Against the Heathen 22–31

Greek text: PG 25.English: Claude (claude-opus-5-5), public domain (CC0). Compare: Nicene and Post-Nicene Fathers, series 2, vol. 4 (1892).

Show

Chapter 22

22PG 25:44b–45a

Εἰ μὲν γὰρ, ὅτι ἀνθρωπόμορφόν ἐστι τὸ Θεῖον, διὰ τοῦτο οὕτω τετύπωται, διὰ τί καὶ ἀλόγων αύτῷ τύπους περιτιθέασιν; Εἰ δὲ ζώων ἀλόγων ἐστὶν ὁ τούτου τύπος, διὰ τί καὶ λογικῶν αὐτῷ περιτιθέασι γλυφάς ; Εἰ δὲ τὸ συναμφότερόν ἐστι, καὶ ἐξ ἀμφοτέρων κατειλήφασι τὸν Θεὸν, ὅτι τε ἀλόγων καὶ λογικῶν ἔχει τοὺς τύπους· τί διαιροῦσι τὰ συνημμένα, καί χωρίζουσι τήν ἀλόγων καί ἀνθρώπων γλυφὴν, καὶ ού πάντοτε ἐξ ἀμφοτέρων αὐτὸν γλύφουσιν, ὁποῖα τὰ παρά τοῖς μύθοις έστί πλάσματα, ἡ Σκύλλα, καὶ ἠ Χάρυβδις, καὶ ὁ Ἱπποκένταυρος, καὶ ὁ παρʼ Αἰγυπτίοις κυνοκέφαλος ’Ἄνουβις ; Ἔδει γὰρ ἢ μόνους αὐτοὺς οὕτω γράφεσθαι διφυεῖς, ἣ μίαν αὐτῶν ἐχόντων μορφὴν, μή καὶ τήν ἄλλην ἀναπλάττεσθαι κατʼ αύτῶν. Καὶ πάλιν εί ἀρῥενικαί τούτων εἰσὶν αἱ μορφαὶ, διὰ τί καὶ θηλειῶν αὐτοῖς περιτιθέασι τύπους ; εἰ δὲ θηλυκῶν εἶσι, διὰ τί καὶ ἀρρενικῶν κατʼ αὐτῶν ψεύδονται τάς μορφάς ; εί δὲ πάλιν τὸ συναμφότερόν εἰσιν, ἔδει μὴ διαιρεῖσθαι, ἀλλὰ ἀμφότερα συνάπτεσθαι, καὶ γίνεσθαι κατὰ τοὺς λεγομένους ἑρμαφροδίτους· ’ίνα μή μόνον ἀσέβειαν καὶ συκοφαντίαν, ἀλλά καὶ γέλωτας αὐτῶν ἡ δεισιδαιμονία τοῖς ὁρῶσι παράσχῃ· καὶ ὅλως εἰ σωματοειδὲς τὸ Θεῖον ὑπολαμβάνουσιν, ὥστε καὶ γαστέρα καὶ χεῖρας καὶ πόδας, καὶ πάλιν αύχένα καί στήθη καὶ τὰ ἄλλα τὰ πρὸς γένεσιν ἀνθρώπων μέλη ἐπινοεῖν αὐτῷ καὶ ἀναπλάττειν, ὅρα εἰς ὅσην ἀσέβειαν καὶ ἀθεότητα καταπέπτωκε τούτων ὁ νοῦς, ὥστε τοιαῦτα ὑπονοεῖν περὶ τοῦ Θείου. Ἀκολουθεῖ γὰρ αύτῴ καὶ τὰ ἄλλα τοῦ σώματος πάντως πάσχειν, ὣστε καὶ τέμνεσθαι, καὶ διαιρεῖσθαι, καὶ πάλιν ἐξ ὅλου φθείρεσθαι· ταῦτα δὲ καί τά τοιαῦτα οὐκ ἴδια Θεοῦ, ἀλλά μᾶλλον τῶν ἐπὶ γῆς σωμάτων έστίνο ὁ μέν γὰρ Θεὸς ἀσώματός ἐστι καὶ ἄφθαρτος καὶ ἀθάνατος, οὐδενὸς εἰς ὁτιοῦν δεόμενος· ταῦτα δὲ καὶ φθαρτά καὶ σωμάτων εἰσὶ τύποι, καὶ τῆς παρʼ αὐτῶν ἐπιδεὸμενα χρείας, ὥσπερ καὶ πρότερον εἰρηται· πολλάκις γὰρ ὁρῶμεν ἀνακαινουμένους τοὺς παλαιωθέντας, καὶ οὓς ὁ χρόνος, ἦ ὑετὸς, ἢ ἄλλο τι τῶν ἐπὶ γῆς ζώων ἠφάνισε, τούτους ἀναπλαττομένους. Ἐφʼ ᾧ ἅν τις αὐτῶν καταγνώσηται τῆς παραφροσύνης ὅτι ὧν αὐτοὶ ποιηταὶ τυγχάνουσι, τούτους θεοὺς ἀναγορεύουσι· καὶ οὓς αὐτοὶ ταῖς τέχναις περικοσμοῦσιν ἕνεκα τοῦ μὴ φθαρῆναι παρὰ τούτων, αύτοὶ σωτηρίαν αἰτοῦσι· καὶ οὓς οὐκ ἀγνοοῦσι δεομένους τῆς αὐτῶν ἐπιμελείας, παρά τούτων αὐτοὶ τὰς εαυτῶν χρείας ἀξιοῦσιν ἀποπληροῦσθαι· καὶ οὖς έν μικροῖς οἷʼκίσκοις κατακλείουσι, τούτους ούρανοῦ καὶ γῆς ἀπάσης δεσπότας οὐκ αἲσχύνονται καλοῦντες.

Ei men gar, hoti anthrōpomorphon esti to Theion, dia touto houtō tetypōtai, dia ti kai alogōn autǭ typous perititheasin? Ei de zōōn alogōn estin ho toutou typos, dia ti kai logikōn autǭ perititheasi glyphas ? Ei de to synamphoteron esti, kai ex amphoterōn kateilēphasi ton Theon, hoti te alogōn kai logikōn echei tous typous; ti diairousi ta synēmmena, kai chōrizousi tēn alogōn kai anthrōpōn glyphēn, kai ou pantote ex amphoterōn auton glyphousin, hopoia ta para tois mythois esti plasmata, hē Skylla, kai ē Charybdis, kai ho Hippokentauros, kai ho parʼ Aigyptiois kynokephalos ’Anoubis ? Edei gar ē monous autous houtō graphesthai diphyeis, hē mian autōn echontōn morphēn, mē kai tēn allēn anaplattesthai katʼ autōn. Kai palin ei arrhenikai toutōn eisin hai morphai, dia ti kai thēleiōn autois perititheasi typous ? ei de thēlykōn eisi, dia ti kai arrenikōn katʼ autōn pseudontai tas morphas ? ei de palin to synamphoteron eisin, edei mē diaireisthai, alla amphotera synaptesthai, kai ginesthai kata tous legomenous hermaphroditous; ’ina mē monon asebeian kai sykophantian, alla kai gelōtas autōn hē deisidaimonia tois horōsi paraschę̄; kai holōs ei sōmatoeides to Theion hypolambanousin, hōste kai gastera kai cheiras kai podas, kai palin auchena kai stēthē kai ta alla ta pros genesin anthrōpōn melē epinoein autǭ kai anaplattein, hora eis hosēn asebeian kai atheotēta katapeptōke toutōn ho nous, hōste toiauta hyponoein peri tou Theiou. Akolouthei gar autǭ kai ta alla tou sōmatos pantōs paschein, hōste kai temnesthai, kai diaireisthai, kai palin ex holou phtheiresthai; tauta de kai ta toiauta ouk idia Theou, alla mallon tōn epi gēs sōmatōn estino ho men gar Theos asōmatos esti kai aphthartos kai athanatos, oudenos eis hotioun deomenos; tauta de kai phtharta kai sōmatōn eisi typoi, kai tēs parʼ autōn epideomena chreias, hōsper kai proteron eirētai; pollakis gar horōmen anakainoumenous tous palaiōthentas, kai hous ho chronos, ē hyetos, ē allo ti tōn epi gēs zōōn ēphanise, toutous anaplattomenous. Ephʼ hǭ han tis autōn katagnōsētai tēs paraphrosynēs hoti hōn autoi poiētai tynchanousi, toutous theous anagoreuousi; kai hous autoi tais technais perikosmousin heneka tou mē phtharēnai para toutōn, autoi sōtērian aitousi; kai hous ouk agnoousi deomenous tēs autōn epimeleias, para toutōn autoi tas eautōn chreias axiousin apoplērousthai; kai ous en mikrois hoiʼkiskois katakleiousi, toutous ouranou kai gēs apasēs despotas ouk aischynontai kalountes.

If it is because the Divine has human form that it has been shaped this way, why do they also give it the figures of irrational creatures? And if its figure is that of irrational animals, why do they also give it the carvings of rational ones? And if it is both, and they have conceived of God from both, as having the figures of both irrational and rational creatures, why do they divide what is joined, separating the carving of irrational creatures from that of men, and not always carve him from both, like the fictions in the myths, Scylla, Charybdis, the Hippocentaur, and the dog-headed Anubis of the Egyptians? For either these alone should be represented with a double nature, or, if the gods have one form, the other should not also be fashioned for them. And again, if their forms are male, why do they give them female figures? And if they are female, why do they falsely give them male forms? And if again they are both, the two should not be divided but joined, and they should be made like the so-called hermaphrodites, so that their superstition may offer onlookers not only impiety and slander but laughter as well. And in general, if they suppose the Divine to be bodily, so that they conceive and fashion for it belly, hands, and feet, and again neck and breasts and the other members for human generation, see into what impiety and godlessness their mind has fallen, to suppose such things about the Divine! For it follows that it must also undergo all the other things that a body undergoes, so as to be cut, divided, and again destroyed altogether. But these and similar things are not proper to God, but rather to bodies on earth. For God is incorporeal, incorruptible, and immortal, in need of nothing for anything; while these are corruptible, figures of bodies, and in need of service from human beings, as was said before. For we often see old ones renewed, and those that time or rain or some creature on earth has destroyed being fashioned again. In this one might condemn their folly: they proclaim as gods those of whom they themselves are the makers; they ask salvation from those that they themselves adorn with their arts so that they may not perish; they expect their own needs to be supplied by those whom they know to need their care; and they are not ashamed to call lords of heaven and of the whole earth those whom they shut up in little shrines.

Notes and citation

Summary: The mixed and contradictory forms given to the gods, and the bodily shapes that need human repair, show that idols cannot represent the incorporeal and immortal God.

Notes on the original text

  • Digital text corrected (OCR: 6 for ὁ; OCR: Latin letters; OCR: misread letter; OCR: misread letters; OCR: word split; OCR: word split, stray letters; OCR: words joined): El δὲ → Εἰ δὲ; συλημμένα → συνημμένα; Δίγυπτίοις → Αἰγυπτίοις; αὖ· τοὺς → αὐτοὺς; έρμαφροο δίτουςο → ἑρμαφροδίτους·; παρεὶσχῃ- → παράσχῃ·; ἀναπλάττεινιδρα → ἀναπλάττειν, ὅρα; φθείρεσθαν → φθείρεσθαι·; μηνφθαρῆναι → μὴ φθαρῆναι; νῆς αὐτῶν → τῆς αὐτῶν; κατακλείοοσι → κατακλείουσι; τὶν 6 τού → τὶν ὁ τού; καὶ 6 Ἱππ → καὶ ὁ Ἱππ; καὶ 6 παρ → καὶ ὁ παρ; των 6 νοῦ → των ὁ νοῦ; ίνο 6 μέν → ίνο ὁ μέν; οὓς 6 χρό → οὓς ὁ χρό.

Cite (SBL): Athanasius, Gent. 22 (PG 25:44b–45a; trans. Sophia Scriptura, https://sophiascriptura.com/fathers/athanasius-contra-gentes/22/#p-22).

BibTeX · RIS (whole work; this passage's key: sophiascriptura-athanasius-contra-gentes-22) · Report an error

Translation: Translated by Claude from the Greek of Migne's Patrologia Graeca (scan OCR, corrections logged; lines lost in the scan marked …), then compared section by section with the public-domain English of NPNF² 4 (Robertson, 1892); differences checked against the Greek.

Chapter 23

23PG 25:45a–48b

Οὐ μόνον δὲ ἐκ τούτων ἄν τις αὐτῶν τὴν ἀθεότητα καταμάθοι, ἀλλά καὶ ἀφʼ ὧν έν αὐτοῖς τοῖς εἰδώλοις αὐτῶν ἐστιν ἀσύμφωνος ἡ δόξα. Εἰ γὰρ αύτοὶ θεοί εἰσιν, ὡς Λέγουσι καὶ περὶ αὐτῶν φιλοσοφοῦσι, τίνι τις πρόσθηται τούτων, καὶ ποίους ἂν αύτῶν κρίνῃ κυριωτέρους, ἵνα ἣ τὸν Θεὸν θαρρήσῃ προσκυνῶν, ἢ, ὥς φασιν, ἐν αὐτοῖς μή διστάζῃ γινώσκων τὸ Θεῖον ;Ού γὰρ οι αὐτοὶ παρὰ πᾶσιν ὀνομάζονται θεοί· ἀλλʼ ὅσα κατὰ τὸ πλεῖστόν ἐστιν ἔθνη, τοσοῦτοι καὶ θεοὶ ἀναπλάττονται, Ἔστι δʼ ὅπου καὶ μία χώρα καὶ μία πόλις πρὸς ἑαυτὰς στασιάζουσι περὶ τῆς τῶν εἰδώλων δεισιδαιμονίας. Φοίνικες γοῦν οὐκ ἴσασι τοὺς παρʼ Αἰγυπτίοις λεγομένους θεοὺς, οὐδὲ Αἰγύπτιοι τὰ αὐτὰ τοῖς παρά Φοίνιξι προσκυνοῦσιν εἷʼδωλα. Καὶ Σκύθαι μὲν τούς Περσῶν, Πέρσαι δὲ τοὺς Σύρων ού παραδέχονται θεούς. Ἄλλά καὶ Πελασγοὶ μὲν τοὺς έν Θρᾴκῃ θεοὺς διαβάλλουσι· Θρᾷκες δὲ τοὺς παρά Θηβαίοις οὐ γινώσκουσιν. Ἰνδοὶ δὲ κατά ’Δράβων, καὶ ’Ἄραβες κατʼ Αἰθιόπων, καὶ Αἰθίοπες κατʼ αὐτῶν ἐν τοῖς εἰδώλοις διαφέρονται. Καὶ Σύροι μὲν τὰ Κιλίκων ού σέβουσι· Καππαδοκῶν δὲ τὸ γένος ἄλλους παρά τούτους ὀνομάζουσι θεούς, Καὶ Βιθυνοί μὲν ἑτέρους, Ἀρμένιοι δὲ ἄλλους ἑαυτοῖς ἀνεπλάσαντο. Καὶ τί μοι δεῖ πολλῶν ; Ἠπειρῶται παρά τοὺς ἐν ταῖς νήσοις ἄλλους θεοὺς προσκυνοῦσι· καὶ νησιῶται παρά τοὺς ἐν ταῖς ἠπείροις θρησκεύουσι. Καὶ ὅλως έκάστη πόλις καὶ κώμη, τοὺς ἐκ γειτόνων οὐκ εἰδυῖα θεοὺς, τοὺς ἑαυτῆς προκρίνει, καὶ μόνους εἶναι τούτους νομίζει θεούς. Περὶ γὰρ τῶν ἐν Αἰγύπτῳ μυσαρῶν οὐδὲ λέγειν ἐστὶ, πᾶσιν ἐπʼ ὀφθαλμῶν ὄντων, ὅτι ἐναντίας καὶ μαχομένας ἀλλήλαις ἔχουσι τάς θρησκείας αἱ πόλεις, καὶ οἱ ἐκ γειτόνων ἀεὶ σπουδάζουσι κατά τῶν πλησίων τά ἐναντία σέβειν· ὁ γοῦν παρʼ ἑτέροις προσκυνούμενος ώς θεὸς κροκόδειλος, οὗτος παρά τοῖς πλησίον βδέλυγμα νομίζεται· καὶ ὁ παρʼ ἑτέροις λέων ὡς θεὸς θρησκευόμενος, τοῦτον οἱ ἀστυγείτονες οὐ μόνον οὐ θρησκεύουσιν, ἀλλά καὶ εὑρόντες ἀποκτείνουσιν ὡς θηρίον· καὶ ὁ παρʼ ἄλλοις ἀνατεθεὶς ἰχθὺς, οὗτος ἐν ἄλλῳ ἁλίσκεται τροφή. Ὀθεν δὴ πόλεμοι καὶ στάσεις καὶ πᾶσα φόνων πρόφασις, καὶ πᾶσα τῶν παθῶν ἡδονὴ παρʼ αὐτοῖς ἐστι. Καὶ τόγε,θαυμαστὸν, ὅτι, ὡς οἱ ἱστορήσαντες ἐξηγοῦνται, παρʼ Αἰγυπτίων οἱ Πελασγοὶ μαθόντες τά ὀνόματα τῶν θεῶν, οὐκ ἴσασιν οὗτοι τοὺς παρʼ Αἰγυπτίοις θεοὺς, ἀλλά ἄλλους παρʼ ἐκείνους θρησκεύουσι. Καὶ ὅλως πάντων τῶν ἐν εἰδώλοις μανέντων ἐθνῶν διάφορός ἐστιν ἡ δόξα καὶ ἡ θρησκεία, καὶ οὗ τά αὐτὰ παρά τοῖς αὐτοῖς εὑρίσκεται. Καὶ εἰκότως γε τοῦτο πάσχουσιν. Ἐκπεσόντες γὰρ ’ἀπὸ τῆς πρὸς τὸν ἕνα Θεὸν κατανοήσεως, εἷς πολλά καὶ διάφορα καταπεπτώκασι· καὶ ἀποστραφέντες τὸν ἀληθῶς τοῦ Πατρὸς Λόγον, τὸν πάντων Σωτῆρα Χριστὸν εἰκότως είς πολλά τήν διάνοιαν ἔχουσι ῥεμβομένην. Καὶ ὥσπερ οἱ τὸν ἥλιον ἀποστραφέντες καὶ ἐν σκοτεινοῖς γενόμενοι τόποις, πολλάς ἀνόδους κυκλεύουσιν ὁδούς· καὶ τοὺς μὲν παρόντας οὐχ ὁρῶσι, τοὺς δὲ μή ὄντας φαντάζονται ὠς παρόντας, καὶ βλέποντες,οὐ βλέπουσι· τὸν αὐτὸν τρόπον οἱ τὸν Θεὸν ἀποστραφέντες καὶ σκοτι-

Ou monon de ek toutōn an tis autōn tēn atheotēta katamathoi, alla kai aphʼ hōn en autois tois eidōlois autōn estin asymphōnos hē doxa. Ei gar autoi theoi eisin, hōs Legousi kai peri autōn philosophousi, tini tis prosthētai toutōn, kai poious an autōn krinę̄ kyriōterous, hina hē ton Theon tharrēsę̄ proskynōn, ē, hōs phasin, en autois mē distazę̄ ginōskōn to Theion ?Ou gar oi autoi para pasin onomazontai theoi; allʼ hosa kata to pleiston estin ethnē, tosoutoi kai theoi anaplattontai, Esti dʼ hopou kai mia chōra kai mia polis pros heautas stasiazousi peri tēs tōn eidōlōn deisidaimonias. Phoinikes goun ouk isasi tous parʼ Aigyptiois legomenous theous, oude Aigyptioi ta auta tois para Phoinixi proskynousin heiʼdōla. Kai Skythai men tous Persōn, Persai de tous Syrōn ou paradechontai theous. Alla kai Pelasgoi men tous en Thrąkę̄ theous diaballousi; Thrąkes de tous para Thēbaiois ou ginōskousin. Indoi de kata ’Drabōn, kai ’Arabes katʼ Aithiopōn, kai Aithiopes katʼ autōn en tois eidōlois diapherontai. Kai Syroi men ta Kilikōn ou sebousi; Kappadokōn de to genos allous para toutous onomazousi theous, Kai Bithynoi men heterous, Armenioi de allous heautois aneplasanto. Kai ti moi dei pollōn ? Ēpeirōtai para tous en tais nēsois allous theous proskynousi; kai nēsiōtai para tous en tais ēpeirois thrēskeuousi. Kai holōs ekastē polis kai kōmē, tous ek geitonōn ouk eiduia theous, tous heautēs prokrinei, kai monous einai toutous nomizei theous. Peri gar tōn en Aigyptǭ mysarōn oude legein esti, pasin epʼ ophthalmōn ontōn, hoti enantias kai machomenas allēlais echousi tas thrēskeias hai poleis, kai hoi ek geitonōn aei spoudazousi kata tōn plēsiōn ta enantia sebein; ho goun parʼ heterois proskynoumenos ōs theos krokodeilos, houtos para tois plēsion bdelygma nomizetai; kai ho parʼ heterois leōn hōs theos thrēskeuomenos, touton hoi astygeitones ou monon ou thrēskeuousin, alla kai heurontes apokteinousin hōs thērion; kai ho parʼ allois anatetheis ichthys, houtos en allǭ halisketai trophē. Othen dē polemoi kai staseis kai pasa phonōn prophasis, kai pasa tōn pathōn hēdonē parʼ autois esti. Kai toge,thaumaston, hoti, hōs hoi historēsantes exēgountai, parʼ Aigyptiōn hoi Pelasgoi mathontes ta onomata tōn theōn, ouk isasin houtoi tous parʼ Aigyptiois theous, alla allous parʼ ekeinous thrēskeuousi. Kai holōs pantōn tōn en eidōlois manentōn ethnōn diaphoros estin hē doxa kai hē thrēskeia, kai hou ta auta para tois autois heurisketai. Kai eikotōs ge touto paschousin. Ekpesontes gar ’apo tēs pros ton hena Theon katanoēseōs, heis polla kai diaphora katapeptōkasi; kai apostraphentes ton alēthōs tou Patros Logon, ton pantōn Sōtēra Christon eikotōs eis polla tēn dianoian echousi rhembomenēn. Kai hōsper hoi ton hēlion apostraphentes kai en skoteinois genomenoi topois, pollas anodous kykleuousin hodous; kai tous men parontas ouch horōsi, tous de mē ontas phantazontai ōs parontas, kai blepontes,ou blepousi; ton auton tropon hoi ton Theon apostraphentes kai skoti-

Not only from these things can one learn their godlessness, but also from their disagreement in opinion about the idols themselves. For if these are gods, as they say and philosophize about them, to which of them should one attach oneself, and which of them would one judge to be the more sovereign, so as either to worship God with confidence or, as they say, to recognize the Divine in them without hesitation? For the same beings are not called gods among all; rather, as many nations as there are, roughly so many gods are fashioned. In some places even a single country and a single city are at strife within themselves over the superstition of idols. The Phoenicians, for instance, do not know those called gods among the Egyptians, nor do the Egyptians worship the same idols as the Phoenicians. The Scythians do not accept the gods of the Persians, nor the Persians those of the Syrians. The Pelasgians disparage the gods in Thrace, while the Thracians do not know those of the Thebans. The Indians differ from the Arabs, the Arabs from the Ethiopians, and the Ethiopians from them, in their idols. The Syrians do not revere those of the Cilicians, while the Cappadocian nation names other gods besides these. The Bithynians have fashioned some for themselves, the Armenians others. And why should I say more? Mainlanders worship other gods than those of the islanders, and islanders serve other gods than those of the mainlands. In short, every city and village, not knowing the gods of its neighbors, prefers its own and thinks that these alone are gods. As for the abominations in Egypt, there is no need even to speak of them, since they are before everyone’s eyes: the cities have religions opposed to and at war with one another, and neighbors always take care to revere the opposite of what those near them revere. The crocodile, worshiped as a god by some, is thought an abomination by their neighbors; the lion, worshiped as a god by others, their fellow townsmen not only do not worship but kill as a wild beast when they find it; and the fish consecrated among some is caught for food in another place. From this come wars and riots and every occasion of bloodshed, and every indulgence of the passions among them. And remarkably, as the historians relate, the Pelasgians, who learned the names of the gods from the Egyptians, do not know the gods of the Egyptians but worship others besides. In short, among all the nations maddened with idols, opinion and worship differ, and the same things are not found even among the same people. And naturally they suffer this. For having fallen from the consideration of the one God, they have sunk into many and various things; and having turned away from the true Word of the Father, Christ the Savior of all, they naturally have their thought wandering in many directions. As those who have turned away from the sun and come into dark places wander round by many pathless ways, and do not see those who are present but imagine those who are not as present, and seeing do not see; in the same way those who have turned away from God and are darkened …

Textual problem in this passage: see the notes.

Notes and citation

Summary: Every nation, city, and village worships different and contradictory gods, as in Egypt, because people who have turned from the one God and his Word wander in many directions.

  • The Pelasgians’ learning the gods’ names from Egypt is from Herodotus 2.50–52.
  • The chapter breaks off in the scan (marked “…”); its last lines are lost.

Notes on the original text

  • Digital text corrected (OCR: 6 for ὁ; OCR: misread letter; OCR: noise characters, misread ending; OCR: stray letter; OCR: word split; OCR: words joined; OCR: words joined, stray letter): φιλοσο φοῦσι → φιλοσοφοῦσι; Ἠπειρῶταιπαρά → Ἠπειρῶται παρά; σπουδάζονσι → σπουδάζουσι; έτέροιςὶπροσκυνούμενος → ἑτέροις προσκυνούμενος; παρʼ Δίγυπτίων → παρʼ Αἰγυπτίων; πολλά Βτήν → πολλά τήν; τὸν 0" ἴ Ι ι 9 υ 1 Ι ἥλιον ἀποστραφέντι-κ → τὸν ἥλιον ἀποστραφέντες; τό· ποις → τόποις; ιν· 6 γοῦ → ιν· ὁ γοῦ; καὶ 6 παρ → καὶ ὁ παρ.

Extrabiblical texts: Herodotus, Hist. 2.50–52 (Herodotus, Histories; allusion)

Cite (SBL): Athanasius, Gent. 23 (PG 25:45a–48b; trans. Sophia Scriptura, https://sophiascriptura.com/fathers/athanasius-contra-gentes/22/#p-23).

BibTeX · RIS (whole work; this passage's key: sophiascriptura-athanasius-contra-gentes-23) · Report an error

Translation: Translated by Claude from the Greek of Migne's Patrologia Graeca (scan OCR, corrections logged; lines lost in the scan marked …), then compared section by section with the public-domain English of NPNF² 4 (Robertson, 1892); differences checked against the Greek.

Chapter 24

24PG 25:48c–49a

Ταῦτα δὲ ού μικρὸς ἔλεγχός ἐστι τῆς ἀληθῶς ἀθεότητος αὐτῶν Διαφόρων γὰρ ὅντων καὶ πολλῶν κατὰ πόλιν καὶ χώραν θεῶν, καὶ τοῦ ἑτέρου τὸν του ὲτὲρου ἀναιροῦντος θεὸν, οἱ πάντες παρά πάντων ἀναιροῦνται. Καὶ γὰρ οἱ παρʼ ἄλλοις νομιζόμενοι θεοὶ τῶν παρʼ ἄλλοις λεγομένων θεῶν γίγνονται θυσίαι καὶ σπονδαί· καὶ ἄλλων αἱ θυσίαι, ἄλλων ἔμπαλίν εἶσι θεοί. Αἰγύπτιοι δὲ τὸν βοῦν καὶ τὸν Ἆπιν μόσχον ὄντα σέβουσι· καὶ τούτους ἄλλοι τῷ Διὶ θύουσι. Κᾶν γὰρ μὴ αὐτοὺς ἐκείνους οὖς ἀνατεθείκασι, θύσωσιν, ἀλλά τὰ ὅμοια θύοντες, τὰ αὐτὰ προσάγειν δοκοῦσι. Λίβυες πρόβατον, ’ὁ καλοῦσιν Ἄμμωνα, θεὸν ἔχουσι· καὶ τοῦτο πολλοῖς παρʼ ἑτέρων είς θυσίαν σφάζεται. Ἰνδοὶ τὸν Διόνυσον θρησκεύουσι, συμβολικῶς οἶνον αὐτὸν ὀνομάζοντες· καὶ τοῦτον τοῖς ἄλλοις σπένδουσιν ἕτεροι. ’Ἄλλοι ποταμοὺς καὶ κρήνας, καὶ πάντων μάλιστα Αἰγύπτιοι τὸ ὕδωρ προτετιμήκασι, καὶ θεοὺς ἀναγορεύουσι· καὶ ὅμως ἄλλοι, καὶ αὐτοὶ δὲ o't ταῦτα θρησκεύοντες Αἰγύπτιοι, τοὺς τῶν ἄλλων ῥύπους, καὶ τοὺς ἑαυτῶν ἀπονίπτονται τοῖς ὕδασι, καὶ τὸ λείψανον μετά ἀτιμίας ἐκρίπτουσι. Σχεδὸν δὶ πᾶσα ἡ τῶν Αἰγυπτίων εἶδωλοποιία τῶν παρʼ ἄλλοις θεῶν ἔστι θυσία· ὥστʼ ἂν αὐτοὺς καὶ παρʼ αὐτῶν ἐκείνων χλευάζεσθαι, ὅτι μὴ θεοὺς, ἀλλά τὰ τῶν ἄλλων ἔτι τε καὶ παρʼ αύτοῖς ἀποτροπιάσματα καὶ Θυσίας ὄντα θεοποιοῦσιν.

Tauta de ou mikros elenchos esti tēs alēthōs atheotētos autōn Diaphorōn gar hontōn kai pollōn kata polin kai chōran theōn, kai tou heterou ton tou eterou anairountos theon, hoi pantes para pantōn anairountai. Kai gar hoi parʼ allois nomizomenoi theoi tōn parʼ allois legomenōn theōn gignontai thysiai kai spondai; kai allōn hai thysiai, allōn empalin eisi theoi. Aigyptioi de ton boun kai ton Apin moschon onta sebousi; kai toutous alloi tǭ Dii thyousi. Kan gar mē autous ekeinous ous anatetheikasi, thysōsin, alla ta homoia thyontes, ta auta prosagein dokousi. Libyes probaton, ’ho kalousin Ammōna, theon echousi; kai touto pollois parʼ heterōn eis thysian sphazetai. Indoi ton Dionyson thrēskeuousi, symbolikōs oinon auton onomazontes; kai touton tois allois spendousin heteroi. ’Alloi potamous kai krēnas, kai pantōn malista Aigyptioi to hydōr protetimēkasi, kai theous anagoreuousi; kai homōs alloi, kai autoi de o't tauta thrēskeuontes Aigyptioi, tous tōn allōn rhypous, kai tous heautōn aponiptontai tois hydasi, kai to leipsanon meta atimias ekriptousi. Schedon di pasa hē tōn Aigyptiōn eidōlopoiia tōn parʼ allois theōn esti thysia; hōstʼ an autous kai parʼ autōn ekeinōn chleuazesthai, hoti mē theous, alla ta tōn allōn eti te kai parʼ autois apotropiasmata kai Thysias onta theopoiousin.

These things are no small proof of their real godlessness. For since there are different and many gods from city to city and country to country, and one destroys the other’s god, all are destroyed by all. For those thought to be gods among some become sacrifices and libations to those called gods among others; and the sacrifices of some are, conversely, the gods of others. The Egyptians revere the ox, and Apis, which is a calf; and others sacrifice these to Zeus. For even if they do not sacrifice the very ones the Egyptians have consecrated, by sacrificing their like they are thought to offer the same. The Libyans have as a god the sheep, which they call Ammon; and among many others this animal is slaughtered as a sacrifice. The Indians worship Dionysus, symbolically calling him wine; and others pour this out as a libation to the other gods. Others have honored rivers and springs, and above all the Egyptians have honored water, and proclaim these gods; and yet others, and even the very Egyptians who worship them, wash off with the waters the dirt of others and their own, and throw away what is left with dishonor. Nearly all the idol-making of the Egyptians is a sacrifice to the gods of others; so that they are mocked even by those others, because what they deify are not gods but things that for others, and even among themselves, are objects to be averted and sacrifices.

Notes and citation

Summary: Since one people’s gods are another people’s sacrifices, libations, or washing water, all these gods destroy one another.

Notes on the original text

  • Digital text corrected (OCR: misread accent; OCR: misread letters; OCR: stray mark; OCR: word split; OCR: words joined): ἀλη θῶς → ἀληθῶς; πα.ρά → παρά; νΔπιν → Ἆπιν; ἄλλοιτῷ → ἄλλοι τῷ; Ἰνδοῖ → Ἰνδοὶ; παρξαύτῶν → παρʼ αὐτῶν; τὰ τῶν· ἄλλων → τὰ τῶν ἄλλων.

Cite (SBL): Athanasius, Gent. 24 (PG 25:48c–49a; trans. Sophia Scriptura, https://sophiascriptura.com/fathers/athanasius-contra-gentes/22/#p-24).

BibTeX · RIS (whole work; this passage's key: sophiascriptura-athanasius-contra-gentes-24) · Report an error

Translation: Translated by Claude from the Greek of Migne's Patrologia Graeca (scan OCR, corrections logged; lines lost in the scan marked …), then compared section by section with the public-domain English of NPNF² 4 (Robertson, 1892); differences checked against the Greek.

Chapter 25

25PG 25:49a–49d

Ἤδη δέ τινες εἰς τοσαύτην ἀσέβειαν καὶ παραφροσύνην ἐξενέχθησαν, ὡς καὶ αὐτοὺς τοὺς ἀνθρώπους, ὦν εἰσι τύποι καὶ μορφαὶ, τοῖς παρʼ αὐτοῖς ψευδοθέοις κατασφάττειν καὶ θυσίας προσάγειν. Καὶ οὐχ ὁρῶσιν οἱ κακοδαίμονες, ὅτι τὰ σφαγιαζόμενα θύματα ἀρχέτυπά εἰσι τῶν ὑπʼ αὐτῶν πλασθέντων καὶ προσκυνουμένων θεῶν, καὶ οἷς προσάγουσι τοὺς ἀνθρώπους. Σχεδὸν γάρ τὰ ὅμοια τοῖς ὁμοίοις ἢ μᾶλλον τὰ κρείττονα τοῖς ἐλάττοσι προσάγουσιν. Ἔμψυχα γὰρ ἀψύχοις θύουσι, καὶ λογικά τοῖς ἀκινήτοις προσάγουσι. Σκύθαι γὰρ οἱ καλούμενοι Ταύρειοι τῇ παρʼ αὐτοῖς Παρθένῳ καλουμένῃ τοὺς ἀπὸ ναυαγίων καὶ ὅσους ἂν λάβωσι τῶν Ἑλλήνων, εἷς θυσίας ἀναφέρουσι, τοσοῦτον ἀσεβοῦντες κατά τῶν · ὁμογενῶν ἀνθρώπων, καὶ οὕτως ἐλέγχοντες τῶν θεῶν αὑτῶν τὴν ὠμότητα· ὅτι οὓς ἡ Πρόνοια ἀπὸ θαλάσσης ἐκ κινδύνων διέσωσε, τούτους αὐτοί κατασφάττουσι, μονονουχὶ κατὰ τῆς Προνοίας γινόμενοι· ὅτι τὴν ὲκείνης εὐεργεσίαν τῇ ἑαυτῶν θηριώδει ψυχῇ κατακρύπτουσιν. ’Ἄλλοι δὲʼτῷ Ἄρει, ἐπειδὰν ἐκ πολέμων ἔπανέλθωσι καὶ νίκας φέρωσι, τὸ τηνικαῦτα εἰς ἑκατοντάδας διελόντες τοὺς ληφθέντας, καὶ ἀφʼ ἑκάστης ἕνα λαμβάνοντες, τοσούτους κατασφάττουσιν, ὅσους ἂν κατά μίαν έκατοντάδα ἐκλέξωνται. Οὐ μόνοι δὲ Σκύθαι διά τὴν ἐν βαρβάροις ἔμφυτον αύτοῖς ἀγριότητα τὰ τοιαῦτα μυσαρά δρῶσιν, ἀλλʼ ἴδιόν ἐστι τῆς τῶν εἰδώλων καὶ δαιμόνων κακίας τοῦτο τὸ δρᾶμα. Καὶ γὰρ καὶ Αἰγύπτιοι ἔθυον μὲν πάλαι τῇ ’Ήρᾳ τοιαῦτα σφάγια Φοίνικες δὲ καὶ Κρῇτες τὸν Κρόνον ἐν ταῖς τεκνοθυσίαις έαυτῶν ἱλάσκοντο. Καὶ οἱ πάλαι δὲ Ῥωμαῖοι τὸν καλούμενον Λατιάριον Δία ἀνθρωποθυσίαις ἐθρήσκευον· καί ἄλλοι ἄλλως, καὶ πάντες ἁπλῶς ἐμίαινον καὶ έμιαίνοντο. Ἐμιαίνοντο μὲν αὐτοὶ δρῶντες τά φονικά* ἐμίαινον δὲ τοὺς ἑαυτῶν ναοὺς τοιαύταις καπνίζοντες θυσίαις. Ἀπὸ δὴ τούτων τά κακὰ τοῖς ἀνθρώποις εἰς πλῆθος ἔφθασενο ὁρῶντες γὰρ ἐν τούτοις τοὺς παρʼ αὐτοῖς ἡδομένους δαίμονας, εὐθέως καὶ αὐτοὶ τοῖς τοιούτοις πλημμελήμασι τοὺς ἑαυτῶν θεοὺς ἐμιμήσαντο, ἴδιον ἡγούμενοι κατόρθωμα τήν πρὸς τὰ κρείττονα, ὡς αὐτοὶ νομίζουσι, μίμησιν. Ἔνθεν ἀνδροφονίαις καὶ τεκνοκτονίαις καὶ πάσαις ἀσελγείαις ἡττήθησαν οἱ ἅνθρωποι. Καὶ γὰρ,σχεδὸν πᾶσα πόλις πάσης ἀσελγείας ἔστὶ μεστή διʼ ὁμοιότητα τρόπων τῶν παρʼ αὐτοῖς - θεῶν γινομένη· καὶ οὒκ ἔστι σώφρων ἐν τοῖς εἷʼδώλοις, εἷ μὴ μόνος ὁ παρʼ αὐτοῖς ἐπʼ ἀσελγείᾳ μαρτυρούμενος.

Ēdē de tines eis tosautēn asebeian kai paraphrosynēn exenechthēsan, hōs kai autous tous anthrōpous, ōn eisi typoi kai morphai, tois parʼ autois pseudotheois katasphattein kai thysias prosagein. Kai ouch horōsin hoi kakodaimones, hoti ta sphagiazomena thymata archetypa eisi tōn hypʼ autōn plasthentōn kai proskynoumenōn theōn, kai hois prosagousi tous anthrōpous. Schedon gar ta homoia tois homoiois ē mallon ta kreittona tois elattosi prosagousin. Empsycha gar apsychois thyousi, kai logika tois akinētois prosagousi. Skythai gar hoi kaloumenoi Taureioi tę̄ parʼ autois Parthenǭ kaloumenę̄ tous apo nauagiōn kai hosous an labōsi tōn Hellēnōn, heis thysias anapherousi, tosouton asebountes kata tōn ; homogenōn anthrōpōn, kai houtōs elenchontes tōn theōn hautōn tēn ōmotēta; hoti hous hē Pronoia apo thalassēs ek kindynōn diesōse, toutous autoi katasphattousi, mononouchi kata tēs Pronoias ginomenoi; hoti tēn ekeinēs euergesian tę̄ heautōn thēriōdei psychę̄ katakryptousin. ’Alloi deʼtǭ Arei, epeidan ek polemōn epanelthōsi kai nikas pherōsi, to tēnikauta eis hekatontadas dielontes tous lēphthentas, kai aphʼ hekastēs hena lambanontes, tosoutous katasphattousin, hosous an kata mian ekatontada eklexōntai. Ou monoi de Skythai dia tēn en barbarois emphyton autois agriotēta ta toiauta mysara drōsin, allʼ idion esti tēs tōn eidōlōn kai daimonōn kakias touto to drama. Kai gar kai Aigyptioi ethyon men palai tę̄ ’Ērą toiauta sphagia Phoinikes de kai Krę̄tes ton Kronon en tais teknothysiais eautōn hilaskonto. Kai hoi palai de Rhōmaioi ton kaloumenon Latiarion Dia anthrōpothysiais ethrēskeuon; kai alloi allōs, kai pantes haplōs emiainon kai emiainonto. Emiainonto men autoi drōntes ta phonika* emiainon de tous heautōn naous toiautais kapnizontes thysiais. Apo dē toutōn ta kaka tois anthrōpois eis plēthos ephthaseno horōntes gar en toutois tous parʼ autois hēdomenous daimonas, eutheōs kai autoi tois toioutois plēmmelēmasi tous heautōn theous emimēsanto, idion hēgoumenoi katorthōma tēn pros ta kreittona, hōs autoi nomizousi, mimēsin. Enthen androphoniais kai teknoktoniais kai pasais aselgeiais hēttēthēsan hoi hanthrōpoi. Kai gar,schedon pasa polis pasēs aselgeias esti mestē diʼ homoiotēta tropōn tōn parʼ autois - theōn ginomenē; kai ouk esti sōphrōn en tois heiʼdōlois, hei mē monos ho parʼ autois epʼ aselgeią martyroumenos.

Some have been carried away into such impiety and madness as to slaughter and sacrifice to their false gods the very human beings of whom those gods are figures and forms. And the wretches do not see that the victims they slaughter are the originals of the gods they have fashioned and worship, to whom they offer the human beings. For they offer like to like, or rather the better to the lesser; they sacrifice living things to lifeless ones and offer rational beings to things without motion. For the Scythians called Taurians offer as sacrifices to the one they call the Virgin the shipwrecked and any Greeks they capture, so impious are they toward human beings of their own race; and so they prove the cruelty of their gods. For those whom Providence has saved out of dangers from the sea they slaughter, all but setting themselves against Providence, since they cover over its kindness with their own beastly souls. Others, when they return from wars and bring home victories, divide the captives into hundreds, take one from each hundred, and slaughter to Ares as many as they have chosen, one from each hundred. Nor is it only the Scythians who do such abominations, because of the savagery innate in them as barbarians; this act is proper to the wickedness of idols and demons. For the Egyptians too formerly offered such victims to Hera; the Phoenicians and Cretans propitiated Cronus with the sacrifice of their children; the Romans of old worshiped the so-called Latiarian Zeus with human sacrifices; and others in other ways, and all simply defiled and were defiled: they were defiled by doing the murders themselves, and they defiled their own temples by filling them with the smoke of such sacrifices. From these things evils came upon human beings in abundance. For seeing the demons among them delighting in these things, they at once imitated their own gods by similar offenses, thinking imitation of what they regard as their betters an achievement of their own. Hence human beings were overcome by the murder of men and of children and by every licentiousness. For almost every city is full of every licentiousness, having become like the ways of their gods; and among the idols there is none chaste except the one that is attested among them for licentiousness.

Notes and citation

Summary: Human sacrifice among Scythians, Egyptians, Phoenicians, Cretans, and early Romans shows the cruelty of demon-gods, whose worshipers imitate their murders and licentiousness.

  • The Taurian sacrifice to “the Virgin” and the Scythian sacrifice of one captive in a hundred to Ares are from Herodotus 4.103 and 4.62. Jupiter Latiaris was the god of the Latin festival on the Alban Mount.
  • The last clause is translated as printed; its point (that the only “chaste” idol is the one notorious for licentiousness) seems to be ironic, but the sense is uncertain.

Notes on the original text

  • Digital text corrected (OCR: misread letter; OCR: noise characters; OCR: word split; OCR: words joined): ἀτι τὰ → ὅτι τὰ; ’Ἐμψυ- , χα → Ἔμψυχα; εἷς θυ- AI", 1,,,,I-, *ιʼ θ ρʼ* \ ~ σίας → εἷς θυσίας; ἀνθρώσων → ἀνθρώπων; έαυτῶνναοὺς → ἑαυτῶν ναοὺς.

Extrabiblical texts: Herodotus, Hist. 4.103 (Herodotus, Histories; allusion); Herodotus, Hist. 4.62 (Herodotus, Histories; allusion)

Cite (SBL): Athanasius, Gent. 25 (PG 25:49a–49d; trans. Sophia Scriptura, https://sophiascriptura.com/fathers/athanasius-contra-gentes/22/#p-25).

BibTeX · RIS (whole work; this passage's key: sophiascriptura-athanasius-contra-gentes-25) · Report an error

Translation: Translated by Claude from the Greek of Migne's Patrologia Graeca (scan OCR, corrections logged; lines lost in the scan marked …), then compared section by section with the public-domain English of NPNF² 4 (Robertson, 1892); differences checked against the Greek.

Chapter 26

26PG 25:52a–52c

Γυναῖκες γοῦν ἐν είδωλείοις τῆς Φοινίκης πάλαι προεκαθέζοντο, ἀπαρχόμεναι τοῖς ἐκεῖ θεοῖς ἑαυτῶν τήν τοῦ σώματος αὐτῶν μισθαρνίαν, νομίζουσαι τῇ πορνείᾳ τήν θεὸν ἑαυτῶν ἱλάσκεσθαι, καὶ εἰς εὐμένειαν ἄγειν αὐτην διὰ τούτων. ’Ἄνδρες δὲ, τὴν φύσιν ἀρνούμενοι, καὶ μηκέτι εἶναι θέλοντες ἄρρενες, τήν γυναικῶν πλάττονται φύσιν, ὡς ἐκ τούτων καταθύμια καὶ τιμὴν τῇ μητρὶ τῶν παρʼ αὐτοῖς λεγομένων θεῶν ποιοῦντες. Πάντες δὲ ὁμοῦ τοῖς αἰσχίστοις βιοῦσι, καὶ τοῖς χείροσιν ἑαυτοῖς ἁμιλλῶνται · καὶ ὡς εἶπεν ὁ ἅγιος τοῦ Χριστοῦ διάκονος Παῦλος” Αἵ τε γὰρ θήλειαι αὐτῶν μετήλλαξαν τήν φυσικὴν χρῆσιν εἰς τὴν παρὰ φύσιν. Ὁμοίως δὲ καὶ οἱ ἄρρενες, ἀφέντες τήν φυσικὴν χρῆσιν τῆς θηλείας, ἐξεκαύθησαν ἅρῥενες ἐν τῇ ὀρέξει αὐτῶν, εἰς ἀλλήλους, ἄρσεσι τήν ἀσχημοσύνην κατεργαζόμενοι. Ταῦτα δὲ καὶ τά τοιαῦτα πράσσοντες, ὁμολογοῦσι καὶ ἐλέγχουσι καὶ τοὺς λεγομένους αὐτῶν θεοὺς τοιοῦτον ἐσχηκέναι τον βίον. Ἐκ μὶν γάρ Διὸς τὴν παιδοφθορίαν καὶ τήν μοιχείαν, ἐκ δὲ Ἀφροδίτης τὴν πορνείαν, καὶ ἐκ μὲν Ῥέας τὴν ἀσέλγειαν, ἐκ δὲ Ἄρεος τοὺς φόνους, καί ἐξ ἄλλων ἄλλα τοιαῦτα μεμαθήκασιν, ἃ οἱ νόμοι μὶν κολάζουσι, πᾶς δὲ σώφρων ἀνὴρ ἀποστρέφεται. Ἆρʼ οῦν ἄξιον ἔτι τούτους νομίζειν εἶναι θεοὺς, τοὺς τά τοιαῦτα ποιοῦντας, καὶ μή μᾶλλον τῶν ἀλόγων ἀλογωτέρους ἡγεῖσθαι τούτους διὰ τήν ἀσέλγειαν τῶν τρόπων; Ἀρα ἄξιον τούς θρησκεύοντας αὐτοὺς νομίζειν ἀνθρώπους, καὶ μή μᾶλλον ὡς ἀλόγων ἀλογωτέρους, καὶ τῶν ἀψύχων ἀψυχοτέρους, οἰκτείρειν;Ει γὰρ

Gynaikes goun en eidōleiois tēs Phoinikēs palai proekathezonto, aparchomenai tois ekei theois heautōn tēn tou sōmatos autōn mistharnian, nomizousai tę̄ porneią tēn theon heautōn hilaskesthai, kai eis eumeneian agein autēn dia toutōn. ’Andres de, tēn physin arnoumenoi, kai mēketi einai thelontes arrenes, tēn gynaikōn plattontai physin, hōs ek toutōn katathymia kai timēn tę̄ mētri tōn parʼ autois legomenōn theōn poiountes. Pantes de homou tois aischistois biousi, kai tois cheirosin heautois hamillōntai ; kai hōs eipen ho hagios tou Christou diakonos Paulos” Hai te gar thēleiai autōn metēllaxan tēn physikēn chrēsin eis tēn para physin. Homoiōs de kai hoi arrenes, aphentes tēn physikēn chrēsin tēs thēleias, exekauthēsan harrhenes en tę̄ orexei autōn, eis allēlous, arsesi tēn aschēmosynēn katergazomenoi. Tauta de kai ta toiauta prassontes, homologousi kai elenchousi kai tous legomenous autōn theous toiouton eschēkenai ton bion. Ek min gar Dios tēn paidophthorian kai tēn moicheian, ek de Aphroditēs tēn porneian, kai ek men Rheas tēn aselgeian, ek de Areos tous phonous, kai ex allōn alla toiauta memathēkasin, ha hoi nomoi min kolazousi, pas de sōphrōn anēr apostrephetai. Arʼ oun axion eti toutous nomizein einai theous, tous ta toiauta poiountas, kai mē mallon tōn alogōn alogōterous hēgeisthai toutous dia tēn aselgeian tōn tropōn? Ara axion tous thrēskeuontas autous nomizein anthrōpous, kai mē mallon hōs alogōn alogōterous, kai tōn apsychōn apsychoterous, oikteirein?Ei gar

Women in Phoenicia, at any rate, used formerly to sit before the idol-temples, offering to the gods there as first-fruits the hire of their own bodies, thinking that by their sexual immorality they propitiated their goddess and brought her to favor by these means. And men, denying their nature and no longer wishing to be male, take on the nature of women, as though by this they were doing what pleases and honors the mother of their so-called gods. All alike live in the most shameful ways and vie with one another in what is worse; and as the holy minister of Christ, Paul, said: “For their females exchanged the natural use for that which is against nature; and likewise the males too, leaving the natural use of the female, were inflamed in their desire toward one another, males committing shamelessness with males.” Doing these and similar things, they confess and prove that their so-called gods too lived such a life. For from Zeus they have learned the corruption of boys and adultery, from Aphrodite sexual immorality, from Rhea licentiousness, from Ares murders, and from others other such things, which the laws punish and every self-controlled man turns away from. Is it right, then, still to think that these who do such things are gods, and not rather to consider them more irrational than the irrational animals because of the licentiousness of their ways? Is it right to think their worshipers human beings, and not rather to pity them as more irrational than the irrational and more lifeless than the lifeless? For if …

Textual problem in this passage: see the notes.

Rom 1:26–27 (quotation, high confidence)

Notes and citation

Summary: Temple prostitution, ritual emasculation, and the vices described in Romans 1 are learned from gods whose own myths are full of the same deeds.

  • “The mother of their so-called gods” is Cybele, whose priests (the Galli) castrated themselves; the practice is described as written.
  • Rom 1:26–27 is quoted; πορνεία is rendered “sexual immorality,” μοιχεία “adultery.”
  • The chapter breaks off in the scan (marked “…”); its last lines are lost.

Notes on the original text

  • Digital text corrected (OCR: Latin letters; OCR: garbled word; OCR: repeated word; OCR: stray letter; OCR: word split; OCR: xui for καὶ): αὖ· τοῖς → αὐτοῖς; A'i τε → Αἵ τε; oi ἄρρενες → οἱ ἄρρενες; ἐν ἐν τῇ → ἐν τῇ; ἐκ 3i»: ’Ἄρεος → ἐκ δὲ Ἄρεος; oi νόμοι → οἱ νόμοι; ἕτιμὸ) → ἔτι; τρόπωνς → τρόπων;; ι, xui εἰ → ι, καὶ εἰ; ς, xui μή → ς, καὶ μή; ς, xui τῶ → ς, καὶ τῶ.

Topics: Ethics

Cite (SBL): Athanasius, Gent. 26 (PG 25:52a–52c; trans. Sophia Scriptura, https://sophiascriptura.com/fathers/athanasius-contra-gentes/22/#p-26).

BibTeX · RIS (whole work; this passage's key: sophiascriptura-athanasius-contra-gentes-26) · Report an error

Translation: Translated by Claude from the Greek of Migne's Patrologia Graeca (scan OCR, corrections logged; lines lost in the scan marked …), then compared section by section with the public-domain English of NPNF² 4 (Robertson, 1892); differences checked against the Greek.

Chapter 27

27PG 25:52c–56a

Ἀλλʼ ἴσως οἱ ἑπαναβεβηκότες τούτων καὶ περὶ τήν κτίσιν ἐπτοημένοι, δυσωπούμενοι τοῖς περὶ τῶν βδελυγμάτων ἐλέγχοις, εύκατάγνωστα μὲν καὶ εὐέλεγκτα παρά πᾶσιν ὅντα ταῦτα οὐκ ἀρνήσονται καὶ αὐτοίο ἐκείνην δὲ αὐτοῖς ἀσφαλῆ τήν δόξαν καὶ ἀναντίρρητον εἶναι οἰήσονται τήν πρὸς τόν κόσμον καὶ τὰ τοῦ κόσμου μέρη θρησκείαν ο καυχήσονται γάρ οὐχ ὡς λίθους, καὶ ξύλα, καὶ μορφὰς ἀνθρώπων καὶ ἀλόγων πτηνῶν τε καὶ ἑρπετῶν καὶ τετραπόδων ἁπλῶς, ἀλλʼ ἥλιον καὶ σελήνην, καὶ πάντα τὸν κατʼ οὐρανόν κόσμον, καὶ γῆν αὖ πάλιν καὶ σύμπασαν τοῦ ὑγροῦ τὴν φύσιν σέβοντες καὶ θρησκεύοντες· καὶ φήσουσι μή δύνασθαί τινας ἀποδεῖξαι καὶ τούτους μὴ εἶναι φύσει θεοὺς, πᾶσιν ὄντος φανεροῦ, ὅτι οὕτε ἀψυχα, οὔτε ἄλογα τυγχάνει, ἀλλά καὶ τήν ἀνθρώπων ὑπεραίρει φύσιν, τῷ τὰ μὲν ἐν οὐρανοῖς, τὰ δὲ ἐπὶ τῆς γῆς κατοικεῖν. Ἀξιον οῦν καὶ περὶ τούτων ἰδεῖν καὶ διερευνῆσαι. Πάντως γὰρ καὶ ἐν τούτοις εὑρήσει ὁ λόγος τὸν ἔλεγχον ἀληθῆ κατʼ αὐτῶν. Πρὶν δὲ ἡμᾶς ἰδεῖν καὶ τῆς ἀποδείξεως ἄρξασθαι, ἀρκεῖ τὴν κτίσιν αὐτὴν κατʼ αὐτῶν μονονουχὶ βοῆσαι, καὶ δεῖξαι τὸν αὐτῆς ποιητὴν καὶ δημιουργὸν Θεὸν, τὸν καὶ ταύτης καὶ τοῦ παντὸς βασιλεύοντα τὸν Πατέρα τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ · ’ὀν ἀποστρέφονται μὲν οἱ δοκησίσοφοι, τήν δὲ παρʼ αύτοῦ γενομένην κτίσιν προσκυνοῦσι καὶ θεοποιοῦσι, καίτοι προσκυνοῦσαν καὶ αὐτὴν καὶ ὁμολογοῦσαν ὃν ἐκεῖνοι διʼ αὐτὴν ἀρνοῦνται Κύριον. Οὕτω γὰρ τοὺς ἀνθρώπους εἰς τὰ ταύτης μέρη κεχηνότας καὶ θεοὺς νομίζοντας ταῦτα δυσωπήσῃ ἂν καλῶς αὐτοὺς ἡ τῶν μερῶν πρὸς ἄλληλα χρείαʼ γνωρίζει δὲ καὶ σημαίνει τὸν καὶ αὐτῶν ὄντα Κύριον καὶ ποιητὴν τὸν τοῦ Λόγου Πατέρα, τῇ ἀναντιρῥήτῳ προστάξει τῆς εἷς αὐτὸν ὑπακοῆς, φησι καὶ ἡ θεία νομοθεσία Οἱ οὐρανοὶ διηγοῦνται δόξαν Θεοῦ · ποίησιν δὲ χειρῶν αὐτοῦ ἀναγγέλλει τὸ στερέωμα. Πίστις δὲ τούτων οῦκ ἀφανὴς, ἀλλὰ καὶ λίαν ἐναργής ἐστι τοῖς τὸν ὀφθαλμὸν τῆς διανοίας μή πάντη πεπηρωμένον ἔχουσιν. Εἰ γάρ τις καθʼ ἑαυτὰ τὰ μέρη τῆς κτίσεως λάβοι, καὶ ἕκαστον ἰδίᾳ νοήσει, οἷον ἥλιον καθʼ ἑαυτὸν μόνον, καὶ σελήνην χωρὶς, καὶ γῆν αῦ καὶ ἀέρα, καὶ τήν θερμὴν καὶ ψυχρὰν, καὶ ξηρὰν καὶ ὑγρὰν οὐσίαν διελὼν ἀπὸ τῆς πρὸς ἄλληλα συναφῆς, ἕκαστον ἐκλάβοι καθʼ ἐαυτὸ καὶ ἰδίᾳ θεωρήσειεν· εὑρήσει πάντως μηδέν ἱκανούμενον ἐαυτῷ, ἀλλᾶ πάντα τῆς ἀλλήλων χρείας δεόμενα, καὶ ταῖς παρʼ ἀλλήλων ἐπικουρίαις συνιστάμενα. ’Ἠλιος μὲν γὰρ τῷ σύμπαντι οὐρανῷ συμπεριφέρεται καί ἐμπεριέχεται, καὶ ἐκτὸς τῆς ἐκείνου κυκλοφορίας οὐκ ἄν ποτε γένοιτοʼ σελήνη δὲ καὶ τὰ ἄλλα ἄστρα μαρτυροῦσι τήν παρὰ ἡλίου γιγνομένην αὐτοῖς ἐπικουρίαν· γῆ δὲ πάλιν οῦκ ἄνευ ὑετῶν τοὺς καρποὺς ἀποδιδοῦσα φαίνεται· οἱ δὲ ὑετοὶ χωρὶς τῆς τῶν νεφελῶν χρείας οὐκ ἂν καταβαῖεν ἐπὶ γῆς· ἀλλʼ οὐδὲ νέφη χωρὶς τοῦ ἀέρος καθʼ ἑαυτά ἂν φανείη καὶ συσταίη ποτέ. Ὅτε ἆήρ οὐχ ὑφʼ ἑαυτοῦ, ἀλλʼ ὑπὸ μὲν τοῦ αἰθέρος διακαίεται, ὑπὸ δὲ τοῦ ἡλίου καταλαμπόμενος λαμπρύνεται. Καὶ πηγαί μὲν καὶ ποταμοὶ οὐκ ἄνευ τῆς γῆς συστήσονταί ποτε· γῆ δὲ οῦκ ἀφʼ ἑαυτῆς ἐρήρεισται, ἀλλʼ ἐπὶ μὶν τήν τῶν ὑδάτων οὐσίαν συνέστηκεν, ἐμπεριέχεται δὲ καὶ αὕτη κατά τὸ μέσον συνδεθεῖσα τοῦ παντός. Ἥ τε θάλασσα καὶ ὁ ἔξωθεν περιῤῥέων τήν σύμπασαν γῆν μέγας ὠκεανὸς ὑπὸ ἀνέμων κινεῖται καὶ φέρεται ὅποι δʼ ἂν αὐτὸν ἡ τῶν ἀνέμων προσρήσσῃ βία. Καὶ αὐτοὶ δὲ οἱ ἄνεμοι οὐκ έν ἑαυτοῖς, ἀλλὰ, κατὰ τοὺς περὶ τούτων εἰπόντας, έκ τῆς πρὸς τὸν ἀέρα τοῦ αἰθέρος διακαύσεως καὶ θερμότητος ἐν αὐτῷ τῷ ἀέρι συνίστανται, καὶ διʼ αὐτοῦ πανταχοῦ πνέουσι. Περὶ γάρ τῶν τεσσάρων στοιχείων, ἐξ ῶν καὶ συνέστηκεν ἡ τῶν σωμάτων φύσις, τὴν θερμὴν λέγω καὶ τὴν ψυχρὰν, ξηράν τε καὶ ὑγρὰν οὐσίαν, τίς τοσοῦτον ἀπέστραπται τὴν διάνοιαν, ὥστε μή εἰδέναι, ὅτι ὁμοῦ μὶν συνημμένα ταῦτα συνίστανται, διαιρούμενα δὲ και καθʼ ἑαυτὰ γινόμενα, λοιπὸν καί ἀλλήλων εἰσὶν ἀναιρετικὰ

Allʼ isōs hoi hepanabebēkotes toutōn kai peri tēn ktisin eptoēmenoi, dysōpoumenoi tois peri tōn bdelygmatōn elenchois, eukatagnōsta men kai euelenkta para pasin honta tauta ouk arnēsontai kai autoio ekeinēn de autois asphalē tēn doxan kai anantirrēton einai oiēsontai tēn pros ton kosmon kai ta tou kosmou merē thrēskeian o kauchēsontai gar ouch hōs lithous, kai xyla, kai morphas anthrōpōn kai alogōn ptēnōn te kai herpetōn kai tetrapodōn haplōs, allʼ hēlion kai selēnēn, kai panta ton katʼ ouranon kosmon, kai gēn au palin kai sympasan tou hygrou tēn physin sebontes kai thrēskeuontes; kai phēsousi mē dynasthai tinas apodeixai kai toutous mē einai physei theous, pasin ontos phanerou, hoti houte apsycha, oute aloga tynchanei, alla kai tēn anthrōpōn hyperairei physin, tǭ ta men en ouranois, ta de epi tēs gēs katoikein. Axion oun kai peri toutōn idein kai diereunēsai. Pantōs gar kai en toutois heurēsei ho logos ton elenchon alēthē katʼ autōn. Prin de hēmas idein kai tēs apodeixeōs arxasthai, arkei tēn ktisin autēn katʼ autōn mononouchi boēsai, kai deixai ton autēs poiētēn kai dēmiourgon Theon, ton kai tautēs kai tou pantos basileuonta ton Patera tou Kyriou hēmōn Iēsou Christou ; ’on apostrephontai men hoi dokēsisophoi, tēn de parʼ autou genomenēn ktisin proskynousi kai theopoiousi, kaitoi proskynousan kai autēn kai homologousan hon ekeinoi diʼ autēn arnountai Kyrion. Houtō gar tous anthrōpous eis ta tautēs merē kechēnotas kai theous nomizontas tauta dysōpēsę̄ an kalōs autous hē tōn merōn pros allēla chreiaʼ gnōrizei de kai sēmainei ton kai autōn onta Kyrion kai poiētēn ton tou Logou Patera, tę̄ anantirrhētǭ prostaxei tēs heis auton hypakoēs, phēsi kai hē theia nomothesia Hoi ouranoi diēgountai doxan Theou ; poiēsin de cheirōn autou anangellei to stereōma. Pistis de toutōn ouk aphanēs, alla kai lian enargēs esti tois ton ophthalmon tēs dianoias mē pantē pepērōmenon echousin. Ei gar tis kathʼ heauta ta merē tēs ktiseōs laboi, kai hekaston idią noēsei, hoion hēlion kathʼ heauton monon, kai selēnēn chōris, kai gēn au kai aera, kai tēn thermēn kai psychran, kai xēran kai hygran ousian dielōn apo tēs pros allēla synaphēs, hekaston eklaboi kathʼ eauto kai idią theōrēseien; heurēsei pantōs mēden hikanoumenon eautǭ, alla panta tēs allēlōn chreias deomena, kai tais parʼ allēlōn epikouriais synistamena. ’Ēlios men gar tǭ sympanti ouranǭ symperipheretai kai emperiechetai, kai ektos tēs ekeinou kyklophorias ouk an pote genoitoʼ selēnē de kai ta alla astra martyrousi tēn para hēliou gignomenēn autois epikourian; gē de palin ouk aneu hyetōn tous karpous apodidousa phainetai; hoi de hyetoi chōris tēs tōn nephelōn chreias ouk an katabaien epi gēs; allʼ oude nephē chōris tou aeros kathʼ heauta an phaneiē kai systaiē pote. Hote aēr ouch hyphʼ heautou, allʼ hypo men tou aitheros diakaietai, hypo de tou hēliou katalampomenos lamprynetai. Kai pēgai men kai potamoi ouk aneu tēs gēs systēsontai pote; gē de ouk aphʼ heautēs erēreistai, allʼ epi min tēn tōn hydatōn ousian synestēken, emperiechetai de kai hautē kata to meson syndetheisa tou pantos. Hē te thalassa kai ho exōthen perirrheōn tēn sympasan gēn megas ōkeanos hypo anemōn kineitai kai pheretai hopoi dʼ an auton hē tōn anemōn prosrēssę̄ bia. Kai autoi de hoi anemoi ouk en heautois, alla, kata tous peri toutōn eipontas, ek tēs pros ton aera tou aitheros diakauseōs kai thermotētos en autǭ tǭ aeri synistantai, kai diʼ autou pantachou pneousi. Peri gar tōn tessarōn stoicheiōn, ex ōn kai synestēken hē tōn sōmatōn physis, tēn thermēn legō kai tēn psychran, xēran te kai hygran ousian, tis tosouton apestraptai tēn dianoian, hōste mē eidenai, hoti homou min synēmmena tauta synistantai, diairoumena de kai kathʼ heauta ginomena, loipon kai allēlōn eisin anairetika

But perhaps those who have risen above these things, and who are struck with awe at creation, being put to shame by the refutation of these abominations, will not deny that these things are easily condemned and refuted by all; but they will think that their own view is safe and beyond dispute, namely the worship of the world and of the parts of the world. For they will boast that they revere and worship not merely stones and wood and the forms of men and of irrational birds, creeping things, and four-footed beasts, but the sun and the moon and the whole ordered world of heaven, and again the earth and the whole nature of the moist element; and they will say that no one can show that these, at least, are not gods by nature, since it is plain to all that they are neither lifeless nor irrational, but even surpass human nature, in that some dwell in the heavens and others on the earth. It is right, then, to look into these too and examine them; for in these too the argument will certainly find the refutation of them true. But before we look and begin the demonstration, it is enough that creation itself all but cries out against them and points to its maker and fashioner, God, who reigns over it and over the universe, the Father of our Lord Jesus Christ. Those who are wise in their own conceit turn away from him, while they worship and deify the creation made by him; and yet creation itself worships and confesses the Lord whom they deny on its account. For the need of its parts for one another would rightly put to shame those who gape at its parts and think them gods; and creation makes known and points to the one who is their Lord and Maker, the Father of the Word, by its undisputed obedience to his command, as the divine law also says: “The heavens declare the glory of God, and the firmament proclaims the work of his hands.” The proof of these things is not obscure but very clear to those whose eye of understanding is not wholly maimed. For if one were to take the parts of creation by themselves and consider each separately, the sun alone by itself, the moon apart, and again earth and air, and the hot and cold, dry and wet substance, separating them from their union with one another, taking each by itself and contemplating it alone, he will certainly find none sufficient for itself, but all needing one another’s service and subsisting by one another’s help. For the sun is carried round with the whole heaven and contained in it, and could never go outside its revolution; the moon and the other stars testify to the help that comes to them from the sun; the earth again plainly does not yield its fruits without rains; the rains would not come down on the earth without the service of the clouds; and the clouds would never appear or form by themselves without the air. And the air is heated not by itself but by the ether, and is lit up and made bright by the sun. Springs and rivers will never exist without the earth; and the earth is not supported by itself but is set upon the substance of the waters, while it too is contained, bound fast in the middle of the universe. The sea and the great ocean that flows round the whole earth from outside are moved by winds and borne wherever the force of the winds dashes them. And the winds themselves do not arise in themselves but, according to those who have written about them, arise in the air itself from the heating and warmth of the ether upon the air, and through the air they blow everywhere. As for the four elements of which the nature of bodies consists, I mean the hot and the cold, the dry and the wet substance, who is so perverted in mind as not to know that they subsist when joined together, but when divided and existing by themselves they destroy one another …

Textual problem in this passage: see the notes.

Ps 19:1 (18:2 LXX) (quotation, high confidence) · Rom 1:25 (echo, medium confidence)

Notes and citation

Summary: Against those who worship the cosmos, Athanasius argues that each part of creation, from the sun to the winds and the elements, depends on the others and so points to its Maker.

  • Ps 19:1 is quoted in the Septuagint form (LXX 18:2) and called “the divine law.”
  • The chapter breaks off in the scan (marked “…”); its last lines are lost.

Notes on the original text

  • Digital text corrected (OCR: Latin letters; OCR: misread letter; OCR: misread letters; OCR: words joined; OCR: xui for καὶ): Ἀλλʼ ἴσως oi → Ἀλλʼ ἴσως οἱ; καὶτῆς ἀποδείξεως → καὶ τῆς ἀποδείξεως; καλʼ ἑαυτᾶ → καθʼ ἑαυτὰ; καὶτὰ ἄλλα → καὶ τὰ ἄλλα; φαίνεraw → φαίνεται·; καὶὸ ἔξωθεν → καὶ ὁ ἔξωθεν; ξηοάν → ξηράν; ων xui πε → ων καὶ πε; ον xui τὰ → ον καὶ τὰ; ς, xui ξύ → ς, καὶ ξύ; τε xui ἑρ → τε καὶ ἑρ; ον xui σε → ον καὶ σε; ν, xui πά → ν, καὶ πά; ν, xui γῆ → ν, καὶ γῆ; ς· xui φή → ς· καὶ φή; αι xui το → αι καὶ το; λά xui τή → λά καὶ τή.

Cite (SBL): Athanasius, Gent. 27 (PG 25:52c–56a; trans. Sophia Scriptura, https://sophiascriptura.com/fathers/athanasius-contra-gentes/22/#p-27).

BibTeX · RIS (whole work; this passage's key: sophiascriptura-athanasius-contra-gentes-27) · Report an error

Translation: Translated by Claude from the Greek of Migne's Patrologia Graeca (scan OCR, corrections logged; lines lost in the scan marked …), then compared section by section with the public-domain English of NPNF² 4 (Robertson, 1892); differences checked against the Greek.

Chapter 28

28PG 25:56b–57b

Πῶς οὖν ταῦτα ἂν εἷεν θεοὶ δεόμενα τῆς παρʼ ἑτέρων ἐπικουρίας ; ἢ πῶς παρὰ τούτων αἰτεῖσθαί τι προσήκει, καὶ αὐτῶν ἀπαιτούντων παρʼ ἀλλήλων τὴν εἷς ἑαυτὰ χρείαν ; Εἰ γὰρ περὶ Θεοῦ λόγος ἐστὶ μηδενὸς αὐτὸν ἐπιδεῆ εἶναι, ἀλλʼ αὐτάρκη καὶ πλήρη ἑαυτοῦ, καὶ ἐν αὐτῷ τὰ πάντα συστήκει, καὶ μᾶλλον αὐτὸν τοῖς πᾶσιν ἐπιδιδόναι· πῶς ἥλιον καὶ σελήνην, καὶ τά ἄλλα μέρη τῆς κτίσεως οὐκ ὅντα τοιαῦτα, ἀλλὰ καὶ τὰ λειπόμενα τῆς ἀλλήλων χρείας, ἀναγορεύειν ἄξιον θεούς; Ἀλλʼ ἴσως διαιρούμενα μὲν καὶ καθʼ ἑαυτὰ λαμβανόμενα, ἐπιδεῆ εἶναι αὐτὰ καὶ αὐτοὶ συνομολογοῦσι, τῆς ἀποδείξεως ἐπʼ ὀφθαλμῶν οὔσης· ὁμοῦ δὲ πάντα συνάπτοντες, καὶ ὡς ἓν ἀποτελοῦντες μέγα σῶμα, τὸ ὅλον Θεὸν εἶναι φήσουσι. Συστάντος γὰρ τοῦ ὅλου, οὐκ ἔτι μὲν ἔξωθεν αὐτοῖς χρεία γενήσεται· ἑαυτῷ δὶ τὸ ὅλον ἱκανὸν καί αὔταρκες γενήσεται πρὸς πάντα, λέξουσιν οἱ δοκησίσοφοι, ’ίνα καὶ ἐντεῦθεν ἐλεγχθῶσιν· οὗτος δὲ ὁ λόγος καὶ μᾶλλον αὐτῶν τὴν ἀσέβειαν μετὰ μεγάλης ἀπαιδευσίας οὐκ ἔλαττον τῶν πρόσθεν ἀποδείξει. Εἰ γὰρ τὸ καθʼ ἕκαστον συναφθέν, τὸ ὅλον ἀναπληροῖ, καί τὸ ὅλον έκ τῶν καθʼ ἓν συνίσταται* τὸ ὅλον ἄρα ἐκ μερῶν συνέστη· καὶ ἕκαστον τοῦ ὅλου μέρος τυγχάνει. Τοῦτο δὲ τῶν περὶ Θεοῦ ἐννοιῶν πολύ πόῤῥωθεν καθέστηκεν. Ὀ γὰρ Θεὸς ὅλον ἐστὶ καὶ οὗ μέρη, καί οὐκ ἐκ διαφόρων συνέστηκεν, ἀλλʼ αὐτὸς τῆς πάντων συστάσεώς ἐστι ποιητής. Θέα γὰρ ὅσην ἀσέβειαν κατὰ τοῦ Θείου ταῦτα λέγοντες ἐξηγοῦνται. Εἰ γὰρ ἐκ μερῶν συνέστηκε, πάντως αὐτὸς ἑαυτοῦ ἀνόμοιος φανήσεται, καὶ ἐξ ἀνομοίων ἔχων τὴν συμπλήρωσιν. Εἰ γὰρ ἥλιός ἐστιν, οὐκ ἔστι σελήνη* καὶ εἰ σελήνη ἐστὶν, οὐκ ἔστι γῆο καὶ εἰ γῆ τυγχάνει, οὐκ ἂν εἷή θάλασσα· καὶ οὕτως ἐφʼ ἑκάστου λαμβάνων ἄν τις εὑρήσει τήν ἀτοπίαν τοῦ τοιούτου αὐτῶν λόγου. Τοῦτο δʼ ἅν τις καὶ ἐκ τοῦ καθʼ ἡμᾶς ἀνθρωπείου σώματος ἰδὼν καταγνοίη τούτων. Ὡς γὰρ ὁ ὀφθαλμὸς οὐκ ἔστιν ἀκοὴ, οὐδὲ ἡ ἀκοὴ χεὶρ, οὐδὲ ἡ γαστήρ ἐστι στέρνα, οὐδʼ αὖ πάλιν ὁ αὐχήν ἐστι ποῦς ἀλλʼ ἕκαστον τούτων ἰδίαν ἔχει τὴν ἐνέργειαν, καὶ έκ τούτων διαφόρων ὄντων ἓν συνίσταται σῶμα, συνημμένα μὲν ἔχον τὰ μέρη κατά τήν χρείαν, διαιρούμενα δὲ κατά τὴν τοῦ χρόνου παρουσίαν, ὅταν ἡ φύσις συνάξασα ταῦτα διέλῃ, ὡς ὁ προστάξας Θεὸς βούλεται· οὕτω (συγγνώμην δὲ ὁ λόγος ἐχέτω παρʼ αὐτοῦ τοῦ κρείττονος), εἰ, τὰ μέρη τῆς κτίσεως συνάπτοντες εἰς ἓν σῶμα, θεὸν ἀναγορεύουσιν, ἀνάγκη αὐτὸν μέν καθʼ ἑαυτὸν ἀνόμοιον ἑαυτῷ εἶναι, ὥσπερ ἐδείχθη, διαιρεῖσθαι δὲ πάλιν κατὰ τὴν τῶν μερῶν εἷς τὸ μερίζεσθαι γενομένην φύσιν.

Pōs oun tauta an heien theoi deomena tēs parʼ heterōn epikourias ? ē pōs para toutōn aiteisthai ti prosēkei, kai autōn apaitountōn parʼ allēlōn tēn heis heauta chreian ? Ei gar peri Theou logos esti mēdenos auton epideē einai, allʼ autarkē kai plērē heautou, kai en autǭ ta panta systēkei, kai mallon auton tois pasin epididonai; pōs hēlion kai selēnēn, kai ta alla merē tēs ktiseōs ouk honta toiauta, alla kai ta leipomena tēs allēlōn chreias, anagoreuein axion theous? Allʼ isōs diairoumena men kai kathʼ heauta lambanomena, epideē einai auta kai autoi synomologousi, tēs apodeixeōs epʼ ophthalmōn ousēs; homou de panta synaptontes, kai hōs hen apotelountes mega sōma, to holon Theon einai phēsousi. Systantos gar tou holou, ouk eti men exōthen autois chreia genēsetai; heautǭ di to holon hikanon kai autarkes genēsetai pros panta, lexousin hoi dokēsisophoi, ’ina kai enteuthen elenchthōsin; houtos de ho logos kai mallon autōn tēn asebeian meta megalēs apaideusias ouk elatton tōn prosthen apodeixei. Ei gar to kathʼ hekaston synaphthen, to holon anaplēroi, kai to holon ek tōn kathʼ hen synistatai* to holon ara ek merōn synestē; kai hekaston tou holou meros tynchanei. Touto de tōn peri Theou ennoiōn poly porrhōthen kathestēken. O gar Theos holon esti kai hou merē, kai ouk ek diaphorōn synestēken, allʼ autos tēs pantōn systaseōs esti poiētēs. Thea gar hosēn asebeian kata tou Theiou tauta legontes exēgountai. Ei gar ek merōn synestēke, pantōs autos heautou anomoios phanēsetai, kai ex anomoiōn echōn tēn symplērōsin. Ei gar hēlios estin, ouk esti selēnē* kai ei selēnē estin, ouk esti gēo kai ei gē tynchanei, ouk an heiē thalassa; kai houtōs ephʼ hekastou lambanōn an tis heurēsei tēn atopian tou toioutou autōn logou. Touto dʼ han tis kai ek tou kathʼ hēmas anthrōpeiou sōmatos idōn katagnoiē toutōn. Hōs gar ho ophthalmos ouk estin akoē, oude hē akoē cheir, oude hē gastēr esti sterna, oudʼ au palin ho auchēn esti pous allʼ hekaston toutōn idian echei tēn energeian, kai ek toutōn diaphorōn ontōn hen synistatai sōma, synēmmena men echon ta merē kata tēn chreian, diairoumena de kata tēn tou chronou parousian, hotan hē physis synaxasa tauta dielę̄, hōs ho prostaxas Theos bouletai; houtō (syngnōmēn de ho logos echetō parʼ autou tou kreittonos), ei, ta merē tēs ktiseōs synaptontes eis hen sōma, theon anagoreuousin, anankē auton men kathʼ heauton anomoion heautǭ einai, hōsper edeichthē, diaireisthai de palin kata tēn tōn merōn heis to merizesthai genomenēn physin.

How, then, could these be gods, when they need help from others? Or how is it fitting to ask anything of them, when they themselves demand from one another what they need? For if it is the account of God that he lacks nothing, but is self-sufficient and full of himself, and that in him all things consist, and that he rather gives to all, how is it right to proclaim as gods the sun and the moon and the other parts of creation, which are not like this, but even lack one another’s service? But perhaps they too will agree that, divided and taken by themselves, they are in need, since the proof is before their eyes; but joining all together and making them as one great body, they will say that the whole is God. For when the whole is put together, there will no longer be any need from outside, but the whole will be sufficient for itself and self-sufficient in all things: so those wise in their own conceit will say, so that they may be refuted on this ground too. This argument will show their impiety, along with great ignorance, no less than the former ones. For if each thing, when joined to the rest, fills up the whole, and the whole consists of the single things, then the whole is composed of parts, and each thing is a part of the whole. But this stands very far from the notions of God. For God is a whole and not parts, and does not consist of different things, but is himself the maker of the composition of all things. See what impiety against the Divine they express in saying these things. For if he is composed of parts, he will certainly appear unlike himself, having his completion from unlike things. For if he is the sun, he is not the moon; and if he is the moon, he is not the earth; and if he is the earth, he would not be the sea; and taking each in this way one will find the absurdity of this argument of theirs. One might also condemn them by looking at our own human body. For as the eye is not hearing, nor hearing a hand, nor is the belly the chest, nor again the neck a foot, but each of these has its own activity, and from these different parts one body is composed, having its parts joined for use, but divided when the time comes, when nature, which brought them together, separates them as God who ordained it wills; so (may the argument be pardoned by the Most High himself) if they join the parts of creation into one body and proclaim it God, it must be that he is unlike himself in himself, as was shown, and again that he is divided, according to the nature of the parts, which is to be divided.

Col 1:17 (echo, medium confidence) · Acts 17:25 (echo, low confidence)

Notes and citation

Summary: Neither the parts of creation nor the cosmos as a composite whole can be God, since God is not composed of unlike parts but is the maker of all composition.

Notes on the original text

  • Digital text corrected (OCR: 6 for ὁ; OCR: misread accent; OCR: misread letter; OCR: stray letter; OCR: word split): σελήνπν → σελήνην; οὔσηςσ → οὔσης·; τὰ ὅλον → τὸ ὅλον; συνἀξασα → συνάξασα; διαιρεῖσςαι → διαιρεῖσθαι; με· ρίζεσθαι → μερίζεσθαι; λιν 6 αὐχ → λιν ὁ αὐχ; δὲ 6 λόγ → δὲ ὁ λόγ.

Cite (SBL): Athanasius, Gent. 28 (PG 25:56b–57b; trans. Sophia Scriptura, https://sophiascriptura.com/fathers/athanasius-contra-gentes/22/#p-28).

BibTeX · RIS (whole work; this passage's key: sophiascriptura-athanasius-contra-gentes-28) · Report an error

Translation: Translated by Claude from the Greek of Migne's Patrologia Graeca (scan OCR, corrections logged; lines lost in the scan marked …), then compared section by section with the public-domain English of NPNF² 4 (Robertson, 1892); differences checked against the Greek.

Chapter 29

29PG 25:57b–60c

Καὶ ἄλλως δὲ ἄν τις αὐτῶν ἐλέγξειε τὴν ἀθεότητα κατὰ τήν τῆς ἀληθείας θεωρίαν. Εἰ γὰρ 6 Θεὸς ἀσώματός ἐστι, καὶ ἀόρατος, καὶ ἄψαυστος τῇ φύσει, πῶς σῶμα τὸν Θεὸν ἐπινοοῦσι, καὶ τὰ φαινόμενα τοῖς ὀφθαλμοῖς καὶ ὧν ψαύομεν τῇ χειρὶ, θρησκεύουσι τῇ τοῦ Θεοῦ τιμῇ ; Καὶ πάλιν, εἷ ὁ περὶ Θεοῦ κρατεῖ λόγος, δυνατὸν αὐτὸν εἶναι κατά πάντα, καὶ μηδὲν μὲν αὐτοῦ κρατεῖν, αὐτὸν δὲ τῶν πάντων κρατεῖν, καί δεσπόζειν* πῶς οἱ τήν κτίσιν θεοποιοῦντες οὐχ ὁρῶσιν αὐτὴν ἐκτὸς οὖσαν τοῦ τοιούτου περὶ Θεοῦ ὅρου; Ἡλίου μὲν γαρ ὑπὸ γῆν γενομένου τὸ φῶς ἡ γῆ σκιάζει μὴ ὁρᾶσθαι· σελήνην δὲ μεθʼ ἡμέραν ὁ ἥλιος ἐπικρύπτει τῇ τοῦ φωτὸς λαμπηδόνι. Καὶ γῆς μὲν τούς καρπούς πολλάκις χάλαζα βλάπτει τὸ πῦρ δὲ, εἰ γένοιτό τις ὑδάτων πλημμύρα, σβέννυται. Καὶ χειμῶνα μὲν ἔαρ παραγκωνίζεται, θέρος δὲ τὸ ἔαρ ὑπερβῆναι τοὺς ὅρους οὔκ ἐπιτρέπει, καὶ αὐτὸ πάλιν ὑπὸ τοῦ μετοπώρου κωλυόμενον τὰς ἰδίας ὥρας ἐξέρχεσθαι. Εἴπερ οὖν ἦσαν θεοὶ, ἔδει τούτους μὴ ὑπʼ ἀλλήλων ἡττᾶσθαι καὶ ἐπικρύπτεσθαι, ἀλλὰ πάντοτε ἀλληλοις συνεῖναι, καὶ κοινὰς ἅμα τὰς ἐνεργείας ἀποτελεῖν· ἔδει μεθʼ ἡμέραν καὶ μετά νύκτα ἥλιον ὁμοῦ καὶ σελήνην καὶ τὸν ἄλλον τῶν ἀστέρων χορὸν ἴσον ἔχειν τὸ φῶς,καὶ τοῦτο πᾶσι λάμπειν, καὶ πάντα παρʼ αὐτῶν καταυγάζεσθαι · ἔδει θέρος ὁμοῦ καὶ χειμῶνα καὶ ἔαρ καὶ μετόπωρον ἀπαραλλάκτως καὶ κατὰ τὸ αὐτὸ συνίστασθαι· ἔδει τὴν θάλασσαν ταῖς πηγαῖς ἐπιμίγνυσθαι καὶ κοινὸν ἀνθρώποις τὸ πόμα παρέχειν· ἔδει νηνεμίας καὶ τῶν ἀνέμων τὰς,πνοὰς ἐν ταὐτῷ γίνεσθαιʼ ἔδει τὸ πῦρ ὁμοῦ καὶ τὸ ὕδωρ κοινὴν καὶ μίαν ἀνθρώποις τὴν χρείαν παρέχειν. Οὐδὲ γάρ οὐδὲ βλάβην ἄν τις ἐξ αὐτῶν ὑπέμεινε, θεῶν ὄντων κατʼ αὐτοὺς, καὶ μηδὲν ἐπὶ βλάβη, ἐπʼ ὠφελείᾳ δέ μᾶλλον πάντα ποιούντων. Εἰ δὲ ταῦτα γίνεσθαι ἀδύνατον διὰ τήν πρὸς ἄλληλα ἐναντιότητα, πῶς οἷόν τε ταῦτα ἀλλήλοις ἐναντία καὶ μαχόμενα, καὶ μή δυνάμενα ἀλλήλοις συστῆναι, ἔτι θεοὺς ὀνομάζειν, ἢ Θεοῦ θρησκεύεσθαι τιμαῖς· Τά δὲ πρὸς ἑαυτά ἀσύμφωνον τήν φύσιν ἔχοντα πῶς ἂν ἄλλοις εὐχομένοις εἰρήνην παρέχοιεν, καὶ ὁμονοίας αὐτοῖς γένοιντο πρυτάνεις; Οὔτε οὖν ἥλιος εἰκότως, οὕτε σελήνη, οὔτε ἄλλο τι μέρος τῆς κτίσεως, πολλῷ δὲ πλέον οὐδὲ τά ἐν λίθοις καὶ χρυσῷ καὶ ταῖς ἄλλαις ὕλαις ἀγάλματα, οὐδὲ οἱ παρά ποιηταῖς μυθευόμενοι Ζεὺς καὶ Ἀπόλλων καὶ οἱ ἄλλοι εἶεν ἀληθῶς θεοί, ὡς ὁ λόγος ἀπέδειξενο ἀλλά τά μὲν αὐτῶν μέρη τῆς κτίσεώς ἐστι, τὰ δὲ αὐτῶν ἄψυχα τυγχάνει, τά δὲ μόνον ἅνθρωποι θνητοὶ γεγόνασι. Διὸ καὶ ἠ περὶ ταῦτα θρησκεία καὶ θεοποιία οὐκ εὗσεβείας, ἀλλά ἀθεότητος καὶ πάσης ἀσεβείας ἐστὶν εἰσήγησις, καὶ μεγάλης πλάνης ἔλεγχος ἀπὸ τῆς πρὸς τὸν ἕνα καὶ μόνον ἀληθινὸν Θεὸν γνώσεως,λέγω δὴ τὸν τοῦ Χριστοῦ Πατέρα. Ὅτε τοίνυν ταῦθʼ οὕτως ἐλέγχεται καὶ δέδεικται ἡ παρά τοῖς Ἕλλησιν εἰδωλολατρεία πάσης ἀθεότητος οὖσα μεστὴ, καὶ οὐκ ἐπʼ ὠφελείᾳ, ἀλλʼ ἐπʼ ἀπωλείᾳ τῷ βίῳ τῶν ἀνθρώπων εἰσαχθεῖσα· φέρε λοιπὸν, ὡς ἐξ ἀρχῆς ὁ λόγος ἐπηγγείλατο, τῆς πλάνης διελεγχθείσης, τήν τῆς ἀληθείας ὁδὸν ὁδεύσωμεν, καὶ θεωρήσωμεν τὸν ἡγεμόνα καὶ δημιουργὸν τοῦ παντὸς τὸν τοῦ Πατρὸς Λόγον, ’ίνα διʼ αὐτοῦ καὶ τὸν τούτου Πατέρα Θεὸν κατανοήσωμεν, καί γνῶσιν ’Έλληνες ὅσον τῆς ἀληθείας ἑαυτοὺς ἀπεσχοίνισαν.

Kai allōs de an tis autōn elenxeie tēn atheotēta kata tēn tēs alētheias theōrian. Ei gar 6 Theos asōmatos esti, kai aoratos, kai apsaustos tę̄ physei, pōs sōma ton Theon epinoousi, kai ta phainomena tois ophthalmois kai hōn psauomen tę̄ cheiri, thrēskeuousi tę̄ tou Theou timę̄ ? Kai palin, hei ho peri Theou kratei logos, dynaton auton einai kata panta, kai mēden men autou kratein, auton de tōn pantōn kratein, kai despozein* pōs hoi tēn ktisin theopoiountes ouch horōsin autēn ektos ousan tou toioutou peri Theou horou? Hēliou men gar hypo gēn genomenou to phōs hē gē skiazei mē horasthai; selēnēn de methʼ hēmeran ho hēlios epikryptei tę̄ tou phōtos lampēdoni. Kai gēs men tous karpous pollakis chalaza blaptei to pyr de, ei genoito tis hydatōn plēmmyra, sbennytai. Kai cheimōna men ear parankōnizetai, theros de to ear hyperbēnai tous horous ouk epitrepei, kai auto palin hypo tou metopōrou kōlyomenon tas idias hōras exerchesthai. Eiper oun ēsan theoi, edei toutous mē hypʼ allēlōn hēttasthai kai epikryptesthai, alla pantote allēlois syneinai, kai koinas hama tas energeias apotelein; edei methʼ hēmeran kai meta nykta hēlion homou kai selēnēn kai ton allon tōn asterōn choron ison echein to phōs,kai touto pasi lampein, kai panta parʼ autōn kataugazesthai ; edei theros homou kai cheimōna kai ear kai metopōron aparallaktōs kai kata to auto synistasthai; edei tēn thalassan tais pēgais epimignysthai kai koinon anthrōpois to poma parechein; edei nēnemias kai tōn anemōn tas,pnoas en tautǭ ginesthaiʼ edei to pyr homou kai to hydōr koinēn kai mian anthrōpois tēn chreian parechein. Oude gar oude blabēn an tis ex autōn hypemeine, theōn ontōn katʼ autous, kai mēden epi blabē, epʼ ōpheleią de mallon panta poiountōn. Ei de tauta ginesthai adynaton dia tēn pros allēla enantiotēta, pōs hoion te tauta allēlois enantia kai machomena, kai mē dynamena allēlois systēnai, eti theous onomazein, ē Theou thrēskeuesthai timais; Ta de pros heauta asymphōnon tēn physin echonta pōs an allois euchomenois eirēnēn parechoien, kai homonoias autois genointo prytaneis? Oute oun hēlios eikotōs, houte selēnē, oute allo ti meros tēs ktiseōs, pollǭ de pleon oude ta en lithois kai chrysǭ kai tais allais hylais agalmata, oude hoi para poiētais mytheuomenoi Zeus kai Apollōn kai hoi alloi eien alēthōs theoi, hōs ho logos apedeixeno alla ta men autōn merē tēs ktiseōs esti, ta de autōn apsycha tynchanei, ta de monon hanthrōpoi thnētoi gegonasi. Dio kai ē peri tauta thrēskeia kai theopoiia ouk heusebeias, alla atheotētos kai pasēs asebeias estin eisēgēsis, kai megalēs planēs elenchos apo tēs pros ton hena kai monon alēthinon Theon gnōseōs,legō dē ton tou Christou Patera. Hote toinyn tauthʼ houtōs elenchetai kai dedeiktai hē para tois Hellēsin eidōlolatreia pasēs atheotētos ousa mestē, kai ouk epʼ ōpheleią, allʼ epʼ apōleią tǭ biǭ tōn anthrōpōn eisachtheisa; phere loipon, hōs ex archēs ho logos epēngeilato, tēs planēs dielenchtheisēs, tēn tēs alētheias hodon hodeusōmen, kai theōrēsōmen ton hēgemona kai dēmiourgon tou pantos ton tou Patros Logon, ’ina diʼ autou kai ton toutou Patera Theon katanoēsōmen, kai gnōsin ’Ellēnes hoson tēs alētheias heautous apeschoinisan.

One might refute their godlessness in another way too, according to the contemplation of the truth. If God is incorporeal, invisible, and intangible by nature, how do they conceive of God as a body, and worship with the honor due to God things that are seen by the eyes and that we touch with the hand? And again, if the account of God holds, that he is powerful in all things, and that nothing has power over him but he has power over all and is master of all, how do those who deify creation not see that it falls outside such a definition of God? For when the sun goes below the earth, the earth overshadows its light so that it is not seen; and by day the sun hides the moon by the brilliance of its light. Hail often damages the fruits of the earth; fire is quenched if a flood of waters comes. Spring thrusts winter aside, summer does not allow spring to pass its bounds, and summer in turn is prevented by autumn from going beyond its own seasons. If, then, they were gods, they ought not to be defeated and hidden by one another, but always to be together and to carry out their activities in common. Sun and moon and the rest of the choir of stars should have equal light by day and by night, shining for all and lighting up all things; summer, winter, spring, and autumn should exist together without change and in the same way; the sea should mingle with the springs and provide a common drink for human beings; calms and blasts of wind should occur at the same time; fire and water together should provide one common use for human beings. For no one would suffer any harm from them if, as these people say, they were gods and did nothing for harm, but everything rather for benefit. But if these things cannot happen because of their opposition to one another, how can one still call these things gods, opposed and at war with one another and unable to coexist, or worship them with the honors due to God? How could things whose nature is discordant with itself give peace to others who pray to them, and become for them presidents of concord? It is reasonable, then, that neither the sun, nor the moon, nor any other part of creation, much less the statues in stone and gold and the other materials, nor the Zeus and Apollo and the rest of the poets’ myths, are truly gods, as the argument has shown; but some of them are parts of creation, some are lifeless, and some were only mortal men. Therefore the worship and deification of these things is the introduction not of piety but of godlessness and of all impiety, and the proof of a great straying from the knowledge of the one and only true God, I mean the Father of Christ. Since, then, these things have been refuted in this way, and the idolatry among the Greeks has been shown to be full of all godlessness, and to have been introduced into human life not for its benefit but for its destruction, come now, as our argument promised at the beginning, now that error has been refuted, let us travel the road of truth and contemplate the leader and maker of the universe, the Word of the Father, so that through him we may come to know God his Father as well, and the Greeks may know how far they have cut themselves off from the truth.

Notes and citation

Summary: Since the parts of creation hinder and overcome one another, they cannot be gods; having refuted error, Athanasius turns to the Word of the Father, through whom the Father is known.

Notes on the original text

  • Digital text corrected (OCR: 6 for ὁ; OCR: Latin letters; OCR: misread accent; OCR: misread breathing; OCR: misread letter; OCR: misread letters; OCR: word split; OCR: words joined): El γὰρ → Εἰ γὰρ; δρου → ὅρου; γενομένων τδ φῶς → γενομένου τὸ φῶς; βλοὶπτει → βλάπτει; χορδν → χορὸν; καὶκατὰ → καὶ κατὰ; τδ πόμα → τὸ πόμα; ἐν ταύτῷ → ἐν ταὐτῷ; Et δὲ → Εἰ δὲ; ποδς → πρὸς; Οίῖτε οῦν ἥλιος εἶ·κότως → Οὔτε οὖν ἥλιος εἰκότως; θεοῖ → θεοί; δέδεικταιὴ → δέδεικται ἡ; ἀπεσχοίν ισαν → ἀπεσχοίνισαν; ραν 6 ἥλι → ραν ὁ ἥλι; ὡς 6 λόγ → ὡς ὁ λόγ; χῆς 6 λόγ → χῆς ὁ λόγ.

Cite (SBL): Athanasius, Gent. 29 (PG 25:57b–60c; trans. Sophia Scriptura, https://sophiascriptura.com/fathers/athanasius-contra-gentes/22/#p-29).

BibTeX · RIS (whole work; this passage's key: sophiascriptura-athanasius-contra-gentes-29) · Report an error

Translation: Translated by Claude from the Greek of Migne's Patrologia Graeca (scan OCR, corrections logged; lines lost in the scan marked …), then compared section by section with the public-domain English of NPNF² 4 (Robertson, 1892); differences checked against the Greek.

Chapter 30

30PG 25:60c–61b

Τά μὲν προειρημένα οὐδὲν ἕτερον ἢ πλάνη τῷ βίῳ διηλέγχθηʼ ἡ δὲ τῆς ἀληθείας ὁδὸς πρὸς τὸν ὅντως ὄντα Θεὸν ἕξει τὸν σκοπόν. Πρὸς δὲ τὴν ταύτης γνῶσιν καὶ ἀκριβῆ κατάληψιν οὐκ ἄλλων ἐστὶν ἡμῖν χρεία, ἀλλʼ ἡμῶν αὐτῶν· οὐδʼ ὥσπερ ἐστὶν αὐτὸς ὁ Θεὸς ὑπεράνω πάντων, οὕτω καὶ ἡ πρὸς,τοῦτον ὁδὸς πόρρωθεν ἔξωθεν ἡμῶν ἐστιν· ἀλλʼ ἐν ἡμῖν ἐστι, καὶ ἀφʼ ἡμῶν εὑρεῖν τήν ἀρχὴν δυνατὸν, καθὼς καὶ Μωϋσῆς ἐδίδασκε λέγων · Τὸ ῥῆμα τῆς πίστεως ἐντὸς τῆς καρδίας σοῦ ἐστιν. Ὅπερ καὶ ὁ Σωτὴρ σημαίνων καὶ βεβαιῶν ἔλεγεν· Ἡ βασιλεία τοῦ Θεοῦ ἐντὸς ὑμῶν ἐστιν. Ἔνδον γὰρ ἐν ἑαυτοῖς ἔχοντες τήν πίστιν καὶ τήν βασιλείαν τοῦ Θεοῦ, δυνάμεθα ταχέως θεωρῆσαι καὶ νοῆσαι τὸν τοῦ παντὸς βασιλέα, τοῦ Πατρὸς σωτήριον Λόγον. Καὶ μή προφασιζέσθωσαν Ἕλληνες οἱ τοῖς εἰδώλοις θρησκεύοντες· μηδὲ ἄλλος τις ἁπλῶς ἑαυτὸν ἀπατάτω, ὡς τὴν τοιαύτην ὁδὸν οὐκ ἔχων, καὶ διά τοῦτο τῆς ἀθεότητος ἑαυτοῦ πρόφασιν εὑρίσκων. Πάντες γάρ εἷς αὐτὴν ἐπιβεβήκαμεν καὶ ἔχομεν, εί καὶ μὴ πάντες αὐτὴν ὁδεύειν, ἀλλὰ παροδεύειν έκβαίνοντες θέλουσι διὰ τάς ἔξωθεν αὐτοὺς ἑλκούσας ἡδονὰς τοῦ βίου. Καὶ εἷʼ τις ἂν ἔροιτο, τίς ἃν εἷή αὕτη· φημὶ δή τὴν ἑκάστου ψυχὴν εἶναι, καὶ τὸν έν αὖτῆ νοῦν Διʼ αὐτοῦ γάρ μόνου δύναται Θεὸς θεωρεῖσθαι καὶ νοεῖσθαι ἐκτὸς εἰ μὴ, ὥσπερ τὸν Θεὸν ἠρνήσαντο, οὕτω καὶ ψυχὴν ἔχειν παραιτήσονται οἱ ἀσεβεῖς, εἰκότως τοῦτο πρὸ τῶν ἄλλων λέγοντες. Ού γὰρ ἐχόντων ἔστι νοῦν ἀρνεῖσθαι τὸν τούτου ποιητὴν καὶ δημιουργὸν Θεόν. Ὅτι μὲν οῦν ἕκαστος ἀνθρώπων ψυχὴν ἔχει καί ταύτην λογικὴν, καὶ τοῦτο ἀναγκαῖόν ἐστι δεῖξαι διʼ ὀλίγων διὰ τοὺς ἀκεραίους, ἐπεὶ μάλιστά τινες ἀπὸ τῶν αἱρέσεων ἀρνοῦνται καὶ τοῦτο, οἰόμενοι μηδὲν πλέον εἶναι τὸν ἄνθρωπον, ἢ τὸ φαινόμενον εἶδος τοῦ σώματοςʼ ἵνα ταύτης δειχθείσης, φανερώτερον διʼ έαυτῶν τὸν κατὰ τῶν εἰδώλων ἔλεγχον ἔχειν δυνηθῶσι.

Ta men proeirēmena ouden heteron ē planē tǭ biǭ diēlenchthēʼ hē de tēs alētheias hodos pros ton hontōs onta Theon hexei ton skopon. Pros de tēn tautēs gnōsin kai akribē katalēpsin ouk allōn estin hēmin chreia, allʼ hēmōn autōn; oudʼ hōsper estin autos ho Theos hyperanō pantōn, houtō kai hē pros,touton hodos porrōthen exōthen hēmōn estin; allʼ en hēmin esti, kai aphʼ hēmōn heurein tēn archēn dynaton, kathōs kai Mōÿsēs edidaske legōn ; To rhēma tēs pisteōs entos tēs kardias sou estin. Hoper kai ho Sōtēr sēmainōn kai bebaiōn elegen; Hē basileia tou Theou entos hymōn estin. Endon gar en heautois echontes tēn pistin kai tēn basileian tou Theou, dynametha tacheōs theōrēsai kai noēsai ton tou pantos basilea, tou Patros sōtērion Logon. Kai mē prophasizesthōsan Hellēnes hoi tois eidōlois thrēskeuontes; mēde allos tis haplōs heauton apatatō, hōs tēn toiautēn hodon ouk echōn, kai dia touto tēs atheotētos heautou prophasin heuriskōn. Pantes gar heis autēn epibebēkamen kai echomen, ei kai mē pantes autēn hodeuein, alla parodeuein ekbainontes thelousi dia tas exōthen autous helkousas hēdonas tou biou. Kai heiʼ tis an eroito, tis han heiē hautē; phēmi dē tēn hekastou psychēn einai, kai ton en autē noun Diʼ autou gar monou dynatai Theos theōreisthai kai noeisthai ektos ei mē, hōsper ton Theon ērnēsanto, houtō kai psychēn echein paraitēsontai hoi asebeis, eikotōs touto pro tōn allōn legontes. Ou gar echontōn esti noun arneisthai ton toutou poiētēn kai dēmiourgon Theon. Hoti men oun hekastos anthrōpōn psychēn echei kai tautēn logikēn, kai touto anankaion esti deixai diʼ oligōn dia tous akeraious, epei malista tines apo tōn haireseōn arnountai kai touto, oiomenoi mēden pleon einai ton anthrōpon, ē to phainomenon eidos tou sōmatosʼ hina tautēs deichtheisēs, phanerōteron diʼ eautōn ton kata tōn eidōlōn elenchon echein dynēthōsi.

What has been said before has been proved to be nothing but error in human life; but the road of truth will have as its goal the God who truly is. For the knowledge and exact apprehension of this road we need no one else but ourselves. Nor, as God himself is above all things, is the road to him far off and outside us; it is in us, and it is possible to find its beginning from ourselves, as Moses also taught, saying: “The word of faith is within your heart.” The Savior, indicating and confirming this, said: “The kingdom of God is within you.” For since we have faith and the kingdom of God within ourselves, we can quickly contemplate and perceive the King of the universe, the saving Word of the Father. And let not the Greeks who worship idols make excuses, nor let anyone else simply deceive himself, as though he did not have such a road and so found an excuse for his godlessness. For we have all set foot on it and have it, even if not all are willing to travel it, but rather wish to turn aside and pass it by, because of the pleasures of life that draw them from outside. And if anyone should ask what this road is, I say that it is each person’s soul and the mind within it. For through it alone can God be contemplated and perceived, unless the impious, as they have denied God, will also refuse to admit that they have a soul; and they would be right to say this before anything else, for it is not for those who have a mind to deny God, its maker and fashioner. That each human being has a soul, and a rational one, it is necessary to show briefly for the sake of the simple, especially since some of the heretics deny even this, thinking that the human being is nothing more than the visible form of the body; so that, once this has been shown, they may be able to hold through themselves a clearer refutation of the idols.

Deut 30:14 (quotation, high confidence) · Rom 10:8 (allusion, high confidence) · Luke 17:21 (quotation, high confidence)

Notes and citation

Summary: The road to the true God lies within each person, in the rational soul, which Athanasius now sets out to prove exists.

  • “The word of faith is within your heart” combines Deut 30:14 with Paul’s wording in Rom 10:8.

Notes on the original text

  • Digital text corrected (OCR: 6 for ὁ; OCR: hyphenation, stray letter; OCR: misread letter; OCR: word division; OCR: word split, stray letter; OCR: words joined): σωο τήριον → σωτήριον; αὕτηʼ φημὶδή → αὕτη· φημὶ δή; οὕτωκ αἰ ψυχὴν → οὕτω καὶ ψυχὴν; ἀρνεῖσθαθ → ἀρνεῖσθαι; ἔλεγε- Β χον → ἔλεγχον; τὸς 6 Θεὸ → τὸς ὁ Θεὸ; καὶ 6 Σωτ → καὶ ὁ Σωτ.

Cite (SBL): Athanasius, Gent. 30 (PG 25:60c–61b; trans. Sophia Scriptura, https://sophiascriptura.com/fathers/athanasius-contra-gentes/22/#p-30).

BibTeX · RIS (whole work; this passage's key: sophiascriptura-athanasius-contra-gentes-30) · Report an error

Translation: Translated by Claude from the Greek of Migne's Patrologia Graeca (scan OCR, corrections logged; lines lost in the scan marked …), then compared section by section with the public-domain English of NPNF² 4 (Robertson, 1892); differences checked against the Greek.

Chapter 31

31PG 25:61b–64b

Πρῶτον μὶν οῦν ού μικρὸν γνώρισμα τοῦ λογικὴν εἶναι τὴν τῶν ἀνθρώπων ψυχὴν, ἐκ τοῦ πρὸς τὰ ἄλογα διαλλάττειν αὐτήν· διὰ τοῦτο γάρ ἑκεῖνα μὶν καλεῖν ἄλογα ἡ φύσις εἷʼωθεν, ἐπειδὴ τῶν ἀνθρώπων τὸ γένος ἐστὶ λογικόν· ἔπειτα δὲ καὶ τοῦτο πρὸς ἀπόδειξιν οὐ τὸ τυχὸν ἂν εἷή, ἐκ τοῦ μόνον τὸν ἄνθρωπον τά ἔξωθεν ἑαυτοῦ λογίζεσθαι, καὶ ἐνθυμεῖσθαι τὰ μὴ παρόντα, καὶ πάλιν ἐπιλογίζεσθαι καὶ κρίσει τὸ κρεῖττον τῶν λογισμῶν αἱρεῖσθαι· τὰ μὲν γὰρ ἄλογα, μόνα τὰ παρόντα βλέπει, καὶ πρὸς μόνα τὰ έν ὀφθαλμοῖς ὁρμᾷ, κᾶν μετά ταῦτα τὴν βλάβην ἔχῃ. Ὃ δὲ ἄνθρωπος ού πρὸς τὰ βλεπόμενα ὁρμᾷ.ἀλλά τῷ λογισμῷ τὰ διὰ τῶν ὀφθαλμῶν ὁρώμενα κρίνει· πολλάκις γοῦν ὁρμήσας κεκράτηται τῷ λογισμῷ καὶ λογισάμενος, πάλιν έπελογίσατο, καὶ αἰσθάνεται ἕκαστος, εἰ τῆς ἀληθείας γένοιτο φίλος, ὅτι ἄλλος παρά τὰς σωματικὰς αἰσθήσεις ἐστὶν ὁ τῶν ἀνθρώπων. νοῦς* διὰ τοῦτο γοῦν ὡς ἄλλος ὢν, αὐτῶν τῶν αἰσθήσεων γίνεται κριτής · καὶ ὧν ἐκεῖναι ἀντιλαμβάνονται, ταῦτα οὗτος διακρίνει, καὶ ἀναμιμνήσκει, καὶ δείκνυσιν αὐταῖς τὸ κρεῖττον ο Ὀφθαλμοῦ μὲν γὰρ ἐστι μόνον τὸ ὁρᾷν, καὶ ὤτων τὸ ἀκούειν, καὶ στόματος τὰ γεύεσθαι, καὶ ῥινὸς ὀδμῶν ἀντιλαμβάνεσθαι, καὶ χειρῶν τὸ ἄπτεσθαιʼ ἀλλʼ ἃ δεῖ ὁρᾷν καὶ ἀκούειν, καὶ ὧν ἅπτεσθαι δεῖ, καὶ γεύεσθαι, καὶ ὀδμὰσθαι, οὐκέτι τῶν αἰσθήσεών ἐστιν, ἀλλά ψυχῆς καὶ τοῦ ταύτης νοῦ διακρῖναι. Ἀμέλει καὶ ξίφους λαβέσθαι δύναται ἡ χεὶρ, καὶ δηλητηρίου γεύσασθαι τὸ στόμα· ἀλλʼ οὐκ οἶδεν, ὅτι , βλάπτει ταῦτα, εἰ μή ὁ νοῦς διακρίνῃ. Καὶ ἔοικέ γε τὸ τοιοῦτον, ἵνα ἐπὶ εἰκόνος αὐτὸ θεωρήσωμεν, λύρᾳ καλῶς κατεσκευασμένῃ, καὶ τῷ ταύτην κρατοῦντι μουσικῷ μετʼ ἐπιστήμης. Ὠς γὰρ αἱ ἐν τῇ λύρᾳ νευραὶ ἕκασται μὲν ἔχουσι τὸν ἴδιον φθόγγον, ἡ μὶν βαρὺν, ἡ δὲ ὀξὺν, ἡ δὲ μέσον, ἡ δὲ ὀξύτονονο ἡ δὲ ἀλλον· ἀδιάκριτος δέ ἐστιν αὐτῶν ἁρμονία καὶ ἀδιάγνωστος ἡ σύνθεσις χωρίς τοῦ ἐπιστήμονος· τότε γὰρ καὶ ἠ ἁρμονία αὐτῶν δείκνυται καὶ ἡ σύνταξις ὀρθὴ, ὅταν ὁ κατέχων τήν λύραν πλήξῃ τὰς νευρὰς, καὶ ἁρμοδίως ἑκάστης ἅψηται τοῦτον τὸν τρόπον καὶ τῶν αἰσθήσεων έν τῷ σώματι ὡς λύρας ἡρμοσμένων, ὅταν ὁ ἐπιστήμων νοῦς αὐτῶν ἡγεμονεύῃ· τότε καὶ διακρίνει ἡ ψυχὴ, καὶ οἶδεν ’ὀ ποιεῖ καὶ πράττει. Τοῦτο δὲ μόνον ἵδιον ἀνθρώπων ἐστὶ, καί τοῦτό ἐστι τὸ λογικὸν τῆς ψυχῆς τῶν ἀνθρώπων, ᾧ χρωμένη διαλλάττει τῶν ἀλόγων, καὶ δείκνυσιν, ὅτι ἀληθῶς ἄλλη παρά τὸ φαινόμενόν ἐστιν ἐν σώματι. Πολλάκις γοῦν κειμένου τοῦ σώματος ἐπὶ γῆς, τὰ έν οὐρανοῖς φαντάζεται καί θεωρεῖ ὁ ἄνθρωπος· καὶ πολλάκις τοῦ σώματος ἠρεμοῦντος καί ἡσυχάζοντος καὶ καθεύδοντος, κινεῖται ἔνδον ὁ ἅνθρωπος, καὶ τὰ ἔξωθεν ἑαυτοῦ θεωρεῖ, χώρας ἀποδημῶν καὶ περιπατῶν, καὶ ἀπαντῶν τοῖς γνωρίμοις, καὶ πολλάκις διὰ τούτων τὰς μεθʼ ἡμέραν πράξεις ἑαυτοῦ μαντευόμενος καί προγινῶσκων. Τοῦτο δὲ τί ἂν εἷή ἓτερον ἢ ψυχὴ λογική, ἐν ᾗ λογίζεται καῖ νοεῖ τὰ ὑπὲρ ἑαυτὸν ὁ ἅνθρωπος;

Prōton min oun ou mikron gnōrisma tou logikēn einai tēn tōn anthrōpōn psychēn, ek tou pros ta aloga diallattein autēn; dia touto gar hekeina min kalein aloga hē physis heiʼōthen, epeidē tōn anthrōpōn to genos esti logikon; epeita de kai touto pros apodeixin ou to tychon an heiē, ek tou monon ton anthrōpon ta exōthen heautou logizesthai, kai enthymeisthai ta mē paronta, kai palin epilogizesthai kai krisei to kreitton tōn logismōn haireisthai; ta men gar aloga, mona ta paronta blepei, kai pros mona ta en ophthalmois hormą, kan meta tauta tēn blabēn echę̄. Ho de anthrōpos ou pros ta blepomena hormą.alla tǭ logismǭ ta dia tōn ophthalmōn horōmena krinei; pollakis goun hormēsas kekratētai tǭ logismǭ kai logisamenos, palin epelogisato, kai aisthanetai hekastos, ei tēs alētheias genoito philos, hoti allos para tas sōmatikas aisthēseis estin ho tōn anthrōpōn. nous* dia touto goun hōs allos ōn, autōn tōn aisthēseōn ginetai kritēs ; kai hōn ekeinai antilambanontai, tauta houtos diakrinei, kai anamimnēskei, kai deiknysin autais to kreitton o Ophthalmou men gar esti monon to horąn, kai ōtōn to akouein, kai stomatos ta geuesthai, kai rhinos odmōn antilambanesthai, kai cheirōn to aptesthaiʼ allʼ ha dei horąn kai akouein, kai hōn haptesthai dei, kai geuesthai, kai odmasthai, ouketi tōn aisthēseōn estin, alla psychēs kai tou tautēs nou diakrinai. Amelei kai xiphous labesthai dynatai hē cheir, kai dēlētēriou geusasthai to stoma; allʼ ouk oiden, hoti , blaptei tauta, ei mē ho nous diakrinę̄. Kai eoike ge to toiouton, hina epi eikonos auto theōrēsōmen, lyrą kalōs kateskeuasmenę̄, kai tǭ tautēn kratounti mousikǭ metʼ epistēmēs. Ōs gar hai en tę̄ lyrą neurai hekastai men echousi ton idion phthongon, hē min baryn, hē de oxyn, hē de meson, hē de oxytonono hē de allon; adiakritos de estin autōn harmonia kai adiagnōstos hē synthesis chōris tou epistēmonos; tote gar kai ē harmonia autōn deiknytai kai hē syntaxis orthē, hotan ho katechōn tēn lyran plēxę̄ tas neuras, kai harmodiōs hekastēs hapsētai touton ton tropon kai tōn aisthēseōn en tǭ sōmati hōs lyras hērmosmenōn, hotan ho epistēmōn nous autōn hēgemoneuę̄; tote kai diakrinei hē psychē, kai oiden ’o poiei kai prattei. Touto de monon hidion anthrōpōn esti, kai touto esti to logikon tēs psychēs tōn anthrōpōn, hǭ chrōmenē diallattei tōn alogōn, kai deiknysin, hoti alēthōs allē para to phainomenon estin en sōmati. Pollakis goun keimenou tou sōmatos epi gēs, ta en ouranois phantazetai kai theōrei ho anthrōpos; kai pollakis tou sōmatos ēremountos kai hēsychazontos kai katheudontos, kineitai endon ho hanthrōpos, kai ta exōthen heautou theōrei, chōras apodēmōn kai peripatōn, kai apantōn tois gnōrimois, kai pollakis dia toutōn tas methʼ hēmeran praxeis heautou manteuomenos kai proginōskōn. Touto de ti an heiē heteron ē psychē logikē, en hę̄ logizetai kai noei ta hyper heauton ho hanthrōpos?

First, then, no small mark that the human soul is rational is that it differs from the irrational animals; for this is why nature is accustomed to call them irrational, because the human race is rational. Next, this too would be no ordinary proof: that man alone reasons about things outside himself, considers things that are not present, reflects on them again, and by judgment chooses the better of his reasonings. For the irrational animals see only what is present and rush only at what is before their eyes, even if harm follows. But man does not rush at what he sees; he judges by reasoning what is seen by the eyes. Often, at any rate, after he has started forward he is restrained by reasoning, and having reasoned, he reconsiders. And everyone, if he is a friend of the truth, perceives that the human mind is something other than the bodily senses. Because it is something other, it becomes the judge of the senses themselves; what they perceive, the mind discerns, recalls, and shows them what is better. For it belongs to the eye only to see, to the ears to hear, to the mouth to taste, to the nose to perceive smells, and to the hands to touch; but what one ought to see and hear, and what one ought to touch, taste, and smell, is no longer for the senses but for the soul and its mind to discern. The hand can certainly grasp a sword, and the mouth taste poison; but they do not know that these things are harmful unless the mind discerns it. To look at this through an image, it is like a well-made lyre and the musician who holds it with skill. For the strings in the lyre each have their own note, one low, one high, one middle, one sharp, another something else; yet their harmony cannot be distinguished nor their arrangement recognized without the skilled man. Their harmony and right arrangement are shown only when the one holding the lyre strikes the strings and touches each one fittingly. In the same way, when the senses in the body are tuned like a lyre and the skilled mind directs them, then the soul discerns and knows what it does and acts. This alone is proper to human beings, and this is the rationality of the human soul, by using which it differs from the irrational animals and shows that it is truly something other than what is seen in the body. Often, at any rate, while the body lies on the earth, a man imagines and contemplates the things in the heavens; and often, while the body is still and at rest and asleep, the man moves within and contemplates things outside himself, traveling to foreign lands and walking about and meeting acquaintances, and often through these things divining and foreknowing his actions of the following day. What else would this be but a rational soul, in which man reasons and perceives things beyond himself?

Notes and citation

Summary: The human soul is rational, as shown by deliberate choice, by the mind’s judging the senses as a musician governs a lyre, and by thought ranging beyond the body.

Notes on the original text

  • Digital text corrected (OCR: 6 for ὁ; OCR: Latin letters; OCR: lost word; OCR: misread accents; OCR: misread case; OCR: misread letter; OCR: misread letters; OCR: word split; OCR: words joined): αύτήψ → αὐτήν·; καὶπρὸς → καὶ πρὸς; κρίvst' → κρίνει·; αῗσθήσέων → αἰσθήσεων; ἐκεῖ· ναι → ἐκεῖναι; Δμέλει → Ἀμέλει; τὸ noua: → τὸ στόμα·; ἔοικέ γη τὰ τοιοῦτον, τίνα → ἔοικέ γε τὸ τοιοῦτον, ἵνα; ποΛλάκις → πολλάκις; έν λογίζεται → ἐν ᾗ λογίζεται; ταν 6 κατ → ταν ὁ κατ; ταν 6 ἐπι → ταν ὁ ἐπι; ρεῖ 6 ἄνθ → ρεῖ ὁ ἄνθ; δον 6 ἅνθ → δον ὁ ἅνθ; τὸν 6 ἅνθ → τὸν ὁ ἅνθ.

Cite (SBL): Athanasius, Gent. 31 (PG 25:61b–64b; trans. Sophia Scriptura, https://sophiascriptura.com/fathers/athanasius-contra-gentes/22/#p-31).

BibTeX · RIS (whole work; this passage's key: sophiascriptura-athanasius-contra-gentes-31) · Report an error

Translation: Translated by Claude from the Greek of Migne's Patrologia Graeca (scan OCR, corrections logged; lines lost in the scan marked …), then compared section by section with the public-domain English of NPNF² 4 (Robertson, 1892); differences checked against the Greek.