To the Magnesians
The whole work on one page. Select a passage number to open that passage with its notes, Scripture references, and citation.
Inscription
0Lake, LCL 24:196
Ἰγνάτιος, ὁ καὶ Θεοφόρος, τῇ εὐλογημένῃ ἐν χάριτι θεοῦ πατρὸς ἐν Χριστῷ Ἰησοῦ τῷ σωτῆρι ἡμῶν, ἐν ᾧ ἀσπάζομαι τὴν ἐκκλησίαν τὴν οὖσαν ἐν Μαγνησίᾳ τῇ πρὸς Μαιάνδρῳ καὶ εὔχομαι ἐν θεῷ πατρὶ καὶ ἐν Ἰησοῦ Χριστῷ πλεῖστα χαίρειν.
Ignatius, who is also called Theophorus, to the church blessed in the grace of God the Father in Christ Jesus our Savior, in whom I greet the church that is in Magnesia on the Maeander, and I wish it abundant greetings in God the Father and in Jesus Christ.
Chapter 1
1.1Lake, LCL 24:196
Γνοὺς ὑμῶν τὸ πολυεύτακτον τῆς κατὰ θεὸν ἀγάπης, ἀγαλλιώμενος προειλόμην ἐν πίστει Ἰησοῦ Χριστοῦ προσλαλῆσαι ὑμῖν.
Having learned of the great good order of your godly love, I rejoiced and chose to speak with you in the faith of Jesus Christ.
1.2Lake, LCL 24:196–198
καταξιωθεὶς γὰρ ὀνόματος θεοπρεπεστάτου, ἐν οἷς περιφέρω δεσμοῖς ᾅδω τὰς ἐκκλησίας, ἐν αἷς ἕνωσιν εὔχομαι σαρκὸς καὶ πνεύματος Ἰησοῦ Χριστοῦ, τοῦ διὰ παντὸς ἡμῶν ζῆν, πίστεώς τε καὶ ἀγάπης, ἧς οὐδὲν προκέκριται, τὸ δὲ κυριώτερον Ἰησοῦ καὶ πατρός· ἐν ᾧ ὑπομένοντες τὴν πᾶσαν ἐπήρειαν τοῦ ἄρχοντος τοῦ αἰῶνος τούτου καὶ διαφυγόντες θεοῦ τευξόμεθα.
For having been counted worthy of a most godly name, in the chains that I bear I sing the praises of the churches, and I pray that in them there may be union with the flesh and spirit of Jesus Christ, our constant life, a union of faith and love, to which nothing is preferred, and, what is more important, a union with Jesus and the Father. If in him we endure all the abuse of the ruler of this age and escape it, we shall attain to God.
Chapter 2
2.1Lake, LCL 24:198
Ἐπεὶ οὖν ἠξιώθην ἰδεῖν ὑμᾶς διὰ Δαμᾶ τοῦ ἀξιοθέου ὑμῶν ἐπισκόπου καὶ πρεσβυτέρων ἀξίων Βάσσου καὶ Ἀπολλωνίου καὶ τοῦ συνδούλου μου διακόνου Ζωτίωνος, οὗ ἐγὼ ὀναίμην, ὅτι ὑποτάσσεται τῷ ἐπισκόπῳ ὡς χάριτι θεοῦ καὶ τῷ πρεσβυτερίῳ ὡς νόμῳ Ἰησοῦ Χριστοῦ.
Since, then, I have been counted worthy to see you through Damas, your bishop worthy of God, and your worthy presbyters Bassus and Apollonius, and my fellow servant the deacon Zotion, of whom may I have joy, because he is subject to the bishop as to the grace of God and to the council of presbyters as to the law of Jesus Christ—
Chapter 3
3.1Lake, LCL 24:198
Καὶ ὑμῖν δὲ πρέπει μὴ συγχρᾶσθαι τῇ ἡλικίᾳ τοῦ ἐπισκόπου, ἀλλὰ κατὰ δύναμιν θεοῦ πατρὸς πᾶσαν ἐντροπὴν αὐτῷ ἀπονέμειν, καθὼς ἔγνων καὶ τοὺς ἁγίους πρεσβυτέρους οὐ προσειληφότας τὴν φαινομένην νεωτερικὴν τάξιν, ἀλλʼ ὡς φρονίμους ἐν θεῷ συγχωροῦντας αὐτῷ, οὐκ αὐτῷ δέ, ἀλλὰ τῷ πατρὶ Ἰησοῦ Χριστοῦ, τῷ πάντων ἐπισκόπῳ.
It is fitting for you also not to take advantage of the bishop's youth, but to render him all respect according to the power of God the Father, just as I have learned that the holy presbyters too have not presumed upon his evidently youthful position, but as those wise in God defer to him; yet not to him, but to the Father of Jesus Christ, the bishop of all.
3.2Lake, LCL 24:198–200
εἰς τιμὴν οὖν ἐκείνου τοῦ θελήσαντος ἡμᾶς πρέπον ἐστὶν ἐπακούειν κατὰ μηδεμίαν ὑπόκρισιν· ἐπεὶ οὐχ ὅτι τὸν ἐπίσκοπον τοῦτον τὸν βλεπόμενον πλανᾷ τις, ἀλλὰ τὸν ἀόρατον παραλογίζεται. τὸ δὲ τοιοῦτον οὐ πρὸς σάρκα ὁ λόγος, ἀλλὰ πρὸς θεὸν τὸν τὰ κρύφια εἰδότα.
So for the honor of him who has desired us, it is fitting to obey without any hypocrisy. For it is not that one deceives this bishop who is seen; rather, one cheats the one who is unseen. In such a case one's account is not with flesh but with God, who knows hidden things.
Chapter 4
4.1Lake, LCL 24:200
Πρέπον οὖν ἐστιν μὴ μόνον καλεῖσθαι Χριστιανούς, ἀλλὰ καὶ εἶναι· ὥσπερ καί τινες ἐπίσκοπον μὲν καλοῦσιν, χωρὶς δὲ αὐτοῦ πάντα πράσσουσιν. οἱ τοιοῦτοι δὲ οὐκ εὐσυνείδητοί μοι εἶναι φαίνονται διὰ τὸ μὴ βεβαίως κατʼ ἐντολὴν συναθροίζεσθαι.
It is fitting, then, not only to be called Christians but also to be Christians, just as some speak of “the bishop” but do everything without him. Such people do not seem to me to have a good conscience, since they do not meet validly according to the commandment.
Chapter 5
5.1Lake, LCL 24:200
Ἐπεὶ οὖν τέλος τὰ πράγματα ἔχει καὶ πρόκειται τὰ δύο ὁμοῦ, ὅ τε θάνατος καὶ ἡ ζωή, καὶ ἕκαστος εἰς τὸν ἴδιον τόπον μέλλει χωρεῖν·
Since, then, things are coming to an end, and the two lie before us together, death and life, and each is going to go to his own place;
5.2Lake, LCL 24:200
ὥσπερ γάρ ἐστιν νομίσματα δύο, ὃ μὲν θεοῦ, ὃ δὲ κόσμου, καὶ ἕκαστον αὐτῶν ἴδιον χαρακτῆρα ἐπικείμενον ἔχει, οἱ ἄπιστοι τοῦ κόσμου τούτου, οἱ δὲ πιστοὶ ἐν ἀγάπῃ χαρακτῆρα θεοῦ πατρὸς διὰ Ἰησοῦ Χριστοῦ, διʼ οὗ ἐὰν μὴ αὐθαιρέτως ἔχωμεν τὸ ἀποθανεῖν εἰς τὸ αὐτοῦ πάθος, τὸ ζῆν αὐτοῦ οὐκ ἔστιν ἐν ἡμῖν.
for just as there are two coinages, one of God and one of the world, and each has its own stamp impressed on it, so the unbelievers bear the stamp of this world, and the believers in love bear the stamp of God the Father through Jesus Christ. Unless we willingly choose to die through him into his suffering, his life is not in us.
Chapter 6
6.1Lake, LCL 24:200–202
Ἐπεὶ οὖν ἐν τοῖς προγεγραμμένοις προσώποις τὸ πᾶν πλῆθος ἐθεώρησα ἐν πίστει καὶ ἠγάπησα, παραινῶ, ἐν ὁμονοίᾳ θεοῦ σπουδάζετε πάντα πράσσειν, προκαθημένου τοῦ ἐπισκόπου εἰς τόπον θεοῦ καὶ τῶν πρεσβυτέρων εἰς τόπον συνεδρίου τῶν ἀποστόλων, καὶ τῶν διακόνων τῶν ἐμοὶ γλυκυτάτων πεπιστευμένων διακονίαν Ἰησοῦ Χριστοῦ, ὃς πρὸ αἰώνων παρὰ πατρὶ ἦν καὶ ἐν τέλει ἐφάνη.
Since, then, in the persons mentioned above I have seen your whole congregation in faith and have loved it, I urge you: be eager to do all things in godly concord, with the bishop presiding in the place of God and the presbyters in the place of the council of the apostles, and the deacons, most dear to me, entrusted with the service of Jesus Christ, who was with the Father before the ages and appeared at the end.
6.2Lake, LCL 24:202
πάντες οὖν ὁμοήθειαν θεοῦ λαβόντες ἐντρέπεσθε ἀλλήλους καὶ μηδεὶς κατὰ σάρκα βλεπέτω τὸν πλησίον, ἀλλʼ ἐν Ἰησοῦ Χριστῷ ἀλλήλους διὰ παντὸς ἀγαπᾶτε. μηδὲν ἔστω ἐν ὑμῖν, ὃ δυνήσεται ὑμᾶς μερίσαι ἀλλʼ ἑνώθητε τῷ ἐπισκόπῳ καὶ τοῖς προκαθημένοις εἰς τύπον καὶ διδαχὴν ἀφθαρσίας.
All of you, then, taking on God's character, respect one another, and let no one regard his neighbor according to the flesh, but always love one another in Jesus Christ. Let there be nothing among you that can divide you, but be united with the bishop and with those who preside, as an example and a teaching of incorruptibility.
Chapter 7
7.1Lake, LCL 24:202
Ὥσπερ οὖν ὁ κύριος ἄνευ τοῦ πατρὸς οὐδὲν ἐποίησεν, ἡνωμένος ὤν, οὔτε διʼ ἑαυτοῦ οὔτε διὰ τῶν ἀποστόλων· οὕτως μηδὲ ὑμεῖς ἄνευ τοῦ ἐπισκόπου καὶ τῶν πρεσβυτέρων μηδὲν πράσσετε· μηδὲ πειράσητε εὔλογόν τι φαίνεσθαι ἰδίᾳ ὑμῖν, ἀλλʼ ἐπὶ τὸ αὐτὸ μία προσευχή, μία δέησις, εἷς νοῦς, μία ἐλπὶς ἐν ἀγάπῃ, ἐν τῇ χαρᾷ τῇ ἀμώμῳ, ὅ ἐστιν Ἰησοῦς Χριστός, οὗ ἄμεινον οὐδέν ἐστιν.
So, just as the Lord did nothing without the Father, being united with him, either by himself or through the apostles, so you must do nothing without the bishop and the presbyters. Do not try to make anything appear right to you on your own; but let there be, in common, one prayer, one petition, one mind, one hope, in love, in blameless joy, which is Jesus Christ, than whom nothing is better.
7.2Lake, LCL 24:202–204
πάντες ὡς εἰς ἕνα ναὸν συντρέχετε θεοῦ, ὡς ἐπὶ ἓν θυσιαστήριον, ἐπὶ ἕνα Ἰησοῦν Χριστόν, τὸν ἀφʼ ἑνὸς πατρὸς προελθόντα καὶ εἰς ἕνα ὄντα καὶ χωρήσαντα.
All of you, run together as to one temple of God, as to one altar, to one Jesus Christ, who came forth from the one Father, and is with the One, and has returned to him.
Chapter 8
8.1Lake, LCL 24:204
Μὴ πλανᾶσθε ταῖς ἑτεροδοξίαις μηδὲ μυθεύμασιν τοῖς παλαιοῖς ἀνωφελέσιν οὖσιν. εἰ γὰρ μέχρι νῦν κατὰ Ἰουδαϊσμὸν ζῶμεν, ὁμολογοῦμεν χάριν μὴ εἰληφέναι.
Do not be led astray by other doctrines or by old fables, which are useless. For if we are still living according to Judaism, we confess that we have not received grace.
8.2Lake, LCL 24:204
οἱ γὰρ θειότατοι προφῆται κατὰ Χριστὸν Ἰησοῦν ἔζησαν. διὰ τοῦτο καὶ ἐδιώχθησαν, ἐμπνεόμενοι ὑπὸ τῆς χάριτος αὐτοῦ, εἰς τὸ πληροφορηθῆναι τοὺς ἀπειθοῦντας, ὅτι εἶς θεός ἐστιν, ὁ φανερώσας ἑαυτὸν διὰ Ἰησοῦ Χριστοῦ τοῦ υἱοῦ αὐτοῦ, ὅς ἐστιν αὐτοῦ λόγος ἀπὸ σιγῆς προελθών, ὃς κατὰ πάντα εὐηρέστησεν τῷ πέμψαντι αὐτόν.
For the most godly prophets lived according to Christ Jesus. That is why they were persecuted, being inspired by his grace, so that the disobedient might be fully convinced that there is one God, who revealed himself through Jesus Christ his Son, who is his Word that came forth from silence, who in every way pleased the one who sent him.
Chapter 9
9.1Lake, LCL 24:204
Εἰ οὖν οἱ ἐν παλαιοῖς πράγμασιν ἀναστραφέντες εἰς καινότητα ἐλπίδος ἦλθον, μηκέτι σαββατίζοντες, ἀλλὰ κατὰ κυριακὴν ζῶντες, ἐν ᾗ καὶ ἡ ζωὴ ἡμῶν ἀνέτειλεν διʼ αὐτοῦ καὶ τοῦ θανάτου αὐτοῦ, ὅν τινες ἀρνοῦνται, διʼ οὗ μυστηρίου ἐλάβομεν τὸ πιστεύειν, καὶ διὰ τοῦτο ὑπομένομεν, ἵνα εὑρεθῶμεν μαθηταὶ Ἰησοῦ Χριστοῦ τοῦ μόνου διδασκάλου ἡμῶν·
If, then, those who lived in ancient ways came to a new hope, no longer keeping the Sabbath but living according to the Lord's day, on which our life also rose through him and his death (which some deny), the mystery through which we received faith, and because of which we endure, so that we may be found disciples of Jesus Christ, our only teacher,
9.2Lake, LCL 24:204–206
πῶς ἡμεῖς δυνησόμεθα ζῆσαι χωρὶς αὐτοῦ, οὗ καὶ οἱ προφῆται μαθηταὶ ὄντες τῷ πνεύματι ὡς διδάσκαλον αὐτὸν προσεδόκων; καὶ διὰ τοῦτο, ὃν δικαίως ἀνέμενον, παρὼν ἤγειρεν αὐτοὺς ἐκ νεκρῶν.
how shall we be able to live apart from him, whom even the prophets, being his disciples in the Spirit, awaited as their teacher? And for this reason he whom they rightly awaited, when he came, raised them from the dead.
Chapter 10
10.1Lake, LCL 24:206
Μὴ οὖν ἀναισθητῶμεν τῆς χρηστότητος αὐτοῦ. ἐὰν γὰρ ἡμᾶς μιμήσηται καθὰ πράσσομεν, οὐκέτι ἐσμέν. διὰ τοῦτο, μαθηταὶ αὐτοῦ γενόμενοι, μάθωμεν κατὰ Χριστιανισμὸν ζῆν. ὃς γὰρ ἄλλῳ ὀνόματι καλεῖται πλέον τούτου, οὐκ ἔστιν τοῦ θεοῦ.
Let us not, then, be insensible to his kindness. For if he were to imitate us according to what we do, we would no longer exist. Therefore, having become his disciples, let us learn to live according to Christianity. For whoever is called by any other name than this is not of God.
10.2Lake, LCL 24:206
ὑπέρθεσθε οὖν τὴν κακὴν ζύμην, τὴν παλαιωθεῖσαν καὶ ἐνοξίσασαν, καὶ μεταβάλεσθε εἰς νέαν ζύμην, ὅ ἐστιν Ἰησοῦς Χριστός. ἁλίσθητε ἐν αὐτῷ, ἵνα μὴ διαφθαρῇ τις ἐν ὑμῖν, ἐπεὶ ἀπὸ τῆς ὀσμῆς ἐλεγχθήσεσθε.
Put away, then, the bad leaven, which has grown old and sour, and change to the new leaven, which is Jesus Christ. Be salted in him, so that none of you may go bad, since you will be tested by your smell.
10.3Lake, LCL 24:206–208
ἄτοπόν ἐστιν, Ἰησοῦν Χριστὸν λαλεῖν καὶ ἰουδαΐζειν. ὁ γὰρ Χριστιανισμὸς οὐκ εἰς Ἰουδαϊσμὸν ἐπίστευσεν, ἀλλʼ Ἰουδαϊσμὸς εἰς Χριστιανισμόν, ᾧ πᾶσα γλῶσσα πιστεύσασα εἰς θεὸν συνήχθη.
It is absurd to speak of Jesus Christ and to practice Judaism. For Christianity did not believe in Judaism, but Judaism in Christianity, into which every tongue that has believed in God has been gathered.
Chapter 11
11.1Lake, LCL 24:208
Ταῦτα δέ, ἀγαπητοί μου, οὐκ ἐπεὶ ἔγνων τινὰς ἐξ ὑμῶν οὕτως ἔχοντας, ἀλλʼ ὡς μικρότερος ὑμῶν θέλω προφυλάσσεσθαι ὑμᾶς, μὴ ἐμπεσεῖν εἰς τὰ ἄγκιστρα τῆς κενοδοξίας, ἀλλὰ πεπληροφορῆσθαι ἐν τῇ γεννήσει καὶ τῷ πάθει καὶ τῇ ἀναστάσει τῇ γενομένῃ ἐν καιρῷ τῆς ἡγεμονίας Ποντίου Πιλάτου· πραχθέντα ἀληθῶς καὶ βεβαίως ὑπὸ Ἰησοῦ Χριστοῦ, τῆς ἐλπίδος ἡμῶν, ἧς ἐκτραπῆναι μηδενὶ ὑμῶν γένοιτο.
I write these things, my beloved, not because I have learned that any of you are like this, but, as one less than you, I want to warn you in advance not to fall into the hooks of vain opinion, but to be fully convinced of the birth and the suffering and the resurrection that took place in the time of the governorship of Pontius Pilate. These things were truly and certainly done by Jesus Christ, our hope, from which may none of you be turned aside.
Chapter 12
12.1Lake, LCL 24:208
Ὀναίμην ὑμῶν κατὰ πάντα, ἐάνπερ ἄξιος ὦ. εἰ γὰρ καὶ δέδεμαι, πρὸς ἕνα τῶν λελυμένων ὑμῶν οὐκ εἰμί. οἶδα ὅτι οὐ φυσιοῦσθε· Ἰησοῦν γὰρ Χριστὸν ἔχετε ἐν ἑαυτοῖς· καὶ μᾶλλον, ὅταν ἐπαινῶ ὑμᾶς, οἶδα, ὅτι ἐντρέπεσθε, ὡς γέγραπται, ὅτι ὁ δίκαιος ἑαυτοῦ κατήγορος.
May I have joy of you in every way, if indeed I am worthy. For even if I am in chains, I am not comparable to one of you who are free. I know that you are not puffed up, for you have Jesus Christ in yourselves; and more than that, when I praise you, I know that you feel ashamed, as it is written, “The righteous is his own accuser.”
Chapter 13
13.1Lake, LCL 24:208
Σπουδάζετε οὖν βεβαιωθῆναι ἐν τοῖς δόγμασιν τοῦ κυρίου καὶ τῶν ἀποστόλων, ἵνα πάντα, ὅσα ποιεῖτε, κατευοδωθῆτε σαρκὶ καὶ πνεύματι, πίστει καὶ ἀγάπῃ, ἐν υἱῷ καὶ πατρὶ καὶ ἐν πνεύματι, ἐν ἀρχῇ καὶ ἐν τέλει, μετὰ τοῦ ἀξιοπρεπεστάτου ἐπισκόπου ὑμῶν καὶ ἀξιοπλόκου πνευματικοῦ στεφάνου τοῦ πρεσβυτερίου ὑμῶν καὶ τῶν κατὰ θεὸν διακόνων.
Be eager, then, to be established in the decrees of the Lord and of the apostles, so that “whatever you do may prosper,” in flesh and spirit, in faith and love, in the Son and the Father and in the Spirit, in the beginning and in the end, together with your most worthy bishop and the worthily woven spiritual crown of your council of presbyters and with the deacons who are according to God.
13.2Lake, LCL 24:208–210
ὑποτάγητε τῷ ἐπισκόπῳ καὶ ἀλλήλοις, ὡς Ἰησοῦς Χριστὸς τῷ πατρὶ καὶ οἱ ἀπόστολοι τῷ Χριστῷ καὶ τῷ πατρὶ ἵνα ἕνωσις ᾖ σαρκική τε καὶ πνευματική.
Be subject to the bishop and to one another, as Jesus Christ was to the Father and the apostles were to Christ and to the Father, so that there may be a union both of flesh and of spirit.
Chapter 14
14.1Lake, LCL 24:210
Εἰδώς, ὅτι θεοῦ γέμετε, συντόμως παρεκέλευσα ὑμᾶς. μνημονεύετέ μου ἐν ταῖς προσευχαῖς ὑμῶν, ἵνα θεοῦ ἐπιτύχω, καὶ τῆς ἐν Συρίᾳ ἐκκλησίας, ὅθεν οὐκ ἄξιός εἰμι καλεῖσθαι· ἐπιδέομαι γὰρ τῆς ἡνωμένης ὑμῶν ἐν θεῷ προσευχῆς καὶ ἀγάπης, εἰς τὸ ἀξιωθῆναι τὴν ἐν Συρίᾳ ἐκκλησίαν διὰ τῆς ἐκκλησίας ὑμῶν δροσισθῆναι.
Knowing that you are full of God, I have exhorted you briefly. Remember me in your prayers, that I may attain to God, and remember the church in Syria, of which I am not worthy to be called a member. For I need your united prayer and love in God, so that the church in Syria may be counted worthy to be refreshed with dew by your church.
Chapter 15
15.1Lake, LCL 24:210
Ἀσπάζονται ὑμᾶς Ἐφέσιοι ἀπὸ Σμύρνης, ὅθεν καὶ γράφω ὑμῖν, παρόντες εἰς δόξαν θεοῦ, ὥσπερ καὶ ὑμεῖς οἳ κατὰ πάντα με ἀνέπαυσαν ἅμα Πολυκάρπῳ, ἐπισκόπῳ Σμυρναίων. καὶ αἱ λοιπαὶ δὲ ἐκκλησίαι ἐν τιμῇ Ἰησοῦ Χριστοῦ ἀσπάζονται ὑμᾶς. ἔρρωσθε ἐν ὁμονοίᾳ θεοῦ, κεκτημένοι ἀδιάκριτον πνεῦμα, ὅς ἐστιν Ἰησοῦς Χριστός.
The Ephesians greet you from Smyrna, from where I am also writing to you. They are here for the glory of God, as you are too, and they have refreshed me in every way, together with Polycarp, bishop of the Smyrnaeans. The other churches also greet you in honor of Jesus Christ. Farewell in godly concord, possessing an unwavering spirit, which is Jesus Christ.