To the Trallians

The whole work on one page. Select a passage number to open that passage with its notes, Scripture references, and citation.

Show

Inscription

0Lake, LCL 24:212

Ἰγνάτιος, ὁ καὶ Θεοφόρος, ἠγαπημένῃ θεῷ, πατρὶ Ἰησοῦ Χριστοῦ, ἐκκλησίᾳ ἁγίᾳ τῇ οὔσῃ ἐν Τράλλεσιν τῆς Ἀσίας, ἐκλεκτῇ καὶ ἀξιοθέῳ, εἰρηνευούσῃ ἐν σαρκὶ καὶ πνεύματι τῷ πάθει Ἰησοῦ Χριστοῦ, τῆς ἐλπίδος ἡμῶν ἐν τῇ εἰς αὐτὸν ἀναστάσει· ἣν καὶ ἀσπάζομαι ἐν τῷ πληρώματι ἐν ἀποστολικῷ χαρακτῆρι καὶ εὔχομαι πλεῖστα χαίρειν.

Ignatius, who is also called Theophorus, to the holy church that is in Tralles in Asia, beloved by God the Father of Jesus Christ, chosen and worthy of God, at peace in flesh and spirit through the suffering of Jesus Christ, who is our hope through our resurrection to him. I greet it in the fullness, in the apostolic manner, and wish it abundant greetings.

Chapter 1

1.1Lake, LCL 24:212

Ἄμωμον διάνοιαν καὶ ἀδιάκριτον ἐν ὑπομονῇ ἔγνων ὑμᾶς ἔχοντας, οὐ κατὰ χρῆσιν ἀλλὰ κατὰ φύσιν, καθὼς ἐδήλωσέν μοι Πολύβιος, ὁ ἐπίσκοπος ὑμῶν, ὃς παρεγένετο θελήματι θεοῦ καὶ Ἰησοῦ Χριστοῦ ἐν Σμύρνῃ καὶ οὕτως μοι συνεχάρη δεδεμένῳ ἐν Χριστῷ Ἰησοῦ, ὥστε με τὸ πᾶν πλῆθος ὑμῶν ἐν αὐτῷ θεωρεῖσθαι.

I have learned that you possess a mind blameless and unwavering in endurance, not from habit but by nature, as your bishop Polybius made clear to me. By the will of God and of Jesus Christ he came to Smyrna, and he so rejoiced with me, a prisoner in Christ Jesus, that in him I saw your whole congregation.

1.2Lake, LCL 24:212

ἀποδεξάμενος οὖν τὴν κατὰ θεὸν εὔνοιαν διʼ αὐτοῦ ἐδόξασα, εὑρὼν ὑμᾶς, ὡς ἔγνων, μιμητὰς ὄντας θεοῦ.

Having received, then, through him your godly goodwill, I gave glory, finding you, as I had learned, to be imitators of God.

Chapter 2

2.1Lake, LCL 24:212–214

Ὅταν γὰρ τῷ ἐπισκόπῳ ὑποτάσσησθε ὡς Ἰησοῦ Χριστῷ, φαίνεσθέ μοι οὐ κατὰ ἄνθρωπον ζῶντες, ἀλλὰ κατὰ Ἰησοῦν Χριστὸν τὸν διʼ ἡμᾶς ἀποθανόντα, ἵνα πιστεύσαντες εἰς τὸν θάνατον αὐτοῦ τὸ ἀποθανεῖν ἐκφύγητε.

For when you are subject to the bishop as to Jesus Christ, you appear to me to be living not according to human standards but according to Jesus Christ, who died for us, so that by believing in his death you may escape dying.

2.2Lake, LCL 24:214

ἀναγκαῖον οὖν ἐστίν, ὥσπερ ποιεῖτε, ἄνευ τοῦ ἐπισκόπου μηδὲν πράσσειν ὑμᾶς, ἀλλʼ ὑποτάσσεσθαι καὶ τῷ πρεσβυτερίῳ ὡς τοῖς ἀποστόλοις Ἰησοῦ Χριστοῦ τῆς ἐλπίδος ἡμῶν, ἐν ᾧ διάγοντες εὑρεθησόμεθα.

It is necessary, then, as you already do, that you do nothing without the bishop, but that you also be subject to the council of presbyters as to the apostles of Jesus Christ our hope, in whom we shall be found if we live in him.

2.3Lake, LCL 24:214

δεῖ δὲ καὶ τοὺς διακόνους ὄντας μυστηρίων Ἰησοῦ Χριστοῦ κατὰ πάντα τρόπον πᾶσιν ἀρέσκειν. οὐ γὰρ βρωμάτων καὶ ποτῶν εἰσιν διάκονοι, ἀλλʼ ἐκκλησίας θεοῦ ὑπηρέται· δέον οὖν αὐτοὺς φυλάσσεσθαι τὰ ἐγκλήματα ὡς πῦρ.

And the deacons, who are deacons of the mysteries of Jesus Christ, must also please everyone in every way. For they are not deacons of food and drink but servants of the church of God. They must therefore guard against accusations as against fire.

Chapter 3

3.1Lake, LCL 24:214

Ὁμοίως πάντες ἐντρεπέσθωσαν τοὺς διακόνους ὡς Ἰησοῦν Χριστόν, ὡς καὶ τὸν ἐπίσκοπον ὄντα τύπον τοῦ πατρός. τοὺς δὲ πρεσβυτέρους ὡς συνέδριον θεοῦ καὶ ὡς σύνδεσμον ἀποστόλων. χωρὶς τούτων ἐκκλησία οὐ καλεῖται.

Likewise let everyone respect the deacons as Jesus Christ, as also the bishop, who is a type of the Father, and the presbyters as God's council and as the band of the apostles. Without these no church is called a church.

3.2Lake, LCL 24:214

περὶ ὧν πέπεισμαι ὑμᾶς οὕτως ἔχειν. τὸ γὰρ ἐξεμπλάριον τῆς ἀγάπης ὑμῶν ἔλαβον καὶ ἔχω μεθʼ ἑαυτοῦ ἐν τῷ ἐπισκόπῳ ὑμῶν, οὗ αὐτὸ τὸ κατάστημα μεγάλη μαθητεία, ἡ δὲ πραότης αὐτοῦ δύναμις· ὃν λογίζομαι καὶ τοὺς ἀθέους ἐντρέπεσθαι.

I am convinced that you are so disposed. For I have received the living example of your love, and I have it with me in your bishop, whose very bearing is a great lesson and whose gentleness is power; I think even the godless respect him.

3.3Lake, LCL 24:214–216

ἀγαπῶν ὑμᾶς φείδομαι, συντονώτερον δυνάμενος γράφειν ὑπὲρ τούτου. οὐκ εἰς τοῦτο ᾠήθην, ἵνα ὢν κατάκριτος ὡς ἀπόστολος ὑμῖν διατάσσωμαι.

Because I love you I spare you, though I could write more sharply on this matter. I did not think myself entitled, being a condemned man, to give you orders as though I were an apostle.

Chapter 4

4.1Lake, LCL 24:216

Πολλὰ φρονῶ ἐν θεῷ, ἀλλʼ ἐμαυτὸν μετρῶ, ἵνα μὴ ἐν καυχήσει ἀπόλωμαι. νῦν γάρ με δεῖ πλέον φοβεῖσθαι καὶ μὴ προσέχειν τοῖς φυσιοῦσίν με. οἱ γὰρ λέγοντές μοι μαστιγοῦσίν με.

I have many thoughts in God, but I measure myself, so that I may not perish through boasting. For now I must be the more afraid and not pay attention to those who puff me up; for those who praise me scourge me.

4.2Lake, LCL 24:216

ἀγαπῶ μὲν γὰρ τὸ παθεῖν, ἀλλʼ οὐκ οἶδα, εἰ ἄξιός εἰμι. τὸ γὰρ ζῆλος πολλοῖς μὲν οὐ φαίνεται, ἐμὲ δὲ πλέον πολεμεῖ. χρῄζω οὖν πραότητος, ἐν ᾗ καταλύεται ὁ ἄρχων τοῦ αἰῶνος τούτου.

For I do love to suffer, but I do not know whether I am worthy. For envy is not apparent to many, but it wages war against me all the more. So I need gentleness, by which the ruler of this age is destroyed.

Chapter 5

5.1Lake, LCL 24:216

Μὴ οὐ δύναμαι ὑμῖν τὰ ἐπουράνια γράψαι; ἀλλὰ φοβοῦμαι, μὴ νηπίοις οὖσιν ὑμῖν βλάβην παραθῶ· καὶ συγγνωμονεῖτέ μοι, μήποτε οὐ δυνηθέντες χωρῆσαι στραγγαλωθῆτε.

Am I not able to write to you about heavenly things? But I am afraid that I might do you harm, since you are infants. Forgive me, lest, being unable to take them in, you choke on them.

5.2Lake, LCL 24:216

καὶ γὰρ ἐγώ, οὐ καθότι δέδεμαι καὶ δύναμαι νοεῖν τὰ ἐπουράνια καὶ τὰς τοποθεσίας τὰς ἀγγελικὰς καὶ τὰς συστάσεις τὰς ἀρχοντικάς, ὁρατά τε καὶ ἀόρατα, παρὰ τοῦτο ἤδη καὶ μαθητής εἰμι. πολλὰ γὰρ ἡμῖν λείπει, ἵνα θεοῦ μὴ λειπώμεθα.

For I too, not because I am in chains and can understand heavenly things, the places of the angels and the ranks of the powers, things visible and invisible, not for this reason am I already a disciple. For we lack much, so that we may not lack God.

Chapter 6

6.1Lake, LCL 24:216–218

Παρακαλῶ οὖν ὑμᾶς, οὐκ ἐγώ, ἀλλʼ ἡ ἀγάπη Ἰησοῦ Χριστοῦ· μόνῃ τῇ χριστιανῇ τροφῇ χρῆσθε, ἀλλοτρίας δὲ βοτάνης ἀπέχεσθε, ἥτις ἐστὶν αἵρεσις·

I urge you, then (not I, but the love of Jesus Christ): use only Christian food, and keep away from a foreign plant, which is heresy.

6.2Lake, LCL 24:218

οἳ ἑαυτοῖς παρεμπλέκουσιν Ἰησοῦν Χριστὸν καταξιοπιστευόμενοι, ὥσπερ θανάσιμον φάρμακον διδόντες μετὰ οἰνομέλιτος, ὅπερ ὁ ἀγνοῶν ἡδέως λαμβάνει ἐν ἡδονῇ κακῇ τὸ ἀποθανεῖν.

These people mix Jesus Christ in with themselves, while passing themselves off as trustworthy. They are like those who give a deadly poison with honeyed wine, which the unsuspecting person gladly takes, and with wicked pleasure takes his death.

Chapter 7

7.1Lake, LCL 24:218

Φυλάττεσθε οὖν τοὺς τοιούτους. τοῦτο δὲ ἔσται ὑμῖν μὴ φυσιουμένοις καὶ οὖσιν ἀχωρίστοις θεοῦ Ἰησοῦ Χριστοῦ καὶ τοῦ ἐπισκόπου καὶ τῶν διαταγμάτων τῶν ἀποστόλων.

Be on your guard, then, against such people. And you will be, if you are not puffed up and are inseparable from God, Jesus Christ, and from the bishop and the ordinances of the apostles.

7.2Lake, LCL 24:218

ὁ ἐντὸς θυσιαστηρίου ὢν καθαρός ἐστιν· ὁ δὲ ἐκτὸς θυσιαστηρίου ὢν οὐ καθαρός ἐστιν. τοῦτʼ ἔστιν, ὁ χωρὶς ἐπισκόπου καὶ πρεσβυτερίου καὶ διακόνων πράσσων τι, οὗτος οὐ καθαρός ἐστιν τῇ συνειδήσει.

Whoever is within the sanctuary is pure; but whoever is outside the sanctuary is not pure. That is, whoever does anything without the bishop and the council of presbyters and the deacons is not pure in conscience.

Chapter 8

8.1Lake, LCL 24:218

Οὐκ ἐπεὶ ἔγνων τοιοῦτόν τι ἐν ὑμῖν, ἀλλὰ προφυλάσσω ὑμᾶς ὄντας μου ἀγαπητούς, προορῶν τὰς ἐνέδρας τοῦ διαβόλου. ὑμεῖς οὖν τὴν πραϋπάθειαν ἀναλαβόντες ἀνακτήσασθε ἑαυτοὺς ἐν πίστει, ὅ ἐστιν σὰρξ τοῦ κυρίου, καὶ ἐν ἀγάπῃ, ὅ ἐστιν αἷμα Ἰησοῦ Χριστοῦ.

Not that I have learned of any such thing among you; but I am guarding you in advance, since you are my beloved, foreseeing the snares of the devil. So take up gentleness and renew yourselves in faith, which is the flesh of the Lord, and in love, which is the blood of Jesus Christ.

8.2Lake, LCL 24:218–220

μηδεὶς ὑμῶν κατὰ τοῦ πλησίον ἐχέτω. μὴ ἀφορμὰς δίδοτε τοῖς ἔθνεσιν, ἵνα μὴ διʼ ὀλίγους ἄφρονας τὸ ἐν θεῷ πλῆθος βλασφημῆται. Οὐαὶ γάρ, διʼ οὗ ἐπὶ ματαιότητι τὸ ὄνομά μου ἐπί τινων βλασφημεῖται.

Let none of you hold anything against his neighbor. Do not give the Gentiles occasions for offense, so that the godly multitude may not be blasphemed because of a few fools. For “Woe to him through whom my name is blasphemed in vain among some.”

Chapter 9

9.1Lake, LCL 24:220

Κωφώθητε οὖν, ὅταν ὑμῖν χωρὶς Ἰησοῦ Χριστοῦ λαλῇ τις, τοῦ ἐκ γένους Δαυείδ, τοῦ ἐκ Μαρίας, ὃς ἀληθῶς ἐγεννήθη, ἔφαγέν τε καὶ ἔπιεν, ἀληθῶς ἐδιώχθη ἐπὶ Ποντίου Πιλάτου, ἀληθῶς ἐσταυρώθη καὶ ἀπέθανεν, βλεπόντων τῶν ἐπουρανίων καὶ ἐπιγείων καὶ ὑποχθονίων.

Be deaf, then, when anyone speaks to you apart from Jesus Christ, who was of the family of David, who was of Mary, who was truly born, who ate and drank, who was truly persecuted under Pontius Pilate, was truly crucified and died, while those in heaven and on earth and under the earth looked on;

9.2Lake, LCL 24:220

ὃς καὶ ἀληθῶς ἠγέρθη ἀπὸ νεκρῶν, ἐγείραντος αὐτὸν τοῦ πατρὸς αὐτοῦ, κατὰ τὸ ὁμοίωμα ὃς καὶ ἡμᾶς τοὺς πιστεύοντας αὐτῷ οὕτως ἐγερεῖ ὁ πατὴρ αὐτοῦ ἐν Χριστῷ Ἰησοῦ, οὗ χωρὶς τὸ ἀληθινὸν ζῆν οὐκ ἔχομεν.

who was also truly raised from the dead, his Father raising him; and in the same way his Father will also raise us who believe in him in Christ Jesus, apart from whom we do not have true life.

Chapter 10

10.1Lake, LCL 24:220–222

Εἰ δέ, ὥσπερ τινὲς ἄθεοι ὄντες, τουτέστιν ἄπιστοι, λέγουσιν, τὸ δοκεῖν πεπονθέναι αὐτόν, αὐτοὶ ὄντες τὸ δοκεῖν, ἐγὼ τί δέδεμαι, τί δὲ καὶ εὔχομαι θηριομαχῆσαι; δωρεὰν οὖν ἀποθνήσκω. ἄρα οὖν καταψεύδομαι τοῦ κυρίου.

But if, as some who are godless (that is, unbelievers) say, he suffered only in appearance (it is they who exist only in appearance!), why am I in chains? Why do I even pray to fight the wild beasts? Then I die for nothing. Then indeed I am lying about the Lord.

Chapter 11

11.1Lake, LCL 24:222

Φεύγετε οὖν τὰς κακὰς παραφυάδας τὰς γεννώσας καρπὸν θανατηφόρον, οὗ ἐὰν γεύσηταί τις, παρʼ αὐτὰ ἀποθνήσκει. οὗτοι γὰρ οὔκ εἰσιν φυτεία πατρός.

Flee, then, the evil offshoots that bear deadly fruit; if anyone tastes it, he dies on the spot. For these are not the Father's planting.

11.2Lake, LCL 24:222

εἰ γὰρ ἦσαν, ἐφαίνοντο ἂν κλάδοι τοῦ σταυροῦ, καὶ ἦν ἂν ὁ καρπὸς αὐτῶν ἄφθαρτος· διʼ οὗ ἐν τῷ πάθει αὐτοῦ προσκαλεῖται ὑμᾶς ὄντας μέλη αὐτοῦ. οὐ δύναται οὖν κεφαλὴ χωρὶς γεννηθῆναι ἄνευ μελῶν, τοῦ θεοῦ ἕνωσιν ἐπαγγελλομένου, ὅ ἐστιν αὐτός.

For if they were, they would appear as branches of the cross, and their fruit would be incorruptible. Through the cross, in his suffering, he calls you, who are his members. So a head cannot be born by itself without members, since God promises union, which is himself.

Chapter 12

12.1Lake, LCL 24:222

Ἀσπάζομαι ὑμᾶς ἀπὸ Σμύρνης ἅμα ταῖς συμπαρούσαις μοι ἐκκλησίαις τοῦ θεοῦ, οἳ κατὰ πάντα με ἀνέπαυσαν σαρκί τε καὶ πνεύματι.

I greet you from Smyrna, together with the churches of God that are present with me, who have refreshed me in every way, in flesh and in spirit.

12.2Lake, LCL 24:222

παρακαλεῖ ὑμᾶς τὰ δεσμά μου, ἃ ἕνεκεν Ἰησοῦ Χριστοῦ περιφέρω, αἰτούμενος θεοῦ ἐπιτυχεῖν· διαμένετε ἐν τῇ ὁμονοίᾳ ὑμῶν καὶ τῇ μετʼ ἀλλήλων προσευχῇ. πρέπει γὰρ ὑμῖν τοῖς καθʼ ἕνα, ἐξαιρέτως καὶ τοῖς πρεσβυτέροις, ἀναψύχειν τὸν ἐπίσκοπον εἰς τιμὴν πατρός, Ἰησοῦ Χριστοῦ καὶ τῶν ἀποστόλων.

My chains, which I carry about for the sake of Jesus Christ, asking to attain to God, exhort you: remain in your concord and in prayer with one another. For it is fitting for each of you, and especially the presbyters, to refresh the bishop, to the honor of the Father, of Jesus Christ, and of the apostles.

12.3Lake, LCL 24:222–224

εὔχομαι ὑμᾶς ἐν ἀγάπῃ ἀκοῦσαί μου, ἵνα μὴ εἰς μαρτύριον ὦ ἐν ὑμῖν γράψας. καὶ περὶ ἐμοῦ δὲ προσεύχεσθε, τῆς ἀφʼ ὑμῶν ἀγάπης χρῄζοντος ἐν τῷ ἐλέει τοῦ θεοῦ, εἰς τὸ καταξιωθῆναί με τοῦ κλήρου, οὗ περίκειμαι ἐπιτυχεῖν, ἵνα μὴ ἀδόκιμος εὑρεθῶ.

I pray that you listen to me in love, so that I may not be a testimony against you by what I have written. And pray for me too, since I need your love in the mercy of God, so that I may be counted worthy of the lot that I am eager to attain, so that I may not be found disqualified.

Chapter 13

13.1Lake, LCL 24:224

Ἀσπάζεται ὑμᾶς ἡ ἀγάπη Σμυρναίων καὶ Ἐφεσίων. μνημονεύετε ἐν ταῖς προσευχαῖς ὑμῶν τῆς ἐν Συρίᾳ ἐκκλησίας, ὅθεν καὶ οὐκ ἄξιός εἰμι λέγεσθαι, ὢν ἔσχατος ἐκείνων.

The love of the Smyrnaeans and Ephesians greets you. Remember in your prayers the church in Syria, of which I am not worthy to be called a member, being the least of them.

13.2Lake, LCL 24:224

ἔρρωσθε ἐν Ἰησοῦ Χριστῷ, ὑποτασσόμενοι τῷ ἐπισκόπῳ ὡς τῇ ἐντολῇ, ὁμοίως καὶ τῷ πρεσβυτερίῳ. καὶ οἱ κατʼ ἄνδρα ἀλλήλους ἀγαπᾶτε ἐν ἀμερίστῳ καρδίᾳ.

Farewell in Jesus Christ, being subject to the bishop as to the commandment, and likewise to the council of presbyters. And each of you, love one another with an undivided heart.

13.3Lake, LCL 24:224

ἁγνίζεται ὑμῶν τὸ ἐμὸν πνεῦμα οὐ μόνον νῦν, ἀλλὰ καὶ ὅταν θεοῦ ἐπιτύχω. ἔτι γὰρ ὑπὸ κίνδυνόν εἰμι· ἀλλὰ πιστὸς ὁ πατὴρ ἐν Ἰησοῦ Χριστῷ πληρῶσαί μου τὴν αἴτησιν καὶ ὑμῶν, ἐν ᾧ εὑρεθείητε ἄμωμοι.

My spirit is offered for you, not only now but also when I attain to God. For I am still in danger; but the Father is faithful in Jesus Christ to fulfill my request and yours. In him may you be found blameless.