ἀποτάσσεται τοῖς ἑαυτοῦ ὑπάρχουσιν, οὐ δύναται εἶναί μου μαθητής, » πρὸ τοῦ τὰ προειρημένα φυλάξαι, μαθητὴς εἶναι φαντάζοιτο. Διόπερ ἀναγκαῖον φυλάσσειν τὸ τοῦ ᾿Αποστόλου παράγγελμα, εἰπόντος Πάντα εὐσχημόνως καὶ κατὰ τάξιν γινέσθω.

### English translation (Claude)

As to measure, I think it enough to recall our Lord Jesus Christ, who, in contrast with the measure of the old love (for it is written, “You shall love your neighbor as yourself”), said, “A new commandment I give you, that you love one another as I have loved you. Greater love has no one than this, that someone lay down his life for his friends.” And in general, about all righteous requirements together, one may learn from the Lord himself, who laid it down: “Unless your righteousness exceeds that of the scribes and Pharisees, you will never enter the kingdom of heaven.” As to order and sequence: when someone is eager for the first things in second or third place, and treats what was commanded in third place as the starting point of what was commanded before it. For the Lord commanded the one who said, “All these I have kept from my youth,” “Sell your possessions and give to the poor, and take up your cross, and come, follow me.” Suppose someone were to allow the second, “Follow me,” to one who has done none of what was commanded first; or, when the Lord says again, “If anyone comes to me, let him deny himself and take up his cross and follow me,” were to put following before what was commanded first; or, when the Lord added after many things, “So any one of you who does not renounce what he has cannot be my disciple,” were to imagine himself a disciple before he had kept what was said first. Therefore it is necessary to keep the instruction of the Apostle, who said, “Let all things be done decently and in order.”

### Scripture references

- Lev 19:18: quotation, high confidence
- John 13:34: quotation, high confidence
- John 15:13: quotation, high confidence
- Matt 5:20: quotation, high confidence
- Matt 19:20: quotation, high confidence
- Matt 19:21: quotation, high confidence
- Mark 10:21: quotation, high confidence
- Luke 9:23: quotation, high confidence
- Luke 14:33: quotation, high confidence
- 1 Cor 14:40: quotation, high confidence

### Translation notes

- The scan had split the words “Follow me” and put part of them in an earlier line; restored by logged corrections.

### Citation (SBL)

Basil, Bapt. 2.8.7 (PG 31:1607; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/basil-baptismo/2-8-7).

## On Baptism 2.8.8

- URL: https://sophiascriptura.com/fathers/basil-baptismo/2-5-0/#p-2-8-8
- Source: PG 31:1609
- Translation: Claude (claude-opus-5-5), 2026-11-12

Summary: A commandment done to please people or for gain loses its reward and incurs punishment; everything must be done from love and for God's glory.

### Greek text

Παρὰ διάθεσιν δὲ, ὡς ὅταν λέγῃ ὁ Κύριος περὶ μὲν τῶν πάθει ἀνθρωπαρεσκείας ποιούντων ἐλεημοσύνην, ἢ ἄλλο τι δικαίωμα πρὸς τὸ θεαθῆναι τοῖς ἀνθρώποις·· Ἀμὴν λέγω ὑμῖν, ἀπέχουσι τὸν μισθὸν αὐτῶν.» Ἔτι δὲ σφοδρότερον παρίστησι τὴν κακίαν τῶν διὰ πάθος ἀνθρώπινον ποιούντων τὴν ἐντολὴν τοῦ Κυρίου, δεικνύων, ὅτι οὐ μόνον μισθοῦ ἐκπίπτει, ἀλλὰ καὶ τιμωρίας ἄξιος ὁ ποιῶν ἐντολὴν μὴ κατὰ θεοσέβειαν, ἀλλὰ κατὰ ἀνθρωπαρέσκειαν, ἤ τινος ἄλλης ἡδονῆς ἕνεκεν, ἢ πλεονεξίας, ἢ πραγματείας, ὧν κατηγορεῖ καὶ ὁ ᾿Απόστολος. Αὐτὸς δὲ ὁ Κύριος σφοδρότερον κατακρίνων τοὺς τοιούτους, λέγει· « Πολλοὶ ἐλεύσονται ἐν ἐκείνῃ τῇ ἡμέρᾳ λέγοντες· Κύριε, Κύριε, οὐ τῷ σῷ ὀνόματι προεφητεύσαμεν, καὶ τῷ σῷ ὀνόματι δαιμόνια ἐξεβάλομεν, καὶ δυνάμεις πολλὰς ἐποιήσαμεν, καὶ ἐφάγομεν μετὰ σοῦ, καὶ ἐπίομεν, καὶ ἐν ταῖς πλατείαις ἡμῶν ἐδίδαξας; Καὶ τότε ἀποκριθήσομαι αὐτοῖς λέγων· Αποχωρεῖτε ἀπ᾿ ἐμοῦ, οὐκ οἶδα ὑμᾶς πόθεν ἐστὲ, ἐργάται ἀνομίας·· ὡς ἐκ τούτων καὶ τῶν τοιούτων δῆλον εἶναι, ὅτι, κἂν χαρίσματά τις ἐνεργήσῃ, κἂν ἐντολὰς ποιήσῃ, μὴ κατὰ διάθεσιν δὲ καὶ σκοπὸν ὃν ἐδίδαξεν ὁ Κύριος εἰπών· « Οὕτως λαμψάτω τὸ φῶς ὑμῶν ἔμπροσθεν τῶν ἀνθρώπων, ὅπως ἴδωσιν ὑμῶν τὰ καλὰ ἔργα, καὶ δοξάσωσι τὸν Πατέρα ὑμῶν τὸν ἐν τοῖς οὐρανοῖς·· καὶ Παῦλος δὲ ὁ ἀπόστολος, ὁ ἐν Χριστῷ λαλῶν, φησὶν, « Εἴτε ἐσθίετε, εἴτε πίνετε, εἴτε τι ποιεῖτε, πάντα εἰς δόξαν τοῦ Θεοῦ ποιεῖτε·· δικαίως ἀκούει ἅπερ ἀπεκρίνατο ὁ Κύριος. Ὅθεν ὁ ᾿Απόστολος ἔμαθεν εἰπεῖν·· Ἐὰν ταῖς γλώσσαις τῶν ἀνθρώπων λαλῶ καὶ τῶν ἀγγέλων, ἀγάπην δὲ μὴ ἔχω, γέγονα χαλκὸς ἠχῶν, ἢ κύμβαλον ἀλαλάζον Καὶ ἐὰν ἔχω προφητείαν, καὶ εἰδῶ τὰ μυστήρια πάντα, καὶ ἐὰν ἔχω πᾶσαν τὴν πίστιν, ὥστε ὄρη μεθιστάνειν, ἀγάπην δὲ μὴ ἔχω, οὐθέν είμι. Καὶ ἐὰν ψωμίσω πάντα τὰ ὑπάρχοντά μου, καὶ ἐὰν παραδῶ τὸ σῶμά μου ἵνα καυθήσωμαι, ἀγάπην δὲ μὴ ἔχω, οὐδὲν ὠφελοῦμαι. » Καὶ ἀλλαχοῦ καθολικώτερον καὶ σφοδρότερόν φησιν· « Εἰ ἔτι ἀνθρώποις ἤρεσκον, Χριστοῦ δοῦλος οὐκ ἂν ἤμην.

### English translation (Claude)

As to disposition: as when the Lord says of those who give alms, or do some other righteous deed, from the passion of pleasing people, so as to be seen by people, “Amen, I say to you, they have their reward.” And he sets out still more forcefully the wickedness of those who do the Lord’s commandment from a human passion, showing that the one who does a commandment, not from godliness, but from the wish to please people, or for the sake of some other pleasure, or of greed, or of business, not only loses his reward but also deserves punishment; such people the Apostle too accuses. The Lord himself, condemning such people more forcefully, says, “Many will come on that day, saying, ‘Lord, Lord, did we not prophesy in your name, and cast out demons in your name, and do many mighty works, and eat and drink with you, and you taught in our streets?’ And then I will answer them, saying, ‘Depart from me; I do not know where you come from, you workers of lawlessness.’” So from these and such passages it is clear that, even if someone works gifts, even if he does commandments, but not with the disposition and aim the Lord taught when he said, “Let your light so shine before people, that they may see your good works and glorify your Father in heaven” (and Paul the apostle, who speaks in Christ, says, “Whether you eat or drink, or whatever you do, do all to the glory of God”), he justly hears what the Lord answered. From this the Apostle learned to say, “If I speak in the tongues of men and of angels, but have not love, I have become a sounding brass or a clanging cymbal. And if I have prophecy and know all mysteries, and if I have all faith so as to remove mountains, but have not love, I am nothing. And if I give away all my possessions in morsels, and if I hand over my body to be burned, but have not love, I gain nothing.” And elsewhere he says more generally and more forcefully, “If I were still pleasing people, I would not be a servant of Christ.”

### Scripture references

- Matt 6:1: allusion, high confidence
- Matt 6:2: quotation, high confidence
- 1 Tim 6:5: allusion, low confidence
- Matt 7:22: quotation, high confidence
- Luke 13:26: quotation, high confidence
- Luke 13:27: quotation, high confidence
- Matt 7:23: quotation, high confidence
- Matt 5:16: quotation, high confidence
- 1 Cor 10:31: quotation, high confidence
- 1 Cor 13:1: quotation, high confidence
- 1 Cor 13:2: quotation, high confidence
- 1 Cor 13:3: quotation, high confidence
- Gal 1:10: quotation, high confidence

### Translation notes

- The Lord’s answer joins Matt 7:23 and Luke 13:27 (“I do not know where you come from”).

### Citation (SBL)

Basil, Bapt. 2.8.8 (PG 31:1609; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/basil-baptismo/2-8-8).

## On Baptism 2.8.9

- URL: https://sophiascriptura.com/fathers/basil-baptismo/2-5-0/#p-2-8-9
- Source: PG 31:1609
- Translation: Claude (claude-opus-5-5), 2026-11-12

Summary: The law and the prophets, summed up in love, curse whoever fails to keep them, so every commandment must be done rightly.

### Greek text

Εἰ δὲ καὶ τῆς Παλαιᾶς Διαθήκης μαρτυρίαν ἐπιζητοῖς εἰς πληροφορίαν τοῦ τοιούτου κρίματος, Μωϋσῆς φησιν· « ᾿Αγαπήσεις Κύριον τὸν Θεόν σου ἐξ ὅλης τῆς καρδίας σου, καὶ ἐξ ὅλης τῆς διανοίας σου, καὶ ἐξ ὅλης τῆς ἰσχύος σου· καὶ ἀγαπήσεις τὸν πλησίον σου ὡς ἑαυτόν. » Οἷς ἐπιφέρει ὁ Κύριος Ἐν ταύταις ταῖς δυσὶν ἐντολαῖς ὅλος ὁ νόμος καὶ οἱ προφῆται κρέμανται. » Μαρτυρεῖ δὲ καὶ ὁ Ἀπόστολος, λέγων· « Πλήρωμα οὖν νόμου ἡ ἀγάπη. » Ὅτι δὲ οὐκ ἀτιμώρητοι οἱ μὴ κατορθοῦντες ταύτας, καὶ τὰ ταύταις ὑποπίπτοντα δικαιώματα, τιμωρίας δὲ εἰσιν ὑπόδικοι, αὐτὸς Μωϋσῆς βοᾷ, λέγων· « Ἐπικατάρατος πᾶς, ὃς οὐκ ἐμμένει πᾶσι τοῖς γεγραμμένοις ἐν τῷ βιβλίῳ τούτῳ. » Ὁ δὲ Δαβίδ φησιν· « Εἰ ἐθεώρουν ἀδικίαν ἐν καρδίᾳ μου, μὴ εἰσακουσάτω μου Κύριος·· καὶ ἀλλαχοῦ· « Ἐκεῖ φοβηθήσονται φόβον, οὗ οὐκ ἦν φόβος, ὅτι ὁ Θεὸς διεσκόρπισεν ὀστᾶ ἀνθρωπαρέσκων.» Πολλῆς οὖν ἐπιμελείας καὶ φροντίδος ἐπαγρύπνου χρεία, μήπως, παρά τι τῶν εἰρημένων τὴν ἐντολὴν ἐργασάμενοι, μὴ μόνον τοῦ τοιούτου καὶ τοσούτου μισθοῦ ἐκπέσωμεν, ἀλλὰ καὶ ταῖς οὕτω φοβεραῖς ἀπειλαῖς ὑποπέσωμεν.

### English translation (Claude)

And if you seek a testimony of the Old Testament as well, to be fully assured of such a judgment, Moses says, “You shall love the Lord your God with all your heart and with all your mind and with all your strength; and you shall love your neighbor as yourself.” To these the Lord adds, “On these two commandments hang all the law and the prophets.” The Apostle too testifies, saying, “Love, then, is the fulfilment of the law.” That those who do not achieve these, and the righteous requirements that fall under them, are not left unpunished but are liable to punishment, Moses himself cries out, saying, “Cursed is everyone who does not abide by all that is written in this book.” And David says, “If I regarded unrighteousness in my heart, let the Lord not hear me”; and elsewhere, “There they feared with fear where there was no fear, for God has scattered the bones of those who please people.” There is need, then, of much care and watchful concern, lest, having done the commandment amiss in any of the respects mentioned, we not only lose so great and such a reward, but also fall under such fearful threats.

### Scripture references

- Deut 6:5: quotation, high confidence
- Lev 19:18: quotation, high confidence
- Matt 22:37: allusion, medium confidence
- Matt 22:40: quotation, high confidence
- Rom 13:10: quotation, high confidence
- Deut 27:26: quotation, high confidence
- Ps 66:18 (65:18 LXX): quotation, high confidence
- Ps 53:5 (52:6 LXX): quotation, high confidence

### Translation notes

- Ps 66:18 and Ps 53:5 are cited from the Greek Old Testament (Ps 65:18; 52:6).

### Citation (SBL)

Basil, Bapt. 2.8.9 (PG 31:1609; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/basil-baptismo/2-8-9).

## On Baptism 2.9.0

- URL: https://sophiascriptura.com/fathers/basil-baptismo/2-9-0/#p-2-9-0
- Source: PG 31:1611
- Translation: Claude (claude-opus-5-5), 2026-11-12

Summary: Ninth question: may one share with lawbreakers and their works if they are not in one's charge?

### Greek text

Εἰ χρὴ συγκοινωνεῖν τοῖς παρανομουσιν, ἢ τοῖς ἀκάρποις ἔργοις τοῦ σκότους, κἂν μὴ ὦσι τῶν ἐμοὶ πιστευθέντων οἱ τοιοῦτοι.

### English translation (Claude)

Question 9. Whether one should have fellowship with those who transgress the law, or with the unfruitful works of darkness, even if such persons are not among those entrusted to me.

### Scripture references

- Eph 5:11: allusion, high confidence

### Citation (SBL)

Basil, Bapt. 2.9.0 (PG 31:1611; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/basil-baptismo/2-9-0).

## On Baptism 2.9.1

- URL: https://sophiascriptura.com/fathers/basil-baptismo/2-9-0/#p-2-9-1
- Source: PG 31:1611
- Translation: Claude (claude-opus-5-5), 2026-11-12

Summary: Whoever breaks even one commandment is a transgressor, and Paul forbids sharing even a table with any brother guilty of any one of the listed sins.

### Greek text

Παράνομος μὲν ἐστιν πᾶς ὁ μὴ ὁλόκληρον τὸν νόμον φυλάξας, ἢ καὶ ὁ μίαν ἐντολὴν παραβάς. Ἐν γὰρ τῇ ἐλλείψει καὶ τοῦ μικροῦ τὸ πᾶν κινδυνεύει. Τὸ γὰρ παρ᾽ ὀλίγον γεγονὸς οὐ γέγονεν. Ωσπερ γὰρ ὁ παρ᾿ ὀλίγον ἀποθανὼν οὐκ ἀπέθανεν, ἀλλὰ ζῇ, καὶ ὁ παρ᾿ ὀλίγον ζήσας οὐ ζῇ, ἀλλὰ ἀπέθανε, καὶ ὁ παρ' ὀλίγον εἰσελθὼν οὐκ εἰσῆλθεν, ὡς αἱ πέντε παρθένοι· οὕτως ὁ παρ᾿ ὀλίγον φυλάξας τὸν νόμον οὐκ ἐφύλαξεν, ἀλλ᾽ ἔστι παράνομος. Διὸ καὶ ἀναγκαῖον ἐπὶ τῶν παρανομούντων, κἂν γνήσιοι εἶναι δόξωσι, πείθεσθαι τῷ Ἀποστόλῳ εἰπόντι, ποτὲ μὲν, Ἐάν τις ἀδελφὸς ὀνομαζόμενος, ἢ πόρνος, ἢ πλεονέκτης, ἢ μέθυσος, ἢ λοίδορος, ἢ ἄρπαξ, τῷ τοιούτῳ μηδὲ συνεσθίειν·· παρατηρητέον δὲ ἐνταῦθα, ὅτι οὐχὶ τὸν τὰ πάντα ὄντα ἀφώρισε καὶ αὐτῆς τῆς κοινῆς διαίτης, ἀλλὰ καὶ τὸν ἕν τι ὄντα ἐκ πάντων, ἐν τῷ μὴ εἰπεῖν, « Τούτῳ, » ἀλλὰ, « Τῷ τοιούτῳ·, ποτὲ δὲ, « Νεκρώσατε τὰ μέλη ὑμῶν τὰ ἐπὶ τῆς γῆς, πορνείαν, ἀκαθαρσίαν, πάθος, ἐπιθυμίαν κακὴν, καὶ τὴν πλεονεξίαν, ἥτις ἐστὶν εἰδωλολατρεία· δι' ἃ ἔρχεται ἡ ὀργὴ τοῦ Θεοῦ (καὶ γὰρ καθολικώτερον ἐπήγαγεν) ἐπὶ τοὺς υἱοὺς τῆς ἀπειθείας. Μὴ οὖν γίνεσθε συμμέτοχοι αὐτῶν·· καὶ πάλιν· « Στέλλεσθαι ὑμᾶς ἀπὸ παντὸς ἀδελφοῦ ἀτάκτως περιπατοῦντος, καὶ μὴ κατὰ τὴν παράδοσιν, ἣν παρέλαβον παρ' ἡμῶν· καὶ ἀλλαχοῦ ὁμοίως.

### English translation (Claude)

Everyone who has not kept the law whole, or who has transgressed even one commandment, is a transgressor of the law. For when even something small is lacking, the whole is endangered: what has almost happened has not happened. Just as one who almost died did not die but lives, and one who almost lived does not live but died, and one who almost entered did not enter, like the five virgins, so one who almost kept the law did not keep it, but is a transgressor. Therefore, in the case of transgressors, even if they seem to be true brothers, one must obey the Apostle, who said at one time, “If anyone who is called a brother is sexually immoral, or greedy, or a drunkard, or a reviler, or a swindler, do not even eat with such a one.” Here one must note that he excluded even from ordinary table fellowship not only the one who is all these things, but also the one who is any one of them, since he did not say “with this one,” but “with such a one.” At another time he said, “Put to death your members that are on the earth: sexual immorality, impurity, passion, evil desire, and covetousness, which is idolatry, on account of which the wrath of God comes” (for he added it more generally) “upon the sons of disobedience. Therefore do not become partners with them”; and again, “that you keep away from every brother who walks in disorder and not according to the tradition that they received from us”; and likewise elsewhere.

### Scripture references

- Jas 2:10: allusion, high confidence
- Matt 25:10: allusion, high confidence
- 1 Cor 5:11: quotation, high confidence
- Col 3:5: quotation, high confidence
- Col 3:6: quotation, high confidence
- Eph 5:6: quotation, high confidence
- Eph 5:7: quotation, high confidence
- 2 Thess 3:6: quotation, high confidence

### Translation notes

- The last words (“…walks in disorder and not according to the tradition that they received from us; and likewise elsewhere”) are the fragment that the scan places after the heading of this answer (Migne col. 1611); it completes the quotation of 2 Thess 3:6 broken off here and is restored by a logged correction.
- The second quotation joins Col 3:5–6 with Eph 5:6–7.

### Citation (SBL)

Basil, Bapt. 2.9.1 (PG 31:1611; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/basil-baptismo/2-9-1).

## On Baptism 2.9.2

- URL: https://sophiascriptura.com/fathers/basil-baptismo/2-9-0/#p-2-9-2
- Source: PG 31:1611
- Translation: Claude (claude-opus-5-5), 2026-11-12

Summary: Scripture speaks of good and evil fruits alike; the unfruitful trees are those, even among the baptized, who leave good undone and are condemned for it.

### Greek text

Τὸ δὲ μη συγκοινωνεῖν τοῖς ἔργοις τοῖς ἀκάρποις, ἵνα σαφῶς γνῶμεν τί ἐστι, πρῶτον καταμάθωμεν κατὰ τίνων πραγμάτων κεῖται τὸ ὄνομα τοῦ ἀκάρπου· πότερον κατὰ τῶν κατεγνωσμένων μόνον, ἢ καὶ κατὰ τῶν ἐπαινετῶν μὲν, μὴ ἐξ ὑγιοῦς δὲ διαθέσεως γινομένων. Ἐν μὲν οὖν τῇ Παλαιᾷ Διαθήκῃ ὁ προφήτης ἐν τῇ τοῦ δένδρου παραβολῇ περὶ τῶν ἁγίων εἶπεν· « Ο τὸν καρπὸν αὐτοῦ δώσει ἐν καιρῷ αὐτοῦ· ὁ δὲ Σολομών φησιν· « Ἔργα δικαίων ζωὴν ποιεῖ· καρποὶ δὲ ἀσεβῶν ἁμαρτίαι, Ὡσηὲ δὲ λέγει· « Σπείρατε ἑαυτοῖς εἰς δικαιοσύνην, τρυγήσατε καρπὸν ζωῆς·· καὶ ὁ Μιχαίας· « Καὶ ἔσται ἡ γῆ εἰς ἀφανισμὸν μετὰ τῶν κατοικούντων ἐν αὐτῇ, ἀπὸ καρπῶν ἐπιτηδευμάτων αὐτῶν·· καὶ ἄλλοι προφῆται ἄλλα πλείονα. Ἀλλὰ ταῦτα μὲν ὡς λύχνος λαμπέτω· τὸ δὲ φῶς τὸ ἀληθινὸν, ὁ τῆς δικαιοσύνης ἥλιος, αὐτὸς ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς τρανότερον παρίστησι λέγων· « Οὐ δύναται δένδρον ἀγαθὸν καρποὺς πονηροὺς ποιεῖν, οὐδὲ δένδρον σαπρὸν καρποὺς ἀγαθοὺς ποιεῖν·, καὶ ἀλλαχοῦ ὁμοίως. Ἔχοντες οὖν τὸ τῶν καρπῶν ὄνομα ἐπὶ τοῖς ἀλλήλων ἐναντίοις ὁμοίως κείμενον, λοιπὸν καταμάθωμεν, ποῖοι μὲν εἰσι δένδρα ἄκαρπα, τίνα δὲ ὁ ᾿Απόστολος λέγει ἔργα ἄκαρπα. Τὰ μὲν οὖν ἄκαρπα δένδρα δηλοῦνται ἡμῖν παρὰ Ἰωάννου τοῦ Βαπτιστοῦ, εἰπόντος τοῖς καταξιωθεῖσι τοῦ βαπτίσματος εἰς ἄφεσιν τῶν ἁμαρτιῶν, καὶ καθαρισθεῖσιν ἀπὸ παντὸς ῥύπου·· Ποιήσατε οὖν καρποὺς ἀξίους τῆς μετανοίας·· καὶ μετ' ὀλίγα ἐπιφέροντος· « Πᾶν οὖν δένδρον μὴ ποιοῦν καρπὸν καλὸν ἐκκόπτεται, καὶ εἰς πῦρ βάλλεται·· τηλαυγέστερον δὲ ὁ Κύριος διδάσκει, λέγων τοῖς μὲν ἐκ δεξιῶν ἑστῶσι, « Δεῦτε, οἱ εὐλογημένοι τοῦ Πατρός μου, κληρονομήσατε τὴν ἡτοιμασμένην ὑμῖν βασιλείαν ἀπὸ καταβολῆς κόσμου» καὶ τοὺς ἀγαθοὺς αὐτῶν καρποὺς δεικνύων ἐν τοῖς ἐπιφερομένοις· τοὺς δὲ ἐξ ἀριστερῶν πέμπων εἰς τὸ πῦρ τὸ αἰώνιον, τὸ ἡτοιμασμένον τῷ διαβόλῳ καὶ τοῖς ἀγγέλοις αὐτοῦ· οἷς οὐχ ἁμαρτίας ἐργασίαν ἐγκαλεῖ, ἀλλ᾿ ἀργίαν καρπῶν ἀγαθῶν.· Ἐπείνασα γὰρ, φησὶ, καὶ οὐκ ἐδώκατέ μοι φαγεῖν,· καὶ τὰ ἑξῆς· ἥτις ἀργία τῆς μερίδος ἐποίησεν αὐτοὺς γενέσθαι τῶν ἁμαρτωλῶν, οἵτινες ἄγγελοι τοῦ διαβόλου καλοῦνται παρὰ τοῦ Κυρίου.

### English translation (Claude)

As for not having fellowship with the unfruitful works, so that we may know clearly what this is, let us first learn to what kinds of things the name “unfruitful” is applied: whether only to things condemned, or also to things that are praiseworthy but not done from a sound disposition. In the Old Testament the prophet, in the parable of the tree, said of the saints, “which will yield its fruit in its season”; Solomon says, “The works of the righteous produce life, but the fruits of the ungodly are sins”; Hosea says, “Sow for yourselves for righteousness; gather the fruit of life”; and Micah, “And the land shall become a desolation, with those who dwell in it, because of the fruits of their doings”; and other prophets say many other things. But let these shine like a lamp; the true light, the sun of righteousness, our Lord Jesus Christ himself, sets it out more plainly, saying, “A good tree cannot bear bad fruit, nor can a rotten tree bear good fruit”; and likewise elsewhere. Since, then, the name “fruits” is applied alike to things contrary to one another, let us next learn which trees are unfruitful, and what works the Apostle calls unfruitful. The unfruitful trees are shown to us by John the Baptist, who said to those who had been counted worthy of baptism for the forgiveness of sins and had been cleansed from all filth, “Bear fruit, then, worthy of repentance”; and a little later added, “Every tree, then, that does not bear good fruit is cut down and thrown into the fire.” The Lord teaches more clearly, saying to those standing on his right, “Come, you who are blessed by my Father, inherit the kingdom prepared for you from the foundation of the world,” and showing their good fruits in what follows; but sending those on the left into the eternal fire prepared for the devil and his angels. These he charges, not with doing sin, but with idleness in good fruits: “For I was hungry,” he says, “and you gave me no food,” and what follows. This idleness made them belong to the portion of the sinners, who are called angels of the devil by the Lord.

### Scripture references

- Eph 5:11: allusion, high confidence
- Ps 1:3: quotation, high confidence
- Prov 10:16: quotation, high confidence
- Hos 10:12: quotation, high confidence
- Mic 7:13: quotation, high confidence
- John 1:9: allusion, medium confidence
- Mal 4:2 (3:20 LXX): allusion, medium confidence
- Matt 7:18: quotation, high confidence
- Matt 3:8: quotation, high confidence
- Matt 3:10: quotation, high confidence
- Matt 25:34: quotation, high confidence
- Matt 25:41: allusion, high confidence
- Matt 25:42: quotation, high confidence

### Translation notes

- Prov 10:16, Hos 10:12, and Mic 7:13 are cited from the Greek Old Testament.

### Citation (SBL)

Basil, Bapt. 2.9.2 (PG 31:1611; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/basil-baptismo/2-9-2).

## On Baptism 2.9.3

- URL: https://sophiascriptura.com/fathers/basil-baptismo/2-9-0/#p-2-9-3
- Source: PG 31:1613
- Translation: Claude (claude-opus-5-5), 2026-11-12

Summary: Unfruitful works are good deeds done amiss, like the foolish virgins' lack of oil; the faithful must avoid them and not share in them but expose them.

### Greek text

Τῆς διαφορᾶς οὖν φανερωθείσης τῶν τὰ ἐναντία καρποφορούντων, καὶ ἀκάρπων, λοιπὸν ἴδωμεν, τίνα ἐστὶ μάλιστα ἃ λέγει ὁ ᾿Απόστολος ἔργα ἄκαρπα. Ἐγὼ δὲ λογιζόμενος οὐχ εὑρίσκω μεταξὺ τοῦ νομίμως καὶ εὐαρέστως τῷ Θεῷ τὴν ἐντολὴν ἐργαζομένου, καὶ τοῦ τὸ κακὸν ἐργαζομένου, καὶ τοῦ μηθ' ἕτερον ποιοῦντος, εἰ μὴ τοὺς ποιοῦντας τὸ ἀγαθὸν, μὴ εὐαρέστως δὲ τῷ Θεῷ κατά τι τῶν προειρημένων ἐν τῷ ἐρωτήματι, εἰ εὐπρόσδεκτόν ἐστιν ἔργον ἐντολῆς μὴ κατ' ἐντολὴν γινόμενον, περὶ ὧν ὁ Κύριος λέγει, ὅτι ἀπέχουσι τὸν μισθὸν αὐτῶν Ὡς αἱ πέντε μωραὶ παρθένοι, αἵτινες μαρτυροῦνται ὑπ' αὐτοῦ τοῦ Κυρίου, ὅτι τε παρθένοι, καὶ ὅτι τὰς λαμπάδας ἐκόσμησαν, καὶ ὅτι ἀνῆψαν, τουτέστιν, ὁμοίως εἰργάσαντο ταῖς φρονίμοις, καὶ ἐξῆλθον εἰς ἀπάντησιν τοῦ Κυρίου, καὶ κατὰ πάντα ὁμοίως ταῖς φρονίμοις τὴν σπουδὴν ἐπεδείξαντο, διὰ δὲ μόνην τὴν ἔλλειψιν τοῦ ἐν τοῖς ἀγγείοις ἐλαίου τοῦ σκοποῦ ἀποτυχοῦσαι, καὶ τῆς εἰσόδου τοῦ νυμφῶνος ἐκκλεισθεῖσαι. Καὶ ὡς ἐκ τῶν δύο τῶν ὄντων ἐν τῷ μυλῶνι, καὶ ἐπὶ τῆς αὐτῆς κλίνης οἱ ἀφιέμενοι. Ἐφ' ὧν τάχα τὴν αἰτίαν ἐσίγησεν ὁ Κύριος, ἵνα ἐπὶ παντὸς πράγματος, ἐπὶ μικρᾷ γοῦν ἐλλείψει τοῦ πρέποντος, καὶ μάλιστα τῆς εἰλικρινοῦς ἀγάπης, ὡς ὁ ᾿Απόστολος ἐδίδαξε, τὸ μὴ εὐάρεστον δείξῃ. "Ακαρπον τοίνυν τὸ τῶν ἔργων κατὰ τί συμβαίνει γίνεσθαι γνωρίζοντες, φυλαξώμεθα παρὰ μηδὲν τὴν νόμιμον ἄθλησιν τῆς πρὸς Θεὸν εὐαρεστήσεως ἀθλεῖν, ἀλλ' ἐν παντὶ συνιστᾶν ἑαυτοὺς, ὡς Θεοῦ διακόνους. Οὐ μόνον δὲ, ἀλλὰ μήτε συγκοινωνεῖν τοῖς τοιούτοις, ὡς ὁ ἐν Χριστῷ λαλῶν Παῦλος ὁριστικῶς ἀπεφήνατο λέγων· «Μὴ συγκοινωνεῖτε τοῖς ἔργοις τοῖς ἀκάρποις τοῦ σκότους τούτου. » Τὸ δὲ, « Μᾶλλον δὲ καὶ ἐλέγχετε, » ἐπενεγκὼν, τέως τὸν τρόπον τοῦ μὴ συγκοινωνεῖν ἐδίδαξε.

### English translation (Claude)

The difference, then, between those who bear contrary fruits and the unfruitful having been made plain, let us next see what in particular the Apostle calls unfruitful works. When I consider it, I find no one between the one who does the commandment lawfully and in a way pleasing to God, the one who does evil, and the one who does neither, except those who do good, but not in a way pleasing to God, failing in some one of the respects set out earlier in the question whether the work of a commandment is acceptable if it is not done according to the commandment; of these the Lord says that they have their reward. Such were the five foolish virgins. The Lord himself testifies of them that they were virgins, that they trimmed their lamps, and that they lit them, that is, they worked like the wise; they went out to meet the Lord, and in every respect showed zeal like the wise; but through the lack of oil in their flasks alone they missed their goal and were shut out from the entrance to the bridal chamber. So too with the ones who were left, of the two who were at the mill and the two on the same bed. In their case the Lord perhaps kept silent about the cause, so as to show that in every matter even a small lack of what is fitting, and above all of sincere love, as the Apostle taught, is not pleasing. Knowing, then, how works come to be unfruitful, let us take care that our lawful contest for pleasing God falls short in nothing, but that in everything we commend ourselves as servants of God. And not only that, but let us also not have fellowship with such people, as Paul, who speaks in Christ, declared decisively, saying, “Do not have fellowship with the unfruitful works of this darkness.” And by adding, “but instead even expose them,” he taught for the present the manner of not having fellowship.

### Scripture references

- Matt 6:2: allusion, high confidence
- Matt 25:1: allusion, high confidence
- Matt 25:10: allusion, high confidence
- Luke 17:34: allusion, high confidence
- Luke 17:35: allusion, high confidence
- Matt 24:41: allusion, medium confidence
- 1 Cor 13:1: allusion, medium confidence
- 2 Tim 2:5: allusion, high confidence
- 2 Cor 6:4: allusion, high confidence
- Eph 5:11: quotation, high confidence

### Citation (SBL)

Basil, Bapt. 2.9.3 (PG 31:1613; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/basil-baptismo/2-9-3).

## On Baptism 2.9.4

- URL: https://sophiascriptura.com/fathers/basil-baptismo/2-9-0/#p-2-9-4
- Source: PG 31:1615
- Translation: Claude (claude-opus-5-5), 2026-11-12

Summary: One shares in another's sin by helping it, approving it, or knowingly keeping silent; care is owed only to one's own charges, but sharing in evil is forbidden with all.

### Greek text

Τί δέ ἐστι τὸ συγκοινωνεῖν, ἢ καὶ κατὰ πόσους τρόπους τοῦτο γίνεται, καταμάθωμεν. Μνημονεύων οὖν ἐν μὲν ταῖς Παροιμίαις τοῦ, « Ἐλθὲ μεθ' ἡμῶν, κοινώνησον αἵματος, » παρὰ δὲ τῷ ᾿Αποστόλῳ τοῦ, Συγκοινωνούς μου τῆς χάριτος πάντας ὑμᾶς ὄντας, ο καὶ, « Συγκοινωνήσαντές μου τῇ θλίψει καὶ, « Κοινωνείτω δὲ ὁ κατηχούμενος τὸν λόγον τῷ κατηχοῦντι ἐν πᾶσιν ἀγαθοῖς·· καὶ τοῦ, « Εἰ ἐθεώρεις κλέπτην, συνέτρεχες αὐτῷ, καὶ μετὰ μοιχῶν τὴν μερίδα σου ἐτίθεις·· καὶ τοῦ, « Ἐλεγμῷ ἐλέγξεις τὸν ἀδελφόν σου, καὶ οὐ λήψῃ δι' αὐτὸν ἁμαρτίαν» καὶ τοῦ, « Ταῦτα ἐποίησας, καὶ ἐσίγησα· ὑπέλαβες ἀνομίαν, ὅτι ἔσομαί σοι ὅμοιος· ἐλέγξω σε καὶ παραστήσω κατὰ πρόσωπόν σου, » καὶ τῶν τοιούτων, κοινωνίαν ἡγοῦμαι κατὰ τὸ ἔργον, ὅταν ἀλλήλοις ἐπὶ τῷ αὐτῷ σκοπῷ συλλαμβάνωνται πρὸς τὴν ἐνέργειαν· κατὰ δὲ γνώμην, ὅταν συγκατάθηταί τις τῇ διαθέσει τοῦ ποιοῦντος, καὶ συναρεσθῇ. Ἑτέρα δὲ κοινωνία τοὺς πολλοὺς λανθάνουσα ἐμφαίνεται τῇ ἀκριβολογίᾳ τῆς θεοπνεύστου Γραφῆς· ὅταν μήτε συνεργασάμενος, μήτε συγκαταθέμενος τῇ διαθέσει, γνοὺς δὲ τὴν κακίαν τῆς γνώμης ἀφ᾿ ἧς ποιεῖ, ἐφησυχάσῃ, καὶ μὴ ἐλέγξῃ, κατά τε τὰ ἀνωτέρω γεγραμμένα, καὶ κατὰ τὸ ὑπὸ τοῦ Ἀποστόλου εἰρημένον τοῖς Κορινθίοις, ὅτι « Οὐκ ἐπενθήσατε ἵνα ἐξαρθῇ εκ μέσου ὑμῶν ὁ τὸ ἔργον τοῦτο ποιήσας· οἷς ἐπήγαγεν·· Μικρὰ ζύμη ὅλον τὸ φύραμα δολοῖ. γοντος·· Ἑκκαθάρατε τὴν παλαιὰν ζύμην, ἵνα ἦτε νέον φύραμα. » Ὁ δὲ συνεργαζόμενος μέν τινι τὸ ἀγαθὸν ἀγαθῇ γνώμῃ, ἀγνοῶν δὲ αὐτοῦ τὴν κακίαν τῆς τε διαθέσεως καὶ τοῦ σκοποῦ, οὐκ ἐν τῷ συνεργάζεσθαι ἔγκλημα ἕξει κοινωνίας, ἀλλ᾽ ἐν τῷ κεχωρίσθαι τῆς τοῦ ἀλλοτρίου διαθέσεως, φυλάσσειν δὲ ἑαυτὸν ἐν τῷ κανόνι τῆς πρὸς τὸν Θεὸν ἀγάπης, τὸν ἴδιον μισθὸν λαμβάνει κατὰ τὸν ἴδιον κόπον, ὡς ὁ ἐπὶ τῆς κλίνης, καὶ ἡ ἐν τῷ μυλῶνι ἐφανερώθη ἡμῖν παρ' αὐτοῦ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ. Διαφορὰ δὲ εἰς τοὺς πιστευθέντας, καὶ τοὺς μὴ, ἐν τῷ χρέει τῆς ἐπιμελείας ἐστὶν, οὐκ ἐν τῇ κοινωνίᾳ τῶν ἁμαρτημάτων. Ἡ μὲν γὰρ ἐπιμέλεια ἐξαιρέτως μόνοις τοῖς πιστευθεῖσιν ὀφείλεται παρ' ἐμοῦ ἡ δὲ πρὸς τὸ κακὸν καὶ τὰ ἄκαρπα ἔργα κοινωνία κατὰ πάντων ὁμοῦ ἀπηγόρευται.

### English translation (Claude)

Let us learn what it is to have fellowship, and in how many ways it happens. I recall in Proverbs, “Come with us, share in blood”; in the Apostle, “you are all partakers with me of grace,” and, “having shared in my affliction,” and, “Let the one who is taught the word share all good things with the one who teaches”; and, “If you saw a thief, you ran along with him, and you put your portion with adulterers”; and, “You shall surely reprove your brother, and you shall not incur sin because of him”; and, “These things you have done, and I kept silent; you supposed, in lawlessness, that I would be like you; I will reprove you and set your sins before your face”; and such passages. From them I take it that fellowship in deed is when people help one another toward the same goal in action; and fellowship in intention is when someone consents to the disposition of the doer and is pleased with it. But another fellowship, which escapes most people, is shown by the exactness of the divinely inspired Scripture: when a person neither works with the other nor consents to his disposition, but, knowing the wickedness of the intention from which he acts, keeps quiet and does not reprove him. So the passages written above show, and so does what the Apostle said to the Corinthians: “You did not mourn, so that the one who did this deed might be removed from your midst”; to which he added, “A little leaven corrupts the whole lump.” … saying, “Cleanse out the old leaven, so that you may be a new lump.” But one who works at something good with another, with a good intention, not knowing the wickedness of the other’s disposition and aim, will not be charged with fellowship for working with him; rather, by keeping apart from the other’s disposition and guarding himself within the rule of love for God, he receives his own reward according to his own labor, as our Lord Jesus Christ himself made plain to us in the man on the bed and the woman at the mill. The difference between those entrusted to me and those not lies in the obligation of care, not in fellowship in sins. Care is owed by me in a special way to those entrusted to me alone; but fellowship with evil and with unfruitful works is forbidden with regard to all alike.

### Scripture references

- Prov 1:11: quotation, high confidence
- Phil 1:7: quotation, high confidence
- Phil 4:14: quotation, high confidence
- Gal 6:6: quotation, high confidence
- Ps 50:18 (49:18 LXX): quotation, high confidence
- Lev 19:17: quotation, high confidence
- Ps 50:21 (49:21 LXX): quotation, high confidence
- 1 Cor 5:2: quotation, high confidence
- 1 Cor 5:6: quotation, high confidence
- 1 Cor 5:7: quotation, high confidence
- 1 Cor 3:8: allusion, high confidence
- Luke 17:34: allusion, high confidence
- Luke 17:35: allusion, high confidence

### Translation notes

- Basil’s text of 1 Cor 5:6 reads “corrupts” (δολοῖ), as some manuscripts do (cf. Gal 5:9).
- A line is lost in the scan before “saying” (only the end of the word λέγοντος survives); it introduced 1 Cor 5:7 as the Apostle’s words. Marked “…”.
- Prov 1:11 and Ps 50:18, 21 are cited from the Greek Old Testament (Ps 49:18, 21).

### Citation (SBL)

Basil, Bapt. 2.9.4 (PG 31:1615; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/basil-baptismo/2-9-4).

## On Baptism 2.10.0

- URL: https://sophiascriptura.com/fathers/basil-baptismo/2-9-0/#p-2-10-0
- Source: PG 31:1617
- Translation: Claude (claude-opus-5-5), 2026-11-12

Summary: Tenth question: is giving offense always dangerous?

### Greek text

Εἰ ἀεὶ ἐστι τὸ σκανδαλίζειν ἐπικίνδυνον.

### English translation (Claude)

Question 10. Whether causing others to stumble is always dangerous.

### Translation notes

- “Cause to stumble” and “stumbling block” render σκανδαλίζω and σκάνδαλον (“scandal”) throughout this answer.

### Citation (SBL)

Basil, Bapt. 2.10.0 (PG 31:1617; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/basil-baptismo/2-10-0).

## On Baptism 2.10.1

- URL: https://sophiascriptura.com/fathers/basil-baptismo/2-9-0/#p-2-10-1
- Source: PG 31:1617
- Translation: Claude (claude-opus-5-5), 2026-11-12

Summary: A stumbling block is whatever turns people from godly obedience; one who says or does good is not guilty if others misuse it, as some were offended by Christ's own words.

### Greek text

Πρῶτον μὲν ἡγοῦμαι ἀναγκαῖον εἶναι γνῶναι, τί ἐστι σκάνδαλον· ἔπειτα δὲ καὶ τὴν διαφορὰν τῶν σκανδαλιζόντων, καὶ δι᾽ ὧν σκανδαλίζουσι· καὶ οὕτω γνωρίσαι τὸ τε ἀκίνδυνον καὶ τὸ ἐπικίνδυνον. Σκάνδαλον μὲν οὖν ἐστιν, ὡς ἐγὼ λογίζομαι ἐκ τῶν γεγραμμένων ὁδηγούμενος, πᾶν τὸ ἥτοι εἰς ἀποστασίαν τινὰ τῆς κατ᾿ εὐσέβειαν ἀληθείας ἄγον, ἢ πρόσκλησιν τῆς πλάνης ἐμποιοῦν, ἢ οἰκοδομοῦν εἰς ἀσέβειαν, ἢ καθόλου, πᾶν τὸ κωλύον τῇ ἐντολῇ τοῦ Θεοῦ ὑπακούειν μέχρι καὶ αὐτοῦ τοῦ θανάτου. Ἐὰν μὲν οὖν αὐτὸ κατὰ τὸν ἴδιον λόγον ἀγαθὸν ἢ τὸ λεγόμενον, ἢ τὸ γινόμενον, ἡ δὲ νόσος τοῦ χρωμένου τῷ ἔργῳ, ἢ τῷ λόγῳ, ἐν τῇ χρήσει ἐμποιήσῃ αὐτῷ τὴν βλάβην, καθαρός ἐστιν ἀπὸ τοῦ κρίματος τῶν σκανδαλιζομένων ὁ τὸ ἀγαθὸν εἰς οἰκοδομὴν τῆς πίστεως εἰπὼν ἢ ποιήσας, ὥσπερ ὁ Κύριος, εἰπὼν μὲν, Οὐ τὸ εἰσερχόμενον εἰς τὸ στόμα κοινοῖ τὸν ἄνθρωπον, ἀλλὰ τὸ ἐκπορευόμενον ἐκ τοῦ στόματος, τοῦτο κοινοῖ τὸν ἄνθρωπον·, πρὸς δὲ τοὺς σκανδαλισθέντας ἐπαγαγὼν, « Πᾶσα φυτεία ἣν οὐκ ἐφύτευσεν ὁ Πατήρ μου ὁ οὐράνιος, ἐκριζωθήσεται·· εἰπὼν δὲ, ὅτι « Ὁ τρώγων μου τὴν σάρκα, καὶ πίνων μου τὸ αἷμα, ἔχει ζωὴν αἰώνιον·· καὶ μετ᾿ ὀλίγα· « Οὐδεὶς δύναται εἰσελθεῖν πρὸς μὲ, ἐὰν μὴ ἢ αὐτῷ δεδομένον ἐκ τοῦ Πατρός μου·· ὁπότε τούτοις τοῖς ῥήμασιν εἰς ἀπώλειάν τινες ἐχρήσαντο, καθὼς γέγραπται· « Καὶ πολλοὶ τῶν μαθητῶν, ἀκούσαντες τὸν λόγον τοῦτον, ἀπῆλθον εἰς τὰ ὀπίσω, καὶ οὐκέτι μετ᾿ αὐτοῦ περιεπάτουν. Εἶπεν οὖν ὁ Ἰησοῦς τοῖς δώδεκα· Μὴ καὶ ὑμεῖς θέλετε ὑπάγειν; Απεκρίθη οὖν Σίμων Πέτρος· Κύριε, πρὸς τίνα ἀπελευσόμεθα; Ρήματα ζωῆς αἰωνίου ἔχεις, καὶ ἡμεῖς πεπιστεύκαμεν, καὶ ἐγνώκαμεν, ὅτι σὺ εἶ ὁ Χριστὸς ὁ Υἱὸς τοῦ Θεοῦ τοῦ ζῶντος. • Οἷς γὰρ οἱ ὑγιαίνοντες τὴν πίστιν πρὸς οἰκοδομὴν ἐχρήσαντο τῆς πίστεως, καὶ περιποίησιν τῆς αἰωνίου σωτηρίας, τούτοις οἱ ἀσθενοῦντες τὴν γνῶσιν, ἢ τὴν πίστιν, διὰ τὴν ἰδίαν κακίαν, εἰς πρόφασιν ἀπωλείας ἐχρήσαντο, κατά τὸ γεγραμμένων περὶ τοῦ Κυρίου ὅτι, « Οὗτος κεῖται εἰς πτῶσιν καὶ ἀνάστασιν πολλῶν·· οὐ κατὰ τὴν ἑαυτοῦ πρὸς ἑαυτὸν ἐναντιότητα, ἀλλὰ κατὰ τὴν τῶν χρωμένων ἀντικειμένην γνώμην, ὥσπερ καὶ ὁ ᾿Απόστολός φησιν· Οἷς μὲν ὀσμὴ ζωῆς εἰς ζωὴν, οἷς δὲ ὀσμὴ θανάτου εἰς θάνατον.»

### English translation (Claude)

I think it necessary first to know what a stumbling block is; then also the difference among those who cause stumbling, and the means by which they do it; and so to recognize what is without danger and what is dangerous. A stumbling block, then, as I reckon, guided by what is written, is everything that leads to some apostasy from the truth according to godliness, or produces an invitation to error, or builds up toward ungodliness; or, in general, everything that hinders obedience to God’s commandment even unto death itself. If what is said or done is good in its own nature, but the sickness of the one who makes use of the deed or the word causes him harm in using it, then the one who said or did the good thing for the building up of the faith is clear of the judgment on those who are caused to stumble. So it was with the Lord. He said, “Not what goes into the mouth defiles a person, but what comes out of the mouth, this defiles a person,” and he added, to those who were offended, “Every plant that my heavenly Father has not planted will be rooted up.” He said, “Whoever eats my flesh and drinks my blood has eternal life,” and a little later, “No one can come to me unless it is granted him by my Father”; and some used these words for their own destruction, as it is written: “And many of the disciples, hearing this word, went back and no longer walked with him. So Jesus said to the Twelve, ‘Do you also want to go away?’ Simon Peter answered, ‘Lord, to whom shall we go? You have words of eternal life, and we have believed and have come to know that you are the Christ, the Son of the living God.’” For the very words that those who are sound in faith used for the building up of faith and the gaining of eternal salvation, those weak in knowledge or in faith, through their own wickedness, used as an occasion of destruction; as is written of the Lord, “This one is set for the fall and the rising of many”: not because of any contradiction of his with himself, but because of the opposed minds of those who make use of him; as the Apostle too says, “To some a fragrance from life to life, to others a fragrance from death to death.”

### Scripture references

- Matt 15:11: quotation, high confidence
- Matt 15:12: allusion, high confidence
- Matt 15:13: quotation, high confidence
- John 6:54: quotation, high confidence
- John 6:65: quotation, high confidence
- John 6:66: quotation, high confidence
- John 6:67: quotation, high confidence
- John 6:68: quotation, high confidence
- John 6:69: quotation, high confidence
- Luke 2:34: quotation, high confidence
- 2 Cor 2:16: quotation, high confidence

### Citation (SBL)

Basil, Bapt. 2.10.1 (PG 31:1617; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/basil-baptismo/2-10-1).

## On Baptism 2.10.2

- URL: https://sophiascriptura.com/fathers/basil-baptismo/2-9-0/#p-2-10-2
- Source: PG 31:1619
- Translation: Claude (claude-opus-5-5), 2026-11-12

Summary: Whoever does evil, or does something permitted that makes the weak stumble, is guilty of the stumbling block, as Paul shows by renouncing meat for his brother's sake.

### Greek text

Ἐὰν δὲ τῇ ἰδίᾳ φύσει κακὸν ἢ τὸ γινόμενον, ἢ τὸ λεγόμενον, ὁ ποιήσας αὐτὸ, ἢ ὁ εἰπὼν, καὶ τῆς ἰδίας ἁμαρτίας, καὶ τοῦ σκανδάλου ἔχει τὸ κρίμα, κἂν δι' ὃν γίνεται τὸ σκάνδαλον μὴ σκανδαλισθῇ, ὡς ἐπὶ τοῦ Πέτρου μανθάνομεν, πρὸς ὃν λέγει ὁ Κύριος, κωλυθεὶς πληρῶσαι τὴν οἰκονομίαν τῆς μέχρι θανάτου ὑπακοῆς· « Ὕπαγε ὀπίσω μου, Σατανᾶ, σκάνδαλόν μου εἶ. » Καὶ ἡ ἐπενεχθεῖσα δὲ αἰτία ὀλίγη τὰ καθόλου ἰδιώματα τοῦ σκανδάλου ἐδίδαξεν Ὅτι οὐ φρονεῖς τὰ τοῦ Θεοῦ, ἀλλὰ τὰ τῶν ἀνθρώπων·· ὥστε ἡμᾶς εἰδέναι, ὅτι πᾶν φρόνημα ἐναντίως ἔχον τῷ φρονήματι τοῦ Θεοῦ, τοῦτο σκάνδαλόν ἐστι, καὶ εἰς ἔργον προελθὸν φονέως ἔχει τὸ κρῖμα, κατὰ τὸ γεγραμμένον παρὰ Ὠσηὲ τῷ προφήτῃ·· Ἕκρυψαν ἱερεῖς ὁδὸν, ἐφόνευσαν Σίκιμα, ὅτι ἀνομίαν ἐποίησαν ἐν τῷ λαῷ. » Ἐὰν δὲ κατὰ μὲν τὸν ἴδιον λόγον ᾗ τι τῶν συγκεχωρημένων, λαμβάνηται δὲ ἐπὶ βλάβῃ, καὶ γένηται σκανδαλισμοῦ πρόφασις τοῖς ἀσθενοῦσι τὴν πίστιν ἢ τὴν γνῶσιν, ὁ ποιήσας οὐκ ἐκφεύγει τοῦ σκανδάλου τὸ κρίμα· τοῦ ᾿Αποστόλου λέγοντος περὶ τῶν τοιούτων, καὶ μὴ φειδομένων τῶν ἀσθενούντων·· Οὕτω δὲ ἁμαρτάνοντες εἰς τοὺς ἀδελφοὺς, καὶ τύπτοντες αὐτῶν τὴν συνείδησιν ἀσθενοῦσαν, εἰς Χριστὸν ἁμαρτάνετε.» Ὥστε, ὅταν ἢ τὸ γενόμενον τῷ ἰδίῳ λόγῳ κακὸν ὑπάρχον αἴτιον γένηται σκανδαλισμοῦ, ἢ τι τῶν συγκεχωρημένων … τράχηλον αὐτοῦ, καὶ ἔῤῥιπται εἰς τὴν θάλασσαν, ἢ ἵνα σκανδαλίσῃ ἕνα τῶν μικρῶν τούτων.» Πλατύτερον δὲ ἐν τοῖς πρώτοις ἐρωτήμασιν ἐξεθέμεθα, ἔνθα καὶ οἱ τρόποι τῶν σκανδαλιζομένων σαφέστερον ἐξητάσθησαν. Διόπερ ὁ ᾿Απόστολος ἐπὶ τῶν συγκεχωρημένων φησί· « Καλὸν τὸ μὴ φαγεῖν κρέα, μηδὲ πιεῖν οἶνον, μηδὲ ἐν ᾧ ὁ ἀδελφός σου προσκόπτει, ἢ σκανδαλίζεται, ἢ ἀσθενεῖ·· καὶ πάλιν ἀλλαχοῦ λέγων ὅτι, ι Πᾶν κτίσμα Θεοῦ καλὸν, καὶ οὐδὲν ἀπόβλητον μετ' εὐχαριστίας λαμβανόμενον·· ὅμως φησὶν, « Οὐ μὴ φάγω κρέᾳ εἰς τὸν αἰῶνα, ἵνα μὴ τὸν ἀδελφόν μου σκανδαλίσω. » Εἰ δὲ ἐπὶ τῶν συγκεχωρημένων τοιοῦτον τὸ κρῖμα, τί ἄν τις εἴποι περὶ τῶν κεκολυμένων; Διόπερ καθολικώτερον ἡμᾶς παιδεύει, λέγων· « Απρόσκοποι γίνεσθε καὶ Ἰουδαίοις καὶ Ἕλλησι, καὶ τῇ Ἐκκλησίᾳ τοῦ Θεοῦ, καθὼς κἀγὼ πάντα πᾶσιν ἀρέσκω, μὴ ζητῶν τὸ ἐμαυτοῦ συμφέρον, ἀλλὰ τὸ τῶν πολλῶν, ἵνα σωθῶσιν.

### English translation (Claude)

But if what is done or said is evil in its own nature, the one who did it or said it bears the judgment both of his own sin and of the stumbling block, even if the one before whom the stumbling block is laid is not caused to stumble. So we learn from the case of Peter, to whom the Lord said, when Peter was hindering him from fulfilling the dispensation of obedience unto death, “Get behind me, Satan; you are a stumbling block to me.” And the brief reason added taught the general marks of a stumbling block: “For you are not setting your mind on the things of God, but on the things of men”; so that we may know that every mind contrary to the mind of God is a stumbling block, and, when it goes forth into action, bears the judgment of a murderer, according to what is written in Hosea the prophet: “The priests hid the way; they murdered Shechem, because they committed lawlessness among the people.” And if it is something permitted in its own nature, but is taken in a harmful way and becomes an occasion of stumbling to those weak in faith or knowledge, the one who did it does not escape the judgment of the stumbling block. For the Apostle says of such people, who do not spare the weak, “Thus, sinning against the brothers and wounding their weak conscience, you sin against Christ.” So, when either what is done, being evil in its own nature, becomes a cause of stumbling, or something permitted …, his neck and he were thrown into the sea, than that he should cause one of these little ones to stumble.” We have set this out more fully in the first questions, where the ways in which people are caused to stumble were also examined more clearly. Therefore the Apostle says about permitted things, “It is good not to eat meat or drink wine or do anything by which your brother stumbles or is offended or is weakened”; and though he says elsewhere, “Every creature of God is good, and nothing is to be rejected if it is received with thanksgiving,” still he says, “I will never eat meat, so that I may not cause my brother to stumble.” If such is the judgment about permitted things, what would one say about forbidden things? Therefore he teaches us more generally, saying, “Give no offense to Jews or to Greeks or to the church of God, just as I also please everyone in everything, not seeking my own advantage, but that of the many, that they may be saved.”

### Scripture references

- Matt 16:21: allusion, medium confidence
- Matt 16:23: quotation, high confidence
- Hos 6:9: quotation, high confidence
- 1 Cor 8:12: quotation, high confidence
- Luke 17:2: quotation, high confidence
- Rom 14:21: quotation, high confidence
- 1 Tim 4:4: quotation, high confidence
- 1 Cor 8:13: quotation, high confidence
- 1 Cor 10:32: quotation, high confidence
- 1 Cor 10:33: quotation, high confidence

### Translation notes

- The scan had moved the words “becomes a cause of stumbling, or something permitted” into an earlier sentence; restored by logged corrections. A line is still lost after them: it continued the sentence and began the Lord’s saying about the millstone (Luke 17:2). Marked “…”.
- “The first questions” in which this was set out more fully are not identified.
- Hos 6:9 is cited from the Greek Old Testament.

### Citation (SBL)

Basil, Bapt. 2.10.2 (PG 31:1619; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/basil-baptismo/2-10-2).

## On Baptism 2.11.0

- URL: https://sophiascriptura.com/fathers/basil-baptismo/2-9-0/#p-2-11-0
- Source: PG 31:1621
- Translation: Claude (claude-opus-5-5), 2026-11-12

Summary: Eleventh question: may one decline God's command or let others, even friends, hinder its doing?

### Greek text

Εἰ χρὴ ἢ ἀκίνδυνόν ἐστι παραιτεῖσθαί τι τῶν προστεταγμένων ὑπὸ τοῦ Θεοῦ, ἢ κωλύειν τὸν ἐπιταχθέντα ποιῆσαι, ἢ κωλυόντων ἀνέχεσθαι· μάλιστα ἐὰν γνήσιος ᾗ ὁ κωλύων, ἢ λογισμὸς εὐλογοφανὴς ἀντιπίπτῃ τῷ προστάγματι.

### English translation (Claude)

Question 11. Whether it is right, or without danger, to decline anything commanded by God, or to hinder one who has been ordered to do it, or to put up with those who hinder; especially if the one who hinders is a true friend, or a plausible reasoning stands against the command.

### Citation (SBL)

Basil, Bapt. 2.11.0 (PG 31:1621; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/basil-baptismo/2-11-0).

## On Baptism 2.11.1

- URL: https://sophiascriptura.com/fathers/basil-baptismo/2-9-0/#p-2-11-1
- Source: PG 31:1621
- Translation: Claude (claude-opus-5-5), 2026-11-12

Summary: Christ refused even well-meant hindrances from John and Peter, and Paul from his friends, so no one may decline or obstruct God's commands for any plausible reason.

### Greek text

Τοῦ Κυρίου λέγοντος, « Μάθετε ἀπ᾿ ἐμοῦ, ὅτι πρᾶς εἰμι καὶ ταπεινὸς τῇ καρδίᾳ, » δῆλον, ὅτι καὶ πάντα ἀσφαλέστερον παιδευόμεθα μνημονεύοντες αὐτοῦ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ τοῦ μονογενοῦς Υἱοῦ τοῦ Θεοῦ τοῦ ζῶντος, ἡνίκα Ἰωάννης ὁ Βαπτιστὴς εἶπεν αὐτῷ, « Ἐγὼ χρείαν ἔχω ὑπὸ σοῦ βαπτισθῆναι, καὶ σὺ ἔρχῃ πρὸς μέ; » ἀποκριναμένου, ὅτι « ῎Αφες ἄρτι· οὕτω γὰρ πρέπον ἐστὶν ἡμῖν πληρῶσαι πᾶσαν δικαιοσύνην· ἐπὶ δὲ τῶν μαθητῶν, ἡνίκα ἀπηύξατο ὁ Πέτρος τοὺς ἐν Ἱερουσαλήμ προφητευθέντας ὑπ' αὐτοῦ τοῦ Κυρίου ἐπάγεσθαι πειρασμοῦς, ἀγανακτικώτερον εἰπόντος• Ὕπαγε ὀπίσω μου, Σατανᾶ, σκάνδαλόν μου εἱ· ὅτι οὐ φρονεῖς τὰ τοῦ Θεοῦ, ἀλλὰ τὰ τῶν ἀνθρώπων·· καὶ πάλιν, ἡνίκα ὁ αὐτὸς Πέτρος παρῃτήσατο τὴν ὑπηρεσίαν διαθέσει τιμῆς τῆς πρὸς τὸν Δεσπότην, πάλιν εἰπόντος τοῦ Κυρίου ὅτι, « Ἐὰν μὴ νίψω σε, οὐκ ἔχεις μέρος μετ' ἐμοῦ. • Εἰ δὲ δεῖ πλεῖον βοηθηθῆναι τὴν ψυχὴν ἐν τοῖς τῶν ὁμογενῶν ὑποδείγμασι, μνημονεύσωμεν τοῦ ᾿Αποστόλου λέγοντος· ο Τί ποιεῖτε κλαίοντες, καὶ συνθρύπτοντές μου τὴν καρδίαν; Ἐγὼ γὰρ οὐ μόνον δεθῆναι, ἀλλὰ καὶ ἀποθανεῖν εἰς Ἱερουσαλήμ ἑτοίμως ἔχω ὑπὲρ τοῦ ὀνόματος τοῦ Κυρίου Ἰησοῦ. » Ποῖος δ' ἂν ἢ ἐνδοξότερος Ἰωάννου, ἢ γνησιώτερος Πέτρου, ἢ λογισμοὶ τῶν ἐκείνοις ὑποπεσόντων φανεῖεν ἂν εὐλαβέστεροι; Ἐγὼ δὲ οἶδα, οὔτε Μωσῆς ὁ ἅγιος, οὔτε Ἰωνᾶς ὁ προφήτης, εἰς ἀθέτησιν ὑπακοῆς χρησάμενοι λογισμοῖς, ἀνέγκλητοι ἔμειναν παρὰ Θεῷ. Δι' ὧν παιδευόμεθα μήτε ἀντιλέγειν, μήτε κωλύειν, μήτε κωλυόντων ἀνέχεσθαι. Εἰ δὲ τούτων καὶ τῶν τοιούτων καθάπαξ ἐδίδαξεν ὁ λόγος μὴ ἀνέχεσθαι, πόσῳ μᾶλλον ἐπὶ τῶν λοιπῶν μιμεῖσθαι τοὺς ἁγίους ἀναγκαῖον; ποτὲ μὲν εἰπόντας, « Πειθαρχεῖν δεῖ Θεῷ μᾶλλον ἢ ἀνθρώποις· » ποτὲ δὲ, « Εἰ δίκαιόν ἐστιν ὑμῶν ἀκούειν μᾶλλον ἢ τοῦ Θεοῦ, κρίνατε. Οὐ δυνάμεθα γὰρ ἅ εἴδομεν, καὶ ἠκούσαμεν, μὴ λαλεῖν.

### English translation (Claude)

Since the Lord says, “Learn from me, for I am gentle and lowly in heart,” it is plain that we are taught all things more securely by remembering our Lord Jesus Christ himself, the only-begotten Son of the living God. When John the Baptist said to him, “I need to be baptized by you, and do you come to me?”, he answered, “Let it be so now; for thus it is fitting for us to fulfil all righteousness.” And with the disciples: when Peter prayed that the trials which the Lord himself had foretold would come upon him in Jerusalem might be averted, the Lord said with some indignation, “Get behind me, Satan; you are a stumbling block to me; for you are not setting your mind on the things of God, but on the things of men.” And again, when the same Peter declined the service out of a disposition of honor toward the Master, the Lord again said, “Unless I wash you, you have no part with me.” And if the soul needs more help from the examples of those of our own nature, let us recall the Apostle, who said, “What are you doing, weeping and breaking my heart? For I am ready not only to be bound, but even to die in Jerusalem for the name of the Lord Jesus.” Who could seem more glorious than John, or more devoted than Peter, or what reasonings could seem more reverent than those that occurred to them? And I know that neither holy Moses nor Jonah the prophet, when they used reasonings to set aside obedience, remained blameless before God. By these examples we are taught neither to speak against a command, nor to hinder it, nor to put up with those who hinder it. If the word taught us once for all not to put up with these and such things, how much more is it necessary in all the rest to imitate the saints, who said at one time, “We must obey God rather than men,” and at another, “Whether it is right in the sight of God to listen to you rather than to God, you must judge. For we cannot but speak of what we have seen and heard.”

### Scripture references

- Matt 11:29: quotation, high confidence
- Matt 3:14: quotation, high confidence
- Matt 3:15: quotation, high confidence
- Matt 16:21: allusion, high confidence
- Matt 16:22: allusion, high confidence
- Matt 16:23: quotation, high confidence
- John 13:8: quotation, high confidence
- Acts 21:13: quotation, high confidence
- Exod 4:14: allusion, medium confidence
- Jonah 1:3: allusion, high confidence
- Acts 5:29: quotation, high confidence
- Acts 4:19: quotation, high confidence
- Acts 4:20: quotation, high confidence

### Translation notes

- Moses’ reluctance (Exod 4:10–14) and Jonah’s flight (Jonah 1:3) are probably meant.

### Citation (SBL)

Basil, Bapt. 2.11.1 (PG 31:1621; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/basil-baptismo/2-11-1).

## On Baptism 2.12.0

- URL: https://sophiascriptura.com/fathers/basil-baptismo/2-9-0/#p-2-12-0
- Source: PG 31:1623
- Translation: Claude (claude-opus-5-5), 2026-11-12

Summary: Twelfth question: must each care for everyone, or only for those in his charge, according to his gift?

### Greek text

Εἰ πᾶς ὀφειλέτης ἐστὶ πάντων τῆς ἐν πᾶσιν ἐπιμελείας, ἢ μόνον τῶν πεπιστευμένων· καὶ τούτων κατὰ τὸ μερισθὲν αὐτῷ ὑπὸ Θεοῦ διὰ Πνεύματος ἁγίου χάρισμα.

### English translation (Claude)

Question 12. Whether everyone is under obligation to care for all people in all things, or only for those entrusted to him; and for these according to the gift allotted to him by God through the Holy Spirit.

### Citation (SBL)

Basil, Bapt. 2.12.0 (PG 31:1623; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/basil-baptismo/2-12-0).

## On Baptism 2.12.1

- URL: https://sophiascriptura.com/fathers/basil-baptismo/2-9-0/#p-2-12-1
- Source: PG 31:1623
- Translation: Claude (claude-opus-5-5), 2026-11-12

Summary: Christ and the apostles kept to the mission given them, so each Christian must care for those entrusted to him and wait for God's command.

### Greek text

Τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ τοῦ μονογενοῦς Υἱοῦ τοῦ Θεοῦ, δι' οὗ τὰ πάντα ἐγένετο, ὁρατά τε καὶ ἀόρατα, ὁμολογοῦντος μὲν ὅτι, « Οὐκ ἀπεστάλην εἰ μὴ εἰς τὰ πρόβατα τὰ ἀπολωλότα οἴκου Ἰσραήλ· » λέγοντος δὲ τοῖς ἑαυτοῦ μαθηταῖς, « Καθὼς ἀπέστειλέ με ὁ Πατήρ, κἀγὼ ἀπέστειλα ὑμᾶς·· παραγγέλλοντος δὲ, «Εἰς ὁδὸν ἐθνῶν μὴ ἀπελθεῖν, καὶ εἰς πόλιν Σαμαρειτῶν μὴ εἰσελθεῖν· μετὰ δὲ τὸ τὴν προφητείαν εἰς αὐτὸν πληρωθῆναι τοῦ Δαβὶδ εἰπόντος, ὡς ἐκ προσώπου τοῦ Θεοῦ καὶ Πατρὸς, « Υἱός μου εἶ σὺ, ἐγὼ σήμερον γεγέννηκά σε· αἴτησαι παρ' ἐμοῦ, καὶ δώσω σοι ἔθνη τὴν κληρονομίαν σου, καὶ τὴν κατάσχεσίν σου τὰ πέρατα τῆς γῆς· τότε καὶ τοῖς ἑαυτοῦ μαθηταῖς παραγγείλαντος, « Πορευθέντες, μαθητεύσατε πάντα τὰ ἔθνη·· πῶς οὐ πολλῷ μᾶλλον ἕκαστος ἡμῶν ἀκριβέστερον φυλάσσειν ὀφείλει τὸ τοῦ Ἀποστόλου παράγγελμα γράψαντος, • Μὴ ὑπερφρονεῖν παρ' ὃ δεῖ φρονεῖν, ἀλλὰ φρονεῖν εἰς τὸ σωφρωνεῖν, ἑκάστῳ ὡς ὁ Θεὸς ἐμέρισε μέτρον πίστεως, » ἀναμένειν δὲ, πότε, καὶ τί ἐπιταχθῇ, καθώς φησι καὶ πάλιν· «Ἕκαστος ἐν ᾧ ἐκλήθη, ἀδελφοὶ, ἐν τούτῳ μενέτω. » ᾿Ἀλλὰ καὶ ὁ αὐτὸς δὲ ᾿Απόστολος, ὁ ἑτέροις παραγγέλλει, ἀκριβέστερον φυλάσσων, λέγει· « Δεξιὰς ἔδωκαν ἐμοὶ καὶ Βαρνάβᾳ κοινωνίας, ἵν᾿ ἡμᾶς μὲν εἰς τὰ ἔθνη, αὐτοὶ δὲ εἰς τὴν περιτομήν.

### English translation (Claude)

Our Lord Jesus Christ, the only-begotten Son of God, through whom all things were made, visible and invisible, confessed, “I was sent only to the lost sheep of the house of Israel”; he said to his own disciples, “As the Father sent me, I also have sent you”; and he commanded them not to go into the way of the Gentiles and not to enter a city of the Samaritans. Only after the prophecy of David had been fulfilled in him, spoken as in the person of God the Father, “You are my Son; today I have begotten you. Ask of me, and I will give you the nations as your inheritance, and the ends of the earth as your possession,” did he command his disciples, “Go, make disciples of all the nations.” How much more, then, must each of us keep more exactly the instruction of the Apostle, who wrote, “not to think more highly than one ought to think, but to think so as to be sober-minded, each according to the measure of faith that God has assigned,” and to wait for when and what is commanded; as he says again, “Each, brothers, in the state in which he was called, in that let him remain.” And the same Apostle, keeping more exactly what he commands others, says, “They gave me and Barnabas the right hand of fellowship, that we should go to the Gentiles and they to the circumcision.”

### Scripture references

- Col 1:16: allusion, high confidence
- Matt 15:24: quotation, high confidence
- John 20:21: quotation, high confidence
- Matt 10:5: quotation, high confidence
- Ps 2:7: quotation, high confidence
- Ps 2:8: quotation, high confidence
- Matt 28:19: quotation, high confidence
- Rom 12:3: quotation, high confidence
- 1 Cor 7:24: quotation, high confidence
- Gal 2:9: quotation, high confidence

### Citation (SBL)

Basil, Bapt. 2.12.1 (PG 31:1623; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/basil-baptismo/2-12-1).

## On Baptism 2.12.2

- URL: https://sophiascriptura.com/fathers/basil-baptismo/2-9-0/#p-2-12-2
- Source: PG 31:1623
- Translation: Claude (claude-opus-5-5), 2026-11-12

Summary: When love for God or neighbor calls, one may go beyond one's charge and be rewarded; but one who neglects his own charge is guilty of the blood of those he did not teach.

### Greek text

Ἐὰν δὲ ποτε ἀνάγκη γένηται τῆς ἀγαπης τῆς πρὸς τὸν Θεὸν ἢ τῆς πρὸς τὸν πλησίον καλούσης εἰς ἀναπλήρωσιν τοῦ ἐλλείποντος, ὁ ὑπακούσας ἔχει τὸν μισθὸν τῆς ἑκουσίου ὑπακοῆς. Καλεῖ δὲ, ὅτε ἐστὶ πρὸς τὸν Θεὸν καὶ τὸν Χριστὸν αὐτοῦ ἀγάπη πληρῶσαι τὴν ἐντολὴν τοῦ Κυρίου, εἰπόντος. Ἐντολὴν καινὴν δίδωμι ὑμῖν, ἵνα ἀγαπᾶτε ἀλλήλους, καθὼς ἐγὼ ἡγάπησα ὑμᾶς. Μείζονα ταύτης ἀγάπην οὐδεὶς ἔχει, ἵνα τις τὴν ψυχὴν αὐτοῦ θῇ ὑπὲρ τῶν φίλων αὐτοῦ. › Ἡ δὲ πρὸς τὸν πλησίον, ἡνίκα ἂν ὁ ἐγκεχειρισμένος τὴν προστασίαν βοηθείας χρείαν σχῇ, ἢ τὸ τάγμα τῶν φροντιζομένων χρείαν ἔχῃ τοῦ ἀναπληροῦντος τὸ προσλεῖπον, τοῦ Ἀποστόλου εἰπόντος, • Μηδεὶς τὸ ἑαυτοῦ ζητείτω, ἀλλὰ τὸ τοῦ ἑτέρου ἕκαστος·· ἡ γὰρ κατὰ Χριστὸν ἀγάπη οὐ ζητεῖ τὰ ἑαυτῆς· καὶ ἀλλαχοῦ, « Οἱκοδομεῖτε εἷς τὸν ἕνα, καθὼς καὶ ποιεῖτε. » Ὥστε εἰς ὅ τι μὲν ἀπεστάλη τις, μὴ πληρώσας τὸ κήρυγμα ἔργῳ καὶ λόγῳ, ἔνοχός ἐστι τοῦ αἵματος τῶν μὴ ἀκουσάντων· καὶ οὐκ ἔχει ἐξουσίαν εἰπεῖν τὰ αὐτὰ τῷ Ἀποστόλῳ διαμαρτυρομένῳ τοῖς πρεσβυτέροις Ἐφεσίων, ὅτι « Καθαρός εἰμι ἀπὸ τοῦ νῦν ἀπὸ τοῦ αἵματος πάντων ὑμῶν. Οὐ γὰρ ὑπεστειλάμην τοῦ μὴ ἀναγγεῖλαι ὑμῖν πᾶσαν τὴν βουλὴν τοῦ Θεοῦ. Ἐὰν δὲ πλέον τι τοῦ ἐπιτεταγμένου ποιῆσαι δυνηθῇ εἰς οἰκοδομὴν τῆς πίστεως ἐν ἀγάπῃ Χριστοῦ, μισθὸν ἔχει, ὃν ὑπέδειξεν ἡμῖν ὁ Ἀπόστολος, εἰπών· γὰρ ἑκὼν τοῦτο πράσσω, μισθὸν ἔχω· εἰ δὲ ἄκων, οἰκονομίαν πεπίστευμαι.

### English translation (Claude)

But if ever there is a need, when love for God or love for neighbor calls one to make up what is lacking, the one who obeys has the reward of voluntary obedience. Love for God and for his Christ calls when it is a matter of fulfilling the commandment of the Lord, who said, “A new commandment I give you, that you love one another as I have loved you. Greater love has no one than this, that someone lay down his life for his friends.” Love for neighbor calls when the one entrusted with oversight needs help, or the company of those in his care needs someone to make up what is lacking; for the Apostle says, “Let no one seek his own, but each that of the other”; for love according to Christ does not seek its own; and elsewhere, “Build up one another, as you are doing.” So if someone has been sent for some purpose and has not fulfilled the preaching in deed and word, he is guilty of the blood of those who did not hear, and has no right to say the same as the Apostle, who solemnly testified to the elders of Ephesus, “I am clean, from now on, of the blood of all of you. For I did not shrink from declaring to you the whole counsel of God.” But if he can do something more than what was commanded, for the building up of the faith in the love of Christ, he has a reward, which the Apostle showed us, saying, “For if I do this willingly, I have a reward; but if unwillingly, I have been entrusted with a stewardship.”

### Scripture references

- John 13:34: quotation, high confidence
- John 15:13: quotation, high confidence
- 1 Cor 10:24: quotation, high confidence
- 1 Cor 13:5: allusion, high confidence
- 1 Thess 5:11: quotation, high confidence
- Ezek 3:18: allusion, medium confidence
- Acts 20:26: quotation, high confidence
- Acts 20:27: quotation, high confidence
- 1 Cor 9:17: quotation, high confidence

### Translation notes

- “If I do this willingly”: the printed text lacks the opening “if” (εἰ) of 1 Cor 9:17; translated by sense.

### Citation (SBL)

Basil, Bapt. 2.12.2 (PG 31:1623; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/basil-baptismo/2-12-2).

## On Baptism 2.13.0

- URL: https://sophiascriptura.com/fathers/basil-baptismo/2-9-0/#p-2-13-0
- Source: PG 31:1625
- Translation: Claude (claude-opus-5-5), 2026-11-12

Summary: Thirteenth question: must one face every trial, even death, to obey God, especially in caring for one's charges?

### Greek text

Εἰ χρὴ πάντα πειρασμὸν ὑπομένειν, κἂν θανάτου ἔχῃ ἀπειλὴν, ὑπὲρ τοῦ φυλαχθῆναι τὴν πρὸς Θεὸν ὑπακοὴν, καὶ μάλιστα ἐν τῇ ἐπιμελείᾳ τῶν πεπιστευμένων.

### English translation (Claude)

Question 13. Whether one must endure every trial, even if it carries the threat of death, in order to keep obedience to God, and especially in the care of those entrusted to one.

### Citation (SBL)

Basil, Bapt. 2.13.0 (PG 31:1625; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/basil-baptismo/2-13-0).

## On Baptism 2.13.1

- URL: https://sophiascriptura.com/fathers/basil-baptismo/2-9-0/#p-2-13-1
- Source: PG 31:1625
- Translation: Claude (claude-opus-5-5), 2026-11-12

Summary: Christ went willingly to meet his captors, so his followers must gladly endure every trial, even death, as the apostles did.

### Greek text

Εἰ ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς, ὁ μονογενὴς Υἱὸς τοῦ Θεοῦ τοῦ ζῶντος, δι' οὗ τὰ πάντα ἐγένετο, ὁρατὰ τε καὶ ἀόρατα, ὁ ζωὴν ἔχων, ὥσπερ ἔχει ὁ δεδωκὼς αὐτῷ Πατὴρ, ὁ τὴν ἐξουσίαν πᾶσαν λαβὼν παρὰ τοῦ Πατρὸς, ἐπερχομένων τῶν συλλαμβανόντων αὐτὸν εἰς τὸν ὑπὲρ τῆς ἡμετέρας δικαιοσύνης καὶ αἰωνίου ζωῆς θάνατον, μετὰ τοσαύτης ἀπήντησε προθυμίας, λέγων· « Ἰδοὺ παραδίδοται ὁ Υἱὸς τοῦ ἀνθρώπου εἰς τὰς χεῖρας τῶν ἁμαρτωλῶν· ἐγείρεσθε, ἄγωμεν· ἰδοὺ ὁ παραδιδούς με ἤγγικε·» καὶ ὡς ἐν τῷ κατὰ Ἰωάννην Εὐαγγελίῳ γέγραπται· Ἰησοῦς οὖν, εἰδὼς πάντα τὰ ἐρχόμενα ἐπ᾿ αὐτὸν, ἐξελθὼν εἶπεν αὐτοῖς· Τίνα ζητεῖτε;» ᾿Απεκρίθησαν αὐτῷ·· Ἰησοῦν τὸν Ναζωραῖον·· Λέγει αὐτοῖς ὁ Ἰησοῦς·· Ἐγώ εἰμι·· καὶ μετ᾿ ὀλίγα· « Εἶπον ὑμῖν, ὅτι ἐγώ εἰμι· εἰ οὖν ἐμὲ ζητεῖτε, ἄφετε τούτους ὑπάγειν·, πόσῳ μᾶλλον ἡμεῖς τὰ κατὰ φύσιν ἑκόντες ὑπομένειν ὀφείλομεν; ἵνα, διὰ τὴν πρὸς τὸν Θεὸν ὑπακοὴν νικῶντες τοὺς ἐπαγομένους ὑπὸ τῶν ἐχθρῶν πειρασμοὺς, δοξάσωμεν τὸν Θεὸν, ὅτι τὰ δοκοῦντα παρὰ τῶν ἐχθρῶν ἐπάγεσθαι λυπηρὰ μέχρι θανάτου χαίροντες δεχόμεθα, τὸ φρόνημα κατορθώσαντες τοῦ λέγοντος ὅτι, « Ὑμῖν ἐχαρίσθη τὸ ὑπὲρ Χριστοῦ ου μόνον τὸ εἰς αὐτὸν πιστεύειν, ἀλλὰ καὶ τὸ ὑπὲρ αὐτοῦ πάσχειν. » Κηρύσσουσι δὲ τοὺς τῶν ἀποστόλων ἀγῶνας αἱ Πράξεις ἱστοροῦσαι, ὅτι τὰς ὕβρεις καὶ τοὺς θανάτους μετὰ χαρᾶς ἐδέξαντο, ὑπὲρ τοῦ πληρῶσαι τὸ κήρυγμα κατὰ τὴν ἐντολὴν τοῦ Κυρίου

### English translation (Claude)

Our Lord Jesus Christ, the only-begotten Son of the living God, through whom all things were made, visible and invisible, who has life just as the Father who gave it to him has it, who received all authority from the Father, went to meet those who came to arrest him for the death on behalf of our righteousness and eternal life with such readiness, saying, “Behold, the Son of Man is betrayed into the hands of sinners. Rise, let us go; behold, the one who betrays me is at hand”; and, as is written in the Gospel according to John, “Jesus, then, knowing all that was coming upon him, went out and said to them, ‘Whom do you seek?’ They answered him, ‘Jesus the Nazarene.’ Jesus said to them, ‘I am he’”; and a little later, “I told you that I am he; so if you seek me, let these go.” If he did this, how much more ought we willingly to endure what belongs to our nature? So, conquering through obedience to God the trials brought on us by our enemies, we may glorify God, because we receive with joy, even to death, the painful things that seem to be brought on us by our enemies, having made our own the mind of the one who says, “To you it has been granted for the sake of Christ not only to believe in him but also to suffer for his sake.” The Acts proclaim the struggles of the apostles, recounting that they received insults and deaths with joy for the sake of fulfilling the preaching according to the commandment of the Lord.

### Scripture references

- Col 1:16: allusion, high confidence
- John 5:26: allusion, high confidence
- Matt 28:18: allusion, high confidence
- Matt 26:45: quotation, high confidence
- Matt 26:46: quotation, high confidence
- John 18:4: quotation, high confidence
- John 18:5: quotation, high confidence
- John 18:8: quotation, high confidence
- Phil 1:29: quotation, high confidence
- Acts 5:41: allusion, high confidence

### Citation (SBL)

Basil, Bapt. 2.13.1 (PG 31:1625; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/basil-baptismo/2-13-1).

## On Baptism 2.13.2

- URL: https://sophiascriptura.com/fathers/basil-baptismo/2-9-0/#p-2-13-2
- Source: PG 31:1627
- Translation: Claude (claude-opus-5-5), 2026-11-12

Summary: Nothing can separate believers from Christ's love, which is shown by keeping his commandments to the death; looking to Christ and the saints, they will inherit the kingdom.

### Greek text

Παιδεύει δὲ ἡμᾶς καὶ ὁ ᾿Απόστολος λέγων· Τίς ἡμᾶς χωρίσει ἀπὸ τῆς ἀγάπης τοῦ Θεοῦ; Θλίψις, ἢ στενοχωρία, ἢ διωγμός, ἢ λιμὸς, ἢ γυμνότης, ἢ κίνδυνος, ἢ μάχαιρα; Καθὼς γέγραπται ὅτι, Ἕνεκά σου θανατούμεθα ὅλην τὴν ἡμέραν· ἐλογίσθημεν ὡς πρόβατα σφαγῆς. ᾿Αλλ' ἐν τούτοις πᾶσιν ὑπερνικῶμεν διὰ τοῦ ἀγαπήσαντος ἡμᾶς. Πέπεισμαι γὰρ, ὅτι οὔτε θάνατος, οὔτε ζωὴ, οὔτε ἄγγελοι, οὔτε ἀρχαὶ, οὔτε ἐξουσίαι, οὔτε δυνάμεις, οὔτε ἐνεστῶτα, οὔτε μέλλοντα, οὔτε ὕψωμα, οὔτε βάθος, οὔτε τις κτίσις ἑτέρα δυνήσεται ἡμᾶς χωρίσαι ἀπὸ τῆς ἀγάπης τοῦ Θεοῦ τῆς ἐν Χριστῷ Ἰησοῦ·· τῆς ἀγάπης τῆς ἐν Χριστῷ κατηναγκασμένως καὶ ἀπαραλείπτως ἐχούσης τὴν τήρησιν τῶν ἐντολῶν, καθὼς αὐτὸς ὁ Κύριος εἶπεν· «Ὁ ἀγαπῶν με τὰς ἐντολάς μου τηρήσει· ὁ δὲ μὴ τηρῶν μου τοὺς λόγους, οὗτος οὐκ ἀγαπᾷ με·· καὶ, « Ὑμεῖς φίλοι μού έστε, ἐὰν ποιῆτε ὅσα ἐγὼ ἐντέλλομαι ὑμῖν. » Καινὴ δὲ καὶ ἰδία αὐτοῦ ἐντολὴ τὸ ἀγαπᾶν ἀλλήλους, ἤντινα πληρῶν ὁ ᾿Απόστολός φησιν·· Οὕτως ἱμειρόμενοι ὑμῶν, εὐδοκοῦμεν μεταδοῦναι ὑμῖν οὐ μόνον τὸ Εὐαγγέλιον τοῦ Χριστοῦ, ἀλλὰ καὶ τὰς ἑαυτῶν ψυχὰς, ὅτε ἀγαπητοὶ ἡμῖν γεγένησθε. » ᾿Αφορῶντες οὖν εἰς τὸν Χριστὸν, τῇ ἐνδόξῳ μιμήσει τὴν προθυμίαν ἐπιτείνωμεν· κατανοοῦντες δὲ τοὺς ἀγίους, τὸ δυνατὸν παιδευώμεθα, ἵνα, διὰ τούτων προθυμότεροι γενόμενοι, ἄσπιλον καὶ ἄμωμον μέχρι θανάτου πᾶσαν τὴν ἐντολὴν τοῦ Κυρίου φυλάξαντες, εἰς τὴν ζωὴν τὴν αἰώνιον εἰσέλθωμεν, καὶ βασιλείαν οὐρανῶν κληρονομήσωμεν, καθὼς ἐπηγγείλατο ὁ ἀψευδὴς Κύριος καὶ Θεὸς ἡμῶν Ἰησοῦς Χριστὸς, ὁ μονογενὴς τοῦ Θεοῦ τοῦ ζῶντος Υιός.

### English translation (Claude)

The Apostle too teaches us, saying, “Who shall separate us from the love of God? Tribulation, or distress, or persecution, or famine, or nakedness, or danger, or sword? As it is written, ‘For your sake we are being killed all the day long; we are regarded as sheep for the slaughter.’ But in all these things we are more than conquerors through him who loved us. For I am persuaded that neither death nor life, nor angels nor principalities, nor authorities, nor powers, nor things present nor things to come, nor height nor depth, nor any other creature will be able to separate us from the love of God that is in Christ Jesus.” Love in Christ necessarily, and without omission, includes the keeping of the commandments, as the Lord himself said, “Whoever loves me will keep my commandments; but whoever does not keep my words does not love me”; and, “You are my friends if you do whatever I command you.” His new and particular commandment is to love one another; fulfilling it, the Apostle says, “So, longing for you, we were pleased to share with you not only the Gospel of Christ but also our own lives, because you had become beloved to us.” Looking, then, to Christ, let us intensify our zeal by a glorious imitation; and contemplating the saints, let us learn what is possible; so that, made more eager by these, and having kept every commandment of the Lord spotless and blameless until death, we may enter into eternal life and inherit the kingdom of heaven, as our Lord and God Jesus Christ, who does not lie, the only-begotten Son of the living God, has promised.

### Scripture references

- Rom 8:35: quotation, high confidence
- Rom 8:36: quotation, high confidence
- Ps 44:22 (43:23 LXX): quotation, high confidence
- Rom 8:37: quotation, high confidence
- Rom 8:38: quotation, high confidence
- Rom 8:39: quotation, high confidence
- John 14:21: quotation, high confidence
- John 14:24: quotation, high confidence
- John 15:14: quotation, high confidence
- John 13:34: allusion, high confidence
- 1 Thess 2:8: quotation, high confidence
- Heb 12:2: allusion, medium confidence
- 1 Tim 6:14: allusion, medium confidence
- Titus 1:2: allusion, medium confidence

### Translation notes

- Ps 44:22 is cited (Ps 43:23 in the Greek Old Testament).
- Basil’s text of 1 Thess 2:8 reads “the Gospel of Christ” (Paul: “of God”).

### Citation (SBL)

Basil, Bapt. 2.13.2 (PG 31:1627; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/basil-baptismo/2-13-2).
