Metaphrase of Ecclesiastes

The whole work on one page. Select a passage number to open that passage with its notes, Scripture references, and citation.

Show

Chapter 1

1PG 10:988c–992a

Τἀδε λέγει Σαλομών, ὁ τοῦ Δαβὶδ βασιλέως καὶ προφήτου παῖς ἀπάσῃ τῇ τοῦ Θεοῦ Ἐκκλησίᾳ, παρὰ πάντας ἀνθρώπους βασιλεὺς ἐντιμότατος, καὶ προφήτης σοφώτατος. Ὡς κενὰ καὶ ἀνόνητα τὰ τῶν ἀνθρώπων πράγματά τε καὶ σπουδάσματα, ὅσα ἀνθρώπινα. Οὐδὲ γὰρ ἔχει τις εἰπεῖν ὄφελός τι τούτοις προσηρτημένον, ἅπερ ἄνθρωποι περὶ γῆν ἕρποντες, καὶ σώμασι καὶ ψυχαῖς ἐκτελέσαι σπεύδουσι, τῶν μὲν προσκαίρων ἡττημένοι, ἀνωτέρω δὲ τῶν ἄστρων τῷ γενναίῳ τῆς ψυχῆς ὄμματι, οὐδʼ ὁτιοῦν κατιδεῖν βουλόμενοι. Καὶ κατατρίβεται ὁ τῶν ἀνθρώπων βίος ἡμέραν ἐξ ἡμέρας, καὶ ὡρῶν καὶ ἐνιαυτῶν περιόδους, ἡλίου τε δρόμους περιωρισμένους, τῶν μὲν παραγινομένων, τῶν δὲ ὑπαπιόντων. Ἐοικε δὲ τὸ πρᾶγμα, χειμάῤῥων παρόδῳ, ἀμετρήτῳ θαλάσσης ἐμπιπτόντων βυθῷ σὺν ταράχῳ πολλῷ. Καὶ τὰ μὲν διʼ ἀνθρώπους ὑπὸ Θεοῦ γεγονότα, μένει αὐτὰ, οἷον τὸ ἀπὸ γῆς γεννᾶσθαι, τὸ εἰς γῆν ἀπιέναι, τὸ αὐτὴν ἑστάναι τὴν γῆν, τὸ τὸν ἤλιον ἅπασαν αὐτὴν ἐκπεριιόντα, πάλιν εἰς τὸν αὐτὸν περιτρέχειν ὅρον, καὶ τὰ πνεύματα ὡσαύτως, τούς τε ποταμοὺς τοσούτους εἰς θάλασσαν ἐκδιδόντας, καὶ τοὺς ἀνέμους ἐμπίπτοντας, μὴ ἀναγκάζειν αὐτὴν ὑπερβαίνειν τὰ αὐτῆς μέτρα, μηδὲ αὐτοὺς παρανομεῖν. Καὶ τὰ μὲν ὡς εἰς τουτονὶ συντελοῦντα ἡμῖν τὸν βίον, οὕτως ἄραρε. Τὰ δʼ ὑπʼ ἀνθρώπων ἐπιτεχνώμενα ῥήματά τε καὶ πράγματα, μέτρον οὐκ ἔχει. Καὶ λόγων πολὺς μὲν ὅμιλος, ὄνησις δὲ οὐδεμία ἀπὸ τῆς πεπλανημένης φλυαρίας· ἀλλʼ ἄπληστόν ἐστι τὸ τῶν ἀνθρώπων φῦλον, πρός τε τὸ λέγειν, πρός τε τὸ ἐτέρου λέγοντος ἀκούειν· ἔτι δὲ καὶ τὸ ὄμμασιν εἰκαίοις ἔκαστα τῶν παραπιπτόντων ὁρᾶν γλίχεσθαι. Τί ἂν γένοιτο ὕστερον, ὅπερ οὐκ ἤδη τετέλεσται, ἢ πραχθείη πρὸς ἀνθρώπων; Τί καινὸν τὸ μηδέπω εἰς πεῖραν ἐλθὸν, ὅτου καὶ μνησθῆναι ἄξιον; Ἐγὼ μὲν γὰρ οἶμαι οὐδὲν, ὅ τι δʼ ἂν εἴπῃ πρόσφατον, ἢ καινὸν ἀναλογιζόμενος εὐρήσει, μηδὲ τοῖς πάλαι ἄγνωστον. Ὡσπερ δὲ τὰ πρότερα λήθῃ κέκρυπται, οὕτω καὶ τὰ ἐνεστῶτα, εἰς τοὺς μετέπειτα χρόνῳ ἀμαυρωθήσεται. Καὶ οὐκ αὐτοσχεδιάζω ταῦτα νῦν ἐκκλησιάζων· άλλά μοι βασιλείαν Ἐβραἱων ἐν Ἰεροσολύμοις πεπιστευμένῳ, ἱκανῶς ἅπαντα πεφρόντισται. Ζητήσας δὲ μεμελημένως, καὶ σοφῶς κατανοήσας τὴν περὶ γῆν φύσιν ἅπασαν, ποικιλωτάτην ἔγνων, ὡς ἀνθρώπῳ δέδοται πονεῖν ἐπὶ γῆς, ἄλλοτε ἀλλοίᾳ καμάτου προφάσει ἐγκαλινδουμένῳ εἰς τὸ μηδέν. Πνεύματος δὲ ἀλλοκότου καὶ μυσαροῦ τὰ κάτω ἅπαντα πλήθει, ὥστε μὴ εἶναι αὐτὰ ἀνακτήσασθαι, ἀλλὰ μηδὲ ἀναριθμηθῆναι τὸ παράπαν ὅση τὰ κατὰ ἀνθρώπους πράγματα κατείληφεν ἀτοπία. Λογισάμενος γάρ ποτε ἐγὼ κατʼ ἐμαυτὸν, καὶ οἰηθεὶς ὡς ἀπάντων εἴην τότε τῶν πρὸ ἐμαυτοῦ γεγονότων ἐνταυθοῖ σοφώτερος· ἔγνων παραβολάς τε συνεῖναι καὶ πραγμάτων φύσεις. ᾨήθην δὲ τἄλλως ἐπὶ τούτῳ φέρεσθαι, καὶ σοφίᾳ μὲν γνῶσιν ἕπεσθαι, γνώσει δὲ πόνους ἐπακολουθεῖν.

Tade legei Salomōn, ho tou Dabid basileōs kai prophētou pais apasę̄ tę̄ tou Theou Ekklēsią, para pantas anthrōpous basileus entimotatos, kai prophētēs sophōtatos. Hōs kena kai anonēta ta tōn anthrōpōn pragmata te kai spoudasmata, hosa anthrōpina. Oude gar echei tis eipein ophelos ti toutois prosērtēmenon, haper anthrōpoi peri gēn herpontes, kai sōmasi kai psychais ektelesai speudousi, tōn men proskairōn hēttēmenoi, anōterō de tōn astrōn tǭ gennaiǭ tēs psychēs ommati, oudʼ hotioun katidein boulomenoi. Kai katatribetai ho tōn anthrōpōn bios hēmeran ex hēmeras, kai hōrōn kai eniautōn periodous, hēliou te dromous periōrismenous, tōn men paraginomenōn, tōn de hypapiontōn. Eoike de to pragma, cheimarrhōn parodǭ, ametrētǭ thalassēs empiptontōn bythǭ syn tarachǭ pollǭ. Kai ta men diʼ anthrōpous hypo Theou gegonota, menei auta, hoion to apo gēs gennasthai, to eis gēn apienai, to autēn hestanai tēn gēn, to ton ēlion hapasan autēn ekperiionta, palin eis ton auton peritrechein horon, kai ta pneumata hōsautōs, tous te potamous tosoutous eis thalassan ekdidontas, kai tous anemous empiptontas, mē anankazein autēn hyperbainein ta autēs metra, mēde autous paranomein. Kai ta men hōs eis toutoni syntelounta hēmin ton bion, houtōs arare. Ta dʼ hypʼ anthrōpōn epitechnōmena rhēmata te kai pragmata, metron ouk echei. Kai logōn polys men homilos, onēsis de oudemia apo tēs peplanēmenēs phlyarias; allʼ aplēston esti to tōn anthrōpōn phylon, pros te to legein, pros te to eterou legontos akouein; eti de kai to ommasin eikaiois ekasta tōn parapiptontōn horan glichesthai. Ti an genoito hysteron, hoper ouk ēdē tetelestai, ē prachtheiē pros anthrōpōn? Ti kainon to mēdepō eis peiran elthon, hotou kai mnēsthēnai axion? Egō men gar oimai ouden, ho ti dʼ an eipę̄ prosphaton, ē kainon analogizomenos eurēsei, mēde tois palai agnōston. Hōsper de ta protera lēthę̄ kekryptai, houtō kai ta enestōta, eis tous metepeita chronǭ amaurōthēsetai. Kai ouk autoschediazō tauta nyn ekklēsiazōn; alla moi basileian Ebraiōn en Ierosolymois pepisteumenǭ, hikanōs hapanta pephrontistai. Zētēsas de memelēmenōs, kai sophōs katanoēsas tēn peri gēn physin hapasan, poikilōtatēn egnōn, hōs anthrōpǭ dedotai ponein epi gēs, allote alloią kamatou prophasei enkalindoumenǭ eis to mēden. Pneumatos de allokotou kai mysarou ta katō hapanta plēthei, hōste mē einai auta anaktēsasthai, alla mēde anarithmēthēnai to parapan hosē ta kata anthrōpous pragmata kateilēphen atopia. Logisamenos gar pote egō katʼ emauton, kai oiētheis hōs apantōn eiēn tote tōn pro emautou gegonotōn entauthoi sophōteros; egnōn parabolas te syneinai kai pragmatōn physeis. Ǭēthēn de tallōs epi toutǭ pheresthai, kai sophią men gnōsin hepesthai, gnōsei de ponous epakolouthein.

Thus says Solomon, the son of David the king and prophet, to the whole Church of God, the most honoured king among all men and the wisest prophet: How empty and unprofitable are the affairs and pursuits of men, all that is human! For no one can name any benefit attached to these things which men, creeping about the earth, hasten to accomplish with bodies and souls, overcome by things of time, and unwilling to look at anything at all above the stars with the noble eye of the soul. And the life of men is worn away day after day, in the cycles of hours and years and the fixed courses of the sun, some coming, others departing. The thing is like the passage of torrents falling with much tumult into the measureless depth of the sea. And the things made by God for men's sake remain: such as being born from the earth, going away to the earth, the earth itself standing, the sun going round all of it and running back again to the same bound, and the winds likewise; and that the rivers, so many as they are, pouring into the sea, and the winds falling on it, do not force it to go beyond its measures, nor do they themselves break its law. These things, as contributing to this life of ours, are so fixed. But the words and deeds devised by men have no measure. There is a great crowd of words, but no profit from wandering babble; yet the human race is insatiable both in speaking and in listening to another speak, and further in longing to see with idle eyes everything that comes along. What could happen later that has not already been accomplished, or be done by men? What is new, not yet come into experience, that is worth remembering? For I think nothing; and whatever one may call recent or new, on reflection he will find that it was not unknown to those of old either. As former things are hidden in forgetfulness, so present things too will be obscured by time for those who come after. And I am not improvising these things now as I speak in the assembly; but having been entrusted with the kingdom of the Hebrews in Jerusalem, I have given thought enough to all things. Having inquired with care and considered wisely the whole nature of things on earth, I knew it to be most varied, how it is given to man to toil on earth, rolling, now on one pretext of labour, now on another, into nothing. All things below are full of a strange and loathsome spirit, so that it is not possible to restore them, nor even to number at all how much absurdity has seized human affairs. For once, when I reckoned with myself and thought that I was then wiser than all who had been here before me, I knew how to understand parables and the natures of things. But I thought that this too was carried along in vain, and that knowledge follows wisdom and toil follows knowledge.

Chapter 2

2PG 10:992a–993d

Τοῦτο δὴ τοῦθʼ οὕτως ἔχειν νομίσας, ἔγνων ἐπὶ ἑτέραν ἰδέαν τραπέσθαι βίου, καὶ ἐκδοῦναι μὲν ἐμαυτὸν τρυφῇ, πεῖραν δὲ λαβεῖν ἡδονῶν ποικίλων. Νῦν τοίνυν συνῆκα ὡς τὰ τοιαῦτα μάταια σύμπαντα· καὶ γέλωτα μὲν εἰκῆ φερόμενον ἐπέσχον, ἡδονὴν δὲ πρὸς τὸ σωφρονεῖν ἐκόλασα, πικρῶς ἐπιτιμήσας αὐτῇ. Λογισάμενος δὲ, ὅτι ψυχὴ δύναται στῆσαι μεθύουσαν καὶ ῥέουσαν ὥσπερ οἶνον σώματος φύσιν, ἐγκράτεια δὲ δουλοῦται ἐπιθυμίαν· προεθυμήθην κατιδεῖν, τί ποτε εἴη προκείμενον ἀνθρώποις σπουδαῖον, καὶ τῷ ὄντι καλὸν ὁ καταπράξονται παρὰ τουτονὶ τὸν βίον. Διεξελήλυθα γὰρ τὰ λοιπὰ σύμπαντα ὅσʼ ἀξιάγαστα νομίζεται, οἶκων τε ὑπερυψήλων ἀνορθώσεις καὶ φυτείας ἀμπέλων, ἔτι δὲ παραδείσων κατασκευὰς, καὶ παντοίων δένδρων καρποφόρων κτήσεις καὶ ἐπιμελείας· ὅπου δὲ καὶ δεξαμεναὶ μεγάλαι πρὸς ὑποδοχὰς ὑδάτων κατεσκευάσθησαν. εἰς δαψιλῆ ἀρδείαν τῶν φυτῶν ἀπονενεμημέναι. Περιεβαλόμην δὲ καὶ οἰκετῶν πλῆθος, θεράποντας καὶ θεραπαίνας· ἄλλους μὲν ἔξωθεν κτησάμενος, ἄλλους δὲ καὶ παρʼ ἐμαυτῷ γενομένους καρπωσάμενος. Ζῴων δὲ τετραπόδων ἀγέλαι, πολλαὶ μὲν βουκολίων, πολλαὶ δὲ ποιμνίων ὑπὸ τὴν ἐμὴν ἦλθον ἐξουσίαν παρʼ ὁντινοῦν τῶν πάλαι. Θησαυροί τε χρυσοῦ τε καὶ ἀργύρου προσέῤῥεον, δορυφόρους τέ μοι καὶ δασμοφόρους, τοὺς ἀπάντων βασιλεῖς πεποιημένῳ. Χοροί τε συνεκροτοῦντο παμπληθεῖς, ἀῤῥένων δέ τε ὁμοῦ καὶ θηλειῶν εἰς τὴν ἐμὴν τέρψιν, παναρμόνιον ἐκπονούντων ὡδήν. Συμπόσιά γε μὴν καὶ οἰνοχόους εἰς τοῦτο ἀπέταξα τῆς τρυφῆς μέρος ἐξ ἐκατέρου γένους ἀνθρώπων ἐξειλεγμένους, οὐδʼ ἄν καταλέγειν ἔχοιμι, τοσοῦτον ὑπερέβαλον τούτοις τοὺς πρὸ ἐμοῦ βασιλεύσαντας Ἰερουσαλήμ. Εἶτα συνέβαινε, τὰ μὲν τῆς σοφίας μοι ἐλαττοῦσθαι, πληθύνειν δὲ τὰ τῆς οὐκ ἀγαθῆς ἐπιθυμίας. Παντὶ γὰρ ὁφθαλμῶν τε δελεάσματι, καὶ καρδίας ἀκράτοις ὀρμαῖς ἐφιεὶς πανταχόθεν προσπιπτούσαις, ἡδονῶν ἐλπίσιν ἐμαυτὸν ἐκδεδωκώς· καὶ πάσαις τρυφαῖς δειλαίαις, τὴν ἐμαυτοῦ ἐγκατέδησα προαίρεσιν. μου αἱ ἐνθυμήσεις, εἰς δυσπραγίαν Οὕτω γάρ ἡνέχθησαν, ὡς ταῦτα μὲν εἶναι καλὰ, ταῦτα δέ μοι προσήκειν διαπράττεσθαι νομίζειν. Εἶτα ποτὲ ἀνανήψας ἐγὼ καὶ ἀναβλέψας, κατεῖδον ἅπερ ἐν χερσὶν εἶχον, μοχθηρὰ ὁμοῦ καὶ παγχάλεπα, πνεύματος οὐκ ἀγαθοῦ ποιήματα. Οὐδὲν γὰρ ὁτιοῦν ἀνθρώπων ᾑρημένον, ἀποδεκτὸν εἶναί μοι νῦν καταφαίνεται καὶ περισπούδαστον ὀρθῷ λογισμῷ. Ἀναλογισάμενος οὖν τά τε σοφίας ἀγαθὰ, καὶ τὰ ἀφροσύνης κακὰ, εἰκότως ἂν ἱκανῶς θαυμάζοιμι ἄνδρα τοιοῦτον, ὅς τις φερόμενος ἀλόγως· ἔπειτα ἑαυτοῦ λαβόμενος, εἰς τὸ δέον ἐπιστρέψει. Φρονήσεως γὰρ καὶ ἀφροσύνης πολὺ τὸ μέσον, διαφορὰ δὲ ἀμφοῖν τοσαύτη, ὅση περ ἡμέρας πρὸς νύκτα. Ἔοικε νῦν ὁ μὲν ἀρετὴν ἡρημένος, τρανῶς τε ἕκαστα καὶ ἄνω βλέποντι· τῆς τε ἑαυτοῦ πορείας, λαμπροτάτου φέγγους καιρῷ πεποιημένῳ· ὁ δʼ αὖ κακίᾳ πεπλεγμένος, καὶ πλάνῃ παντοίᾳ ὡς ἐν σκοτομήνῃ πλανωμένῳ, τυφλός τε ὦν τὴν πρόσοψιν, καὶ ὑπὸ τοῦ σκότους τῶν πραγμάτων ἀφῃρημένος. Τέλος ἐπινοήσας ἐκατέρου τῶν βίων τούτων ἐγὼ τὸ διάφορον, εὗρον οὐδὲν, καὶ ὡς κοινωνὸν ἀφρόνων ἐμαυτὸν καταστήσας, τὰ τῆς ἀφροσύνης ἐπίχειρα ἐδεξάμην. Τί γὰρ ἢ τῶν σοφισμάτων ἐκείνων ἀγαθὸν, ἢ τίς ὄνησις τῶν πολλῶν λόγων, ὅπου γε τὰ φλυαρίας ῥήματα, ῶσπερ ἐκ πηγῆς ὀρμᾶται τῆς ἀφροσύνης; Σοφῷ δὲ καὶ ἄφρονι κοινὸν οὐδὲν, οὐ κατὰ ἀνθρώπων μνήμην, οὐ κατὰ Θεοῦ ἀμοιβήν. Τῶν δʼ ἐν ἀνθρώποις πραγμάτων, ἔτι ἄρχεσθαι δοκούντων, ἤδη τὸ τέλος καταλαμβάνει ἀπάντων. Σοφὸς δὲ οὐδέποτε ἀσυνέτῳ τοῦ αὐτοῦ κοινωνεῖ τέλους. Ἐμίσησα τοίνυν καὶ τὸν σύμπαντά μου βίον, τὸν ἐν τοῖς ματαίοις ἀναλωθέντα, διήγαγον τοῖς περὶ γῆν πόνοις προστετηκώς. Ὡς γὰρ συνελόντι φάναι, πάντα μοι λυπηρῶς ἐκμεμόχθηται ὀρμῆς ἀλογίστου γενόμενα ποιήματα καὶ διαδέξεταί τις αὐτὰ ἔτερος, εἴτε σοφὸς, εἴτε ἠλίθιος, τὰς ψυχρὰς τῶν ἐμῶν καμάτων ἐπικαρπίας. Ἀποβαλομένῳ δέ μοι ταῦτα καὶ ἀποῤῥίψαντι, κατεφάνη τὰ τῷ ὄντι ἀγαθὰ προκείμενα ἀνθρώπῳ, σοφίας τε γνῶσις, καὶ κτῆσις ἀνδρείας. Εἰ δέ τις τούτων μὲν οὐκ ἐφρόντισεν, ἐτέρων δὲ ἐπτόηται, ὁ τοιοῦτος εὕρετο μὲν πονηρὰ ἀντὶ ἀγαθῶν, μετῆλθε δὲ κακίαν ἀντὶ χρηστότητος, καὶ μόχθον ἀνθʼ ἡσυχίας, ταράχοις ποικίλοις περιελκόμενος, νύκτωρ τε καὶ μεθʼ ἡμέραν συνεχόμενος ἀεὶ, σώματός τε ἐπείγουσι καμάτοις, καὶ ψυχῆς φροντίσιν ἀδιαλείπτοις, σφαδαζούσης αὐτῷ τῆς καρδίας, ἀλλοκότων ἕνεκα πραγμάτων. Οὐ γὰρ τὸ τέλειον ἀγαθὸν περὶ βρῶσίν τε καὶ πόσιν ἱζάνει· εἰ καὶ μάλιστα ἐκ Θεοῦ ἀνθρώποις γίνονται αἱ τροφαί· οὐδὲν γὰρ τῶν πρὸς σωτηρίαν ἡμῖν διδομένων ἔξω τῆς αὐτοῦ ὑπάρχει προνοίας. Ἀλλʼ ὁ ὄντως ἀγαθὸς ἀνὴρ, σοφίας ἐκ Θεοῦ τυχὼν, εὐφροσύνης ἔτυχεν οὐρανίου· ὁ δʼ αὖ πονηρὸς, θεηλάτοις ἐλαυνόμενος κακοῖς, πλεονεξίαν νοσῶν, πολλά τε ἀθροῖσαι σπουδάζει, καὶ τὸν ὑπὸ Θεοῦ τετιμημένον ἐναντίον τοῦ πάντων Δεσπότου ὀνειδίσαι σπεύδει, δῶρα προτείνων ἄχρηστα, δολερά τε ὁμοῦ καὶ μάταια τῆς αὐτοῦ ἀθλίας ψυχῆς σπουδάσματα πεποιημένος.

Touto dē touthʼ houtōs echein nomisas, egnōn epi heteran idean trapesthai biou, kai ekdounai men emauton tryphę̄, peiran de labein hēdonōn poikilōn. Nyn toinyn synēka hōs ta toiauta mataia sympanta; kai gelōta men eikē pheromenon epeschon, hēdonēn de pros to sōphronein ekolasa, pikrōs epitimēsas autę̄. Logisamenos de, hoti psychē dynatai stēsai methyousan kai rheousan hōsper oinon sōmatos physin, enkrateia de douloutai epithymian; proethymēthēn katidein, ti pote eiē prokeimenon anthrōpois spoudaion, kai tǭ onti kalon ho katapraxontai para toutoni ton bion. Diexelēlytha gar ta loipa sympanta hosʼ axiagasta nomizetai, oikōn te hyperypsēlōn anorthōseis kai phyteias ampelōn, eti de paradeisōn kataskeuas, kai pantoiōn dendrōn karpophorōn ktēseis kai epimeleias; hopou de kai dexamenai megalai pros hypodochas hydatōn kateskeuasthēsan. eis dapsilē ardeian tōn phytōn aponenemēmenai. Periebalomēn de kai oiketōn plēthos, therapontas kai therapainas; allous men exōthen ktēsamenos, allous de kai parʼ emautǭ genomenous karpōsamenos. Zǭōn de tetrapodōn agelai, pollai men boukoliōn, pollai de poimniōn hypo tēn emēn ēlthon exousian parʼ hontinoun tōn palai. Thēsauroi te chrysou te kai argyrou proserrheon, doryphorous te moi kai dasmophorous, tous apantōn basileis pepoiēmenǭ. Choroi te synekrotounto pamplētheis, arrhenōn de te homou kai thēleiōn eis tēn emēn terpsin, panarmonion ekponountōn hōdēn. Symposia ge mēn kai oinochoous eis touto apetaxa tēs tryphēs meros ex ekaterou genous anthrōpōn exeilegmenous, oudʼ an katalegein echoimi, tosouton hyperebalon toutois tous pro emou basileusantas Ierousalēm. Eita synebaine, ta men tēs sophias moi elattousthai, plēthynein de ta tēs ouk agathēs epithymias. Panti gar hophthalmōn te deleasmati, kai kardias akratois ormais ephieis pantachothen prospiptousais, hēdonōn elpisin emauton ekdedōkōs; kai pasais tryphais deilaiais, tēn emautou enkatedēsa proairesin. mou hai enthymēseis, eis dyspragian Houtō gar hēnechthēsan, hōs tauta men einai kala, tauta de moi prosēkein diaprattesthai nomizein. Eita pote ananēpsas egō kai anablepsas, kateidon haper en chersin eichon, mochthēra homou kai panchalepa, pneumatos ouk agathou poiēmata. Ouden gar hotioun anthrōpōn hę̄rēmenon, apodekton einai moi nyn kataphainetai kai perispoudaston orthǭ logismǭ. Analogisamenos oun ta te sophias agatha, kai ta aphrosynēs kaka, eikotōs an hikanōs thaumazoimi andra toiouton, hos tis pheromenos alogōs; epeita heautou labomenos, eis to deon epistrepsei. Phronēseōs gar kai aphrosynēs poly to meson, diaphora de amphoin tosautē, hosē per hēmeras pros nykta. Eoike nyn ho men aretēn hērēmenos, tranōs te hekasta kai anō bleponti; tēs te heautou poreias, lamprotatou phengous kairǭ pepoiēmenǭ; ho dʼ au kakią peplegmenos, kai planę̄ pantoią hōs en skotomēnę̄ planōmenǭ, typhlos te ōn tēn prosopsin, kai hypo tou skotous tōn pragmatōn aphę̄rēmenos. Telos epinoēsas ekaterou tōn biōn toutōn egō to diaphoron, heuron ouden, kai hōs koinōnon aphronōn emauton katastēsas, ta tēs aphrosynēs epicheira edexamēn. Ti gar ē tōn sophismatōn ekeinōn agathon, ē tis onēsis tōn pollōn logōn, hopou ge ta phlyarias rhēmata, ōsper ek pēgēs ormatai tēs aphrosynēs? Sophǭ de kai aphroni koinon ouden, ou kata anthrōpōn mnēmēn, ou kata Theou amoibēn. Tōn dʼ en anthrōpois pragmatōn, eti archesthai dokountōn, ēdē to telos katalambanei apantōn. Sophos de oudepote asynetǭ tou autou koinōnei telous. Emisēsa toinyn kai ton sympanta mou bion, ton en tois mataiois analōthenta, diēgagon tois peri gēn ponois prostetēkōs. Hōs gar synelonti phanai, panta moi lypērōs ekmemochthētai ormēs alogistou genomena poiēmata kai diadexetai tis auta eteros, eite sophos, eite ēlithios, tas psychras tōn emōn kamatōn epikarpias. Apobalomenǭ de moi tauta kai aporrhipsanti, katephanē ta tǭ onti agatha prokeimena anthrōpǭ, sophias te gnōsis, kai ktēsis andreias. Ei de tis toutōn men ouk ephrontisen, eterōn de eptoētai, ho toioutos heureto men ponēra anti agathōn, metēlthe de kakian anti chrēstotētos, kai mochthon anthʼ hēsychias, tarachois poikilois perielkomenos, nyktōr te kai methʼ hēmeran synechomenos aei, sōmatos te epeigousi kamatois, kai psychēs phrontisin adialeiptois, sphadazousēs autǭ tēs kardias, allokotōn heneka pragmatōn. Ou gar to teleion agathon peri brōsin te kai posin hizanei; ei kai malista ek Theou anthrōpois ginontai hai trophai; ouden gar tōn pros sōtērian hēmin didomenōn exō tēs autou hyparchei pronoias. Allʼ ho ontōs agathos anēr, sophias ek Theou tychōn, euphrosynēs etychen ouraniou; ho dʼ au ponēros, theēlatois elaunomenos kakois, pleonexian nosōn, polla te athroisai spoudazei, kai ton hypo Theou tetimēmenon enantion tou pantōn Despotou oneidisai speudei, dōra proteinōn achrēsta, dolera te homou kai mataia tēs autou athlias psychēs spoudasmata pepoiēmenos.

Thinking that this was so, I decided to turn to another form of life, and give myself up to luxury and make trial of various pleasures. Now, then, I understood that all such things are vain; and laughter, carried along at random, I checked, and pleasure I chastened toward temperance, rebuking it bitterly. And reckoning that the soul can check the nature of the body, drunken and flowing like wine, and that self-control enslaves desire, I was eager to see what serious and truly good thing is set before men to accomplish in this life. For I went through all the rest that are thought admirable: the raising of very lofty houses and the planting of vineyards, and further the making of parks and the acquiring and tending of all kinds of fruit trees; where great pools too were built to receive water, set apart for the abundant watering of the plants. I surrounded myself also with a multitude of household servants, menservants and maidservants, some acquired from outside and others born in my house. Herds of four-footed animals, many herds of cattle and many flocks, came under my control, more than anyone's of old. Treasures of gold and silver flowed to me, as I made the kings of all lands my bodyguards and tribute-bearers. Very large choirs were assembled, of men and women together, for my delight, practising all-harmonious song. Banquets and cupbearers I assigned to this part of luxury, chosen from both sexes, so many that I could not even count them, so far did I surpass in these those who reigned in Jerusalem before me. Then it happened that wisdom diminished in me, and the things of no good desire multiplied. For, giving way to every bait of the eyes and every unmixed impulse of the heart that fell upon me from every side, I gave myself over to hopes of pleasures and bound my own will to all wretched luxuries. For so were my thoughts carried toward misfortune, that I thought these things good and fitting for me to do. Then at length, sobering up and looking up, I saw what I had in my hands, wretched and very grievous things, the works of a spirit not good. For nothing at all chosen by men now seems to me acceptable and worth pursuing by right reason. Reckoning, then, the goods of wisdom and the evils of folly, I would rightly marvel greatly at a man who, carried along irrationally, then takes hold of himself and turns to what is needful. For the space between prudence and folly is great, and the difference between them is as great as that of day to night. The one who has chosen virtue is like one who sees each thing clearly and looks upward, making his journey in the time of brightest light; while the one entangled in vice and every error is like one wandering on a moonless night, blind in sight and robbed of things by the darkness. At last, considering the difference between these two lives, I found none, and having made myself a partner of fools, I received the wages of folly. For what good is there in those clevernesses, or what profit in many words, when the words of babble spring as from a fountain of folly? But the wise and the fool have nothing in common, neither in remembrance among men nor in recompense from God. Of the affairs among men, while they still seem to be beginning, the end already seizes them all. But the wise man never shares the same end with the foolish. I hated, then, my whole life, spent in vain things, which I passed melting away in toils on earth. For, in a word, all things have been toiled over by me in grief, being the works of an irrational impulse; and another will receive them, whether wise or foolish, the cold fruits of my labours. But when I had cast these off and thrown them away, the truly good things set before man appeared to me: the knowledge of wisdom and the possession of courage. And if anyone has not cared for these but has been excited by other things, such a man has found evil instead of good, and pursued wickedness instead of goodness, and toil instead of rest, dragged about by various troubles, always held fast night and day by pressing labours of the body and unceasing cares of the soul, his heart throbbing for strange things. For the perfect good does not rest in food and drink, even though food comes to men above all from God; for nothing of what is given to us for salvation lies outside his providence. But the truly good man, obtaining wisdom from God, has obtained heavenly gladness; while the wicked man, driven by God-sent evils and sick with greed, is eager to amass much and hastens to reproach before the Lord of all the one who has been honoured by God, offering useless gifts, having made the deceitful and vain pursuits of his own wretched soul.

Chapter 3

3PG 10:996a–997a

Χρόνος δὲ οὗτος πάντων γέμει τῶν ἐναντιωτάτων, τοκετῶν, εἶτα θανάτων, βλαστήσεως φυτῶν εἶτα ἀνατροπῆς· ἰάσεων καὶ ἀναιρέσεων, οἴκων τε ἀνορθώσεως καὶ καταλύσεως, κλαυθμῶν καὶ γελώτων, κοπετῶν καὶ ὀρχημάτων. Νῦν μὲν συνάγει τις τὰ ἀπὸ γῆς, νῦν δὲ ἐξέβαλε· καὶ ποτὲ μὲν ἐπιμέμηνε γυναικὶ, ποτὲ δὲ αὐτὴν ἀποστυγεῖ. Καὶ νῦν μὲν ἐζήτησέ τις ὁτιοῦν, νῦν δὲ ἀπώλεσε· καὶ νῦν μὲν ἐφύλαξε, νῦν δὲ προήκατο· ἄλλοτε ἀπέκτεινεν, ἄλλοτε ἐφονεύθη· ἐλάλησεν, εἶτα ἡσύχασεν· ἡγάπησεν, εἶτα ἐμίσησε. Τὰ γὰρ ἐν ἀνθρώποις πράγματα ποτὲ μὲν πολεμεῖται, ἄλλοτε δὲ εἰρηνεύεται, ὀξυῤῥόπως τέ πραγμάτων ἐξ ἀγαθῶν εἶναι δοκούντων εἰς ὁμολογούμενα κακὰ μεταπιπτόντων. Παυσώμεθα τοίνυν ἐξ ἀνονήτων μόχθων. Ταῦτα γὰρ ἀπαντα, ὡς γέ μοι δοκεῖ, κέντροις ἰοβόλοις ἀνθρώπους ἐξοιστρεῖν ἐτέχθη. Καιροσκόπος δή τις πονηρὸς τὸν αἰῶνα τοῦτον περικέχηνεν, ἀφανίσαι ὑπερδιατεινόμενος τὸ τοῦ Θεοῦ πλάσμα, ἐξ ἀρχῆς αὐτῷ μέχρι τέλους πολεμεῖν ᾑρημένος. Πέπεισμαι τοίνυν τὰ μέγιστα ἀγαθὰ ἀνθρώπῳ εὐθυμίαν καὶ εὐποιΐαν ὑπάρχειν, καὶ μέν τοι καὶ τὴν πρόσκαιρον ταύτην ἀπόλαυσιν ἐκ Θεοῦ παραγενέσθαι μόνον, εἰ δικαιοσύνη τῶν πράξεων ἡγοῖτο. Τῶν δὲ αἰωνίων καὶ ἀφθάρτων πραγμάτων, ὅσα ὁ Θεὸς παγίως ὥρισεν, οὕτε τι ἀφελεῖν, οὕτε τι προσθεῖναι δυνατόν. Ὅ τι οὖν, ἀλλʼ ἔστιν, ἐκεῖνα φοβερά τε ὁμοῦ καὶ θαυμαστά· καὶ τὰ μὲν γενόμενα, ἕστηκε· τὰ δὲ ἐσόμενα, ἤδη κατὰ τὸ προεγνῶσθαι γεγένηται. Θεῷ δὲ κέχρηται ὁ ἀδικούμενος βοηθῷ. Εἶδον ἐν τοῖς κάτω μέρεσι, κολάσεως μὲν βάραθρον τοὺς δυσσεβεῖς δεχόμενον, εὐσεβέσι δὲ χῶρον ἔτερον ἀναμένειν. Ἐλογισάμην δὲ πάντα ὅμοια ὑπάρχειν παρὰ Θεῷ νομίζεσθαι καὶ κρίνεσθαι, ταυτὸν εἶναι δικαίους καὶ ἀδίκους, λογικὰ καὶ ἄλογα. Χρόνον τε γὰρ ἅπασιν ὁμοίως ἐπιμεμετρῆσθαι, καὶ θάνατον ἐπηρτῆσθαι. ταυτόν τε εἶναι παρὰ Θεῷ κτηνῶν τε καὶ ἀνθρώπων φῦλα, διαφέρειν δὲ ἄλλήλων, μόνῳ τῷ ἐνάρθρῳ τῆς φωνῆς· συμβαίνειν δὲ αὐτοῖς ἅπαντα παραπλήσια, καὶ τὸν θάνατον χωρεῖν, οὐδὲν μᾶλλον ἐπὶ τὰ λοιπὰ τῶν ζώων, ἤπερ καὶ ἐπʼ ἀνθρώπους. Πνεῦμα γὰρ πᾶσιν ὅμοιον εἶναι, καὶ πλέον ὑπάρχειν ἐν ἀνθρώποις μηδὲν, ἀλλὰ πάντα ἑνὶ λόγῳ εἶναι μάταια, ἀπὸ τῆς αὐτῆς γῆς λαβόντα τὴν σύστασιν, καὶ εἰς τὴν αὐτὴν γῆν ἕξοντα τὴν ἀνάλυσιν. Ἄδηλον γὰρ εἶναι περί τε τῶν ἀνθρωπίνων ψυχῶν, εἰ ἀναπτήσονται ἄνω, καὶ περὶ τῶν λοιπῶν ἃς τὰ ἄλογα κέκτηνται, εἰ κάτω διαῤῥυήσονται. Καὶ ὅ μοι ἐδόκει μηδὲν ἔτερον ὑπάρχειν ἀγαθὸν, εἰ μὴ τρυφὴ καὶ τῶν παρόντων χρῆσις. Οὐ γὰρ εἶναι πάλιν ὡήθην ἐπὶ τὴν ἀπόλαυσιν τούτων ἐλθεῖν δυνατὸν, ἅπαξ ἀνθρώπῳ θανάτου γευσαμένῳ.

Chronos de houtos pantōn gemei tōn enantiōtatōn, toketōn, eita thanatōn, blastēseōs phytōn eita anatropēs; iaseōn kai anaireseōn, oikōn te anorthōseōs kai katalyseōs, klauthmōn kai gelōtōn, kopetōn kai orchēmatōn. Nyn men synagei tis ta apo gēs, nyn de exebale; kai pote men epimemēne gynaiki, pote de autēn apostygei. Kai nyn men ezētēse tis hotioun, nyn de apōlese; kai nyn men ephylaxe, nyn de proēkato; allote apekteinen, allote ephoneuthē; elalēsen, eita hēsychasen; hēgapēsen, eita emisēse. Ta gar en anthrōpois pragmata pote men polemeitai, allote de eirēneuetai, oxyrrhopōs te pragmatōn ex agathōn einai dokountōn eis homologoumena kaka metapiptontōn. Pausōmetha toinyn ex anonētōn mochthōn. Tauta gar apanta, hōs ge moi dokei, kentrois iobolois anthrōpous exoistrein etechthē. Kairoskopos dē tis ponēros ton aiōna touton perikechēnen, aphanisai hyperdiateinomenos to tou Theou plasma, ex archēs autǭ mechri telous polemein hę̄rēmenos. Pepeismai toinyn ta megista agatha anthrōpǭ euthymian kai eupoiïan hyparchein, kai men toi kai tēn proskairon tautēn apolausin ek Theou paragenesthai monon, ei dikaiosynē tōn praxeōn hēgoito. Tōn de aiōniōn kai aphthartōn pragmatōn, hosa ho Theos pagiōs hōrisen, houte ti aphelein, houte ti prostheinai dynaton. Ho ti oun, allʼ estin, ekeina phobera te homou kai thaumasta; kai ta men genomena, hestēke; ta de esomena, ēdē kata to proegnōsthai gegenētai. Theǭ de kechrētai ho adikoumenos boēthǭ. Eidon en tois katō meresi, kolaseōs men barathron tous dyssebeis dechomenon, eusebesi de chōron eteron anamenein. Elogisamēn de panta homoia hyparchein para Theǭ nomizesthai kai krinesthai, tauton einai dikaious kai adikous, logika kai aloga. Chronon te gar hapasin homoiōs epimemetrēsthai, kai thanaton epērtēsthai. tauton te einai para Theǭ ktēnōn te kai anthrōpōn phyla, diapherein de allēlōn, monǭ tǭ enarthrǭ tēs phōnēs; symbainein de autois hapanta paraplēsia, kai ton thanaton chōrein, ouden mallon epi ta loipa tōn zōōn, ēper kai epʼ anthrōpous. Pneuma gar pasin homoion einai, kai pleon hyparchein en anthrōpois mēden, alla panta heni logǭ einai mataia, apo tēs autēs gēs labonta tēn systasin, kai eis tēn autēn gēn hexonta tēn analysin. Adēlon gar einai peri te tōn anthrōpinōn psychōn, ei anaptēsontai anō, kai peri tōn loipōn has ta aloga kektēntai, ei katō diarrhyēsontai. Kai ho moi edokei mēden eteron hyparchein agathon, ei mē tryphē kai tōn parontōn chrēsis. Ou gar einai palin hōēthēn epi tēn apolausin toutōn elthein dynaton, hapax anthrōpǭ thanatou geusamenǭ.

This time is full of all the most opposite things: births, then deaths; the sprouting of plants, then their uprooting; healings and killings; the building up of houses and their pulling down; weeping and laughter; lamentations and dances. Now one gathers what comes from the earth, now throws it out; at one time a man is mad for a woman, at another he loathes her. Now someone sought something, now lost it; now kept it, now let it go; at one time he killed, at another he was murdered; he spoke, then kept silent; he loved, then hated. For human affairs are at one time at war and at another at peace, as things that seem good fall swiftly into acknowledged evils. Let us cease, then, from unprofitable toils. For all these, as it seems to me, (were made) to drive men mad with poisonous goads. A wicked one, watching for his chance, gapes over this age, straining to destroy the creature of God, having chosen to war against him from the beginning to the end. I am persuaded, then, that the greatest goods for a man are cheerfulness and doing good, and indeed that even this temporary enjoyment comes from God alone, if righteousness leads his actions. But of the eternal and imperishable things which God has firmly appointed, it is not possible to take away anything or to add anything. Whatever, then, there is, those things are fearful and wonderful; and what has come to be stands; and what will be has already come to be in being foreknown. And the one who is wronged has God as his helper. I saw in the lower regions a pit of punishment receiving the impious, and another place awaiting the pious. And I reckoned that all things are alike held and judged by God, that the just and the unjust, the rational and the irrational, are the same. For time is measured out alike to all, and death hangs over all; and the races of beasts and of men are the same with God, differing from one another only in articulate speech; and all things happen to them alike, and death comes no more to the other animals than to men. For the spirit is alike in all, and men have nothing more, but all things, in a word, are vain, taking their constitution from the same earth and going to have their dissolution into the same earth. For it is unclear concerning the souls of men whether they will fly upward, and concerning the others that the irrational animals have, whether they will flow away downward. And so it seemed to me that there is no other good than luxury and the use of present things. For I did not think it possible to come back to the enjoyment of these, once a man had tasted death.

Chapter 4

4PG 10:997a–1000b

Ἀπὸ δὲ τούτων ἀπασῶν ἐμαυτὸν ἐπιστρέψας τῶν ἐννοιῶν κατεσκεψάμην καὶ ἀπεστράφην πάντα εἴδη συκοφαντιῶν τὰ ἐν ἀνθρώποις πλαζόμενα, ἐξ ὧν τινὲς μὲν ἀδικούμενοι δακρύουσι καὶ θρηνοῦσι, βίᾳ καταβεβλημένοι τῶν ἐπαμυνόντων, ἢ ὅλως παραμυθησομένων αὐτοὺς πάσης πανταχόθεν κατεχούσης ἀπορίας οἱ δὲ χειροδίκαι εἰς ὕψος αἴρονται, ἐξ οὗ καὶ πεσοῦνται. Τῶν δὲ ἀδίκων καὶ θρασέων, οἱ μὲν ἀποθανόντες, ἄμεινον παρὰ τοὺς μέχρι νῦν ζῶντας ἔπραξαν. Αἱρετώτερος δὲ τούτων ἀμφοτέρων, ὁ ὅμοιος αὐτοῖς ἐσόμενος, μηδέπω δὲ γεγονὼς, ὅτι οὕπω τῆς κατὰ ἀνθρώπους ἤψατο πονηρίας. Φανερὸν δέ μοι ἐγένετο καὶ ὁπόσος ἀνδρὶ φθόνος παρὰ τῶν πέλας ἔπεται, οἶστρος ὑπάρχων πονηροῦ πνεύματος· καὶ ὅτι ὁ ὑποδεξάμενός τε αὐτὸν, καὶ οἰονεὶ προστερνισάμενος, οὐδὲν ἕτερον ἔχει, ἢ τὸ διεσθίειν τὴν ἑαυτοῦ ψυχὴν, καὶ διαπρίειν τε καὶ δαπανᾷν μετὰ τοῦ σώματος ἑαυτοῦ λύπην ἀπαραμύθητον, τὴν τῶν ἄλλων εὐπραγίαν τιθέμενον. Ἐλοιτο δʼ ἄν τις εὖ φρονῶν θατέραν ἐμπλῆσαι τῶν χειρῶν, σὺν ῥᾳστώνῃ καὶ πραότητι, ἤπερ ἀμφοτέρας σὺν μόχθῳ, καὶ δολεροῦ πνεύματος πανουργίᾳ. Ἐστι δέ τι καὶ ἕτερον, ὅπερ οἶδα συμβαῖνον παρὰ τὸ προσῆκον, ἀνδρὸς ἕνεκα προαιρέσεως οὐκ ἀγαθῆς. Ὁς μεμονωμένος πάντοθεν, καὶ οὕτε ἀδελφὸν ἔχων, οὕτε υἰὸν, κτήμασι δὲ πολλοῖς εὐθηνούμενος, ἀπληστίᾳ συζῶν, χρηστότητι ἐαυτὸν οὐθʼ ὅλως ὁτιοῦν ἐπιδοῦναι θέλει. Ἡδέως οὗν ἂν αὐτὸν ἐροίμην, ὅτου χάριν ὁ τοιοῦτος μοχθεῖ, τὸ μὲν ἀγαθόν τι δρᾶσαι προτροπάδην φεύγων, ποικίλαις δὲ τοῦ χρηματίσασθαί ποθεν ἐπιθυμίαις διασπώμενος. Πολλῷ δὲ τούτου βελτίους οἶ κοινωνίαν ἅμα βίου ἐστείλαντο, ἐξῆς καρποῖντο ἂν τὰ βέλτιστα; Δύο γὰρ ἀνδρῶν τοῖς αὐτοῖς πράγμασιν ὀρθῶς προσκειμένων, εἰ καὶ θατέρῳ τινὶ προσπέσῃ τι· ἀλλὰ μὴν οὐ μικρὰν ἐπικουρίαν ἔχει, τὸν αὐτῷ συνόντα. Μεγίστη δὲ καὶ συμφορὰ ἀνθρώπῳ δυσπραγοῦντι, καὶ ἡ ἐρημία τοῦ ἀνακτησομένου. Οἱ δʼ αὖ ὁμοδίαιτοι, καὶ τὴν εὐπραγίαν αὐτοῖς ἐδιπλασίασαν, καὶ πραγμάτων ἀβουλήτων χειμῶνα παρεμυθήσαντο· ὥστε καὶ μεθημέραν τῇ ἐπʼ ἀλλήλοις λαμπρύνεσθαι παῤῥησίᾳ, καὶ νύκτωρ φαιδρότητι σεμνύνεσθαι. Ὁ δὲ βίον ἀκοινώνητον ἔλκων, φρικώδη τινὰ ἑαυτῷ διεξάγει ζωὴν, οὐκ ἡσθημένος, ὡς εἰ καὶ ἐπίθοιτό τις ἀνθρώποις συμπεφραγμένοις, θρασέως καὶ οὐκ ἀσφαλῶς βουλεύεται, καὶ ὅτι οὐδὲ σχοῖνος τριπλῇ ῥᾳδίως ἀποῤῥήγνυσθαι πέφυκεν. Ἐγὼ δὲ προκρίνω νέον πένητα σώφρονα, γέροντος βασιλέως ἄφρονος, ὦ ἐνθύμιον οὐ γεγένηται, ὡς δυνατόν ἐστι, τῶν μὲν ἐκ τοῦ δεσμωτηρίου τινὰ εἰς τὸ βασιλεῦσαι καταστῆναι, αὐτὸν δὲ τῆς ἀδίκου δυναστείας, δικαίως ὕστερον ἐκπεσεῖν. Συμβαίνει γὰρ τοὺς ὑπὸ τῷ νέῳ μὲν, ἔμφρονι δὲ τεταγμένους, ἀλύπους εἶναι τοὺς ὅσοι προγενέστεροι. Οἱ γὰρ μετέπειτα γενόμενοι, διὰ τὸ ἐτέρου ἀπειράτως ἔχειν. οὐδὲ τοῦτον ἐπαινεῖν δύνανται, ἀγόμενοί τε γνώμῃ ἀλογίστῳ, καὶ ὀρμῇ πνεύματος ἐναντίου. Ἐκκλησιάζων δὲ πρὸ ὀφθαλμῶν ἔχε τόν τʼ ἐαυτοῦ βίον ὀρθῶς διαπορεύεσθαι, καὶ ὑπὲρ τῶν ἀφρόνων εὔχεσθαι, ὅπως ἐπίσταιντο σύνεσιν λαβόντες, ἐκκλίνειν τὴν πρᾶξιν τῶν πονηρῶν.

Apo de toutōn apasōn emauton epistrepsas tōn ennoiōn kateskepsamēn kai apestraphēn panta eidē sykophantiōn ta en anthrōpois plazomena, ex hōn tines men adikoumenoi dakryousi kai thrēnousi, bią katabeblēmenoi tōn epamynontōn, ē holōs paramythēsomenōn autous pasēs pantachothen katechousēs aporias hoi de cheirodikai eis hypsos airontai, ex hou kai pesountai. Tōn de adikōn kai thraseōn, hoi men apothanontes, ameinon para tous mechri nyn zōntas epraxan. Hairetōteros de toutōn amphoterōn, ho homoios autois esomenos, mēdepō de gegonōs, hoti houpō tēs kata anthrōpous ēpsato ponērias. Phaneron de moi egeneto kai hoposos andri phthonos para tōn pelas epetai, oistros hyparchōn ponērou pneumatos; kai hoti ho hypodexamenos te auton, kai oionei prosternisamenos, ouden heteron echei, ē to diesthiein tēn heautou psychēn, kai diapriein te kai dapanąn meta tou sōmatos heautou lypēn aparamythēton, tēn tōn allōn eupragian tithemenon. Eloito dʼ an tis eu phronōn thateran emplēsai tōn cheirōn, syn rhąstōnę̄ kai praotēti, ēper amphoteras syn mochthǭ, kai dolerou pneumatos panourgią. Esti de ti kai heteron, hoper oida symbainon para to prosēkon, andros heneka proaireseōs ouk agathēs. Hos memonōmenos pantothen, kai houte adelphon echōn, houte uion, ktēmasi de pollois euthēnoumenos, aplēstią syzōn, chrēstotēti eauton outhʼ holōs hotioun epidounai thelei. Hēdeōs houn an auton eroimēn, hotou charin ho toioutos mochthei, to men agathon ti drasai protropadēn pheugōn, poikilais de tou chrēmatisasthai pothen epithymiais diaspōmenos. Pollǭ de toutou beltious oi koinōnian hama biou esteilanto, exēs karpointo an ta beltista? Dyo gar andrōn tois autois pragmasin orthōs proskeimenōn, ei kai thaterǭ tini prospesę̄ ti; alla mēn ou mikran epikourian echei, ton autǭ synonta. Megistē de kai symphora anthrōpǭ dyspragounti, kai hē erēmia tou anaktēsomenou. Hoi dʼ au homodiaitoi, kai tēn eupragian autois ediplasiasan, kai pragmatōn aboulētōn cheimōna paremythēsanto; hōste kai methēmeran tę̄ epʼ allēlois lamprynesthai parrhēsią, kai nyktōr phaidrotēti semnynesthai. Ho de bion akoinōnēton elkōn, phrikōdē tina heautǭ diexagei zōēn, ouk hēsthēmenos, hōs ei kai epithoito tis anthrōpois sympephragmenois, thraseōs kai ouk asphalōs bouleuetai, kai hoti oude schoinos triplę̄ rhądiōs aporrhēgnysthai pephyken. Egō de prokrinō neon penēta sōphrona, gerontos basileōs aphronos, ō enthymion ou gegenētai, hōs dynaton esti, tōn men ek tou desmōtēriou tina eis to basileusai katastēnai, auton de tēs adikou dynasteias, dikaiōs hysteron ekpesein. Symbainei gar tous hypo tǭ neǭ men, emphroni de tetagmenous, alypous einai tous hosoi progenesteroi. Hoi gar metepeita genomenoi, dia to eterou apeiratōs echein. oude touton epainein dynantai, agomenoi te gnōmę̄ alogistǭ, kai ormę̄ pneumatos enantiou. Ekklēsiazōn de pro ophthalmōn eche ton tʼ eautou bion orthōs diaporeuesthai, kai hyper tōn aphronōn euchesthai, hopōs epistainto synesin labontes, ekklinein tēn praxin tōn ponērōn.

Turning myself away from all these thoughts, I looked at, and turned away in disgust from, all the kinds of false accusation that wander among men, from which some, wronged, weep and lament, overpowered by force, with no one to help or console them at all, utter helplessness holding them on every side; while those who take the law into their own hands are raised on high, from which they will also fall. And of the unjust and bold, those who have died fared better than those still living; and more to be chosen than both is the one who would be like them but has not yet come to be, because he has not yet touched the wickedness among men. And it became clear to me how much envy from neighbours follows a man, being the goad of an evil spirit; and that the one who receives it and, as it were, clasps it to his breast has nothing else but to devour his own soul and to saw it through and consume it together with his body, making the prosperity of others his inconsolable grief. A sensible man would choose to fill one of his hands with ease and gentleness rather than both with toil and the villainy of a deceitful spirit. There is also something else which I know happens contrary to what is fitting, because of a man of no good purpose: who, wholly alone, having neither brother nor son, but abounding in many possessions and living with insatiability, wishes to give himself to no goodness at all. I would gladly ask him for whose sake such a man toils, fleeing headlong from doing any good, but torn by various desires to make money from somewhere. Much better than he are those who have set out together in a fellowship of life; would they not in turn reap the best fruits? For when two men rightly apply themselves to the same affairs, even if something befalls one of them, he still has no small help in the one who is with him. And the greatest calamity for a man in misfortune is the lack of anyone to raise him up. But those who live together both double their prosperity and console one another in the storm of unwished-for affairs, so that by day they shine in their freedom with one another, and by night are dignified with cheerfulness. But the one who drags out an unshared life leads a dreadful existence, not perceiving that whoever attacks men who are joined together plans boldly and not safely, and that even a triple cord is not easily broken. I prefer a young man who is poor and sensible to an old king who is foolish, to whom it has not occurred that it is possible for someone from prison to be set up as king, and for himself to fall justly later from his unjust power. For it happens that those placed under a young but sensible (king) are free from grief, as many as are of the older generation; but those born later, having no experience of the other, cannot praise this one either, being led by an irrational mind and the impulse of an opposing spirit. And when you speak in the assembly, keep before your eyes both the right ordering of your own life and prayer for the foolish, that they may receive understanding and know how to turn aside from doing evil.

Chapter 5

5PG 10:1000b–1001d

Γλώσσης δὲ φείδεσθαι καλὸν, καὶ εὐσταθούσῃ χρῆσθαι καρδίᾳ ἐν τῇ περὶ λόγους σπουδῇ. Οὐ γὰρ χρὴ ἀλογίστως αὐτῶν ἔχοντα, κἂν ἄτοπα, ἢ τὰ ἐπὶ νοῦν ἐλθόντα, ταῦτα προΐεσθαι διὰ τῆς φωνῆς· ἀλλʼ ἐνθυμουμένους, ὅτι εἰ καὶ πολὺ ἀφεστήκαμεν οὐρανοῦ, γινώσκειν χρὴ, ὅτι ἐπʼ ἐπηκόῳ φθεγγόμεθα Θεοῦ, καὶ ἔστι λυσιτελὲς λαλεῖν ἀπεριπτώτως. Ὡσπερ δὲ φροντίσι ψυχῆς ποικίλαις παρέπεται ὀνειράτων παντοδαπῇ φαντασίᾳ· οὕτω καὶ ἀφροσύνῃ φλυαρία συνέζευκται. Ἐπαγγελία δὲ διʼ εὐχῆς γινομένη, τέλος λαμβανέτω διʼ ἔργου. Ἀφρόνων δὲ ἴδιον, τὸ ἀπσβλήτους εἶναι· σὺ δὲ ἀληθὴς ἔσο, γινώσκων ὡς πολλῷ ἄμεινον μὴ εὔξασθαί σε, μηδὲ ὑποσχέσθαι τὶ δρᾶσαι, ἢ εὐξάμενον, εἶτα παραλιπεῖν. Δεῖ δὲ παντοίως φεύγειν τὴν τῶν οὐ καλῶν ῥημάτων ἐπιῤῥοὴν, ὡς ἀκουσομένου Θεοῦ. Τῷ γὰρ ταῦτα ἐνθυμουμένῳ πλέον οὐδέν ἐστιν, ἢ τὸ αἰσθάνεσθαι τῶν ἐαυτοῦ ἔργων ὑπὸ Θεοῦ διαφθειρομένων. Ὡσπερ γὰρ τὰ πολλὰ ἐνύπνια μάταια, οὕτω καὶ τὰ πολλὰ ῥήματα. Φόβος δὲ Θεοῦ, ἀνθρώπων σωτήριος, σπάνιος δέ. Ὁθεν [οὐ] χρὴ θαυμάζειν ἀφορῶντα πρός τε πένητας συκοφαντουμένους, καὶ πρὸς δικαστὰς παραλογιζομένους. Χρὴ δὲ ἐκτρέπεσθαι τὸ τῶν δυνατωτέρων μείζονας εἶναι δοκεῖν. Κἂν γὰρ ἐκγένηται τοῦτο, ἀλλʼ οὖν τῶν ἐσομένων σοι φοβερῶν, οὐ ῥύσεταί σε ἡ καθʼ αὐτὴν πονηρία. Ὡσπερ δὲ κτῆμα τὸ ἐξ ἀρπαγῆς βλαβερώτατον καὶ ἀνοσιώτατον, οὕτω καὶ ἀνδρὶ ἐπιθυμητῇ χρημάτων οὐκ ἐκγίνεται κόρος, οὕθʼ ἡ παρὰ τῶν πέλας εὔνοια· κἂν ὁτιοῦν μάλιστα πάμπολυ ἀργύριον ἐπικτήσωνται. Τοῦτο μὲν γὰρ μάταιον. Ἀγαθότης δὲ τοὺς συνόντας αὐτῇ ὑπερευφραίνουσα, ἀνδρείους ἀπεργάζεται τοῦ καθορᾶν ἕκαστα τῶν πραγμάτων παρέχουσα τὴν δύναμιν. Μέγα δὲ καὶ τὸ μὴ προστετηκέναι τοιαύταις φροντίσιν· ὁ μέν γε πένης, κἂν δοῦλος ἦ, καὶ μὴ ὑπερεμπλήσας τὴν ἑαυτοῦ γαστέρα, προσηνοῦς μεταλαμβάνει τῆς διὰ τοῦ ὕπνου ἀνέσεως· πλούτου δὲ ἐπιθυμία σύνεστι ἀγρυπνίαις καὶ καμάτοις ψυχῆς. Τί δʼ ἂν γένοιτο τούτου ἀτοπώτερον, ἢ τὸ μετὰ πολλῆς σπουδῆς καὶ ἐπιμελείας ἀποθησαυρίζοντα τὸν πλοῦτον συντηρεῖν, μυρίων ἑαυτῷ φυλάσσοντα κακῶν ἀφορμήν; Καὶ τὸν πλοῦτον ἐκεῖνον ἀνάγκη ἀπολέσθαι ποτὲ καὶ διαφθαρῆναι, εἴτε γένοιτο τῷ κτησαμένῳ τέκνα, εἴτε καὶ μή· αὐτόν τε εἰ καὶ μή βούλοιτο προσήκει τοιοῦτον εἰς τὴν γὴν πεσεῖν καὶ ἀπελθεῖν, οἶος καὶ ὀπότε εἰς τὸ εἶναι παρὼν ἐτύγχανε. Κεναῖς δὲ χερσὶν ἀπιέναι μέλλων, αὔξει τὴν ἑαυτοῦ κακίαν, ὥσπερ οὐκ ἐνθυμούμενος, ὅτι ἐπίκειται αὐτῷ τέλος τοῦ βίου τῇ γενέσει ὅμοιον, καὶ ὅτι ἀνόνητα μοχθεῖ, εἰς δέ τινα μᾶλλον ἀνέμου ὀρμὴν, ἤπερ τῇ ἑαυτοῦ σπουδῇ χαριζόμενος, καταναλώσας τὸν ἑαυτοῦ βίον σύμπαντα, ἔν τε ἐπιθυμίαις ἀνοσιωτάταις, καὶ ἐν ὁρμαῖς ἀλόγοις, ἔτι δὲ λύπαις καὶ ἀῤῥωστίαις. Καὶ συνελόντι φάναι, σκότος μέν εἰσι τῷ τοιούτῳ αἱ ἡμέραι· πένθος δὲ ἡ ζωή. Ἀγαθόν γε μὴν ἐκεῖνο καὶ οὐκ ἀπόβλητον· Θεοῦ γάρ ἐστι δῶρον, τὸ δυνηθῆναι ἀπολαῦσαι ἄνθρωπον τῶν ἑαυτοῦ καματῶν ἐν εὐφροσύνῃ, δοθέντα, καὶ οὐχ ἁρπακτικὰ δεξάμενον κτήματα. Οὕτε γὰρ λύπαις οὗτός γε νοσεῖ, οὕτε ὡς ἐπὶ πολὺ ἐνθυμήσεσι πονηραῖς δουλεύει· συμμετρεῖται δὲ τὸν αὑτοῦ βίον εὐποιίαις, τοῖς πᾶσιν εὐθυμούμενος, καὶ ἀγαλλιώμενος τῇ τοῦ Θεοῦ δωρεᾷ.

Glōssēs de pheidesthai kalon, kai eustathousę̄ chrēsthai kardią en tę̄ peri logous spoudę̄. Ou gar chrē alogistōs autōn echonta, kan atopa, ē ta epi noun elthonta, tauta proïesthai dia tēs phōnēs; allʼ enthymoumenous, hoti ei kai poly aphestēkamen ouranou, ginōskein chrē, hoti epʼ epēkoǭ phthengometha Theou, kai esti lysiteles lalein aperiptōtōs. Hōsper de phrontisi psychēs poikilais parepetai oneiratōn pantodapę̄ phantasią; houtō kai aphrosynę̄ phlyaria synezeuktai. Epangelia de diʼ euchēs ginomenē, telos lambanetō diʼ ergou. Aphronōn de idion, to apsblētous einai; sy de alēthēs eso, ginōskōn hōs pollǭ ameinon mē euxasthai se, mēde hyposchesthai ti drasai, ē euxamenon, eita paralipein. Dei de pantoiōs pheugein tēn tōn ou kalōn rhēmatōn epirrhoēn, hōs akousomenou Theou. Tǭ gar tauta enthymoumenǭ pleon ouden estin, ē to aisthanesthai tōn eautou ergōn hypo Theou diaphtheiromenōn. Hōsper gar ta polla enypnia mataia, houtō kai ta polla rhēmata. Phobos de Theou, anthrōpōn sōtērios, spanios de. Hothen [ou] chrē thaumazein aphorōnta pros te penētas sykophantoumenous, kai pros dikastas paralogizomenous. Chrē de ektrepesthai to tōn dynatōterōn meizonas einai dokein. Kan gar ekgenētai touto, allʼ oun tōn esomenōn soi phoberōn, ou rhysetai se hē kathʼ autēn ponēria. Hōsper de ktēma to ex arpagēs blaberōtaton kai anosiōtaton, houtō kai andri epithymētę̄ chrēmatōn ouk ekginetai koros, houthʼ hē para tōn pelas eunoia; kan hotioun malista pampoly argyrion epiktēsōntai. Touto men gar mataion. Agathotēs de tous synontas autę̄ hypereuphrainousa, andreious apergazetai tou kathoran hekasta tōn pragmatōn parechousa tēn dynamin. Mega de kai to mē prostetēkenai toiautais phrontisin; ho men ge penēs, kan doulos ē, kai mē hyperemplēsas tēn heautou gastera, prosēnous metalambanei tēs dia tou hypnou aneseōs; ploutou de epithymia synesti agrypniais kai kamatois psychēs. Ti dʼ an genoito toutou atopōteron, ē to meta pollēs spoudēs kai epimeleias apothēsaurizonta ton plouton syntērein, myriōn heautǭ phylassonta kakōn aphormēn? Kai ton plouton ekeinon anankē apolesthai pote kai diaphtharēnai, eite genoito tǭ ktēsamenǭ tekna, eite kai mē; auton te ei kai mē bouloito prosēkei toiouton eis tēn gēn pesein kai apelthein, oios kai opote eis to einai parōn etynchane. Kenais de chersin apienai mellōn, auxei tēn heautou kakian, hōsper ouk enthymoumenos, hoti epikeitai autǭ telos tou biou tę̄ genesei homoion, kai hoti anonēta mochthei, eis de tina mallon anemou ormēn, ēper tę̄ heautou spoudę̄ charizomenos, katanalōsas ton heautou bion sympanta, en te epithymiais anosiōtatais, kai en hormais alogois, eti de lypais kai arrhōstiais. Kai synelonti phanai, skotos men eisi tǭ toioutǭ hai hēmerai; penthos de hē zōē. Agathon ge mēn ekeino kai ouk apoblēton; Theou gar esti dōron, to dynēthēnai apolausai anthrōpon tōn heautou kamatōn en euphrosynę̄, dothenta, kai ouch harpaktika dexamenon ktēmata. Houte gar lypais houtos ge nosei, houte hōs epi poly enthymēsesi ponērais douleuei; symmetreitai de ton hautou bion eupoiiais, tois pasin euthymoumenos, kai agalliōmenos tę̄ tou Theou dōreą.

It is good to spare the tongue and to keep a steady heart in the matter of words. For one should not, without reflection, utter with the voice whatever comes to mind, even if it is absurd; but bearing in mind that, even if we stand far from heaven, we must know that we speak in the hearing of God, and it is profitable to speak without stumbling. As a varied fancy of dreams follows the various cares of the soul, so babble is yoked to folly. A promise made in prayer should reach its fulfilment in deed. It is characteristic of fools to be unreliable; but you, be true, knowing that it is much better for you not to vow nor to promise to do anything than to vow and then neglect it. One must by all means flee the flood of words that are not good, since God will hear them. For to one who thinks these things there is nothing more than to perceive his own works being destroyed by God. For as many dreams are vain, so are many words. But the fear of God, saving to men, is rare. So one should not wonder, looking at the poor being falsely accused and at judges reasoning unjustly. One should turn away from seeming to be greater than the more powerful. For even if this comes about, yet the wickedness in itself will not rescue you from the fearful things that will come upon you. As a possession from plunder is most harmful and most unholy, so for a man who longs for money there comes no satiety, nor the goodwill of his neighbours, even if they acquire a very great amount of silver. For this is vain. But goodness, gladdening exceedingly those who are with it, makes them courageous, giving them the power to look upon each thing. It is a great thing also not to be melted away by such cares: the poor man, even if he is a slave and has not overfilled his belly, enjoys the gentle rest of sleep; but the desire for wealth keeps company with sleeplessness and labours of the soul. What could be more absurd than to treasure up wealth with much eagerness and care and to keep it, keeping for oneself the occasion of countless evils? That wealth must one day perish and be destroyed, whether children are born to the one who acquired it or not; and he himself, even if he does not wish it, must fall to the earth and depart such as he was when he came into being. Being about to depart with empty hands, he increases his own wickedness, as if not considering that the end of life lies before him like his birth, and that he toils unprofitably, gratifying some gust of wind rather than his own zeal, having spent his whole life in most unholy desires and irrational impulses, and further in griefs and sicknesses. And, in a word, the days are darkness to such a man, and his life is mourning. But that is good and not to be rejected; for it is a gift of God to be able to enjoy one's labours in gladness, receiving possessions as given, and not seized. For such a man is not sick with griefs, nor does he serve evil thoughts for long; but he measures out his life with good deeds, cheerful in all things, and rejoicing in the gift of God.

Chapter 6

6PG 10:1001d–1004c

Παρέξομαι δὲ τῷ λόγῳ, τὴν μάλιστα ἐπιπολάσαν ἀνθρώποις κακοπραγίαν. Ὁταν Θεὸς μὲν τὰ καταθύμια αὐτῶν ἅπαντα ἐπιχορηγήσας, μηδενὸς οὑτινοσοῦν τῶν εἰς ἐπιθυμίαν ἐλθόντων αὐτὸν ἀφέληται, μὴ περιουσίας, μὴ πολυδοξίας, μὴ τῶν λοιπῶν περὶ ὅσα ἄνθρωποι ἐπτόηνται· ὁ δὲ τοῖς πᾶσιν εὐθηνούμενος, ὥσπερ τούτῳ μόνῳ θεηλάτῳ κακῷ συνεχόμενος, τῷ μὴ ἀπολαύειν, ἑτέρῳ τὰ αὐτοῦ ταμιεύσεται, πεσὼν ἄκαρπος καὶ ἑαυτῷ, καὶ τοῖς πλησίον. Τοῦτο μέγα τεκμήριον καὶ ἔλεγχον περιφανῆ ὑπερβαλλούσης ἐγὼ τίθεμαι πονηρίας· ἄνδρα τε ἐκεῖνον, ὅς πλείστων πατὴρ ὀνομασθεὶς τέκνων ἀσινῶς, βιοὺς δὲ χρόνον μακρὸν, οὐκ ἐπλήσθη χρηστότητος τὴν ψυχὴν ἐπὶ τοσοῦτον, θάνατον πεῖραν οὐ λαβών· τοῦτον ἔγωγε, οὕτε τῆς πολυπαιδίας, οὕτε τῆς πολυημερίας ζηλώσαιμʼ ἄν· καὶ προκρίνω δὲ αὐτοῦ ἄωρον γαστρὸς μητρῷας ἐμπεσὸν ἔμβρυον. Ἐκεῖνο γὰρ ὥσπερ ἦλθε ματαίως, οὕτως ἄπεισι καὶ λαθραίως ἐν ἀμνηστίᾳ, οὐχ ἀψάμενον κακῶν, οὐδὲ προσβλέψαν ἡλίῳ. Τοῦτο κουφότερον, ἤπερ τῷ πονηρῷ, κὰν χιλίοις ἔτεσι τὴν ἑαυτοῦ ζωὴν ἀναμετρησαμένῳ ἀγαθότητα μὴ ἐπιγνῷ. Τέλος δὲ ἀμφοῖν θάνατος. Ἐλεγχομένου ἄφρονος, μάλιστα τῷ πλησμονὴν μηδεμιᾶς λαμβάνειν ἐπιθυμίας. Ὁ δὲ σώφρων, τούτοις οὐκ ἐνίσχεται τοῖς πάθεσιν. Ὡς δʼ ἐπὶ τὸ πλεῖστον εὐθύτης ζωῆς ἄνθρωπον τῇ πενίᾳ ὁδηγεῖ. Ἐξίστησι δὲ πολλοὺς ὀφθαλμῶν λίχνα θεάματα, τὴν ψυχὴν ἐρεθίζοντα, ἐπʼ ἀνόνητον σπουδὴν ἕλκοντα, διὰ τῆς τοῦ ὀφθῆναι κενῆς ἐπιθυμίας. Τὰ μέν τοι νῦν γεγεννημένα ἤδη ἔγνωσται· καὶ σαφὲς τυγχάνει, ὡς τοῖς ὑπὲρ αὐτὸν ἄνθρωπος ἀντιτάσσεσθαι οὐχ οἶός τε. Φλυαρίαι γε μὴν κατὰ ἀνθρώπους στρέφονται, τὴν τῶν χρωμένων ἄνοιαν ἐπαυξάνουσαι.

Parexomai de tǭ logǭ, tēn malista epipolasan anthrōpois kakopragian. Hotan Theos men ta katathymia autōn hapanta epichorēgēsas, mēdenos houtinosoun tōn eis epithymian elthontōn auton aphelētai, mē periousias, mē polydoxias, mē tōn loipōn peri hosa anthrōpoi eptoēntai; ho de tois pasin euthēnoumenos, hōsper toutǭ monǭ theēlatǭ kakǭ synechomenos, tǭ mē apolauein, heterǭ ta autou tamieusetai, pesōn akarpos kai heautǭ, kai tois plēsion. Touto mega tekmērion kai elenchon periphanē hyperballousēs egō tithemai ponērias; andra te ekeinon, hos pleistōn patēr onomastheis teknōn asinōs, bious de chronon makron, ouk eplēsthē chrēstotētos tēn psychēn epi tosouton, thanaton peiran ou labōn; touton egōge, houte tēs polypaidias, houte tēs polyēmerias zēlōsaimʼ an; kai prokrinō de autou aōron gastros mētrǭas empeson embryon. Ekeino gar hōsper ēlthe mataiōs, houtōs apeisi kai lathraiōs en amnēstią, ouch apsamenon kakōn, oude prosblepsan hēliǭ. Touto kouphoteron, ēper tǭ ponērǭ, kan chiliois etesi tēn heautou zōēn anametrēsamenǭ agathotēta mē epignǭ. Telos de amphoin thanatos. Elenchomenou aphronos, malista tǭ plēsmonēn mēdemias lambanein epithymias. Ho de sōphrōn, toutois ouk enischetai tois pathesin. Hōs dʼ epi to pleiston euthytēs zōēs anthrōpon tę̄ penią hodēgei. Existēsi de pollous ophthalmōn lichna theamata, tēn psychēn erethizonta, epʼ anonēton spoudēn helkonta, dia tēs tou ophthēnai kenēs epithymias. Ta men toi nyn gegennēmena ēdē egnōstai; kai saphes tynchanei, hōs tois hyper auton anthrōpos antitassesthai ouch oios te. Phlyariai ge mēn kata anthrōpous strephontai, tēn tōn chrōmenōn anoian epauxanousai.

I shall add to my discourse the misfortune that has most spread among men. When God has supplied a man with all that his heart desires, and has taken from him nothing whatever of the things that have come into his desire, neither abundance nor great glory nor the other things about which men are excited, yet he who abounds in all things, as though held by this single God-sent evil, that he does not enjoy them, stores up his goods for another, having fallen fruitless both to himself and to his neighbours. This I set down as a great proof and plain evidence of surpassing wickedness. And that man who, called the father of very many children without misfortune, and living a long time, was not filled with goodness in his soul all that while, and had no taste of death: him I would not envy either for his many children or for his many days; and I prefer to him an untimely embryo fallen from its mother's womb. For that, as it came in vain, so it departs secretly in oblivion, not having touched evils nor looked upon the sun. This is lighter than for the wicked man, even if he measures out his life by a thousand years, not to know goodness. The end of both is death. The fool is convicted above all by receiving satiety of no desire; but the sensible man is not held by these passions. Yet for the most part uprightness of life leads a man to poverty. And the dainty sights of the eyes put many beside themselves, provoking the soul and dragging it to unprofitable zeal through the empty desire to be seen. What has now come to be is already known; and it is clear that man cannot contend with those who are above him. Babblings indeed go round among men, increasing the folly of those who use them.

Chapter 7

7PG 10:1004c–1008a

Μηδαμῶς γὰρ πλέον τι ὠφελουμένου τοῦ γινώσκοντος τὰ αὐτῷ συμβησόμενα παρὰ τὸν βίον καταθύμια (θῶμεν γὰρ τοῦτο)· ὅμως δὲ καὶ τῶν ἀνθρώπων περιεργίᾳ ἐπιτεχνᾶται, ὡς καὶ τὰ μετὰ θάνατόν τινος ἐκάστου ἐσόμενα, πολυπραγμονεῖν τε καὶ δοκεῖν εἰδέναι. Μνήμη δὲ ἀγαθὴ ψυχῇ προσηνεστέρα, ἤπερ σώματι ἔλαιον· καὶ βίου ἔξοδος, ἀμείνων γενέσεως καὶ αἱρετώτερον πενθεῖν, ἢ κωμάζειν, καὶ τὸ παρεἶναι τοῖς λυπουμένοις, ἢ τοῖς μεθυσκομένοις. Ἐστι γὰρ οὕτω, λαβόντα τινὰ τοῦ βίου τέλος μὴ εὐλαβηθῆναι περὶ τῶν ἀμφʼ αὐτόν. Γέλωτος δὲ θυμὸς ἔμφρων προτιμότερος· αὐστηρᾷ γὰρ διαθέσει προσώπου, κατορθοῦται ψυχή. Αἱ μὲν τοίνυν τῶν σοφῶν ψυχαὶ, σκυθρωπάζουσι καὶ συστέλλονται, αἱ δὲ τῶν ἀφρόνων ἐπαιρόμεναι διαχέονται. Πολὺ δέ ἐστιν εὐκταιότερον ἐπίπληξιν σοφοῦ ἐνὸς δέξασθαι, ἢ ὅλου χοροῦ ἀνθρώπων φαύλων καὶ δυστήνων ἀδόντων γενέσθαι ἀκροατήν. Τῶν γὰρ ἀφρόνων ἀνθρώπων ὁ γέλως, ἀκανθῶν πολλῶν λάβρῳ πυρὶ καιομένων ἤχῳ προσέοικεν. Ἀθλιον δὲ καὶ τοῦτο, κακόν γε μὴν μέγιστον ἡ συκοφαντία· αὕτη γὰρ σοφῶν ἐπιβουλεύει ψυχαῖς, καὶ ἐπιχειρεῖ διαφθείρειν τὴν γενναίαν ἔνστασιν τῶν ἀγαθῶν. Λόγων δὲ οὐκ ἀρχόμενον, ἀλλὰ παυόμενον ἐπαινεῖν προσήκει, καὶ τὸ μέτριον ἦθος ἀποδέχεσθαι, καὶ μὴ τὸ μετεωριζόμενον καὶ τετυφωμένον. Πάνυ δὲ χρὴ θυμοῦ φείδεσθαι, καὶ μὴ εἰς ὀργὴν προχείρως καταφέρεσθαι, ἦτινι ἄφρονες δουλεύουσιν. Ἀμαρτάνουσι δὲ οἱ λέγοντες τοῖς προτέροις ἀμείνονα δεδόσθαι βίον, καὶ οὐ συνιᾶσιν, ὅτι πάμπολυ διαφέρει σοφία τῆς τῶν χρημάτων περιουσίας· καὶ τοσοῦτόν ἐστι φανερωτέρα, ὅσον ἄργυρος λαμπρότερος φαίνεται τῆς ἑαυτοῦ σκιᾶς. Ζωὴ γὰρ ἀνθρώπου, οὐκ ἐξ ἐπικήρου πλούτου κτήσεως, ἀλλʼ ἐκ σοφίας περιγίνεται. Τίς δὲ καὶ δυνήσεται, εἰπέ μοι, τὴν τοσαύτην καὶ οὕτω χρηστὴν τοῦ Θεοῦ πρόνοιαν ἐξειπεῖν; ἢ τίς ἀνακαλέσασθαι τὰ δοκοῦντα παρημελῆσθαι ὑπὸ Θεοῦ δικαίως; Πράττων δὲ οὐκ ὀρθῶς πρότερον ἔγωγε κατενόησα τὰ σύμπαντα, καὶ δίκαιον ἐμμένοντα τῇ δικαιοσύνῃ, καὶ μέχρι θανάτου μὴ ἐξιστάμενον, ἀλλὰ καὶ διʼ αὐτὴν ἐπιβουλευόμενον, καὶ ἀσεβῆ συναποθνήσκοντα τῇ ἐαυτοῦ κακίᾳ. Χρὴ δὲ δίκαιον ὄντα μὴ πάνυ τοιοῦτον εἶναι δοκεῖν, μηδὲ ἄγαν σοφὸν καὶ ὑπερμέτρως· ὅπως μή τι πταίσας, πολλαπλασίονα ἀμαρτήσῃ. Καὶ μὴ ἔσο τολμηρὸς καὶ προπετὴς, μή σε θάνατος ἀρπάσῃ ἄκαιρος. Μέγιστον δὲ ἀγαθὸν ἀντιλαμβάνεσθαι Θεοῦ, καὶ ἐν τούτῳ ὄντα μηδὲν ἀμαρτάνειν. Τῶν γὰρ ἀμιάντων χειρὶ ἀνάγνῳ ψαύειν, μυσαρόν. Ὁ δὲ μετὰ φόβου Θεοῦ ὑπείκων ἅπαντα διαφεύγει τάναντία. Σοφία δὲ βοηθείας, στίφους ἀνδρῶν τῶν δυνατωτάτων ἐν πόλει μείζονα δύναται, ἢ καὶ συγγινώσκει δικαίως πολλάκις τῶν δεόντων ἀποτυγχάνουσιν. Ἀπταιστος γάρ ἐστιν οὐδὲ εἶς. Ἀσεβῶν δὲ λόγοις, οὐδʼ ὁπωσοῦν τι χρὴ προσιέναι, ὅπως μὴ τῶν κατὰ σοῦ λόγων αὐτήκοος γενόμενος, ὥσπερ δούλου πονηροῦ φλυαρίας· ἔπειτα δηχθεὶς τὴν καρδίαν, ὕστερον ἐν πολλαῖς πράξεσιν εἰς τὸ ἀντικαταράσασθαι καὶ σὺ ἐκτραπῇς. Ἐγνων δὲ ταῦτα ἐγὼ ἅπαντα, σοφίαν ἐκ Θεοῦ λαβὼν, ἢν ὕστερον ἀποβαλὼν, οὐκέτι οἶός τε ἡμην ὅμοιος εἶναι. Ἐφυγε γὰρ ἀπʼ ἐμοῦ σοφία εἰς μῆκος ἄπειρον, καὶ εἰς βάθος ἀμέτρητον, ὡς μὴ εἶναι αὐτῆς λαβέσθαι μηκέτι. Ὡστε ὕστερον καὶ τοῦ ἐπιζητεῖν αὐτὴν, τέλειον ἀπεσχόμην· καὶ οὔτε ἐνεθυμούμην ἔτι τοῦ κατανοεῖν τὰς τῶν ἀσεβῶν ἀφροσύνας καὶ βουλὰς ματαίας, καὶ ἀλύοντα βίον. Οὕτω δὲ διακείμενος, εἰς αὐτὰ διηνέχθην, καὶ ἐπιθυμίᾳ συσχεθεὶς θανατηφόρῳ, ἔγνων τὴν γυναῖκα, ἥν τινα, ἢ εἴ τι ἔτερον τοιοῦτον ὑπάρχουσαν. Καρδία μὲν γὰρ αὐτῆς σαγηνεύει τοὺς παριόντας. χειρὶ δὲ χεῖρα συνάψασα μόνον, κατέχει ἢ ὥσπερ δεσμοῖς περιβάλλουσα εἶλκε. Μόνος δʼ ἂν ἀπʼ αὐτῆς ῥυσθείης, τὸν Θεὸν ἵλεω καὶ ἐπόπτην ἐσχηκώς· ὡς ὅ γε ἀμαρτίᾳ δεδουλωμένος οὐκ ἂν ἐκφύγοι. Ζητήσας δʼ ἐγὼ διὰ πασῶν γυναικῶν σωφροσύνην αὐτῶν, εὗρον ἐν οὐδεμιᾷ. Καὶ ἄνδρα μέν τις ἐν χιλίοις γνοίη ἂν σώφρονα, γυναῖκα δὲ οὔ. Κατενόησα δὲ ἐκεῖνο μάλιστα, ὅτι ἄνθρωποι ὑπὸ Θεοῦ ἀπλοῖ ταῖς ψυχαῖς γενόμενοι, ἑαυτοῖς ἐπισπῶνται λογισμοὺς ποικίλους καὶ ζητήσεις ἀπεράντους, καὶ σοφίαν ζητεῖν προσποιούμενοι, περὶ ῥημάτια κατατρίβονται.

Mēdamōs gar pleon ti ōpheloumenou tou ginōskontos ta autǭ symbēsomena para ton bion katathymia (thōmen gar touto); homōs de kai tōn anthrōpōn periergią epitechnatai, hōs kai ta meta thanaton tinos ekastou esomena, polypragmonein te kai dokein eidenai. Mnēmē de agathē psychę̄ prosēnestera, ēper sōmati elaion; kai biou exodos, ameinōn geneseōs kai hairetōteron penthein, ē kōmazein, kai to pareinai tois lypoumenois, ē tois methyskomenois. Esti gar houtō, labonta tina tou biou telos mē eulabēthēnai peri tōn amphʼ auton. Gelōtos de thymos emphrōn protimoteros; austērą gar diathesei prosōpou, katorthoutai psychē. Hai men toinyn tōn sophōn psychai, skythrōpazousi kai systellontai, hai de tōn aphronōn epairomenai diacheontai. Poly de estin euktaioteron epiplēxin sophou enos dexasthai, ē holou chorou anthrōpōn phaulōn kai dystēnōn adontōn genesthai akroatēn. Tōn gar aphronōn anthrōpōn ho gelōs, akanthōn pollōn labrǭ pyri kaiomenōn ēchǭ proseoiken. Athlion de kai touto, kakon ge mēn megiston hē sykophantia; hautē gar sophōn epibouleuei psychais, kai epicheirei diaphtheirein tēn gennaian enstasin tōn agathōn. Logōn de ouk archomenon, alla pauomenon epainein prosēkei, kai to metrion ēthos apodechesthai, kai mē to meteōrizomenon kai tetyphōmenon. Pany de chrē thymou pheidesthai, kai mē eis orgēn procheirōs katapheresthai, ētini aphrones douleuousin. Amartanousi de hoi legontes tois proterois ameinona dedosthai bion, kai ou syniasin, hoti pampoly diapherei sophia tēs tōn chrēmatōn periousias; kai tosouton esti phanerōtera, hoson argyros lamproteros phainetai tēs heautou skias. Zōē gar anthrōpou, ouk ex epikērou ploutou ktēseōs, allʼ ek sophias periginetai. Tis de kai dynēsetai, eipe moi, tēn tosautēn kai houtō chrēstēn tou Theou pronoian exeipein? ē tis anakalesasthai ta dokounta parēmelēsthai hypo Theou dikaiōs? Prattōn de ouk orthōs proteron egōge katenoēsa ta sympanta, kai dikaion emmenonta tę̄ dikaiosynę̄, kai mechri thanatou mē existamenon, alla kai diʼ autēn epibouleuomenon, kai asebē synapothnēskonta tę̄ eautou kakią. Chrē de dikaion onta mē pany toiouton einai dokein, mēde agan sophon kai hypermetrōs; hopōs mē ti ptaisas, pollaplasiona amartēsę̄. Kai mē eso tolmēros kai propetēs, mē se thanatos arpasę̄ akairos. Megiston de agathon antilambanesthai Theou, kai en toutǭ onta mēden amartanein. Tōn gar amiantōn cheiri anagnǭ psauein, mysaron. Ho de meta phobou Theou hypeikōn hapanta diapheugei tanantia. Sophia de boētheias, stiphous andrōn tōn dynatōtatōn en polei meizona dynatai, ē kai synginōskei dikaiōs pollakis tōn deontōn apotynchanousin. Aptaistos gar estin oude eis. Asebōn de logois, oudʼ hopōsoun ti chrē prosienai, hopōs mē tōn kata sou logōn autēkoos genomenos, hōsper doulou ponērou phlyarias; epeita dēchtheis tēn kardian, hysteron en pollais praxesin eis to antikatarasasthai kai sy ektrapę̄s. Egnōn de tauta egō hapanta, sophian ek Theou labōn, ēn hysteron apobalōn, ouketi oios te hēmēn homoios einai. Ephyge gar apʼ emou sophia eis mēkos apeiron, kai eis bathos ametrēton, hōs mē einai autēs labesthai mēketi. Hōste hysteron kai tou epizētein autēn, teleion apeschomēn; kai oute enethymoumēn eti tou katanoein tas tōn asebōn aphrosynas kai boulas mataias, kai alyonta bion. Houtō de diakeimenos, eis auta diēnechthēn, kai epithymią syschetheis thanatēphorǭ, egnōn tēn gynaika, hēn tina, ē ei ti eteron toiouton hyparchousan. Kardia men gar autēs sagēneuei tous pariontas. cheiri de cheira synapsasa monon, katechei ē hōsper desmois periballousa eilke. Monos dʼ an apʼ autēs rhystheiēs, ton Theon hileō kai epoptēn eschēkōs; hōs ho ge amartią dedoulōmenos ouk an ekphygoi. Zētēsas dʼ egō dia pasōn gynaikōn sōphrosynēn autōn, heuron en oudemią. Kai andra men tis en chiliois gnoiē an sōphrona, gynaika de ou. Katenoēsa de ekeino malista, hoti anthrōpoi hypo Theou aploi tais psychais genomenoi, heautois epispōntai logismous poikilous kai zētēseis aperantous, kai sophian zētein prospoioumenoi, peri rhēmatia katatribontai.

For though the one who knows what agreeable things will befall him in life is not benefited at all more (let us grant this), yet by men's curiosity it is contrived that one busies oneself even with what will happen to each person after death and thinks one knows it. A good name is more pleasing to the soul than oil to the body; and the departure from life is better than birth; and it is more to be chosen to mourn than to revel, and to be with those who grieve than with those who are drunk. For so it is: one who has reached the end of life has no further care about the things around him. Sensible anger is preferable to laughter; for by a stern disposition of the face the soul is set right. The souls of the wise are sad and downcast, while those of fools are elated and dissolved in mirth. It is much more desirable to receive the rebuke of one wise man than to be the hearer of a whole choir of worthless and wretched men singing. For the laughter of foolish men is like the noise of many thorns burning in a fierce fire. This too is wretched, and indeed the greatest evil, false accusation; for it plots against the souls of the wise and tries to corrupt the noble resolve of the good. One should praise not the beginning of words but their end, and welcome a modest character, not one that is lifted up and puffed with pride. One must very much spare anger and not be readily carried away into wrath, which fools serve. Those who say that a better life was given to former generations err, and do not understand that wisdom greatly surpasses abundance of money, and is as much more conspicuous as silver shines brighter than its own shadow. For the life of man comes not from acquiring perishable wealth, but from wisdom. Who, tell me, will be able to declare the providence of God, so great and so kind? Or who will recall what seems to have been justly neglected by God? When I was not acting rightly before, I observed all things: the just man abiding in his righteousness and not departing from it until death, but even plotted against because of it; and the impious man perishing together with his own wickedness. One who is just should not seem too much so, nor be exceedingly and immoderately wise, lest, stumbling in something, he sin many times over. And do not be bold and rash, lest untimely death seize you. The greatest good is to lay hold of God, and being in this, to sin in nothing. For it is abominable to touch undefiled things with an unclean hand. But the one who submits with the fear of God escapes all that is contrary. Wisdom can give more help than a band of the most powerful men in a city; and it rightly pardons those who often fail in their duties. For there is not one who does not stumble. One must not approach the words of the impious at all, lest, hearing with your own ears words against you, like the babble of a wicked slave, and then stung in heart, you too should later be turned in many acts to cursing in return. I knew all these things, having received wisdom from God; but afterwards I cast it away and was no longer able to be the same. For wisdom fled from me to an infinite length and a measureless depth, so that it was no longer possible to lay hold of it. So afterwards I refrained altogether even from seeking it; and I no longer took thought to consider the follies and vain counsels of the impious and their distraught life. Being so disposed, I was carried into these very things, and, held by a death-bringing desire, I came to know woman, what she is, or whether she is some other such thing. For her heart snares those who pass by; joining hand to hand only, she holds fast, or, as if casting bonds around them, she drags them along. You can be rescued from her only by having God gracious and watching over you; for the one enslaved to sin would not escape. I sought through all women for chastity among them, and found it in none. One might know one temperate man in a thousand, but not a woman. But I observed this above all, that men, made by God simple in their souls, draw upon themselves varied reasonings and endless inquiries, and, pretending to seek wisdom, wear themselves out over petty phrases.

Chapter 8

8PG 10:1008b–1009b

Σοφία δὲ ἐν ἀνθρώπῳ ἐξεταζομένη, καὶ διὰ προσώπου φαίνεται φωτίζουσα τὸν κεκτημένον· ὥσπερ οὖν ἀναίδεια, μίσους εὐθὺς ὁφθέντα ἄξιον ἐκεῖνον ἔλέγχει, ᾧπερ ἐνῷκησε. Πάνυ δὲ χρὴ ἐπιμελῶς τοῖς τοῦ βασιλέως προσέχειν λόγοις, ὅρκον δὲ ἐκ παντὸς τρόπου φεύγειν, μάλιστα τὸν εἰς Θεοῦ ὄνομα γινόμενον. Ἐφίστασθαι δὲ ὅμως προσήκει λόγῳ πονηρῷ· ἀλλὰ φυλάσσεσθαι ἅπασαν τὴν εἰς τὸν Δεσπότην βλασφημίαν. Οὐ γὰρ δὴ ἐπάγοντός τι μέμφεσθαι ὑπάρξει, οὐδὲ ἀντιλέγειν τοῖς τοῦ μόνου δυνάστου καὶ βασιλέως δόγμασι. Βέλτιον δὲ, καὶ λυσιτελέστερον ἐμμένοντα ταῖς ἱεραῖς ἐντολαῖς, λόγων τῶν πονηρῶν ἐκτὸς καθεστάναι. Σοφὸς γὰρ ἀνὴρ ἐπίσταται καὶ προγινώσκει τὴν εἰς καιρὸν κρίσιν, ὅτι δικαία ἔσται. Πάντα γὰρ τὰ ἐν τῷ βίῳ τῶν ἀνθρώπων πράγματα περιμένει τὴν ἄνωθεν κόλασιν· πλὴν ὅ γε πονηρὸς, οὐ λίαν γινώσκειν ἔοικεν, ὅτι πολλῆς ἐπʼ αὐτῷ οὕσης προνοίας, οὐδὲν ὁτιοῦν εἰς τὸ μετέπειτα λήσεται. Οὐ γὰρ οἶδε τὰ ἐπιόντα· οὐδὲν γὰρ αὐτῶν κατʼ ἀξίαν τις ἀναγγεῖλαι δυνήσεται· ὅτι οὐχ οὕτως τις ἰσχυρὸς ὑπάρξει, ὡς τὸν ἀφαιρούμενον τὴν ψυχὴν αὐτοῦ ἄγγελον κωλῦσαι δύνασθαι, οὐδέ τις ὅλως μέθοδος εὐρεθείη ἂν τοῦ παραγράψασθαί πως τὸν καιρὸν τῆς τελευτῆς· ἀλλʼ ὥσπερ ἐν πολέμῳ μέσῳ ληφθέντα, ἄφυκτα πανταχόθεν ἔστιν ὀρᾷν, ἀσέβεια δὲ πᾶσα ἀνθρώπου συνεξόλλυται. Καὶ ἐκπέπληγμαι δὲ, ὁπότʼ ἂν ἀπίδω οἶα καὶ ὅσα εἰς βλάβην τῶν πέλας ἄνθρωποι ἐπιτετηδεύκασιν. Ἐπίσταμαι δὲ συναρπαζομένους ἐνθένδε τοὺς ἀσεβεῖς καὶ γινομένους ἐκ ποδῶν, ἄνθʼ ὧν ἑαυτοὺς ματαιότητι δεδώκεσαν. Ἐπειδὴ γὰρ οὐκ ἐφʼ ἁπάντων μετέρχεται ἡ τοῦ Θεοῦ πρόνοια ὀξέως διὰ τὴν πολλὴν ἀνεξικακίαν, οὐδὲ παραυτίκα τιμωρεῖται ἐπὶ ταῖς πλημμελείαις, τούτου χάριν οἴεται δεῖν ὁ πονηρὸς ἀνὴρ ἀμαρτάνειν ἐπὶ πλεῖον, ὡς ἀθῶος ἀπαλλάξων· οὐ συνιεὶς, ὅτι καὶ μετὰ πάμπολυν χρόνον ἀδικήσας οὐ λήσεται· ἀγαθόν γε μὴν μέγιστον, εὐλαβεῖσθαι Θεόν· οὗπερ ἀσεβὴς ἐκπεσὼν, οὐ πολὺν χρόνον τῇ ἑαυτοῦ μωρίᾳ καταχρήσεται. Χειρίστη δὲ καὶ ἐψευσμένη δόξα ἀνθρώπους ἐπινέμεται πολλάκις, περί τε δικαίων καὶ ἀδίκων. Ὑπολαμβάνουσι γὰρ περὶ ἐκατέρων τάναντία· καὶ δίκαιός γε τὶς ὡν, οὐ τοιοῦτος ἔδοξε· καὶ πάλιν ἀσεβὴς, ἔμφρων ἐνομίσθη. Ταύτην ἔγωγε τὴν πλάνην χαλεπὴν ἐν τοῖς μάλιστα τίθεμαι. Ἐδοξα δέ ποτε τὸ μέγιστον τῶν ἀγαθῶν βρῶσιν εἶναι καὶ πόσιν· κὰκεῖνον θεοφιλέστατον, ὅς ἂν τούτων ἀπολαύῃ παρὰ τὸν βίον, ὡς οἶόν τε μάλιστα· καὶ παραμυθίαν τῆς ζωῆς, τὴν τοιαύτην εὐθυμίαν μόνην ἡγησάμην· καὶ τοίνυν προσεῖχον οὐδενὶ ἐτέρῳ, ἢ τῇ οἰήσει ταύτῃ, ὡς μήτε νύκτωρ μήτε μεθημέραν ἀπάντων, ὅσα πρὸς τρυφὴν ἀνθρώποις εὕρηται, ἐμαυτὸν ἀπάγειν. Ἐγνων τε τοσοῦτον, ὅτι ἐν ἐκείνοις τὶς ἐμφύρων, οὐδαμῶς δυνήσεται, οὐδὲ πολλὰ μοχθήσας, εὐρεῖν τὸ ὄντως ἀγαθόν.

Sophia de en anthrōpǭ exetazomenē, kai dia prosōpou phainetai phōtizousa ton kektēmenon; hōsper oun anaideia, misous euthys hophthenta axion ekeinon elenchei, hǭper enǭkēse. Pany de chrē epimelōs tois tou basileōs prosechein logois, horkon de ek pantos tropou pheugein, malista ton eis Theou onoma ginomenon. Ephistasthai de homōs prosēkei logǭ ponērǭ; alla phylassesthai hapasan tēn eis ton Despotēn blasphēmian. Ou gar dē epagontos ti memphesthai hyparxei, oude antilegein tois tou monou dynastou kai basileōs dogmasi. Beltion de, kai lysitelesteron emmenonta tais hierais entolais, logōn tōn ponērōn ektos kathestanai. Sophos gar anēr epistatai kai proginōskei tēn eis kairon krisin, hoti dikaia estai. Panta gar ta en tǭ biǭ tōn anthrōpōn pragmata perimenei tēn anōthen kolasin; plēn ho ge ponēros, ou lian ginōskein eoiken, hoti pollēs epʼ autǭ housēs pronoias, ouden hotioun eis to metepeita lēsetai. Ou gar oide ta epionta; ouden gar autōn katʼ axian tis anangeilai dynēsetai; hoti ouch houtōs tis ischyros hyparxei, hōs ton aphairoumenon tēn psychēn autou angelon kōlysai dynasthai, oude tis holōs methodos euretheiē an tou paragrapsasthai pōs ton kairon tēs teleutēs; allʼ hōsper en polemǭ mesǭ lēphthenta, aphykta pantachothen estin orąn, asebeia de pasa anthrōpou synexollytai. Kai ekpeplēgmai de, hopotʼ an apidō oia kai hosa eis blabēn tōn pelas anthrōpoi epitetēdeukasin. Epistamai de synarpazomenous enthende tous asebeis kai ginomenous ek podōn, anthʼ hōn heautous mataiotēti dedōkesan. Epeidē gar ouk ephʼ hapantōn meterchetai hē tou Theou pronoia oxeōs dia tēn pollēn anexikakian, oude parautika timōreitai epi tais plēmmeleiais, toutou charin oietai dein ho ponēros anēr amartanein epi pleion, hōs athōos apallaxōn; ou synieis, hoti kai meta pampolyn chronon adikēsas ou lēsetai; agathon ge mēn megiston, eulabeisthai Theon; houper asebēs ekpesōn, ou polyn chronon tę̄ heautou mōrią katachrēsetai. Cheiristē de kai epseusmenē doxa anthrōpous epinemetai pollakis, peri te dikaiōn kai adikōn. Hypolambanousi gar peri ekaterōn tanantia; kai dikaios ge tis hōn, ou toioutos edoxe; kai palin asebēs, emphrōn enomisthē. Tautēn egōge tēn planēn chalepēn en tois malista tithemai. Edoxa de pote to megiston tōn agathōn brōsin einai kai posin; kakeinon theophilestaton, hos an toutōn apolauę̄ para ton bion, hōs oion te malista; kai paramythian tēs zōēs, tēn toiautēn euthymian monēn hēgēsamēn; kai toinyn proseichon oudeni eterǭ, ē tę̄ oiēsei tautę̄, hōs mēte nyktōr mēte methēmeran apantōn, hosa pros tryphēn anthrōpois heurētai, emauton apagein. Egnōn te tosouton, hoti en ekeinois tis emphyrōn, oudamōs dynēsetai, oude polla mochthēsas, eurein to ontōs agathon.

Wisdom in a man, when examined, shows itself through his face, enlightening its possessor; just as shamelessness, as soon as it is seen, convicts the one in whom it dwells of being worthy of hatred. One must very carefully attend to the words of the king, and by all means flee an oath, especially one made in the name of God. Yet one should stand against an evil word; but guard against all blasphemy against the Master. For it will not be possible to find fault with him when he brings anything upon us, nor to contradict the decrees of the only Ruler and King. It is better and more profitable, abiding in the holy commandments, to stand apart from evil words. For a wise man knows and foreknows the judgment at its due time, that it will be just. For all the affairs in the life of men await the punishment from above; but the wicked man does not seem to know very well that, since there is much providence over him, nothing whatever will escape notice hereafter. For he does not know what is coming; for no one will be able to declare any of it worthily; since no one will be so strong as to be able to hinder the angel who takes away his soul, nor could any method at all be found to put off the time of death; but as one caught in the midst of war, one may see on every side what cannot be escaped; and all a man's impiety perishes with him. And I am astonished when I look at the kinds and number of things men have devised for the harm of their neighbours. But I know that the impious are snatched away from here and removed out of the way, because they had given themselves to vanity. For since the providence of God does not pursue all men swiftly, because of his great forbearance, nor punish offences at once, for this reason the wicked man thinks he should sin the more, as if he would get away unpunished; not understanding that even after a very long time he will not escape notice when he has done wrong. But the greatest good is to revere God; and the impious, having fallen away from him, will not long make use of his own folly. A most evil and false opinion often spreads among men about the just and the unjust. For they suppose the opposite about each; and someone who was just was not thought so, and again an impious man was thought sensible. This error I set down as among the most grievous. I once thought that the greatest of goods was eating and drinking, and that the one most dear to God was he who enjoyed these through life as much as possible; and I considered such cheerfulness the only consolation of life; and so I gave heed to nothing else than this notion, so as not to withdraw myself either by night or by day from all that men have found for luxury. And I knew this much, that one who wallows in those things will never be able, though he toil much, to find the truly good.

Chapter 9

9PG 10:1009c–1012c

Ὡμην γὰρ ἅπαντας τότε τῶν αὐτῶν ἀνθρώπους ἠξιῶσθαι· καὶ εἴ τέ τις σοφὸς, δικαιοσύνης μὲν ἐπεμελήθη, ἀδικίαν δὲ ἐξετράπη, καὶ ἔχθραν ἔφυγε πρὸς ἅπαντας δεξιὸς ὦν, ὅπερ ἐστὶν ἀρεστὸν Θεῷ, οὐτος ματαιοπονεῖν ἐφαίνετο. Τέλος δὲ ἕν ἐδόκει δικαίου τε καὶ ἀσεβοῦς, ἀγαθοῦ τε καὶ κακοῦ, καθαροῦ τε καὶ ἀκαθάρτου, καὶ Θεὸν ἱλασκομένου καὶ μή. Ὅτε γὰρ ὁ ἄδικος καὶ ὁ ἀγαθὸς, ὅ τε ἐπίορκος, καὶ ὁ τέλεον ὅρκον ἐκτρεπόμενος, εἰς ταὐτὸ τέλος ἐλαύνειν ἠλπίζετο, κατάγνωσίς τέ τις ὕπεισι τοῦ εἰς ὅμοια τελευτᾶν ἅπαντας. Γινώσκω δὲ νῦν ὡς ἀφρόνων ταῦτα ἐνθυμήματα, καὶ πλάναι καὶ ἐξαπάται. Καὶ πολλὰ λέγουσιν, ὡς ὁ ἀποθανὼν οἴχεται τέλεον· καὶ προτιμητέον τὸν ζῶντα τοῦ τεθνηκότος, κἂν ἐν σκότῳ κείμενος ᾖ, κἂν κυνὸς τρόπον, τὸν βίον διαπορεύηται, παρὰ τὸν λέοντα τὸν τεθνηκότα. Οἱ μὲν γὰρ ζῶντες τοῦτο γοῦν ἐπίστανται, ὅτι τεθνήξονται· οἱ δὲ νεκροὶ οὐδʼ ὁτιοῦν γινώσκουσιν. Ἀμοιβαὶ δὲ οὐδενὸς πρόκεινται μετὰ τὸ ἀποπληρῶσαι τὸ χρεών. Ἡ τε ἔχθρα καὶ ἡ φιλία ἡ πρὸς τοὺς τεθνηκότας, τέλος ἔχει. Ἐκείνων γὰρ, εἴτε ζῆλος, ἐξέλιπεν· εἴτε βίος, ἠφάνισται. Μέτεστι δὲ οὐδενὸς τῷ ἅπαξ ἐντεῦθεν ἀπελθόντι. Ταῦτα ἡ πλάνη ἐπάδουσα ἔτι, καὶ τοιαῦτα συμβουλεύει· Τί πράττεις, ὦ οὗτος, καὶ οὐ τρυφᾶς, οὐδὲ ἐμφορῇ μὲν ἐδεσμάτων παντοίων, οἴνου δὲ ὑπερεμπίπλασαι; Οὐκ αἰσθάνῃ, ὡς ἐκ Θεοῦ ταυτὶ δέδοται πρὸς ἀπόλαυσιν ἀνεπικώλυτον; Περιβαλοῦ ἐσθῆτα νεόπλυτον, καὶ μύρῳ τὴν κεφαλὴν χρισάμενος, ὅρα τὴν γυναῖκα ταύτην, κάκείνην δὲ ματαίως τὸν μάταιον πάρελθε βίον. Ἕτερον γὰρ οὐδὲν ὑπολείπεταί σοι παρὰ ταῦτα, οὐκ ἐνθάδε, οὐδὲ μετὰ θάνατον. Ἀλλὰ πράττε τὰ προστυχόντα. Οὕτε γὰρ λογισμὸν σέ τις τούτων εἰσπράξεται· οὔθʼ ὅλως γινώσκεται ἐκτὸς ἀνθρώπων τὰ ὑπʼ ἀνθρώπων γινόμενα. Ἅιδης δὲ, ὅ τί ποτε καὶ ἔστιν, εἰς ὅν ἀπιέναι λεγόμεθα, σοφίας καὶ αἰσθήσεως ἀμοιρεῖ. Ταῦτα μὲν οἱ μάταιοι. Ἐγὼ δὲ εὖ οἶδα, ὡς οὕτε οἱ κουφότατοι δοκοῦντες τὸν μέγαν δρόμον ἐκεῖνον ἀνύσουσιν, οὕτε οἱ δυνατοὶ καὶ φοβεροὶ παρὰ ἀνθρώποις δεδοξασμένοι, τὸν φοβερὸν πόλεμον νικήσουσιν. Ἀλλʼ οὐδὲ ἐν ἐδωδῆς πλήθει φρόνησις δοκιμάζεται, οὐδὲ σύνεσις πλούτῳ κοινωνεῖν εἴωθεν. Οὐδὲ συγχαίρω τοῖς οἰομένοις ἅπαντας τῶν ὀμοίων τεύξεσθαι. Πάνυ δὲ ὑπνώττειν ἐοίκασιν οἱ τὰ τοιαῦτα ἐνθυμούμενοι, καὶ μὴ λογιζόμενοι, ὡς δίκην ἰχθύων καὶ ὀρνέων ἀνάρπαστοι γινόμενοι, ἐν κακοῖς κατατριβήσονται, ἄφνω τῆς ἀξίας λαχόντες ἐπιτιμίας. Ἐγὼ δὲ σοφίαν οὕτω τι μέγα ἡγοῦμαι, ὡς καὶ πόλιν μικρὰν ὑπʼ ὀλίγων μὲν οἰκουμένην, ὑπὸ δὲ μεγάλου πολιορκουμένην βασιλέως χειρὶ, πολλὴν καὶ μεγάλην ἡγοῦμαι, εἰ καὶ ἔνα σοφὸν ἄνδρα πολίτην ἔχοι πένητα. Δύναιτο γὰρ ἂν οὗτος καὶ ἐκ τῶν πολεμίων, καὶ ἐκ τῶν χαρακωμάτων τὴν ἑαυτοῦ διασῶσαι πόλιν. Καὶ ἄλλοι μὲν τὸν σοφὸν ἐκεῖνον οὐ γινώσκουσι πένητα· ἐγὼ δὲ καὶ πάνυ προκρίνω τὴν ἐν σοφίᾳ ἰσχὺν ταύτης τῆς δημώδους δυνάμεως. Ἀλλʼ ἐνθάδε μὲν ἀτιμάζεται σοφία πενίᾳ συνοικοῦσα· ἀκουσθήσεται δὲ μετέπειτα ὑπερφωνοῦσα δυνάστας καὶ τυράννους κακῶν ὀρεγομένους. Σοφία γὰρ καὶ σιδήρου δυνατωτέρα· Ἀφροσύνη τε ἐνὸς πολλοῖς κίνδυνον ἐργάζεται, κάν πολλοῖς καταφρόνητος

Hōmēn gar hapantas tote tōn autōn anthrōpous ēxiōsthai; kai ei te tis sophos, dikaiosynēs men epemelēthē, adikian de exetrapē, kai echthran ephyge pros hapantas dexios ōn, hoper estin areston Theǭ, outos mataioponein ephaineto. Telos de hen edokei dikaiou te kai asebous, agathou te kai kakou, katharou te kai akathartou, kai Theon hilaskomenou kai mē. Hote gar ho adikos kai ho agathos, ho te epiorkos, kai ho teleon horkon ektrepomenos, eis tauto telos elaunein ēlpizeto, katagnōsis te tis hypeisi tou eis homoia teleutan hapantas. Ginōskō de nyn hōs aphronōn tauta enthymēmata, kai planai kai exapatai. Kai polla legousin, hōs ho apothanōn oichetai teleon; kai protimēteon ton zōnta tou tethnēkotos, kan en skotǭ keimenos ę̄, kan kynos tropon, ton bion diaporeuētai, para ton leonta ton tethnēkota. Hoi men gar zōntes touto goun epistantai, hoti tethnēxontai; hoi de nekroi oudʼ hotioun ginōskousin. Amoibai de oudenos prokeintai meta to apoplērōsai to chreōn. Hē te echthra kai hē philia hē pros tous tethnēkotas, telos echei. Ekeinōn gar, eite zēlos, exelipen; eite bios, ēphanistai. Metesti de oudenos tǭ hapax enteuthen apelthonti. Tauta hē planē epadousa eti, kai toiauta symbouleuei; Ti pratteis, ō houtos, kai ou tryphas, oude emphorę̄ men edesmatōn pantoiōn, oinou de hyperempiplasai? Ouk aisthanę̄, hōs ek Theou tauti dedotai pros apolausin anepikōlyton? Peribalou esthēta neoplyton, kai myrǭ tēn kephalēn chrisamenos, hora tēn gynaika tautēn, kakeinēn de mataiōs ton mataion parelthe bion. Heteron gar ouden hypoleipetai soi para tauta, ouk enthade, oude meta thanaton. Alla pratte ta prostychonta. Houte gar logismon se tis toutōn eispraxetai; outhʼ holōs ginōsketai ektos anthrōpōn ta hypʼ anthrōpōn ginomena. Haidēs de, ho ti pote kai estin, eis hon apienai legometha, sophias kai aisthēseōs amoirei. Tauta men hoi mataioi. Egō de eu oida, hōs houte hoi kouphotatoi dokountes ton megan dromon ekeinon anysousin, houte hoi dynatoi kai phoberoi para anthrōpois dedoxasmenoi, ton phoberon polemon nikēsousin. Allʼ oude en edōdēs plēthei phronēsis dokimazetai, oude synesis ploutǭ koinōnein eiōthen. Oude synchairō tois oiomenois hapantas tōn omoiōn teuxesthai. Pany de hypnōttein eoikasin hoi ta toiauta enthymoumenoi, kai mē logizomenoi, hōs dikēn ichthyōn kai orneōn anarpastoi ginomenoi, en kakois katatribēsontai, aphnō tēs axias lachontes epitimias. Egō de sophian houtō ti mega hēgoumai, hōs kai polin mikran hypʼ oligōn men oikoumenēn, hypo de megalou poliorkoumenēn basileōs cheiri, pollēn kai megalēn hēgoumai, ei kai ena sophon andra politēn echoi penēta. Dynaito gar an houtos kai ek tōn polemiōn, kai ek tōn charakōmatōn tēn heautou diasōsai polin. Kai alloi men ton sophon ekeinon ou ginōskousi penēta; egō de kai pany prokrinō tēn en sophią ischyn tautēs tēs dēmōdous dynameōs. Allʼ enthade men atimazetai sophia penią synoikousa; akousthēsetai de metepeita hyperphōnousa dynastas kai tyrannous kakōn oregomenous. Sophia gar kai sidērou dynatōtera; Aphrosynē te enos pollois kindynon ergazetai, kan pollois kataphronētos

For I thought then that all men are deemed worthy of the same things; and if someone, being wise, cared for righteousness, turned away from injustice, and avoided enmity, being well-disposed to all, which is pleasing to God, he seemed to toil in vain. The end seemed to be one for the just and the impious, the good and the bad, the pure and the impure, the one who propitiates God and the one who does not. For since both the unjust and the good, the perjurer and the one who altogether shuns an oath, were expected to be driven to the same end, there crept in a condemnation, as though all came to a like end. But I know now that these are the thoughts of fools, errors and deceptions. And they say much: that the one who has died is entirely gone; and that the living is to be preferred to the dead, even if he lies in darkness, even if he passes through life like a dog, rather than the dead lion. For the living know at least this, that they will die; but the dead know nothing at all. No rewards await anyone after he has paid the debt (of death). Enmity and friendship toward the dead have an end. For theirs, whether zeal, has failed, or life, has vanished. He who has once departed from here has a share in nothing. Error, still chanting these things, gives such counsel: "What are you doing, man, not living in luxury, nor filling yourself with every kind of food and overfilling yourself with wine? Do you not perceive that these things are given by God for unhindered enjoyment? Put on a freshly washed garment, anoint your head with myrrh, see this woman and that, and pass vainly through this vain life. For nothing else is left to you besides these, neither here nor after death. But do whatever comes your way. For no one will exact an account of these things from you; nor at all is what is done by men known outside men. And Hades, whatever it is, to which we are said to go, has no share in wisdom or perception." So say the vain. But I know well that neither will those thought the swiftest finish that great race, nor will those esteemed powerful and fearful among men win that fearful war. Nor is prudence proved by abundance of food, nor is understanding wont to keep company with wealth. Nor do I rejoice with those who think that all will obtain the same things. Those who think such things seem to be fast asleep, not reckoning that, like fish and birds, they will be snatched away and worn out in evils, suddenly receiving the punishment they deserve. But I think wisdom so great a thing that even a small city, inhabited by few and besieged by the hand of a great king, I consider great and mighty if it has one wise man as a citizen, even a poor one. For he could save his city both from the enemy and from the siege works. And others do not know that wise man, because he is poor; but I much prefer the strength that is in wisdom to this common power. Here wisdom is dishonoured when it lives with poverty; but afterwards it will be heard, outshouting rulers and tyrants who reach after evils. For wisdom is mightier even than iron; and the folly of one brings danger to many, even if he is despised by many.

Chapter 10

10PG 10:1012c–1013d

Καὶ γὰρ μυῖαι ἐμπεσοῦσαι μύρῳ, καὶ ἐναποπνιγεῖσαι, ἀσχήμονα τοῦ ἡδέος ἐκείνου χρίσματος, τῆν τε ὄψιν, καὶ τὴν χρῖσιν ἐργάζονται· σοφίας δὲ καὶ ἀφροσύνης οὐδὲν ἐν ταυτῷ μεμνῆσθαι προσῆκον. Ὁ μέν γε σοφὸς ἑαυτὸν ἐπὶ δεξιὰ τῶν πραγμάτων ὁδηγεῖ· ὁ δὲ ἄφρων δὲ εἰς ἀριστερὰ ἀπονένευκεν, οὐδʼ ἔστιν ὅτε καλῶν ὀδηγῷ πραγμάτων ἀφροσύνῃ χρήσεται. Μάταια δὲ αὐτοῦ καὶ τὰ ἐνθυμήματα, ἀφροσύνης ἀναπεπλησμένα. Εἰ δὲ καὶ πνεῦμά σοί ποτε, ὧ φίλος, πολέμιον προσπέσοι, ἔνστηθι ἐῤῥωμένως, γινώσκων ὡς καὶ πολλῶν ἀμαρτημάτων πλῆθος Θεὸς ἴλάσασθαι δύναται. Τυράννου δὲ ἔργα ταῦτα, καὶ πατρὸς πάσης πονηρίας· τὸν μὲν ἄφρονα εἰς ὕψος αἴρεσθαι, τὸν πλούσιον δὲ φρονήσει ταπεινοῦσθαι· καὶ δούλους μὲν ἀμαρτιῶν ἐπὶ ἵππων φερομένους, ἄνδρας δὲ ἱεροὺς βαδίζοντας ἀτίμως ὁρᾶσθαι, τῶν πονηρῶν γαυρουμένων. Εἰ δέ τις ἐτέρῳ ἐπιβουλεύει, λέληθεν αὐτὸν ὡς ἑαυτῷ πρώτῳ καὶ μόνῳ ἔνεδρον ἐργάζεται. Ὁ δὲ καθαιρῶν ἄλλου ἀσφάλειαν, περιπεσεῖται ὄφεως δήγματι. Ἀλλὰ μὴν ὁ λίθους ἐξαιρούμενος, ὑποίσει πόνον οὐ μικρόν· ἀλλὰ καὶ σχίζων ξύλα, ἐν αὐτῷ τῷ οἰκείῳ ὅπλῳ τὸν κίνδυνον οἴσει. Ἐὰν δὲ συμβῇ τοῦ στελεοῦ τὸν πέλεκυν ἐκπηδῆσαι, θορυβηθήσεται ὁ ταῦτα ἐργαζόμενος, οὐκ ἐπʼ ἀγαθῷ συγκομίζων, καὶ ἐπαύξων αὐτὸς τὴν ἑαυτοῦ ἄδικον καὶ ὡκύμορον δύναμιν. Ὁφεως δὲ δῆγμα λαθραῖον· οὐδὲν παραμυθήσονται οἱ ἐπάδοντες· μάταιοι γάρ εἰσιν. Ἀλλʼ ὁ μὲν ἀγαθὸς ἀνὴρ ἀγαθὰ ἐργάζεται αὐτῷ τε καὶ τοῖς πλησίον· ὁ δὲ ἄφρων εἰς ὄλεθρον ἐμπεσεῖται διὰ τῆς αὐτοῦ φλυαρίας. Καὶ ἅπαξ ἀνοίξας τὸ στόμα, ἄρχεται ἀφρόνως, καὶ παύεται ταχέως, διὰ παντὸς ἐνδεικνύμενος τὴν ἑαυτοῦ ἄνοιαν. Ἀνθρώπῳ δὲ ἀδύνατόν τι γνῶναι, καὶ παρὰ ἀνθρώπου μαθεῖν τὰ ἀπʼ ἀρχῆς, ἢ τὰ ἐπιόντα. Τίς γὰρ ἔσται ὁ μηνύσων; Ἄνθρωπος δὲ ὃς οὐκ οἶδεν εἰς τὴν ἀγαθὴν πορευθῆναι πόλιν, κάκωσιν ὑπομένει, τοῖς τε ὀφθαλμοῖς, καὶ τῷ παντὶ προσώπῳ. Πόλει δὲ ἐκείνῃ κακὰ προλέγω, ἦς ὅ τε βασιλεὺς νέος, καὶ οἱ ἄρχοντες γαστρίμαργοι. Μακαρίζω δὲ γῆν τὴν ἀγαθὴν, ἦς βασιλεύει ὁ τοῦ ἐλευθέρου υἱός· ἔνθα εὐκαίρως ἀπολαύσουσιν ἀγαθῶν, οἱ ἐκεῖσε ἄρχειν ἡξιωμένοι. Ὁκνηρὸς δὲ καὶ ἀργὸς, οἶκον ἐλαττοῦσι χλευασταὶ γενόμενοι· καὶ εᾶς τὴν ἐαυτῶν λαιμαργίαν, τοῖς πᾶσι καταχρώμενοι, ἀργυρίῳ ἀγώγιμοι, ἕνεκα ὀλίγου τιμήματος πάντα αἰσχρῶς καὶ ταπεινῶς πράσσειν ὑπομένοντες. Βασιλεῖ δὲ, καὶ ἄρχουσιν, ἢ δυνάσταις ὑπακούειν προσήκει, καὶ οὐκ ἀπεχθάνεσθαι, οὐδʼ ὅλως λυπηρόν τι εἰς αὐτοὺς ῥῆμα ἀποῤῥίπτειν. Δέος γὰρ, μὴ τὸ καὶ τὸ καταμόνας εἰρημένον, εἰς φανερόν πως ἔλθη. Τῷ γὰρ μόνῳ καὶ πλουσίῳ καὶ μεγάλῳ βασιλεῖ ἄγγελοι ὀξεῖς καὶ ὑπόπτεροι ἄπαντα διακομίζουσι, πνευματικὴν μοῦ καὶ λογικὴν τελοῦντες ὑπηρεσίαν.

Kai gar muiai empesousai myrǭ, kai enapopnigeisai, aschēmona tou hēdeos ekeinou chrismatos, tēn te opsin, kai tēn chrisin ergazontai; sophias de kai aphrosynēs ouden en tautǭ memnēsthai prosēkon. Ho men ge sophos heauton epi dexia tōn pragmatōn hodēgei; ho de aphrōn de eis aristera aponeneuken, oudʼ estin hote kalōn odēgǭ pragmatōn aphrosynę̄ chrēsetai. Mataia de autou kai ta enthymēmata, aphrosynēs anapeplēsmena. Ei de kai pneuma soi pote, hō philos, polemion prospesoi, enstēthi errhōmenōs, ginōskōn hōs kai pollōn amartēmatōn plēthos Theos ilasasthai dynatai. Tyrannou de erga tauta, kai patros pasēs ponērias; ton men aphrona eis hypsos airesthai, ton plousion de phronēsei tapeinousthai; kai doulous men amartiōn epi hippōn pheromenous, andras de hierous badizontas atimōs horasthai, tōn ponērōn gauroumenōn. Ei de tis eterǭ epibouleuei, lelēthen auton hōs heautǭ prōtǭ kai monǭ enedron ergazetai. Ho de kathairōn allou asphaleian, peripeseitai opheōs dēgmati. Alla mēn ho lithous exairoumenos, hypoisei ponon ou mikron; alla kai schizōn xyla, en autǭ tǭ oikeiǭ hoplǭ ton kindynon oisei. Ean de symbę̄ tou steleou ton pelekyn ekpēdēsai, thorybēthēsetai ho tauta ergazomenos, ouk epʼ agathǭ synkomizōn, kai epauxōn autos tēn heautou adikon kai hōkymoron dynamin. Hopheōs de dēgma lathraion; ouden paramythēsontai hoi epadontes; mataioi gar eisin. Allʼ ho men agathos anēr agatha ergazetai autǭ te kai tois plēsion; ho de aphrōn eis olethron empeseitai dia tēs autou phlyarias. Kai hapax anoixas to stoma, archetai aphronōs, kai pauetai tacheōs, dia pantos endeiknymenos tēn heautou anoian. Anthrōpǭ de adynaton ti gnōnai, kai para anthrōpou mathein ta apʼ archēs, ē ta epionta. Tis gar estai ho mēnysōn? Anthrōpos de hos ouk oiden eis tēn agathēn poreuthēnai polin, kakōsin hypomenei, tois te ophthalmois, kai tǭ panti prosōpǭ. Polei de ekeinę̄ kaka prolegō, ēs ho te basileus neos, kai hoi archontes gastrimargoi. Makarizō de gēn tēn agathēn, ēs basileuei ho tou eleutherou huios; entha eukairōs apolausousin agathōn, hoi ekeise archein hēxiōmenoi. Hoknēros de kai argos, oikon elattousi chleuastai genomenoi; kai eas tēn eautōn laimargian, tois pasi katachrōmenoi, argyriǭ agōgimoi, heneka oligou timēmatos panta aischrōs kai tapeinōs prassein hypomenontes. Basilei de, kai archousin, ē dynastais hypakouein prosēkei, kai ouk apechthanesthai, oudʼ holōs lypēron ti eis autous rhēma aporrhiptein. Deos gar, mē to kai to katamonas eirēmenon, eis phaneron pōs elthē. Tǭ gar monǭ kai plousiǭ kai megalǭ basilei angeloi oxeis kai hypopteroi apanta diakomizousi, pneumatikēn mou kai logikēn telountes hypēresian.

For flies falling into ointment and suffocated in it make both the look and the use of that sweet unguent unseemly; and it is not fitting to mention wisdom and folly in the same breath. The wise man leads himself to the right in affairs; but the fool has turned aside to the left, nor will he ever use folly as a guide to good things. His thoughts too are vain, full of folly. And if ever, friend, a hostile spirit should fall upon you, stand firm, knowing that God can propitiate even a multitude of many sins. These are the works of a tyrant and father of all wickedness: that the fool is raised on high, while the one rich in prudence is humbled; and that slaves of sins are seen riding on horseback, while holy men walk in dishonour, as the wicked exult. And if anyone plots against another, he has not noticed that he is laying an ambush first and only for himself. And one who pulls down another's security will fall into the bite of a serpent. But the one who quarries stones will bear no small toil; and the one who splits wood will bear the danger in his own tool. And if it happens that the axe head flies off the handle, the one doing this work will be troubled, gathering not for good and himself increasing his own unjust and short-lived power. The bite of a serpent is secret; the charmers will be no consolation, for they are vain. The good man does good to himself and to his neighbours; but the fool will fall into destruction through his own babble. Once he opens his mouth, he begins foolishly and soon comes to an end, always showing his own folly. It is impossible for a man to know anything, or to learn from a man what was from the beginning or what is coming. For who will tell it? The man who does not know how to go to the good city suffers ill in his eyes and in his whole face. I foretell evils to that city whose king is young and whose rulers are gluttons; but I bless the good land in which the son of the free reigns, where those thought worthy to rule there will enjoy good things in due season. The slothful and idle diminish a house, becoming scoffers; and, using everything for their own gluttony, led by silver, they endure doing everything shamefully and basely for a small price. One should obey the king and rulers or potentates, and not be hostile, nor cast any grievous word at all against them. For there is fear lest even what is said in private should somehow come into the open. For to the only rich and great King swift and winged angels carry all things, performing a spiritual and rational service.

Chapter 11

11PG 10:1013d–1016b

Κοινωνεῖν γε μὴν ἄρτου καὶ τῶν ἀναγκαίων, τῶν πρὸς τὸν βίον ἀνθρώποις, δίκαιον. Εἰ γὰρ καὶ παραυτίκα τισὶ δόξεις ἀπολλύναι, ῶσπερ ὕδατι τὸν ἄρτον παραδιδοὺς, ἀλλʼ οὖν προῖόντος τοῦ χρόνου, οὐκ ἀνόνητός σοι φανεῖται ἡ φιλανθρωπία. Δίδου δὲ ἀφειδῶς, καὶ μέριζε τὰ σαυτοῦ πλείοσιν· οὐ γὰρ ἐπίστασαι τί ποτε ἡ ἐπιοῦσα ἐποίησεν ἡμέρα. Κατέχουσι δὲ οὐδὲ νεφέλαι τὸν ἑαυτῶν πολὺν ὑετὸν, ἀλλὰ τὸν ὄμβρον ἐπὶ γῆν ἀφιᾶσι· καὶ οὐδὲ δένδρον εἰς ἀεὶ ἔστηκεν, ἄλλὰ κἂν ἄνδρες αὐτοῦ φείσωνται, ἀνέμῳ γοῦν ἀνατραπήσεται. Πολλοὶ δὲ βούλονται καὶ τὰ ἐκ τοῦ οὐρανοῦ ἐσόμενα προγινώσκειν, καί τις εἴς τε νεφέλας ἀφορῶν, καὶ περιμένων ἄνεμον, ἀμήτου ἢ λικμητοῦ ἀπέσχετο, ἐπὶ μηδενὶ πεπεισμένος, μηδὲ γινώσκων τὶ τῶν ἐκ Θεοῦ ἐσομένων· ὥσπερ οὐδὲ οἷον ἡ κυοφοροῦσα τέξεται. Σπείρας δὲ ἐν καιρῷ, συγκόμιζε τοὺς καρποὺς, ὁπότʼ ἂν τούτου καιρὸς ἐνστῇ· ἄδηλον γὰρ, ὀποῖα αὐτῶν ἔσται ἀμείνω τῶν φυέντων. Γένοιτο δὲ ἅπαντα εἰς ἀγαθόν Λογιζόμενος δέ τις, ὡς καλὸς μὲν ὁ ἤλιος, ἡδὺς δὲ οὗτος ὁ βίος, ἀγαθὸν δὲ καὶ τὸ πολυχρόνιον γενέσθαι διαπαντὸς εὐφραινόμενον, καὶ ὡς φοβερὸν ὁ θάνατος, καὶ ἴδιον κακὸν. καὶ εἰς τὸ μηδὲν ἄγων, οἴεται χρῆναι, πάντων μὲν ἀπολαύειν τῶν παρόντων καὶ δοκούντων ἡδέων. Συμβουλεύει δὲ καὶ τοῖς νέοις, τῇ ἑαυτῶν ὥρᾳ καταχρῆσθαι ἀνέντας τὰς ἐαυτῶν ψυχὰς εἰς πᾶσαν ἡδονὴν, καὶ χαρίζεσθαι μὲν ἐπιθυμίαις, πράττειν δὲ τὰ αὐτοῖς δοκοῦντα, καὶ βλέπειν τὰ τέρποντα, καὶ ἀποστρέφεσθαι τὰ μὴ οὕτως ἔχοντα. Πρὸς ὅν τοσοῦτον λέξω· Ὁτι ἀνοηταίνεις. ὧ οὗτος, μὴ προσδοκῶν τὴν ἐφʼ ἅπασι τούτοις ἐκ Θεοῦ κρίσιν ἐσομένην. Πονηρὸν δὲ ἀσωτία καὶ ἀσέλγεια, καὶ ῥυπαρὰ σωμάτων ἡμετέρων ὕβρις ὀλέθριος. Νεότητι μὲν γὰρ ἄνοια παρέπεται· ἄνοια δὲ ἄγει εἰς ὄλεθρον.

Koinōnein ge mēn artou kai tōn anankaiōn, tōn pros ton bion anthrōpois, dikaion. Ei gar kai parautika tisi doxeis apollynai, ōsper hydati ton arton paradidous, allʼ oun proiontos tou chronou, ouk anonētos soi phaneitai hē philanthrōpia. Didou de apheidōs, kai merize ta sautou pleiosin; ou gar epistasai ti pote hē epiousa epoiēsen hēmera. Katechousi de oude nephelai ton heautōn polyn hyeton, alla ton ombron epi gēn aphiasi; kai oude dendron eis aei estēken, alla kan andres autou pheisōntai, anemǭ goun anatrapēsetai. Polloi de boulontai kai ta ek tou ouranou esomena proginōskein, kai tis eis te nephelas aphorōn, kai perimenōn anemon, amētou ē likmētou apescheto, epi mēdeni pepeismenos, mēde ginōskōn ti tōn ek Theou esomenōn; hōsper oude hoion hē kyophorousa texetai. Speiras de en kairǭ, synkomize tous karpous, hopotʼ an toutou kairos enstę̄; adēlon gar, opoia autōn estai ameinō tōn phyentōn. Genoito de hapanta eis agathon Logizomenos de tis, hōs kalos men ho ēlios, hēdys de houtos ho bios, agathon de kai to polychronion genesthai diapantos euphrainomenon, kai hōs phoberon ho thanatos, kai idion kakon. kai eis to mēden agōn, oietai chrēnai, pantōn men apolauein tōn parontōn kai dokountōn hēdeōn. Symbouleuei de kai tois neois, tę̄ heautōn hōrą katachrēsthai anentas tas eautōn psychas eis pasan hēdonēn, kai charizesthai men epithymiais, prattein de ta autois dokounta, kai blepein ta terponta, kai apostrephesthai ta mē houtōs echonta. Pros hon tosouton lexō; Hoti anoētaineis. hō houtos, mē prosdokōn tēn ephʼ hapasi toutois ek Theou krisin esomenēn. Ponēron de asōtia kai aselgeia, kai rhypara sōmatōn hēmeterōn hybris olethrios. Neotēti men gar anoia parepetai; anoia de agei eis olethron.

It is just to share bread and the necessities of life with men. For even if for the moment you seem to some to be wasting it, as if handing your bread to the water, yet as time goes on your kindness will not prove unprofitable to you. Give unsparingly, and divide your goods among many; for you do not know what the coming day will bring. Not even the clouds keep back their abundant rain, but let the shower fall on the earth; nor does a tree stand for ever, but even if men spare it, it will be overturned by the wind. Many wish to foreknow even what will come from heaven; and one, looking at the clouds and waiting for wind, refrained from reaping or winnowing, trusting in nothing, and knowing nothing of what will come from God, just as no one knows what the pregnant woman will bear. Having sown in season, gather in the fruits whenever the time for it comes; for it is unclear which of the crops will be better. And may all turn out for good. But someone, reckoning that the sun is fair and this life sweet, and that it is good to live long, always making merry, and that death is fearful and a peculiar evil, bringing us to nothing, thinks one should enjoy all present things that seem pleasant. He even advises the young to use their season to the full, letting their souls go into every pleasure, gratifying their desires, doing what seems good to them, looking at what delights them, and turning away from what does not. To him I will say this much: You are foolish, man, not expecting the judgment that will come from God upon all these things. Prodigality and licentiousness are evil, and the filthy insolence of our bodies is destructive. For folly accompanies youth, and folly leads to destruction.

Chapter 12

12PG 10:1016b–1018c

Χρὴ δὲ ἔτι νέον ὄντα φοβεῖσθαι Θεὸν, πρὶν ἢ ἑαυτὸν παραδοῦναι κακοῖς, πρὶν ἐλθεῖν τὴν τοῦ Θεοῦ μεγάλην ἡμέραν καὶ φοβερὰν, ὁπότε ἤλιος μὲν οὐκέτι λάμψει, οὐδὲ σελήνη, οὐδὲ οἱ λοιποὶ ἀστέρες, κινηθήσονται δὲ αἱ ὑπέρτεραι δυνάμεις, ἐν ἐκείνῳ τῷ τῶν ὅλων χειμῶνι καὶ ταράχῳ, οἱ κοσμοφύλακες ἄγγελοι· ὡς παύσασθαι μὲν ἄνδρας δυνάστας, παύσασθαι δὲ καὶ γυναῖκας ἐργαζομένας, φευγούσας εἰς τὰ σκοτεινὰ τῶν οἰκημάτων, κεκλεισμένων ἀπασῶν τῶν θυρῶν· καί τις γυνὴ τοῦ ἀλήθειν ἀποσχομένη διὰ τὸ δέος, ἰσχνοτάτῃ φωνῇ χρήσεται ὥσπερ λεπτότατον ὅρνεον· ἅπασαι δὲ ἄναγνοι γυναῖκες εἰς γῆν πεσοῦνται, καὶ πόλεις καὶ αἱ τούτων ἀρχαὶ αἱ μιαιφόνοι, περιμένουσαι τὴν ἄνωθεν κόλασιν, ἐνστάντος καιροῦ πικροτάτου καὶ αἱματώδους, ὥσπερ ἀνθοῦντος ἀμυγβάλου καὶ συνεχῶν ἐπικειμένων κολάσεων, ὥσπερ πλήθους ἐφιπταμένων ἀκρίδων, καὶ ἐκποδῶν ῥιπτουμένων τῶν παρανόμων, ῶσπερ μελαίνης καὶ εὐκαταφρονήτου καππάρεως. Καὶ ὁ μὲν ἀγαθὸς ἀνὴρ εἰς αἰώνιον οἶκον τὸν ἑαυτοῦ χαίρων πορεύσεται· οἱ δέ γε φαῦλοι, πάντα τὰ αὐτῶν ἐμπλήσουσι κοπτόμενοι, καὶ οὗτε ἀργύριον ἀποτεθησαυρισμένον, οὕτε χρυσίον δόκιμον ἐπωφελὲς ἔτι. Μεγάλη γὰρ ἅπαντα καθέξει πληγὴ, καὶ μέχρις ὑδρίας ἐστώσης πρός τινι κρήνῃ, καὶ τροχοῦ ὀχήματος, ὅν ἂν τύχῃ καταλελεῖφθαι ἐν τῷ κοιλώματι παυσαμένης, χρόνον τε περιδρομῆς, καὶ τῆς διʼ ὕδατος ζωῆς παροδεύσαντος τοῦ λουτροφόρου αἰῶνος. Ἀνθρώπων δὲ ἐπὶ γῆς κειμένων μία σωτηρία, εἰ ἐπιγνοῖεν αὐτῶν αἱ ψυχαὶ, καὶ πρὸς αὐτὸν ἀναπταῖεν ὑφʼ οὗ καὶ γεγέννηνται. Λέγω τοίνυν αὖθις ἃ καὶ πρότερον εἴρηκα, πάνυ ματαίως ἀνθρώπους διακεῖσθαι, καὶ μήτε ὑπερβολὴν ὅλως ἐνδέχεσθαι τῶν ἐπινοουμένων πραγμάτων τὴν ματαιότητα. Περιττὸς δέ μοι ὁ κάματος ἐκκλησιάζοντι σοφῶς, ὅτι διδάσκειν ἐπιχειρῶν τὸν λαὸν τοῦτον ἀδιδάκτως καὶ ἀνιάτως ἔχοντα. Δεῖ δὲ ἀνδρὸς γενναίου, πρὸς τὸ συνιέναι λόγους σοφίας δυνηθῆναι. Ἐγὼ δὲ ἤδη πρεσβύτης ὢν, καὶ μακρὸν βίου διελθὼν χρόνον, ἔκαμον εἰς τὸ ἀνευρεῖν τὰ τῷ Θεῷ ἀρεστὰ διὰ τῶν τῆς ἀληθείας μυστηρίων. Ἐπίσταμαί τε ὡς ἐπεγείρει ψυχὰς, καὶ νύττει οὐχ ἦττον τὰ τῶν σοφῶν παραγγέλματα, ἢ διατίθεται σώματα βουκέντρῳ, ἢ ἤλῳ ἐμπερονηθέντα. Δώσουσι δέ τινες τὰ σοφὰ ἐκεῖνα διδάγματα, παρʼ ἑνὸς ἀγαθοῦ λαβόντες ποιμένος καὶ διδασκάλου, ὥσπερ ἐξ ἑνὸς στόματος ἅπαντες αὐτοῖς συμφώνως δαψιλέστερον τὰ πιστευθέντα διηγούμενοι. Λόγων δὲ πολλῶν οὐδὲν ὄφελος· οὐδέ σοι συμβουλεύω, ὦ φίλος, ἀνόνητα καταγράφειν τὰ περὶ τὸ προσῆκον, ἐν οἷς τοῦ κάμνειν εἰκῇ ἐστὶν οὐδὲν πλέον. Ἀλλά μοι λοιπὸν ἐπιλόγου δεήσει τοιοῦδέ τινος, ὅτι· Ὁ ἄνθρωποι, ἰδοὺ διαῤῥήδην ὑμῖν καὶ συντόμως προαγορεύω, φοβεῖσθαι μὲν Θεὸν τὸν πάντων δεσπότην τε ὁμοῦ καὶ ἐπόπτην, τηρεῖν δὲ αὐτοῦ καὶ τὰ παραγγέλματα· πείθεσθαι δὲ, πάντα τινὰ μετέπειτα καὶ κριθήσεσθαι, καὶ κατʼ ἀξίαν ἀπολήψεσθαι ἕκαστον τῶν αὐτοῦ ἔργων τὴν ἀμοιβὴν ἀγαθῶν τε ὁμοῦ καὶ φαύλων.

Chrē de eti neon onta phobeisthai Theon, prin ē heauton paradounai kakois, prin elthein tēn tou Theou megalēn hēmeran kai phoberan, hopote ēlios men ouketi lampsei, oude selēnē, oude hoi loipoi asteres, kinēthēsontai de hai hyperterai dynameis, en ekeinǭ tǭ tōn holōn cheimōni kai tarachǭ, hoi kosmophylakes angeloi; hōs pausasthai men andras dynastas, pausasthai de kai gynaikas ergazomenas, pheugousas eis ta skoteina tōn oikēmatōn, kekleismenōn apasōn tōn thyrōn; kai tis gynē tou alēthein aposchomenē dia to deos, ischnotatę̄ phōnę̄ chrēsetai hōsper leptotaton horneon; hapasai de anagnoi gynaikes eis gēn pesountai, kai poleis kai hai toutōn archai hai miaiphonoi, perimenousai tēn anōthen kolasin, enstantos kairou pikrotatou kai haimatōdous, hōsper anthountos amygbalou kai synechōn epikeimenōn kolaseōn, hōsper plēthous ephiptamenōn akridōn, kai ekpodōn rhiptoumenōn tōn paranomōn, ōsper melainēs kai eukataphronētou kappareōs. Kai ho men agathos anēr eis aiōnion oikon ton heautou chairōn poreusetai; hoi de ge phauloi, panta ta autōn emplēsousi koptomenoi, kai houte argyrion apotethēsaurismenon, houte chrysion dokimon epōpheles eti. Megalē gar hapanta kathexei plēgē, kai mechris hydrias estōsēs pros tini krēnę̄, kai trochou ochēmatos, hon an tychę̄ kataleleiphthai en tǭ koilōmati pausamenēs, chronon te peridromēs, kai tēs diʼ hydatos zōēs parodeusantos tou loutrophorou aiōnos. Anthrōpōn de epi gēs keimenōn mia sōtēria, ei epignoien autōn hai psychai, kai pros auton anaptaien hyphʼ hou kai gegennēntai. Legō toinyn authis ha kai proteron eirēka, pany mataiōs anthrōpous diakeisthai, kai mēte hyperbolēn holōs endechesthai tōn epinooumenōn pragmatōn tēn mataiotēta. Perittos de moi ho kamatos ekklēsiazonti sophōs, hoti didaskein epicheirōn ton laon touton adidaktōs kai aniatōs echonta. Dei de andros gennaiou, pros to synienai logous sophias dynēthēnai. Egō de ēdē presbytēs ōn, kai makron biou dielthōn chronon, ekamon eis to aneurein ta tǭ Theǭ aresta dia tōn tēs alētheias mystēriōn. Epistamai te hōs epegeirei psychas, kai nyttei ouch ētton ta tōn sophōn parangelmata, ē diatithetai sōmata boukentrǭ, ē ēlǭ emperonēthenta. Dōsousi de tines ta sopha ekeina didagmata, parʼ henos agathou labontes poimenos kai didaskalou, hōsper ex henos stomatos hapantes autois symphōnōs dapsilesteron ta pisteuthenta diēgoumenoi. Logōn de pollōn ouden ophelos; oude soi symbouleuō, ō philos, anonēta katagraphein ta peri to prosēkon, en hois tou kamnein eikę̄ estin ouden pleon. Alla moi loipon epilogou deēsei toioude tinos, hoti; Ho anthrōpoi, idou diarrhēdēn hymin kai syntomōs proagoreuō, phobeisthai men Theon ton pantōn despotēn te homou kai epoptēn, tērein de autou kai ta parangelmata; peithesthai de, panta tina metepeita kai krithēsesthai, kai katʼ axian apolēpsesthai hekaston tōn autou ergōn tēn amoibēn agathōn te homou kai phaulōn.

One should fear God while still young, before giving oneself over to evils, before the great and fearful day of God comes, when the sun will no longer shine, nor the moon, nor the other stars, and the higher powers, the angels who guard the world, will be shaken in that storm and tumult of all things; so that powerful men will cease, and women at work will cease, fleeing into the dark places of the houses, all the doors being shut; and a woman, ceasing from grinding through fear, will use a very thin voice like the smallest bird; and all impure women will fall to the earth; and cities and their bloodstained rulers await the punishment from above, when a most bitter and bloody time is at hand, like the almond tree in flower, and punishments press on continually like a multitude of locusts flying upon them, and the lawless are cast out of the way like the black and despised caper. And the good man will go rejoicing to his own eternal home; but the wicked will fill all their places with mourning, and neither treasured silver nor tested gold will profit any more. For a great blow will seize everything, even to the pitcher standing at a spring, and the wheel of the carriage that happens to be left in the hollow when it has stopped, when the time of the circuit, and the bath-bearing age of the life through water, has passed. For men lying on earth there is one salvation: if their souls recognize and fly up to him by whom they were made. I say, then, again what I said before, that men are disposed very vainly, and that the vanity of the things they devise admits of no excess. Superfluous is my labour in speaking wisely in the assembly, since I am trying to teach this people, who are unteachable and incurable. It needs a noble man to be able to understand words of wisdom. But I, being already old and having passed a long time of life, laboured to find out what is pleasing to God through the mysteries of the truth. And I know that the precepts of the wise rouse and prick souls no less than bodies are affected by an ox-goad or a nail driven in. Some will give those wise teachings, having received them from one good shepherd and teacher, all of them, as from one mouth, recounting harmoniously and more abundantly what was entrusted to them. Of many words there is no profit; nor do I advise you, friend, to write down unprofitable things about what is fitting, in which there is nothing more than toiling in vain. But it remains for me to use some such conclusion: O men, behold, I proclaim to you plainly and briefly: fear God, the master and overseer of all, and keep his commandments; and be persuaded that everyone will be judged hereafter, and each will receive according to his deserts the recompense of his works, good and bad together.