Homilies on the Gospel of Matthew 15.2–15.6
Greek text: Field 1839.English: Claude (claude-opus-5-5), public domain (CC0). Compare: Nicene and Post-Nicene Fathers, series 1, vol. 10 (1888).
Chapter 15
15.2Field 1
Καὶ γὰρ πολλοὶ τῆς ταπεινοφρυσύνης οἱ τρόποι καὶ ὁ μέν ἐστι ταπεινὸς συμμέτρως; ὁ δὲ μεθ᾽ ὑπερβολῆς ἁπάσης. Ταύτην καὶ ὁ μακάριος προφήτης ἐπαινεῖ τὴν ταπεινοφροσύνην, τοὺ τὴν ἁπλῶς κατεσταλμένην ἡμῖν διάνοιαν ὑπογράφων, αλλὰ τὴν σφόδρα συντεθραυσμένην, δι ὧν φησι θυσία τῷ θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ θεὸς οὐκ ἐξουδενώσει. Καὶ οἱ παῖδες δὲ οἱ τρεῖς ταύτην αντὲ θυσίας μεγάλης προσάγουσι τῷ θεῳ, λέγοντες αλλ ἐν ψυχῆ συντετριμμένῃ καὶ πνεύματι ταπεινώσεως προσδεχθείημεν. Ταύτην καὶ ὁ Χριστὸς μακαρίζει νῦν. ᾿Επειδὴ γὰρ τὰ μέγιστα τῶν κακῶν καὶ τὴν οἰκουμένην λυμηνάμενα ἅπασαν εξ απονοίας εἰσήλθεν' (ὅ τε γὰρ διάβολος οὐκ ὧν πρὸ τούτου τοιοῦτος, οὕτω διάβολος γέγονεν ὅπερ οὖν καὶ ὁ Παῦλος δηλών ἔλεγεν ἵνα μὴ τυφωθεὶς εἰς κρίμα ἐμπέσῃ τοῦ διαβόλου τε πρῶτος ἄνθρωπος ταύταις παρὰ τοῦ διαβόλου φυσηθεὶς ταῖς ἐλπίσιν ἐξετραχηλίσθη καὶ θνητὸς ἐγένετο προσδοκήσας γὰρ ἔσεσθαι θεὸς, καὶ ὅπερ εἶχεν ἀπώλεσεν ὅπερ οὖν καὶ ὁ θεὸς ὀνειδίζων αὐτῷ, καὶ τὴν ἄνοιαν αὐτοῦ κωμῳδῶν, ἔλεγεν' ὦ ἰδοὺ ᾿Αδὰμ γέγονεν ὡς εἷς ἐξ ἡμῶν καὶ ἕκαστος δὲ τῶν μετὰ ταῦτα ἐντεῦθεν «ἰς ἀσέβειαν ἐξώκειλεν, ἰσοθεΐαν φαντασθείς) ἐπεὶ οὖν αὕτη τῶν κακῶν ἡ ἀκρόπολις ἣν, καὶ ἡ ῥίζα καὶ ἡ πηγὴ τῆς πονηρίας ἁπάσης, τῷ νοσήματι τὸ κατάλληλον κατασκευάζων φάρμακον, ὥσπερ θεμέλιον ἰσχυρόν τινα καὶ ἀσφαλῆ τοῦτον πρῶτον κατεβάλετο τὸν νόμον. Ταύτης γὰρ ὑποκειμένης, μετὰ ἀσφαλείας ἅπαντα τὰ ἄλλα ἐπιτίθησιν ὁ οἰκοδομῶν᾽ ταύτης δὲ ἀνηρημένης, κἂν μέχρι τῶν οὐρανῶν φθάσῃ πολιτευόμενος, ἅπαντα ὑποσύρεται ῥᾳδίως, καὶ εἰς χαλεπὸν καταστρέφει τέλος. Κἀν νηστείαν, κἂν εὐχήν, κἂν ἐλεημοσύνην, κἂν σωφροσύνην, κἂν ἀλλ᾽ ὁτιοῦν ᾿συναγάγης ἀγαθὸν, ταπεινοφροσύνης χωρὶς, διαῤῥεῖ καὶ ἀπόλλυται ἅπαντα. Ὅπερ οὐν καὶ ἐπὶ τοὺ Φαρισαίου γέγονε. Καὶ γὰρ μετὰ τὸ φθάσαι εἰς αὐτὴν τὴν κορυφὴν, πάντα ἀπολέσας κατέβη, ἐπειδὴ τὴν μητέρα τῶν ἀγαθῶν οὐκ εἶχεν. Ὥσπερ γὰρ ἡ ἀπόνοια πηγὴ κακίας ἁπάσης ἐστὶν, οὕτως ἡ ταπεινοφροσύνη φιλοσοφίας ἁπάσης ἀρχή. Διὸ καὶ ἐντεῦθεν ἃ ἄρχεται, πρόῤῥιζον ανασπῶν τὴν ἀλαζονείαν ἐκ τῆς τῶν ἀκουόντων ψυχῆς. Καὶ τί τοῦτο πρὸς τοὺς μαθητὰς, φησὶ, τοὺς πάντοθεν ὄντας ταπεινούς; Οὐδὲ γὰρ εἶχον ἀφορμὴν ἀπονοίας τινὰ, ἁλιεῖς καὶ πένητες καὶ ἄσημοι καὶ ἰδιῶται. Εἰ καὶ μὴ πρὸς τοὺς μαθητὰς ᾿ταῦτα, ἀλλὰ πρὸς γε τοὺς παρόντας τότε, καὶ τοὺς μετὰ ταῦτα μέλλοντας αὐτοὺς ὑποδέχεσθαι, ἵνα μὴ διὰ ταῦτα αὐτῶν καταφρονώσι μᾶλλον δὲ καὶ πρὸς τοὺς μαθητάς. Εἰ γὰρ καὶ μὴ τότε, ἀλλ᾽ ὕστερον ἔμελλον δεῖσθαι τῆς ὠφελείας ταύτης, μετὰ τὰ σημεῖα καὶ τὰ θαύματα, καὶ τὴν τῆς οἱκουμένης τιμὴν; καὶ τὴν πρὸς θεὸν παῤῥησίαν. Οὔτε γὰρ πλοῦτος, οὔτε δυναστεία, οὐκ αὐτὴ ἡ βασιλεία οὕτως ἐπᾶραι ἦν ἱκανὴ, ὡς τὰ ἐκείνοις ὑπάρξαντα ἅπαντα. Ἄλλως δὲ καὶ πρὸ τῶν σημείων εἰκὸς ἣν αὐτοὺς καὶ τότε ἐπαρθῆναι, τὸ πλῆθος ὁρῶντας καὶ τὸ θέατρον ἐκεῖνο τὸ περιεστηκὸς τὸν διδάσκαλον, καὶ παθεῖν τι ἀνθρώπινον. Διόπερ αὐτῶν εὐθέως καταστέλλει τὸ φρόνημα. Καὶ οὐκ εἰσάγει ἐν τάξει παραινέσεων τὰ λεγόμενα καὶ ἐπιταγμάτων, ἀλλ᾽ ὃν τάξει μακαρισμοὺ, ἀνεπαχθέστερον τὸν λόγον ποιῶν; καὶ πᾶσιν ἀνοίγων τὸ τῆς διδασκαλίας στάδιον. Οὐ γὰρ εἶπεν, ὁ δεῖνα καὶ ὁ δεῖνα, ἀλλ᾽ οἱ ταῦτα ποιοῦντες μακάριοι πάντες. Ὥστε κὰἀν δοῦλος ἧς, κἂν πτωχός, κὰν πένης, κἂν ξένος, κἀν ἰδιώτης, οὐδὲν ἐστι τὸ κωλύον σε ἔσεσθαι μακάριον, ἂν τὴν ἀρετὴν ταύτην ζηλώσης. Ἀρξάμενος τοίνυν ἐντεῦθεν, ὅθεν μάλιστα ἐχρῆν, πρόεισιν ἐφ᾽ ἑτέραν ἐντολὴν, ἢ ἀπεναντίας δοκοῦσαν εἶναι τῆ τῆς οἰκουμένης ψήφῳ. Ἀπαάντων γὰρ τοὺς χαίροντας ζηλωτοὺς εἶναι νομιζόντων, τοὺς δὲ ἐν ἀθυμίᾳ καὶ πενίᾳ καὶ πένθει ἀθλίους, αὐτὸς τούτους ἀντ᾽ ἐκείνων μακαρίζει, λέγων οὕτω μακάριοι οἱ πενθοῦντες. Καέτοιγε ἅπαντες αὐτοὺς ταλανίζουσι. Διὰ γὰρ τοῦτο προλαβὼν τὰ σημεῖα εἰργάσατο, ἵνα τοιαῦτα νομοθετῶν αξιόπιστος ἢ η. Καὶ ἐνταῦθα δὲ πάλιν οὐχ «ἁπλῶς τοὺς πενθοῦντας τέθεικεν, ἀλλὰ τοὺς ὑπὲρ ἁμαρτημάτων τοῦτο ποιοῦντας ὡς τό γε ἕτερον καὶ σφόδρα ἐστὶ κεκωλυμένον, τὸ ἐπί τινι τῶν βιωτικῶν θρηνεῖν. Ὅπερ οὖν καὶ ὁ Παῦλος ἐδήλου λέγων. ὃ ὅτι ἢ μὲν τοῦ κόσμου λύπη θανατον κατεργάζεται ἡ δὲ κατὰ θεὸν μετάνοιαν εἰς σωτηρίαν ἀμεταμέλητον κατεργάζεται Τούτους τοίνυν καὶ αὐτὸς Ὁ ἐνταῦθα μακαρίζει τοὺς οὕτω λυπουμένους καὶ οὐδὲ ἁπλῶς τοὺς λυπουμένους τέθεικεν, ἀλλὰ τοὺς μετ᾽ ἐπιτάσεως. Διόπερ οὐδὲ εἶπεν; οἱ λυπούμενοι, ἀλλὰ, οἱ πενθοῦντες. Καὶ γὰρ αὕτη πάλιν ἡ ἐντολὴ πάσης ἐστὶ φιλοσοφίας διδάσκαλος. Εἰ γὰρ οἱ παῖδας, ἣ ἢ γυναῖκα, ἢ ἄλλον τινὰ τῶν προσηκόντων ἀπελθόντα πενθοῦντες, οὐ χρημάτων, οὐ σωμάτων ἐρῶσι κατ᾽ ἐκεῖνον τῆς ὀδύνης τὸν καιρὸν, ου δόξης ἐφίενται, οὐχ ὕβρεσι παροξύνονται, οὐχ ὑπὸ βασκανίας ἁλίσκονται, οὐχ ὑπὸ ἄλλου πολιορκοῦνταί τινος πάθους, τοῦ πένθους γινόμενοι μόνον πολλῷ μᾶλλον οἱ τὰ ἁμαρτήματα πενθοῦντες τὰ ἑαντῶν, ὡς πενθεῖν ἄξιον, μείζονα ταύτης ἐπιδείξονται φιλοσοφίαν. Εἶτα, τί τὸ ἔπαθλον αὐτοῖς; Ὅτι αὐτοὶ παρακληθήσονται, φησίν. Ποὺ ᾿παρακληθήσονται: εἰπέ μοι. Καὶ ἐνταῦθα καὶ ἐκεῖ. ᾿Επειδὴ γὰρ τὸ ἐπίταγμα σφόδρα ἢ ἥν φορτικὸν καὶ ἐπαχθὲς, ὃ ὃ μάλιστα αὐτὸ κοῦφον ἐποίει, τοῦτο ὑπέσχετο δώσειν. Ὥστε εἰ θέλεις παρακαλεῖσθαι, πένθει. Καὶ μὴ νομίσης αἴνυγμα εἶναι τὸ εἰρημένον. Ὅταν γὰρ ὃ θεὸς παρακαλῇ, κἂν μυρίαι νιφάδες ἐπέλθωσι λυπηρῶν, πάντων ἀνώτερος ἔσῃ. Καὶ γὰρ πολλῷ μείζους ἀεὶ τῶν πόνων δίδωσι τὰς ἀμοιβὰς ὁ θεός ὃ δὴ καὶ ἐνταῦθα πεποίηκε; μακαρίους ἀποφαίνων τοὺς πενθοῦντας, οὐ κατὰ τὴν τοῦ πράγματος ἀξίαν, ἀλλὰ κατὰ τὴν αὐτοῦ φιλανθρωπίαν. Οἱ γάρ πενθοῦντες, πλημμελήματα πενθοῦσι τοῖς δὲ τοιούτοις ἀρκεῖ τὸ συγγνώμης ἀπολαῦσαι καὶ ἀπολογίας τυχεῖν. ᾿Αλλ᾽ ἐπειδὴ αὐτὸς σφόδρα ἐστὶ φιλάνθρωπος, ᾿οὐδὲ ἐν τῇ τῶν κολάσεων ἀναιρέσει, οὐδὲ ἐν τῆ τῶν ἁμαρτημάτων ἀπαλλαγῇ τὴν ἀντίδοσιν ἵστησιν, ἀλλὰ καὶ μακαρίους ποιεῖ, καὶ πολλῆς μεταδίδωσι παρακλήσεως. Πενθεῖν δὲ ἡμᾶς οὐχ ὑπὲρ τῶν οἰκείων μόνον, αλλὰ καὶ ὑπὲρ τῶν ἀλλοτρίων κελεύει πλημμελημάτων᾽ οἷαι τῶν ἁγίων ἤσαν αἱ ψυχαί: οἵα ἦν ἡ τοῦ Μωσέως οἵα ἡ τοῦ Παύλου ἡ τοῦ Δαυΐδ' καὶ γὰρ καὶ οὗτοι παντες ἀλλότρια πολλάκις ἐπένθησαν κακα. εἴ Μακάριοι οἱ πραεῖς, ὅτι αὑτοὶ κληρονομήσουσι τὴν γῆν Ποίαν γῆν; εἰπέ μοι. Τινὲς νοητήν φασιν. ᾿Αλλ᾽ οὐκ ἔστι τοῦτο οὐδαμοῦ γὰρ εὑρίσκομεν ἐν τῇ γραφῆ γῆν νοητήν. ᾿Αλλὰ τί ποτέ ἐστι τὸ εἰρημένον: Αἰσθητὸν Ο τίθησιν ἔπαθλον, ὥσπερ καὶ ὁ Παῦλος. Εἰπὼν γάρ, τίμα τὸν πατέρα σου καὶ τὴν μητέρα σου. ἐπήγαγεν, οὕτω γὰρ ἐσῆ μακροχρόνιος ἐπὶ τῆς Ὑη:. Καὶ αὐτὸς τῷ ληστῇ πάλιν Ἢ ἐς σήμερον μετ᾽ ἐμοῦ ἔση ἐν τῷ παραδείσῳ. Οὔτε γὰρ ἀπὸ τῶν μελλόντων ἀγαθῶν προτρέπει μόνον, αλλὰ καὶ ἀπὸ τῶν παρόντων, διὰ τοὺς παχυτέρους τῶν ἀκροωμένων καὶ πρὸ τῶν μελλόντων ἐκεῖνα ζητοῦντας. Διὰ τοῦτο γοῦν καὶ προϊὼν ἐλεγεν᾽ ἴσθι εὐνοῶν τῷ ἀντιδίκῳ σου. ΕἾτα τῆς τοιαύτης φιλοσοφίας τὸ ἔπαθλον τίθησι, καί φησι’ μή ποτέ σὲ παραδῳ ὁ ἀντίδικος τῷ κριτῇ, καὶ ὁ κριτὴς τῷ ὑπηρέτῃ. Ὁρᾷς πόθεν ἐφόβησεν: ᾿Απὸ τῶν παρὰ πόδας συμβαινόντων. Καὶ πάλιν ὃς ἐὰν εἴπῃ τῷ ἀδελφῷ αὐτοῦ. ῥακὰ, ἔνοχος ἔσται τῷ συνεδρίῳ. Καὶ ὁ Παῦλος δὲ ἢ αἰσθητὰ τιθεὶς ἔπαθλα πολὺς ἐστι, καὶ ἀπὸ τῶν παρόντων προτρέπων' οἷον ὡς ὅταν περὶ παρθενίας διαλέγηται οὐδὲν γὰρ περὶ τῶν οὐρανῶν εἰπὼν ἐκεῖ, τέως απὸ τῶν παρόντων ἐνάγει, λέγων διὰ τὴν ἐνεστῶσαν ἀνάγκην καὶ, ἐγὼ δὲ ὑμῶν φείδομαι καὶ, θέλω δὲ ὑμᾶς ἀμερίμνους εἶναι. Οὕτω δὴ καὶ ὁ Χριστὸς τοῖς πνευματικοῖς τὰ αἰσθητὰ ἀνέμιξεν. ᾿Επειδὴ γὰρ νομίζεται ὁ πρᾶος ἅπαντα ἀπολλύναι τὰ ἑαυτοῦ, τὸ ἐναντίον ὑπισχνεῖται λέγων, ὅτι οὗτος μὲν οὖν ἐστιν ὁ μετὰ ἐφ λιν τὰ ὄντα κεκτημένος, ὁ μὴ θρασὺς, μηδὲ ἀλαζών’ ὁ δὲ τοιοῦτος καὶ τῶν πατρῴων ἐκστήσεται πολλάκις, καὶ αὐτῆς τῆς ψυχῆς. Ἄλλως δὲ καὶ ἐπειδὴ εν τῇ παλαιᾷ συνεχὼς προφήτης, ὁ οἱ γάρ͵ πραεῖς κληρονομήσουσι γῆν, ἔλεγεν, ἀπὸ τῶν συντρόφων αὐτοῖς ῥημάτων ἐνυφαίνει τὸν λόγον, ὥστε μὴ πανταχοῦ ξενοφωνεῖσθαι. Ταῦτα δὲ λέγει, οὐ μέχρι τών παρόντων ἢ ἱστὰς τὰς ἀμοιβὰς, αλλὰ μετὰ τούτων κακεῖνα παρέχων. Ἄν τε γὰρ πνευματικὸν εἴπη τι, οὐκ ἀφαιρεῖται τὰ ἐν τῷ παρόντι βίῳ; ἄν τε τῶν ἐν τῷ βίῳ τι πάλιν ὑπόσχηται, οὐ μέχρι τούτου τὴν ὑπόσχεσιν ἵστησι. ζητεῖτε γὰρ, φησὶ, τὴν βασιλείαν τοῦ θεοῦ, καὶ ταῦτα πάντα προστεθήσεται ὑμῖν καὶ παλιν ὅστις ἀφῆκεν οἰκίας, ἤ ἀδελφοὺς, ἑκατονταπλασίονα λήψεται ἐν τῷ αἰῶνι τούτῳ, καὶ ἐν τῷ μέλλοντι ζωὴν αἰώνιον κληρονομήσει. Μακάριοι οἱ πεινώντες καὶ διψῶντες τὴν δικαιοσύνην. Ποίαν δικαιοσύνην: Ἢ τὴν καθόλου φησὶν ἀρετὴν, ἢ τὴν μερικὴν ταύτην τὴν ἀπεναντίας τῇ πλεονεξίᾳ κειμένην. ᾿Επειδὴ γάρ μέλλει περὶ ἐλεημοσύνης ἐπιτάττειν, δεικνὺς πῶς ἐλεεῖν χρή» οἷον ὅτι οὐκ εξ ἁρπαγῆς, οὐδὲ ἐκ πλεονεξίας, μακαρίζει τοὺς δικαιοσύνης ἀντιποιουμένους.
Kai gar polloi tēs tapeinophrysynēs hoi tropoi kai ho men esti tapeinos symmetrōs? ho de meth᾽ hyperbolēs hapasēs. Tautēn kai ho makarios prophētēs epainei tēn tapeinophrosynēn, tou tēn haplōs katestalmenēn hēmin dianoian hypographōn, alla tēn sphodra syntethrausmenēn, di hōn phēsi thysia tǭ theǭ pneuma syntetrimmenon, kardian syntetrimmenēn kai tetapeinōmenēn ho theos ouk exoudenōsei. Kai hoi paides de hoi treis tautēn ante thysias megalēs prosagousi tǭ theǭ, legontes all en psychē syntetrimmenę̄ kai pneumati tapeinōseōs prosdechtheiēmen. Tautēn kai ho Christos makarizei nyn. ᾿Epeidē gar ta megista tōn kakōn kai tēn oikoumenēn lymēnamena hapasan ex aponoias eisēlthen' (ho te gar diabolos ouk hōn pro toutou toioutos, houtō diabolos gegonen hoper oun kai ho Paulos dēlōn elegen hina mē typhōtheis eis krima empesę̄ tou diabolou te prōtos anthrōpos tautais para tou diabolou physētheis tais elpisin exetrachēlisthē kai thnētos egeneto prosdokēsas gar esesthai theos, kai hoper eichen apōlesen hoper oun kai ho theos oneidizōn autǭ, kai tēn anoian autou kōmǭdōn, elegen' ō idou ᾿Adam gegonen hōs heis ex hēmōn kai hekastos de tōn meta tauta enteuthen «is asebeian exōkeilen, isotheïan phantastheis) epei oun hautē tōn kakōn hē akropolis hēn, kai hē rhiza kai hē pēgē tēs ponērias hapasēs, tǭ nosēmati to katallēlon kataskeuazōn pharmakon, hōsper themelion ischyron tina kai asphalē touton prōton katebaleto ton nomon. Tautēs gar hypokeimenēs, meta asphaleias hapanta ta alla epitithēsin ho oikodomōn᾽ tautēs de anērēmenēs, kan mechri tōn ouranōn phthasę̄ politeuomenos, hapanta hyposyretai rhądiōs, kai eis chalepon katastrephei telos. Kan nēsteian, kan euchēn, kan eleēmosynēn, kan sōphrosynēn, kan all᾽ hotioun ᾿synagagēs agathon, tapeinophrosynēs chōris, diarrhei kai apollytai hapanta. Hoper oun kai epi tou Pharisaiou gegone. Kai gar meta to phthasai eis autēn tēn koryphēn, panta apolesas katebē, epeidē tēn mētera tōn agathōn ouk eichen. Hōsper gar hē aponoia pēgē kakias hapasēs estin, houtōs hē tapeinophrosynē philosophias hapasēs archē. Dio kai enteuthen ha archetai, prorrhizon anaspōn tēn alazoneian ek tēs tōn akouontōn psychēs. Kai ti touto pros tous mathētas, phēsi, tous pantothen ontas tapeinous? Oude gar eichon aphormēn aponoias tina, halieis kai penētes kai asēmoi kai idiōtai. Ei kai mē pros tous mathētas ᾿tauta, alla pros ge tous parontas tote, kai tous meta tauta mellontas autous hypodechesthai, hina mē dia tauta autōn kataphronōsi mallon de kai pros tous mathētas. Ei gar kai mē tote, all᾽ hysteron emellon deisthai tēs ōpheleias tautēs, meta ta sēmeia kai ta thaumata, kai tēn tēs hoikoumenēs timēn? kai tēn pros theon parrhēsian. Oute gar ploutos, oute dynasteia, ouk autē hē basileia houtōs eparai ēn hikanē, hōs ta ekeinois hyparxanta hapanta. Allōs de kai pro tōn sēmeiōn eikos hēn autous kai tote eparthēnai, to plēthos horōntas kai to theatron ekeino to periestēkos ton didaskalon, kai pathein ti anthrōpinon. Dioper autōn eutheōs katastellei to phronēma. Kai ouk eisagei en taxei paraineseōn ta legomena kai epitagmatōn, all᾽ hon taxei makarismou, anepachthesteron ton logon poiōn? kai pasin anoigōn to tēs didaskalias stadion. Ou gar eipen, ho deina kai ho deina, all᾽ hoi tauta poiountes makarioi pantes. Hōste kaan doulos hēs, kan ptōchos, kan penēs, kan xenos, kan idiōtēs, ouden esti to kōlyon se esesthai makarion, an tēn aretēn tautēn zēlōsēs. Arxamenos toinyn enteuthen, hothen malista echrēn, proeisin eph᾽ heteran entolēn, ē apenantias dokousan einai tē tēs oikoumenēs psēphǭ. Apaantōn gar tous chairontas zēlōtous einai nomizontōn, tous de en athymią kai penią kai penthei athlious, autos toutous ant᾽ ekeinōn makarizei, legōn houtō makarioi hoi penthountes. Kaetoige hapantes autous talanizousi. Dia gar touto prolabōn ta sēmeia eirgasato, hina toiauta nomothetōn axiopistos ē ē. Kai entautha de palin ouch «haplōs tous penthountas tetheiken, alla tous hyper hamartēmatōn touto poiountas hōs to ge heteron kai sphodra esti kekōlymenon, to epi tini tōn biōtikōn thrēnein. Hoper oun kai ho Paulos edēlou legōn. ho hoti ē men tou kosmou lypē thanaton katergazetai hē de kata theon metanoian eis sōtērian ametamelēton katergazetai Toutous toinyn kai autos Ho entautha makarizei tous houtō lypoumenous kai oude haplōs tous lypoumenous tetheiken, alla tous met᾽ epitaseōs. Dioper oude eipen? hoi lypoumenoi, alla, hoi penthountes. Kai gar hautē palin hē entolē pasēs esti philosophias didaskalos. Ei gar hoi paidas, hē ē gynaika, ē allon tina tōn prosēkontōn apelthonta penthountes, ou chrēmatōn, ou sōmatōn erōsi kat᾽ ekeinon tēs odynēs ton kairon, ou doxēs ephientai, ouch hybresi paroxynontai, ouch hypo baskanias haliskontai, ouch hypo allou poliorkountai tinos pathous, tou penthous ginomenoi monon pollǭ mallon hoi ta hamartēmata penthountes ta heantōn, hōs penthein axion, meizona tautēs epideixontai philosophian. Eita, ti to epathlon autois? Hoti autoi paraklēthēsontai, phēsin. Pou ᾿paraklēthēsontai: eipe moi. Kai entautha kai ekei. ᾿Epeidē gar to epitagma sphodra ē hēn phortikon kai epachthes, ho ho malista auto kouphon epoiei, touto hypescheto dōsein. Hōste ei theleis parakaleisthai, penthei. Kai mē nomisēs ainygma einai to eirēmenon. Hotan gar ho theos parakalę̄, kan myriai niphades epelthōsi lypērōn, pantōn anōteros esę̄. Kai gar pollǭ meizous aei tōn ponōn didōsi tas amoibas ho theos ho dē kai entautha pepoiēke? makarious apophainōn tous penthountas, ou kata tēn tou pragmatos axian, alla kata tēn autou philanthrōpian. Hoi gar penthountes, plēmmelēmata penthousi tois de toioutois arkei to syngnōmēs apolausai kai apologias tychein. ᾿All᾽ epeidē autos sphodra esti philanthrōpos, ᾿oude en tę̄ tōn kolaseōn anairesei, oude en tē tōn hamartēmatōn apallagę̄ tēn antidosin histēsin, alla kai makarious poiei, kai pollēs metadidōsi paraklēseōs. Penthein de hēmas ouch hyper tōn oikeiōn monon, alla kai hyper tōn allotriōn keleuei plēmmelēmatōn᾽ hoiai tōn hagiōn ēsan hai psychai: hoia ēn hē tou Mōseōs hoia hē tou Paulou hē tou Dauïd' kai gar kai houtoi pantes allotria pollakis epenthēsan kaka. ei Makarioi hoi praeis, hoti hautoi klēronomēsousi tēn gēn Poian gēn? eipe moi. Tines noētēn phasin. ᾿All᾽ ouk esti touto oudamou gar heuriskomen en tę̄ graphē gēn noētēn. ᾿Alla ti pote esti to eirēmenon: Aisthēton O tithēsin epathlon, hōsper kai ho Paulos. Eipōn gar, tima ton patera sou kai tēn mētera sou. epēgagen, houtō gar esē makrochronios epi tēs Hyē:. Kai autos tǭ lēstę̄ palin Ē es sēmeron met᾽ emou esē en tǭ paradeisǭ. Oute gar apo tōn mellontōn agathōn protrepei monon, alla kai apo tōn parontōn, dia tous pachyterous tōn akroōmenōn kai pro tōn mellontōn ekeina zētountas. Dia touto goun kai proïōn elegen᾽ isthi eunoōn tǭ antidikǭ sou. EIta tēs toiautēs philosophias to epathlon tithēsi, kai phēsi’ mē pote se paradǭ ho antidikos tǭ kritę̄, kai ho kritēs tǭ hypēretę̄. Horąs pothen ephobēsen: ᾿Apo tōn para podas symbainontōn. Kai palin hos ean eipę̄ tǭ adelphǭ autou. rhaka, enochos estai tǭ synedriǭ. Kai ho Paulos de ē aisthēta titheis epathla polys esti, kai apo tōn parontōn protrepōn' hoion hōs hotan peri parthenias dialegētai ouden gar peri tōn ouranōn eipōn ekei, teōs apo tōn parontōn enagei, legōn dia tēn enestōsan anankēn kai, egō de hymōn pheidomai kai, thelō de hymas amerimnous einai. Houtō dē kai ho Christos tois pneumatikois ta aisthēta anemixen. ᾿Epeidē gar nomizetai ho praos hapanta apollynai ta heautou, to enantion hypischneitai legōn, hoti houtos men oun estin ho meta eph lin ta onta kektēmenos, ho mē thrasys, mēde alazōn’ ho de toioutos kai tōn patrǭōn ekstēsetai pollakis, kai autēs tēs psychēs. Allōs de kai epeidē en tę̄ palaią synechōs prophētēs, ho hoi gar͵ praeis klēronomēsousi gēn, elegen, apo tōn syntrophōn autois rhēmatōn enyphainei ton logon, hōste mē pantachou xenophōneisthai. Tauta de legei, ou mechri tōn parontōn ē histas tas amoibas, alla meta toutōn kakeina parechōn. An te gar pneumatikon eipē ti, ouk aphaireitai ta en tǭ paronti biǭ? an te tōn en tǭ biǭ ti palin hyposchētai, ou mechri toutou tēn hyposchesin histēsi. zēteite gar, phēsi, tēn basileian tou theou, kai tauta panta prostethēsetai hymin kai palin hostis aphēken oikias, ē adelphous, hekatontaplasiona lēpsetai en tǭ aiōni toutǭ, kai en tǭ mellonti zōēn aiōnion klēronomēsei. Makarioi hoi peinōntes kai dipsōntes tēn dikaiosynēn. Poian dikaiosynēn: Ē tēn katholou phēsin aretēn, ē tēn merikēn tautēn tēn apenantias tę̄ pleonexią keimenēn. ᾿Epeidē gar mellei peri eleēmosynēs epitattein, deiknys pōs eleein chrē» hoion hoti ouk ex harpagēs, oude ek pleonexias, makarizei tous dikaiosynēs antipoioumenous.
For there are many kinds of humility: one man is humble in moderation, another with every excess. This is the humility that the blessed prophet too praises, sketching for us not a mind simply subdued but one thoroughly crushed, when he says, “The sacrifice to God is a contrite spirit; a contrite and humbled heart God will not despise.” And the three youths too offer this to God instead of a great sacrifice, saying, “But with a contrite soul and a spirit of humility may we be accepted.” This is what Christ now calls blessed. For since the greatest evils, those that have ravaged the whole world, came in from pride (for the devil, not being such before this, became the devil in this way, as Paul too showed when he said, “lest being puffed up he fall into the condemnation of the devil”; and the first man, puffed up with these hopes by the devil, was thrown headlong and became mortal, for expecting to become a god, he lost even what he had, which is what God too, reproaching him and mocking his folly, said: “Behold, Adam has become like one of us”; and each of those who came after ran aground from here into ungodliness, imagining equality with God), since, then, this was the citadel of evils and the root and spring of all wickedness, preparing the remedy suited to the disease, he laid down this law first, like a strong and secure foundation. For when this is laid beneath, the builder sets all the rest on it in safety; but when it has been removed, even if a man’s conduct reaches up to the heavens, it is all easily undermined and comes to a grievous end. Though you gather fasting, though prayer, though almsgiving, though chastity, though any other good thing whatever, without humility all of it flows away and perishes. This is what happened in the case of the Pharisee. For after reaching the very summit, he went down having lost everything, because he did not have the mother of good things. For as pride is the spring of all wickedness, so humility is the beginning of all philosophy. That is why he begins from here, pulling up arrogance by the roots from the soul of his hearers.
“And what has this to do with the disciples,” someone says, “who were humble on every count? For they had no occasion for pride, being fishermen and poor and obscure and unlearned.” Even if these words were not for the disciples, they were at least for those present then, and for those who were to receive them afterward, so that they might not despise them on this account; or rather, they were for the disciples too. For even if not then, later they were to need this help, after the signs and miracles and the honor of the world and their boldness before God. For neither wealth nor power, not even kingship itself, was able to lift men up as much as all that belonged to them. Besides, it was likely that even then, before the signs, they would be lifted up, seeing the multitude and that theater standing around their teacher, and would feel something human. That is why he at once subdues their pride. And he does not bring in what he says in the form of exhortations and commands, but in the form of a beatitude, making his word less burdensome and opening the arena of his teaching to all. For he did not say, “this man and that man,” but “those who do these things are all blessed.” So that even if you are a slave, even if poor, even if destitute, even if a stranger, even if unlearned, nothing hinders you from being blessed, if you emulate this virtue.
Having begun, then, from where he most needed to, he proceeds to another commandment, which seems to be contrary to the vote of the world. For while all think those who rejoice enviable, and those in dejection and poverty and mourning wretched, he calls the latter blessed instead of the former, saying thus: “Blessed are those who mourn,” although everyone pities them. That is why he worked the signs beforehand, so that in making such laws he might be trustworthy. And here again he has not put simply those who mourn, but those who do this for sins; since the other kind, mourning over some worldly thing, is strictly forbidden. Paul too showed this when he said, “The sorrow of the world works death, but godly sorrow works repentance to salvation, not to be regretted.” These, then, he too here calls blessed, those who grieve in this way; and he has not put simply those who grieve, but those who grieve intensely. That is why he did not say “those who grieve” but “those who mourn.” For this commandment in turn is a teacher of all philosophy. For if those who mourn children or a wife or some other relative who has departed do not, in that season of grief, love money or bodies, do not seek glory, are not provoked by insults, are not caught by envy, are not besieged by any other passion, being given over to mourning alone, much more will those who mourn their own sins, as they deserve to be mourned, show a greater philosophy than this.
Then what is their prize? “For they shall be comforted,” he says. Where shall they be comforted, tell me? Both here and there. For since the command was very burdensome and oppressive, he promised to give what would most of all make it light. So if you want to be comforted, mourn. And do not think that what is said is a riddle. For when God comforts, even if ten thousand snowstorms of sorrows come upon you, you will be above them all. For God always gives rewards much greater than the labors; and this he has done here too, declaring those who mourn blessed, not according to the worth of the thing, but according to his own love for mankind. For those who mourn are mourning offenses, and for such it is enough to enjoy pardon and obtain acquittal. But since he is exceedingly loving toward mankind, he does not stop his recompense at the removal of punishments or at release from sins, but even makes them blessed and gives them much comfort. And he bids us mourn not only for our own offenses but also for those of others. Such were the souls of the saints; such was that of Moses, such that of Paul, such that of David; for all these often mourned the evils of others.
“Blessed are the meek, for they shall inherit the earth.” What earth, tell me? Some say a spiritual one. But this is not so; for nowhere do we find a spiritual earth in Scripture. But what then is meant? He sets forth a sensible prize, as Paul does too. For having said, “Honor your father and your mother,” he added, “for so you shall be long-lived on the earth.” And he himself again says to the thief, “Today you shall be with me in paradise.” For he exhorts not only from the good things to come, but also from the present ones, for the sake of the duller of his hearers, who seek those before the things to come. For this reason, at any rate, as he went on he said, “Be well disposed toward your adversary.” Then he sets the prize of such philosophy, and says, “lest your adversary hand you over to the judge, and the judge to the officer.” Do you see from where he made them afraid? From what happens close at hand. And again: “Whoever says to his brother, ‘Raca,’ shall be liable to the council.” And Paul too is often found setting sensible prizes and exhorting from present things, as when he speaks of virginity; for having said nothing there about the heavens, for the time being he urges from present things, saying, “because of the present distress,” and “I would spare you,” and “I want you to be free from care.” So too Christ mixed sensible things with spiritual. For since the meek man is thought to lose all that is his, he promises the opposite, saying: rather, it is he who possesses his goods in safety, the man who is not rash or boastful; while the other kind will often lose even his patrimony, and his very soul. Besides, since in the Old Testament the prophet continually said, “The meek shall inherit the earth,” he weaves his discourse from words familiar to them, so as not to speak in a strange tongue everywhere. And he says these things not limiting the rewards to the present, but bestowing those as well as these. For whether he says something spiritual, he does not take away the things of the present life; or whether in turn he promises something of this life, he does not stop his promise there. “For seek,” he says, “the kingdom of God, and all these things shall be added to you”; and again, “Whoever has left houses or brothers shall receive a hundredfold in this age, and in the age to come shall inherit eternal life.”
“Blessed are those who hunger and thirst for righteousness.” What righteousness? He means either virtue in general, or this particular righteousness that stands opposed to covetousness. For since he is about to give commands about almsgiving, showing how we must show mercy, namely not from robbery nor from covetousness, he calls blessed those who lay hold of righteousness.
Textual problem in this passage: see the notes.
Ps 51:17 (50:19 LXX) (quotation, high confidence) · 1 Tim 3:6 (quotation, high confidence) · Gen 3:22 (quotation, high confidence) · Gen 3:5 (allusion, high confidence) · Luke 18:14 (allusion, high confidence) · Matt 5:4 (quotation, high confidence) · 2 Cor 7:10 (quotation, high confidence) · Matt 5:5 (quotation, high confidence) · Eph 6:2 (quotation, high confidence) · Eph 6:3 (quotation, high confidence) · Luke 23:43 (quotation, high confidence) · Matt 5:25 (quotation, high confidence) · Matt 5:22 (quotation, high confidence) · 1 Cor 7:26 (quotation, high confidence) · 1 Cor 7:28 (quotation, high confidence) · 1 Cor 7:32 (quotation, high confidence) · Ps 37:11 (36:11 LXX) (quotation, high confidence) · Matt 6:33 (quotation, high confidence) · Matt 19:29 (quotation, high confidence) · Matt 5:6 (quotation, high confidence)
Notes and citation
Summary: Humility is the foundation of the new life because pride is the root of all evil; then those who mourn for sin, the meek, and those who hunger for righteousness are called blessed, with rewards both present and to come.
- Migne’s section 3 begins somewhere in this passage; its numeral is lost in the OCR and its place cannot be fixed. Ps 51:17 (LXX 50:19) and the Prayer of Azariah 16 (Dan 3:39 LXX) are quoted. “Lest being puffed up”: 1 Tim 3:6. “Behold, Adam has become like one of us”: Gen 3:22. The Pharisee: Luke 18:11–14. 2 Cor 7:10; Eph 6:2–3 (Exod 20:12); Luke 23:43; Matt 5:25, 22; 1 Cor 7:26, 28, 32; Ps 37:11 (LXX 36:11); Matt 6:33; 19:29. Leaked apparatus (variant readings) is removed by logged corrections in three places; one damaged phrase (ἐφ λιν, probably ἀσφαλείας) is translated by sense (“in safety”).
Notes on the original text
- Digital text corrected (OCR debris removed (stray marks, sigla, margin letters, page numbers); OCR slip (word split by stray letters); leaked apparatus (variant readings) removed; repeated words removed; stray letters removed; OCR slip (word split by stray letters); repeated words removed; stray letters removed): ταπεινοφροσύνην, τ τοὺ → ταπεινοφροσύνην, τοὺ; θεῷ (θ4) πνεῦμα → θεῷ πνεῦμα; ἐξουδενώσει. ᾽ Καὶ → ἐξουδενώσει. Καὶ; λέγοντες 1. αλλ → λέγοντες αλλ; λυμηνάμενα ἅ ἅπασαν εξ α απονοίας → λυμηνάμενα ἅπασαν εξ απονοίας; ἔλεγεν ἐἐ ἵνα → ἔλεγεν ἵνα; διαβόλου ὅὃ τε → διαβόλου τε; καὶ ᾿ ὅπερ → καὶ ὅπερ; θεμέλιον ἰ ἰσχυρόν → θεμέλιον ἰσχυρόν; κἂν ᾿ εὐχήν, → κἂν εὐχήν,; πρόῤῥιζον ἁ ανασπῶν → πρόῤῥιζον ανασπῶν; ἀλαζονείαν ἐ ἐκ → ἀλαζονείαν ἐκ; ὄντας ταπεινούς ; Οὐδὲ → ὄντας ταπεινούς; Οὐδὲ; πένητες Ἐ; ΟΡ ΤΕ, καὶ → πένητες καὶ; ὑποδέχεσθαι, ἵ ἵνα → ὑποδέχεσθαι, ἵνα; ὑπάρξαντα ἅ ἅπαντα. → ὑπάρξαντα ἅπαντα.; κὰἀν φθάσῃς Β. Θο. φθάσῃ τις ΕῬ. ᾿ συναγῃς Εάαὰά. ταῦτα Β δοῦλος → κὰἀν δοῦλος; ἐφ᾽ ἑ ἑτέραν → ἐφ᾽ ἑτέραν; δὲ ἐ ἐν → δὲ ἐν; οὕτω ᾿5 μακάριοι → οὕτω μακάριοι; ταλανίζουσι. ) Διὰ → ταλανίζουσι. Διὰ; ἐδήλου λέγων . ὃ → ἐδήλου λέγων. ὃ; ἡ ) δὲ → ἡ δὲ; πένθους Ἑ, γινόμενοι → πένθους γινόμενοι; ἀρκεῖ ᾿ τὸ → ἀρκεῖ τὸ; τῇ Β τῶν → τῇ τῶν; Ποίαν γῆν ; εἰπέ → Ποίαν γῆν; εἰπέ; τὸ εἰρημένον : : Αἰσθητὸν → τὸ εἰρημένον: Αἰσθητὸν; γάρ, 5 τίμα → γάρ, τίμα; σου. Ροϑῖ πενθοῦντας ΠΟὨΠπυδηῖ: οὐ κατὰ φύσεως ἀκολουθίαν, ἀλλ᾽ ὑπὲ φύσιν τὸ πρᾶγμα δεικνύς ὅπερ οὐκ αὐτῆς τῆς αξίας τοῦ πράγματος, ἀλλὰ ἴΕΤΡΡ. ΕἾτα → σου. ΕἾτα; κριτὴς }}) τῷ → κριτὴς τῷ; ᾿Απὸ τών Δ σΟΉ το ἀπὸ τῶν → ᾿Απὸ τῶν; συνεδρίῳ. ἰὼ Καὶ → συνεδρίῳ. Καὶ; λέγων ᾿δ διὰ → λέγων διὰ; ἐπειδὴ ἐ εν → ἐπειδὴ εν; συνεχὼς ᾽ προφήτης, → συνεχὼς προφήτης,; ἵστησι. οὐδὸν 5, Ὁ τεῖτε γὰρ, → ἵστησι. ζητεῖτε γὰρ,; κληρονομήσει. ὗὼ Μακάριοι → κληρονομήσει. Μακάριοι; τὴν ἀπὸ τῶν παρόντων προτρέπεται Ε΄, ΟὐδεΥΊ 'καὶ ἀπὸ τών παρόντων Βδίατη μαρεηΐ [πΐετρρ. ἀπὸ} ἀλλ᾽ ἀπὸ Ὁ. Ἐ. Ρ συνεχῶς ἔλεγεν τοῦ ὀνόματος μου : μερικὴν → τὴν μερικὴν; ἐπιτάττειν, ᾿ δεικνὺς → ἐπιτάττειν, δεικνὺς; δικαιοσύνης ᾿ ἀντιποιουμένους. → δικαιοσύνης ἀντιποιουμένους..
Extrabiblical texts: Pr Azar 16 (Prayer of Azariah and Song of the Three Young Men [in RC, EO, ETH canons]; quotation)
Topics: Ethics
Cite (SBL): Chrysostom, Hom. Matt. 15.2 (Field 1; trans. Sophia Scriptura, https://sophiascriptura.com/fathers/chrysostom-hom-matthaeum/15-2/#p-15-2). (abbreviation not yet checked)
BibTeX · RIS (whole work; this passage's key: sophiascriptura-chrysostom-hom-matthaeum-15-2) · Report an error
Translation: Translated by Claude from the Greek of Field's edition (Cambridge 1839; OCR, slips and apparatus sigla removed as logged corrections; gaps from Migne PG 57–58 where noted) and compared afterwards with NPNF¹ 10.
15.4Field 1
Καὶ. ὅρα μεθ᾽ ὅσης αὐτὸ τίθησιν ὑπερβολῆς. Οὐ γὰρ εἶπε, μακάριοι οἱ δικαιοσύνης ἀντεχόμενοι ἀλλὰ, μακάριοι οἱ πεινῶντες καὶ διψῶντες τὴν δικαιοσύνην ἵνα μὴ ἁπλῶς». αλλὰ μετὰ ἐπιθυμίας ἁπάσης αὐτὴν μετίωμεν. ᾿Επειδὴ γὰρ τοῦτο μά- Ο λιστα ἴδιον τῆς πλεονεξίας ἐστὶ, καὶ οὐχ οὕτως ἐρώμεν σιτίων καὶ ποτῶν, ὡς ἡ τοῦ πλείονα κτᾶσθαι καὶ περιβάλλεσθαι, τὴν ἐπιθυμίαν ταύτην περὶ τὸ μὴ πλεονεκτεῖν μεταθεῖναι ἐκέλευσεν. Εἶτα πάλιν αἰσθητὸν τὸ ἔπαθλον ὁρίζει λέγων᾽ ὅτι αὐτοὶ χορτασθήσονται. Διὰ γὰρ τὸ νομίζεσθαι τὴν πλεονεξίαν εὐπόρους ποιεῖν τοὺς πολλοὺς, λέγει ὅτι τουναντίον μὲν οὖν ἐστιν' ἢ γὰρ δικαιοσύνη τοῦτο ἐργάζεται. Μὴ τοίνυν δίκαια πράττων φοβοῦ πενίαν, μηδὲ τρέμε λιμόν. Οἱ γὰρ ἁρπάζοντες, οὗτοι μάλιστά εἰσιν οἱ πάντων ἐκπίπτοντες ὡς ὁ γοῦν δικαιοσύνης ἐρῶν, Στὰ πάντων αὐτὸς Ὁ ἔχει μετὰ ἀσφαλείας. Εἰ δὲ οἱ τῶν ἀλλοτρίων μὴ ἐφιέμεμοι τοσαύτης ἀπολαυουσιν εὐπορίας, πολλῷ μᾶλλον οἱ τὰ ἑαυτῶν προϊέμενοι. Μακάριοι οἱ ἐλεήμονες. Ἐνταῦθα οὐ τοὺς διὰ χρημάτων ἐλεοῦντας μόνον ἐμοὶ δοκεῖ λέγειν, ἀλλὰ καὶ τοὺς διὰ πραγμάτων. Ποικίλος γὰρ ὁ τῆς ἐλεημοσύνης τρόπος, καὶ πλατεῖα αὕτη ἡ ἐντολή. Τί οὖν αὐτῆς τὸ ἔπαθλον; Ὅτι αὐτοὶ ἐλεηθήσονται. Καὶ δοκεῖ μὲν ἀντίδοσις εἶναί τις ἴση ἔστι δὲ πολὺ μεῖζον τοῦ κα- τορθώματος. Αὐτοὶ μὲν γὰρ ἐλεοῦσιν ὡς ἄνθρωποι; ἐλεοῦνται δὲ παρὰ τοῦ τῶν ὅλων θεου. Οὐκ ἔστι δὲ ἴσος ἀνθρώπινὸν ἔλεος καὶ θεῖος, ἀλλ᾽ ὅσον πονηρίας καὶ ἀγαθότητος τὸ μέσον, τοσοῦτον οὗτος ἐκείνου διέστηκε. ἐς Μακάριοι οἱ καθαροὶ τῇ καρδίᾳ, ὅτι αὐτοὶ τὸν θεὸν ὄψονται. ᾿Ιδοὺ πάλιν πνευματικὸν τὸ ἔπαθλον. Καθαροὺς δὲ ἐνταῦθα φησιν, ἤτοι τοὺς καθολικὴν ἀρετὴν κεκτημένους, καὶ μηδὲν ἑαντοῖς συνειδότας πονηρὸν, ἢ τοὺς ἐν σωφροσύνῃ διάγοντατ οὐδενὸς γὰρ ἡμῖν οὕτω δεῖ πρὸς τὸ τὸν θεὸν ἰδεῖν, ὡς τῆς ἀρετῆς ταύτης. Διὸ καὶ ὁ Παῦλος ἔλεγεν᾽ Ἐξ εἰρήνην διωκετε μετὰ πάντων, καὶ τὸν ἁγιασμὸν, οὗ χωρὶς οὐδεὶς ὄψεται τὸν κύριον. Ὄψων δὲ ἐνταῦθα φησιν, ἣν ἀνθρώπῳ δυνατὸν ἰδεῖν. ᾿Επειδὴ γὰρ πολλοὶ ἐλεοῦσι μὲν, καὶ οὐχ ἀρτα ζοῦσ, οὐδὲ πλεονεκτοῦσι, πορνεύουσι δὲ καὶ ἀσελγαίνουσι, δεικνὺς ὅτι οὐκ ἀρκεῖ τὸ πρότερον, καὶ τοῦτο προσέθηκεν. Ὅπερ δὴ καὶ ὁ Παῦλος Μακεδόσιν ἐμαρτύρησε, Κορινθίοις ἐπιστέλλων, ὅτι ου μόνον ἐν ἐλεημοσύνῃ ἐπλούτουν, ἀλλὰ καὶ ἐν τῇ ἄλλῃ ἀρετῇ εἰπὼν γὰρ περὶ τῆς φιλοτιμίας αὐτῶν τῆς ἐν τοῖς χρήμασι, φησὶν, ὅτι καὶ ἑαυτοὺς ἔδωκαν τῷ κυρίῳ καὶ ἡμῖν. Μακαριοι οἱ εἰρηνοποιοί. ᾿Ενταῦθα οὐ τὸ μὴ στασιάζειν ἡ αὐτοὺς μόνον καὶ ἀπεχθάνεσθαι πρὸς ἀλλήλους ἀναιρεῖ, ἀλλὰ καὶ ἕτερόν τι πλέον ἐπιζητεῖ, ἵνα καὶ ἑτέρους στασιάζοντας συνάγωμεν ὅ καὶ πάλιν πνευματικὸν ἐπάγει τὸ ἔπαθλον. Ποῖον δὴ τοῦτο; Ὅτι αὐτοὶ υἱοὶ θεοῦ κληθήσονται. Καὶ γὰρ τοῦ μονογενοὺς ἔργον ἐγένετο τοῦτος. συναγαγεῖν τὰ διεστῶτα, καὶ καταλλάξαι τὰ ἐκπεπολεμωμένα. Εἶτα ἵνα μὴ νομίσῃς. ὅτι πανταχοὺ ἡ εἰρήνη καλὸν, ἐπήγαγε· μακάριοι οἱ δεδιωγμένοι ἕνεκεν δικαιοσύνης τουτέστι, τῆς ἀρετῆς ἕνεκεν, ᾿τῆς ὑπὲρ ὁτέρων προστασίας, τῆς εὐσεβείας. Δικαιοσύνην γὰρ ἡ εἴωθεν αεὶ τὴν ἅπασαν λέγειν τῆς Ψυχῆς φιλοσοφίαν. ὁ Μακάριοί ἐστε, ὅταν ὀνειδίσωσιν ὑμᾶς καὶ διώξωσι, καὶ εἴπωσι πᾶν πονηρὸν ῥῆμα καθ᾽ ὑμῶν ψευδόμενοι, ἕνεκεν ἐμοῦ. Χαίρετε καὶ ἀγαλλιᾶσθε. Οἷον, κἂν γόητας, κἂν πλάνους, κἂν λυμεῶνας, κἂν ὁτιοὺν ἕτερον καλέσωσι,; μακάριοί ἐστε, φησί. Τί τούτων καινότερον γένοιτ᾽ ἂν τῶν ἐπιταγμάτων, ὅταν τὰ τοῖς ἄλλοις φευκτά, ταῦτα ποθεινὰ εἶναι λέγῃ᾽ τὸ πτωχεύειν λέγω, καὶ πενθεῖν, καὶ διώκεσθαι, καὶ κακῶς ἀκούειν. Αλλ᾽ ὅμως καὶ εἶπε, καὶ καὶ ἔπεισεν; οὐχὶ ὃυο καὶ δέκα καὶ εἴκοσι καὶ ἑκατὸν καὶ χιλίους ἀνθρώπους, αλλὰ τὴν οἰκουμένην ἅπασαν. Καὶ ἀκούοντες τὰ φορτικὰ καὶ ἐπαχθῆ καὶ ἀπεναντίας τῇ τῶν πολλῶν συνηθείᾳ, ἐξεπλήττοντο οἱ ὄχλοι. Τοσαύτη ἢ τοῦ λέγοντος δύναμις ἦν.
Kai. hora meth᾽ hosēs auto tithēsin hyperbolēs. Ou gar eipe, makarioi hoi dikaiosynēs antechomenoi alla, makarioi hoi peinōntes kai dipsōntes tēn dikaiosynēn hina mē haplōs». alla meta epithymias hapasēs autēn metiōmen. ᾿Epeidē gar touto ma- O lista idion tēs pleonexias esti, kai ouch houtōs erōmen sitiōn kai potōn, hōs hē tou pleiona ktasthai kai periballesthai, tēn epithymian tautēn peri to mē pleonektein metatheinai ekeleusen. Eita palin aisthēton to epathlon horizei legōn᾽ hoti autoi chortasthēsontai. Dia gar to nomizesthai tēn pleonexian euporous poiein tous pollous, legei hoti tounantion men oun estin' ē gar dikaiosynē touto ergazetai. Mē toinyn dikaia prattōn phobou penian, mēde treme limon. Hoi gar harpazontes, houtoi malista eisin hoi pantōn ekpiptontes hōs ho goun dikaiosynēs erōn, Sta pantōn autos Ho echei meta asphaleias. Ei de hoi tōn allotriōn mē ephiememoi tosautēs apolauousin euporias, pollǭ mallon hoi ta heautōn proïemenoi. Makarioi hoi eleēmones. Entautha ou tous dia chrēmatōn eleountas monon emoi dokei legein, alla kai tous dia pragmatōn. Poikilos gar ho tēs eleēmosynēs tropos, kai plateia hautē hē entolē. Ti oun autēs to epathlon? Hoti autoi eleēthēsontai. Kai dokei men antidosis einai tis isē esti de poly meizon tou ka- torthōmatos. Autoi men gar eleousin hōs anthrōpoi? eleountai de para tou tōn holōn theou. Ouk esti de isos anthrōpinon eleos kai theios, all᾽ hoson ponērias kai agathotētos to meson, tosouton houtos ekeinou diestēke. es Makarioi hoi katharoi tę̄ kardią, hoti autoi ton theon opsontai. ᾿Idou palin pneumatikon to epathlon. Katharous de entautha phēsin, ētoi tous katholikēn aretēn kektēmenous, kai mēden heantois syneidotas ponēron, ē tous en sōphrosynę̄ diagontat oudenos gar hēmin houtō dei pros to ton theon idein, hōs tēs aretēs tautēs. Dio kai ho Paulos elegen᾽ Ex eirēnēn diōkete meta pantōn, kai ton hagiasmon, hou chōris oudeis opsetai ton kyrion. Opsōn de entautha phēsin, hēn anthrōpǭ dynaton idein. ᾿Epeidē gar polloi eleousi men, kai ouch arta zous, oude pleonektousi, porneuousi de kai aselgainousi, deiknys hoti ouk arkei to proteron, kai touto prosethēken. Hoper dē kai ho Paulos Makedosin emartyrēse, Korinthiois epistellōn, hoti ou monon en eleēmosynę̄ eploutoun, alla kai en tę̄ allę̄ aretę̄ eipōn gar peri tēs philotimias autōn tēs en tois chrēmasi, phēsin, hoti kai heautous edōkan tǭ kyriǭ kai hēmin. Makarioi hoi eirēnopoioi. ᾿Entautha ou to mē stasiazein hē autous monon kai apechthanesthai pros allēlous anairei, alla kai heteron ti pleon epizētei, hina kai heterous stasiazontas synagōmen ho kai palin pneumatikon epagei to epathlon. Poion dē touto? Hoti autoi huioi theou klēthēsontai. Kai gar tou monogenous ergon egeneto toutos. synagagein ta diestōta, kai katallaxai ta ekpepolemōmena. Eita hina mē nomisę̄s. hoti pantachou hē eirēnē kalon, epēgage; makarioi hoi dediōgmenoi heneken dikaiosynēs toutesti, tēs aretēs heneken, ᾿tēs hyper hoterōn prostasias, tēs eusebeias. Dikaiosynēn gar hē eiōthen aei tēn hapasan legein tēs Psychēs philosophian. ho Makarioi este, hotan oneidisōsin hymas kai diōxōsi, kai eipōsi pan ponēron rhēma kath᾽ hymōn pseudomenoi, heneken emou. Chairete kai agalliasthe. Hoion, kan goētas, kan planous, kan lymeōnas, kan hotioun heteron kalesōsi,? makarioi este, phēsi. Ti toutōn kainoteron genoit᾽ an tōn epitagmatōn, hotan ta tois allois pheukta, tauta potheina einai legę̄᾽ to ptōcheuein legō, kai penthein, kai diōkesthai, kai kakōs akouein. All᾽ homōs kai eipe, kai kai epeisen? ouchi houo kai deka kai eikosi kai hekaton kai chilious anthrōpous, alla tēn oikoumenēn hapasan. Kai akouontes ta phortika kai epachthē kai apenantias tę̄ tōn pollōn synētheią, exeplēttonto hoi ochloi. Tosautē ē tou legontos dynamis ēn.
And see with what intensity he puts it. For he did not say, “Blessed are those who hold to righteousness,” but, “Blessed are those who hunger and thirst for righteousness,” so that we may pursue it not casually but with all desire. For since this is most characteristic of covetousness, and we do not love food and drink as much as acquiring and gathering more, he bade us transfer this desire to not being covetous. Then again he fixes a sensible prize, saying, “for they shall be filled.” For since covetousness is thought to make most people rich, he says that on the contrary it is righteousness that does this. So when you do what is just, do not fear poverty, nor tremble at famine. For it is those who seize that most of all lose everything; while he who loves righteousness possesses the goods of all in safety. And if those who do not covet others’ goods enjoy such abundance, much more those who give up their own.
“Blessed are the merciful.” Here he seems to me to speak not only of those who show mercy with money, but also of those who show it with deeds. For the manner of almsgiving is varied, and this commandment is broad. What then is its prize? “For they shall obtain mercy.” And it seems to be an equal recompense, but it is much greater than the good deed. For they show mercy as men, but they obtain mercy from the God of all. And human and divine mercy are not equal; but as great as the distance between wickedness and goodness, so far is the one removed from the other.
“Blessed are the pure in heart, for they shall see God.” See, again the prize is spiritual. By the pure he here means either those who have acquired virtue in general and are conscious of nothing evil in themselves, or those who live in chastity; for we need nothing so much in order to see God as this virtue. That is why Paul too said, “Pursue peace with all, and holiness, without which no one will see the Lord.” He speaks here of such sight as it is possible for man to have. For since many show mercy, and do not seize nor covet, but commit sexual immorality and live in licentiousness, showing that the former is not enough, he added this too. This is what Paul testified of the Macedonians, writing to the Corinthians, that they were rich not only in almsgiving but in the rest of virtue as well; for after speaking of their generosity with money, he says that “they gave themselves to the Lord and to us.”
“Blessed are the peacemakers.” Here he not only does away with our quarreling and hating one another ourselves, but seeks something more besides: that we should also bring together others who are quarreling. And again he adds a spiritual prize. What is it? “For they shall be called sons of God.” For this became the work of the Only-begotten: to bring together what was divided and to reconcile what was at war. Then, so that you may not think that peace is good everywhere, he added, “Blessed are those who are persecuted for righteousness’ sake,” that is, for virtue’s sake, for the protection of others, for godliness. For he is accustomed always to call the whole philosophy of the soul righteousness.
“Blessed are you when they revile you and persecute you and say every evil word against you falsely, for my sake. Rejoice and be glad.” As if to say: even if they call you sorcerers, even if deceivers, even if corrupters, even if anything else, “blessed are you,” he says. What could be more novel than these commands, when he says that what others shun is to be desired: I mean being poor, mourning, being persecuted, being ill spoken of? But nevertheless he both said it and persuaded, not two or ten or twenty or a hundred or a thousand men, but the whole world. And hearing what was burdensome and oppressive and contrary to the habit of the many, the crowds were astonished. So great was the power of the speaker.
Matt 5:6 (quotation, high confidence) · Matt 5:7 (quotation, high confidence) · Matt 5:8 (quotation, high confidence) · Heb 12:14 (quotation, high confidence) · 2 Cor 8:5 (quotation, high confidence) · 2 Cor 8:2 (allusion, medium confidence) · Matt 5:9 (quotation, high confidence) · Matt 5:10 (quotation, high confidence) · Matt 5:11 (quotation, high confidence) · Matt 5:12 (quotation, high confidence) · Matt 7:28 (allusion, high confidence)
Notes and citation
Summary: The beatitudes on those who hunger for righteousness, the merciful, the pure in heart, the peacemakers, and the persecuted are expounded, with the greatness of their rewards.
- Heb 12:14; 2 Cor 8:5. “Pure” is taken either of virtue in general or of chastity (σωφροσύνη); “commit sexual immorality” renders πορνεύουσι. The crowds’ astonishment: Matt 7:28. One phrase is damaged in the OCR (φηνυ, Ξι ἵσονί(, σιν, restored as φησιν, “he means”) and another (οὐχ ἀρτα ζοῦσ, translated “do not seize”); leaked apparatus after “he both said it” is removed by a logged correction.
Notes on the original text
- Digital text corrected (OCR debris removed (stray marks, sigla, margin letters, page numbers); OCR slip (garbled word); OCR slip (garbled word); stray letters removed; leaked apparatus (variant readings) removed; stray letters removed): οὖν ᾿ ἐστιν' → οὖν ἐστιν'; ἁρπάζοντες, , οὗτοι → ἁρπάζοντες, οὗτοι; τὰ ᾿ ἑαυτῶν → τὰ ἑαυτῶν; διὰ ᾿ πραγμάτων. → διὰ πραγμάτων.; κα- Ἐ, τορθώματος. → κα- τορθώματος.; διέστηκε. Ἵ1 ἐς → διέστηκε. ἐς; ἐνταῦθα φηνυ, 7, Ξι νν 8. ἵσονί(, ξ σιν, ἤτοι → ἐνταῦθα φησιν, ἤτοι; ἔλεγεν᾽ Ξ Ἐξ → ἔλεγεν᾽ Ἐξ; Μακεδόσιν ἐ ἐμαρτύρησε, → Μακεδόσιν ἐμαρτύρησε,; καὶ 33 ἑαυτοὺς → καὶ ἑαυτοὺς; ἡμῖν. ὥδ Μακαριοι → ἡμῖν. Μακαριοι; καλὸν, ἐπήγαγε ὐδνω μακάριοι → καλὸν, ἐπήγαγε· μακάριοι; δικαιοσύνης ( τουτέστι, → δικαιοσύνης τουτέστι,; ὀνειδίσωσιν ὑ ὑμᾶς → ὀνειδίσωσιν ὑμᾶς; ψευδόμενοι, ἔ ἕνεκεν → ψευδόμενοι, ἕνεκεν; καὶ Β. β καὶ πάλιν Ἠς διὸ καὶ ἐνταῦθα παλιν Ἐ᾿. » σὺ συναγαγεῖν Ε΄ Ἐρ. ἔπεισεν; → καὶ καὶ ἔπεισεν;.
Topics: Ethics
Cite (SBL): Chrysostom, Hom. Matt. 15.4 (Field 1; trans. Sophia Scriptura, https://sophiascriptura.com/fathers/chrysostom-hom-matthaeum/15-2/#p-15-4). (abbreviation not yet checked)
BibTeX · RIS (whole work; this passage's key: sophiascriptura-chrysostom-hom-matthaeum-15-4) · Report an error
Translation: Translated by Claude from the Greek of Field's edition (Cambridge 1839; OCR, slips and apparatus sigla removed as logged corrections; gaps from Migne PG 57–58 where noted) and compared afterwards with NPNF¹ 10.
15.5Field 1
Πλὴν ἀλλ᾽ ἵνα μὴ νομίσης, ὅτι τὸ κακῶς ἀκούειν ἁπλῶς μακαρίους ποιεὶ, δύο τέθεικε διορισμοὺς, ὅταν καὶ δι᾽ αὐτὸν, καὶ ψευδῆ ἢ ἢ τὰ λεγόμενα. ᾿Επεὶ ἐὰν μὴ ταῦτα προσῇ, ου μόνον μακάριος, ἀλλὰ καὶ ἄθλιος ὃ κακῶς ἀκούων. Εἶτα δρα τὸ ἔπαθλον πάλιν ὅτι ὁ μισθὸς ὑμῶν πολὺς ἐν τοῖς οὐρανοῖς. Σὺ δὲ εἰ καὶ μὴ καθ᾽ ἕκαστον τῶν μακαρισμῶν βασιλείαν ἀκούεις δωρουμένην, μὴ ἀθύμει. Εἰ γὰρ καὶ διαφόρως ὀνομάζει τὰς ἀμοιβὰς, ἀλλὰ πάντας εἰς τὴν βασιλείαν εἰσάγει. Καὶ γὰρ ὅταν εἴπη. παρακληθήσονται οἱ πενθοῦντες, καὶ ἐλεηθήσονται οἱ ἐλεοῦντες, καὶ τὸν θεὸν ὄψονται οἱ καθαροὶ τῇ καρδίᾳ, καὶ υἱοὶ θεοῦ κληθήσονται οἱ εἰρηνοποιοὶ, οὐδὲν ἄλλο ἢ τὴν βασιλείαν διὰ τούτων ἁπάντων αἰνίττεται οἱ γὰρ τούτων ἀπολαύοντες ἐκείνης ἐπιτεύξονται πάντως. Μὴ τοίνυν τῶν τῷ πνεύματι πτωχῶν μόνων νόμιζε εἶναι τὸ ἔπαθλον, ἀλλὰ καὶ τῶν πεινώντων τὴν δικαιοσύνην, καὶ τῶν πράων, καὶ τῶν ἄλλων ἁπάντων ἀπαξαπλῶς. Διὰ γὰρ τοῦτο ἐπὶ πάντων τὸν μακαρισμὸν ἔθηκεν, ἵνα μηδὲν αἰσθητὸν ἀναμένης. Οὐδὲ ,Ὑὰρ ἂν εἴη μακάριος ὁ ἐν τούτοις στεφανόυμενος, τῷ παρόντι συγκαταλύεται βίῳ, καὶ σκιᾶς ταχύτερον παρατρέχει. Εἰπὼν δὲ, ὅτι ὁ μισθὸς ὑμῶν πολὺς, ἐπήγαγε καὶ ἑτέραν παράκλησιν, λέγων' οὕτω γὰρ ἐδίωξαν τοὺς προφήτας τοὺς πρὸ ὑμῶν. ᾿Ἐπειδηὴ γὰρ ἐκεῖνο ἔμελλε, τὸ τῆς βασιλείας, καὶ ἐν ἐλπίσιν ἣν, ἐντεῦθεν αὐτοῖς παρέχεται τὴν παραμυθίαν, ἀπὸ τῆς κοινωνίας τῶν πρὸ αὐτῶν πεπονθότων κακῶς. Μὴ γὰρ νομίσητε, φησὶν, ὅτι ἐναντία τινὰ λέγοντες καὶ νομοθετοῦντες ταῦτα πάσχετε ἢ ὅτι πονηρῶν δογμάτων ὅ ὄντες διδάσκαλοι, μέλλετε ἐλαύνεσθαι παρ᾽ αὐτῶν. Οὐ γὰρ τῆς πονηρίας τῶν ᾿λεγομένων, ἀλλὰ τῆς κακίας τῶν ἀκουόντων αἱ ἐπιβουλαὶ καὶ οἱ κίνδυνοι. Ὅθεν οὐδὲ ὑμᾶς τοὺς κακώς πάσχοντας διαβάλλουσιν, ἀλλὰ τοὺς κακῶς ποιοῦντας ἐκείνους. Καὶ μαρτυρεῖ τούτοις ἅπας ὃ ἔμπροσθεν χρόνος. Οὐδὲ γὰρ τοῖς προφήταις παρανομίαν καὶ ἀντίθεον φρόνημα ἐγκαλοῦντες, τοὺς μὲν ἐλίθαζον, τοὺς δὲ ἤλαυνον, τοὺς δὲ μυρίοις ἑτέροις περιέβαλλον κακοῖς. Μὴ δὴ τοῦτο θορυβείτω ὑμᾶς ἀπὸ γὰρ τῆς αὐτῆς γνώμης καὶ τὰ νῦν ἅπαντα πραττουσιν. Εἶδες πῶς τὰ φρονήματα αὐτῶν ἀνέστησεν, ἐγγὺς τῶν περὶ Μωύσέα καὶ ᾿Ηλίαν στήσας αὐτούς: Οὕτω καὶ ὁ Παῦλος Θεσσαλονικεῦσι γράφων, φησίν ὑμεῖς γὰρ μιμηταὶ ἐγενήθητε τῶν ἐκκλησιῶν τοῦ θεοῦ, τῶν οὐσῶν ἐν τῇ ᾿Ιουδαίᾳ᾽ καὶ γὰρ καὶ ὑμεῖς τὰ αὐτὰ ἐπάθετε ὑπὸ τῶν ἰδίων συμφυλετῶν, καθάπερ κακεῖνοι ὑπὸ τῶν ᾿Ιουδαίων, τῶν καὶ τὸν κύριον ἀποκτεινάντων ᾿Ιησοὺν καὶ τοὺς ἰδίους προφήτας, καὶ ἡμᾶς ἐκδιωξάντων, καὶ θεῷ μὴ αρεσκόντων, καὶ πᾶσιν ἀνθρώποις ἐναντίων. Ὃ δὴ καὶ ἐνταῦθα κατεσκεύασεν ὁ Χριστός. Καὶ ἐπὶ μὲν τῶν ἄλλων μακαρισμῶν ἔλεγε, μακάριοι οἱ πτωχοὶ, καὶ οἱ ἐλεήμονες ἐνταῦθα δὲ οὐκ ἀδιορίστως ἄντο τέθεικεν, ἀλλὰ πρὸς αὐτοὺς τρέπει τὸν λόγον, λέγων μακάριοί ἐστε ὅταν ὀνειδίσωσιν ὑμᾶς καὶ διώξωσι, καὶ εἴπωσι πᾶν πονηρὸν ρῆμα δεικνὺς ὅτι αὐτὼν τοῦτο μάλιστα ἐξαίρετὸν ἐστι, καὶ ὑπὲρ τοὺς ἄλλους ἅπαντας τῶν διδασκάλων ἴδιον τοῦτο. Ὁμοῦ δὲ καὶ τὸ αὐτοῦ αξίωμα ἐνταῦθα αἰνίττεται, καὶ τὴν πρὸς τὸν γεγεννηκότα ὁμοτιμίαν. Ὥσπερ γὰρ ἐκεῖνοι διὰ τὸν πατέρα, φησὶν, οὕτω καὶ ὑμεῖς δι ἐμὲ ταῦτα πείσεσθε. Ὅταν δὲ εἴπῃ, τοὺς προφήτας τοὺς πρὸ ὑμῶν, δείκνυσι καὶ αὐτοὺς προφήτας ἤδη γεγενημένους. Εἶτα δηλῶν ὅ ὃτι τοῦτο μάλιστα αὐτοὺς ὠφελεῖ καὶ ποιεῖ λαμπροὺς, οὐκ εἶπεν, ὅτι κακῶς μὲν ἐροῦσι. καὶ διωξουσιν, ἐγὼ δὲ κωλύσω τοῦτο οὐ γὰρ ἐν τῷ μιη ἀκούειν κακώς, ἀλλ᾽ ἐν τῷ κακῶς ἀκούοντας φέρειν γενναίως, καὶ διὰ τῶν ἔργων αὐτοὺς ἐλέγχειν, τὴν ἀσφάλειαν αὐτοῖς βούλεται εἶναι πολλῷ γὰρ τοῦτο ἐκείνον μεῖζον ὥσπερ τοὺ μὴ πλήττεσθαι τὸ πληττόμενον μηδὲν πάσχειν δεινὸν πολλῷ μεῖζον Ἔστι: ᾿Ενταῦθα μὲν οὖν φησιν ὅτι ὁ μισθὸς ὑμῶν πολὺς ἐν τοῖς οὐρανοῖς ὁ δὲ Λουκᾶς καὶ ἐπιτεταμένως καὶ μετὰ πλείονος αὐτὸν παραμυθίας τοῦτο εἰρηκέναι φησίν. Οὐ γὰρ δὴ μόνον τοὺς κακῶς ἀκούοντας διὰ τὸν θεὸν μακαρίζει, αλλὰ καὶ τοὺς παρὰ πάντων καλῶς ἀκούοντας ταλανίζει ἐς οὐαὶ γὰρ ὑμῖν, φησὶν, ὅταν καλῶς ὑμᾶς εἴπωσι πάντες οἱ ἄνθρ ωποι. Καίτοι καὶ τοὺς ἀποστόλους καλῶς ἔλεγον ἀλλ᾽ οὐ πάντες. Διὰ τοῦτο οὐκ εἶπεν, ὅταν καλῶς ὑμᾶς εἴπωσιν οἱ ἄνθρωποι αλλ᾽ ὅταν πάντες.᾿ Οὐδὲ γὰρ δυνατὸν τοὺς ἐν ἀρετῇ ζώντας παρὰ πάντων ἀκούειν καλώς. Καὶ πάλιν φησίν᾽ ἐς ὅταν ἐκβαάλωσι τὸ ὄνομα ὑμῶν ὡς πονηρὸν, χαίρετε καὶ σκιρτήσατε. Οὐδὲ γὰρ τῶν κινδύνων μόνον, ὧν ὑπέμενον, ἀλλὰ καὶ τῆς κακηγορίας πολλὴν ὁρίζει τὴν ἀντέδοσιν. Διὰ τοῦτο οὐκ εἶπεν, ὅταν ἐλάσωσιν ὑμᾶς καὶ αἀποκτείνωσιν ἀλλ᾽ ὅταν ὀνειδίσωσι, καὶ εἴπωσι πᾶν πονηρόν. Μάλιστα γὰρ τῶν πραγμάτων αὐτῶν χαλεπώτερον δάκνουσιν αἱ κακηγορίαι. Εν μὲν γὰρ τοῖς κινδύνοις πολλὰ τὰ κου φίζοντα τὸν πόνον ἐστίν οἷον, τὸ παρὰ πάντων αλείΒ φεσθαι, τὸ πολλοὺς ἔχειν τοὺς κροτοῦντας καὶ στεφανοῦντας καὶ ἀνακηρύττοντας ἐνταῦθα δὲ ἐν τῇ ᾿κακηγορίᾳ καὶ αὕτη ἀνήρηται ἣ παραμυθία. Ου γὰρ δοκεῖ τι μέγα εἶναι στὸ κατόρθωμα, καὶ μᾶλλον τῶν κινδύνων δάκνει τὸν ἀγωνιζόμενον. Πολλοὶ γοὺν καὶ επὶ βρόχον ἦλθον, πονηρὰν οὐ φέροντες δόξαν. Καὶ τί θαυμάζειν ἐπὶ τῶν ἄλλων; Τὸν γὰρ προδότην ἐκεῖνον, τὸν ἀναίσχυντον καὶ μιαρὸν καὶ πρὸς πάντα ἀπερυθριάσαντα ἁπλῶς, τοῦτο μάλιστα ἐπὶ βρόχον ὁ ορμῆσαι παρεσκεύασε. Καὶ ο Ἰὼβ δὲ, ὁ ἀδάμας, καὶ πέτρας στεῤῥότερος, ἡνίκα μὲν τὰ χρήματα ἀφήρητο καὶ τὰ ἀνήκεστα ἔπασχε δεινὰ, καὶ ἄπαις ἐξαίφνης ἐγένετο, καὶ πηγὴν σκωλήκων τὸ σῶμα ἀναβλύζον ἑώρα, καὶ τὴν γυναῖκα ἐπικειμένην, διεκρούσατο μετ᾽ εὐκολίας ἅπαντα ἐπειδὴ δὲ εἶδε τοὺς φίλους ὀνειδίζοντας καὶ ἐπεμβαίνοντας, καὶ πονηρὰν δόξαν περὶ αὐτου ἔχοντας, καὶ λέγοντας ὑπὲρ ἁμαρτημάτων ταῦτα πάσχειν, καὶ κακίας διδόναι δίκην, τότε ἐθορυβηθη, τότε ἐταράχθη ὁ γενναῖος καὶ μέγας ἀνήρ.
Plēn all᾽ hina mē nomisēs, hoti to kakōs akouein haplōs makarious poiei, dyo tetheike diorismous, hotan kai di᾽ auton, kai pseudē ē ē ta legomena. ᾿Epei ean mē tauta prosę̄, ou monon makarios, alla kai athlios ho kakōs akouōn. Eita dra to epathlon palin hoti ho misthos hymōn polys en tois ouranois. Sy de ei kai mē kath᾽ hekaston tōn makarismōn basileian akoueis dōroumenēn, mē athymei. Ei gar kai diaphorōs onomazei tas amoibas, alla pantas eis tēn basileian eisagei. Kai gar hotan eipē. paraklēthēsontai hoi penthountes, kai eleēthēsontai hoi eleountes, kai ton theon opsontai hoi katharoi tę̄ kardią, kai huioi theou klēthēsontai hoi eirēnopoioi, ouden allo ē tēn basileian dia toutōn hapantōn ainittetai hoi gar toutōn apolauontes ekeinēs epiteuxontai pantōs. Mē toinyn tōn tǭ pneumati ptōchōn monōn nomize einai to epathlon, alla kai tōn peinōntōn tēn dikaiosynēn, kai tōn praōn, kai tōn allōn hapantōn apaxaplōs. Dia gar touto epi pantōn ton makarismon ethēken, hina mēden aisthēton anamenēs. Oude ,Hyar an eiē makarios ho en toutois stephanoumenos, tǭ paronti synkatalyetai biǭ, kai skias tachyteron paratrechei. Eipōn de, hoti ho misthos hymōn polys, epēgage kai heteran paraklēsin, legōn' houtō gar ediōxan tous prophētas tous pro hymōn. ᾿Epeidēē gar ekeino emelle, to tēs basileias, kai en elpisin hēn, enteuthen autois parechetai tēn paramythian, apo tēs koinōnias tōn pro autōn peponthotōn kakōs. Mē gar nomisēte, phēsin, hoti enantia tina legontes kai nomothetountes tauta paschete ē hoti ponērōn dogmatōn ho ontes didaskaloi, mellete elaunesthai par᾽ autōn. Ou gar tēs ponērias tōn ᾿legomenōn, alla tēs kakias tōn akouontōn hai epiboulai kai hoi kindynoi. Hothen oude hymas tous kakōs paschontas diaballousin, alla tous kakōs poiountas ekeinous. Kai martyrei toutois hapas ho emprosthen chronos. Oude gar tois prophētais paranomian kai antitheon phronēma enkalountes, tous men elithazon, tous de ēlaunon, tous de myriois heterois perieballon kakois. Mē dē touto thorybeitō hymas apo gar tēs autēs gnōmēs kai ta nyn hapanta prattousin. Eides pōs ta phronēmata autōn anestēsen, engys tōn peri Mōysea kai ᾿Ēlian stēsas autous: Houtō kai ho Paulos Thessalonikeusi graphōn, phēsin hymeis gar mimētai egenēthēte tōn ekklēsiōn tou theou, tōn ousōn en tę̄ ᾿Ioudaią᾽ kai gar kai hymeis ta auta epathete hypo tōn idiōn symphyletōn, kathaper kakeinoi hypo tōn ᾿Ioudaiōn, tōn kai ton kyrion apokteinantōn ᾿Iēsoun kai tous idious prophētas, kai hēmas ekdiōxantōn, kai theǭ mē areskontōn, kai pasin anthrōpois enantiōn. Ho dē kai entautha kateskeuasen ho Christos. Kai epi men tōn allōn makarismōn elege, makarioi hoi ptōchoi, kai hoi eleēmones entautha de ouk adioristōs anto tetheiken, alla pros autous trepei ton logon, legōn makarioi este hotan oneidisōsin hymas kai diōxōsi, kai eipōsi pan ponēron rēma deiknys hoti autōn touto malista exaireton esti, kai hyper tous allous hapantas tōn didaskalōn idion touto. Homou de kai to autou axiōma entautha ainittetai, kai tēn pros ton gegennēkota homotimian. Hōsper gar ekeinoi dia ton patera, phēsin, houtō kai hymeis di eme tauta peisesthe. Hotan de eipę̄, tous prophētas tous pro hymōn, deiknysi kai autous prophētas ēdē gegenēmenous. Eita dēlōn ho hoti touto malista autous ōphelei kai poiei lamprous, ouk eipen, hoti kakōs men erousi. kai diōxousin, egō de kōlysō touto ou gar en tǭ miē akouein kakōs, all᾽ en tǭ kakōs akouontas pherein gennaiōs, kai dia tōn ergōn autous elenchein, tēn asphaleian autois bouletai einai pollǭ gar touto ekeinon meizon hōsper tou mē plēttesthai to plēttomenon mēden paschein deinon pollǭ meizon Esti: ᾿Entautha men oun phēsin hoti ho misthos hymōn polys en tois ouranois ho de Loukas kai epitetamenōs kai meta pleionos auton paramythias touto eirēkenai phēsin. Ou gar dē monon tous kakōs akouontas dia ton theon makarizei, alla kai tous para pantōn kalōs akouontas talanizei es ouai gar hymin, phēsin, hotan kalōs hymas eipōsi pantes hoi anthr ōpoi. Kaitoi kai tous apostolous kalōs elegon all᾽ ou pantes. Dia touto ouk eipen, hotan kalōs hymas eipōsin hoi anthrōpoi all᾽ hotan pantes.᾿ Oude gar dynaton tous en aretę̄ zōntas para pantōn akouein kalōs. Kai palin phēsin᾽ es hotan ekbaalōsi to onoma hymōn hōs ponēron, chairete kai skirtēsate. Oude gar tōn kindynōn monon, hōn hypemenon, alla kai tēs kakēgorias pollēn horizei tēn antedosin. Dia touto ouk eipen, hotan elasōsin hymas kai aapokteinōsin all᾽ hotan oneidisōsi, kai eipōsi pan ponēron. Malista gar tōn pragmatōn autōn chalepōteron daknousin hai kakēgoriai. En men gar tois kindynois polla ta kou phizonta ton ponon estin hoion, to para pantōn aleiB phesthai, to pollous echein tous krotountas kai stephanountas kai anakēryttontas entautha de en tę̄ ᾿kakēgorią kai hautē anērētai hē paramythia. Ou gar dokei ti mega einai sto katorthōma, kai mallon tōn kindynōn daknei ton agōnizomenon. Polloi goun kai epi brochon ēlthon, ponēran ou pherontes doxan. Kai ti thaumazein epi tōn allōn? Ton gar prodotēn ekeinon, ton anaischynton kai miaron kai pros panta aperythriasanta haplōs, touto malista epi brochon ho ormēsai pareskeuase. Kai o Iōb de, ho adamas, kai petras sterrhoteros, hēnika men ta chrēmata aphērēto kai ta anēkesta epasche deina, kai apais exaiphnēs egeneto, kai pēgēn skōlēkōn to sōma anablyzon heōra, kai tēn gynaika epikeimenēn, diekrousato met᾽ eukolias hapanta epeidē de eide tous philous oneidizontas kai epembainontas, kai ponēran doxan peri autou echontas, kai legontas hyper hamartēmatōn tauta paschein, kai kakias didonai dikēn, tote ethorybēthē, tote etarachthē ho gennaios kai megas anēr.
However, so that you may not think that being ill spoken of simply makes men blessed, he has set two conditions: when it is for his sake, and when what is said is false. For if these are not present, the one ill spoken of is not only not blessed but even wretched. Then see the prize again: “for your reward is great in heaven.” And if you do not hear the kingdom bestowed in each of the beatitudes, do not lose heart. For even if he names the rewards differently, he brings all into the kingdom. For when he says that those who mourn shall be comforted, and the merciful shall obtain mercy, and the pure in heart shall see God, and the peacemakers shall be called sons of God, through all these he hints at nothing else than the kingdom; for those who enjoy these will certainly attain that. Do not think, then, that the prize belongs only to the poor in spirit, but also to those who hunger for righteousness, and to the meek, and to all the others without exception. For this is why he set the beatitude on all, so that you may expect nothing sensible. For he would not be blessed who is crowned with things that are dissolved with the present life and pass by quicker than a shadow.
And having said, “your reward is great,” he added another consolation too, saying, “For so they persecuted the prophets who were before you.” For since that, the kingdom, was in the future and lay in hope, he provides them consolation from this, from fellowship with those who suffered ill before them. “For do not think,” he says, “that you suffer these things because you are saying and legislating something contrary, or that you are going to be driven out by them as teachers of wicked doctrines. For the plots and dangers come not from the wickedness of what is said, but from the malice of those who hear it. That is why they do not slander you who suffer ill, but those who do the ill. And all past time bears witness to this. For they did not charge the prophets with lawlessness and a mind opposed to God when they stoned some, drove out others, and entangled others in countless other evils. Do not let this disturb you, then; for they do all the present things too from the same mind.” Do you see how he raised up their spirits, setting them near Moses and Elijah? So too Paul, writing to the Thessalonians, says, “For you became imitators of the churches of God that are in Judea; for you too suffered the same things from your own countrymen as they did from the Jews, who killed both the Lord Jesus and their own prophets, and drove us out, and do not please God, and are contrary to all men.” This is what Christ too established here. And in the other beatitudes he said, “Blessed are the poor,” and “the merciful”; but here he has not put it without restriction, but turns his discourse to them, saying, “Blessed are you when they revile you and persecute you and say every evil word,” showing that this is especially their special lot, and above all other teachers this is peculiar to them. At the same time he hints here at his own dignity too, and his equality of honor with the one who begot him. “For as they suffered for the Father’s sake,” he says, “so you too will suffer these things for mine.” And when he says, “the prophets who were before you,” he shows that they too have already become prophets. Then, showing that this most of all benefits them and makes them illustrious, he did not say, “They will speak ill of you and persecute you, but I will prevent it.” For he wants their safety to lie not in not being ill spoken of, but in bearing it nobly when they are ill spoken of, and in refuting them by their deeds; for this is much greater than that, just as to suffer no harm when struck is much greater than not to be struck.
Here, then, he says, “your reward is great in heaven”; but Luke says that he said this more intensely and with more consolation. For he not only calls blessed those who are ill spoken of for God’s sake, but also calls wretched those who are well spoken of by all. “For woe to you,” he says, “when all men speak well of you.” And yet people spoke well of the apostles too, but not all. That is why he did not say, “when men speak well of you,” but “when all do.” For it is not possible for those who live in virtue to be well spoken of by all. And again he says, “When they cast out your name as evil, rejoice and leap for joy.” For he appoints a great recompense not only for the dangers they endured but also for the slander. That is why he did not say, “when they drive you out and kill you,” but “when they revile you and say every evil thing.” For slanders bite more grievously than the deeds themselves. For in dangers there are many things that lighten the toil: for example, to be anointed by all, to have many applauding and crowning and proclaiming one; but here, in slander, even this consolation is taken away. For the achievement does not seem to be anything great, and it bites the combatant more than dangers. Many, at any rate, have even gone to the noose, unable to bear an evil reputation. And why wonder at others? For that traitor, the shameless and foul man who had simply lost all shame before anything, was driven to rush to the noose most of all by this. And Job too, the adamant, firmer than rock, when he had been robbed of his money and suffered incurable calamities, and suddenly became childless, and saw his body bubbling up a spring of worms, and his wife pressing on him, repelled it all with ease; but when he saw his friends reproaching him and trampling on him, and holding an evil opinion of him, and saying that he suffered these things for his sins and was paying the penalty for wickedness, then he was disturbed, then he was troubled, that noble and great man.
Matt 5:11 (quotation, high confidence) · Matt 5:12 (quotation, high confidence) · 1 Thess 2:14 (quotation, high confidence) · 1 Thess 2:15 (quotation, high confidence) · Luke 6:26 (quotation, high confidence) · Luke 6:22 (quotation, high confidence) · Luke 6:23 (quotation, high confidence) · Matt 27:5 (allusion, high confidence) · Job 2:7 (allusion, medium confidence) · Job 2:9 (allusion, medium confidence) · Job 4:7 (allusion, medium confidence)
Notes and citation
Summary: Being ill spoken of is blessed only when it is false and for Christ’s sake; all the beatitudes lead to the kingdom; the disciples are consoled by the prophets’ example, and slander is shown to be harder to bear than danger.
- Matt 5:11–12; 1 Thess 2:14–15 (quoted, including its words against the Jews, as Chrysostom gives them); Luke 6:22–23, 26. “To be anointed by all” alludes to the athlete anointed before the contest. The traitor: Judas (Matt 27:5). Job’s friends: Job 4–5, 8, 11. A running head inside the text is removed by a logged correction.
Notes on the original text
- Digital text corrected (OCR debris removed (stray marks, sigla, margin letters, page numbers); OCR split word rejoined; running head removed; OCR split word rejoined): διορισμοὺς, ὅ ὅταν → διορισμοὺς, ὅταν; μόνον π μακάριος, → μόνον μακάριος,; στεφανόυμενος, ὰ τῷ → στεφανόυμενος, τῷ; προφήταις παρανοὋ μίαν καὶ → προφήταις παρανομίαν καὶ; στήσας αὐτούς : Οὕτω → στήσας αὐτούς: Οὕτω; ὑπὸ }) τῶν → ὑπὸ τῶν; ἐλεήμονες ᾿ ἐνταῦθα → ἐλεήμονες ἐνταῦθα; τὸν ἙΕ γεγεννηκότα → τὸν γεγεννηκότα; μεῖζον ἐ Ἔστι: → μεῖζον Ἔστι:; αὐτὸν ᾿ παραμυθίας → αὐτὸν παραμυθίας; δὴ ΙΝ ΜΛΑΊΤΥΗΑΕΥΝΜ ΗΟΜΝ. ΧΥ͂. μόνον → δὴ μόνον; φησίν᾽ 3ὺ ἐς → φησίν᾽ ἐς; στεφανοῦντας σ καὶ → στεφανοῦντας καὶ; ἐξαίφνης ε ἐγένετο, → ἐξαίφνης ἐγένετο,; ἀναβλύζον ἑ ἑώρα, → ἀναβλύζον ἑώρα,.
Topics: Persecution
Cite (SBL): Chrysostom, Hom. Matt. 15.5 (Field 1; trans. Sophia Scriptura, https://sophiascriptura.com/fathers/chrysostom-hom-matthaeum/15-2/#p-15-5). (abbreviation not yet checked)
BibTeX · RIS (whole work; this passage's key: sophiascriptura-chrysostom-hom-matthaeum-15-5) · Report an error
Translation: Translated by Claude from the Greek of Field's edition (Cambridge 1839; OCR, slips and apparatus sigla removed as logged corrections; gaps from Migne PG 57–58 where noted) and compared afterwards with NPNF¹ 10.
15.6Field 1
Καὶ ὁ Δαυὶδ δὲ ἅπαντα αφεὶς ἅπερ ἔπαθεν, ἀντὶ τῆς κακηγορίας μόνης ἀμοιβὴν ἐζήτει παρὰ τοῦ θεοῦ ἄφες γὰρ αὐτὸν καταρᾶσθαι, φησὶν, ὅτι κύριος ἐνετείλατο αὐτῷ, ὅπως ἴδη κύριος τὴν ταπείνωσίν μου; καὶ ἀνταποδῷ μοι ἀντὶ τῆς κατάρας τῆς ἐν τῇ ἡμέρᾳ ταυτη. Καὶ ὁ Παῦλος δὲ οὐχὶ τοὺς κινδυνεύοντας μόνον; οὐδὲ τοὺς ἀφαιρουμένους τὰ ὄντα, ἀλλὰ καὶ τούτους ἀνακηρύττει. οὕτω λέγων ἐς ἀναμιμνήσκεσθε τὰς πρότερον ἡμέρας. ἐν αἷς φωτισθέντες πολλὴν ἄθλησιν ὑπεμείνατε παθηματων᾽ τοῦτο μὲν ὀνειδισμοῖς καὶ θλίψεσι θεατριζόμενοι. Διὰ δὴ τοῦτο καὶ τὸν μισθὸν πολὺν τέθεικεν ὁ Χριστός. Εἶτα ἵνα μή τις λέγπ᾽ ἐνταῦθα οὐκ αἀμύνεις, οὐδὲ ἀποῤῥάπτεις αὐτῶν τὰ στόματα, κακεῖ μισθὸν δίδως: τέθεικε τοὺς προφήτας, δεικνὺς ὅτι οὐδὲ ἐκεῖ ἤμυνεν ὁ θεός. Ἐἰ δὲ ὅπου παρὰ πόδας ἧσαν αἱ ἀντιδόσεις, ἀπὸ τῶν μελλόντων αὐτοὺς ἤλειψε πολλῷ μᾶλλον νῦν, ὅτε τρανοτέρα αὕτη γέγονεν ἡ ελπὶς, καὶ μείζων ἡ φιλοσοφία. Θέα δὲ καὶ μετὰ πόσας ἐντολὰς αὐτὸ τέθεικεν. Οὐδὲ γὰρ ἁπλῶς αὐτὸ πεποίηκεν, ἀλλὰ δηλῶν ὅτι οὐκ ἔνι τὸν μὴ πᾶσιν ἐκείνοις κατεσκευασμένον καὶ συγκεκροτημένον πρὸς τούτους ἐκβῆναι τοὺς ἀγῶνας. Διά τοι τοῦτο ἀπὸ τῆς προτέρας αεὶ τῇ ἐπιούση προοδοποιῶν ἐντολῇ, σειρὰν ἡμῖν ᾿τινα χρυσῆν ὕφηνεν. Ὅ τε γὰρ ταπεινὸς. καὶ τὰ οἰκεία παντως πενθήσει ἁμαρτήματα: ὁ πενθῶν, καὶ πρᾶος ἔσται καὶ δίκαιος καὶ ἐλεήμων᾽ ὁ ἐλεήμων καὶ δίκαιος καὶ κατανενυγμένος, πάντως καὶ καθαρὸς τῇ καρδίᾳ: ὁ δὲ τοιοῦτος, καὶ εἰρηνοποιός. Ὁ δὲ ταῦτα πάντα κατωρθωκὼς, καὶ πρὸς κινδύνους ἔσται ,Ταρατεταγμένος, καὶ οὐ ταραχθήσεται ἀκούων Ὁ κακώς, καὶ ἃ μυρία πάσχων δεινά. Παραινέσας. τοίνυν ἃ προσῆκε, πάλιν ἀναπαύει τοις ἐγκωμίοις αὐτούς. ᾿Επειδὴ γὰρ ὑψηλὰ τὰ ἐπιτάγματα ἣν, καὶ πολλῷ μείζονα τῶν ἐν τῇ παλαιᾷ, ἵνα μὴ θορυβῶνται καὶ ταράττωνται, καὶ λέγωσι πῶς δυνησόμεθα ταῦτα κατορθοὺῦν; ἃ ἀκουσον τί φησιν' ων ὑμεῖς ἐστε τὸ ἅλας τῆς γῆς δεικνὺς ὅτι ἀναγκαίως ταῦτα ἐπιτάττει. Οὐ γὰρ ὑπὲρ τῆς καθ' ἑαντοὺς ζωῆς, ἀλλ᾽ ὑπὲρ τῆς οἰκουμένης, φησὶν, ἁπάσης ὁ λόγος ἔσται ὑμῖν. Οὐδὲ γὰρ εἰς δύο πόλεις, καὶ δέκα, καὶ εἴκοσιν, οὐδὲ εἰς ἕν εἐθνος ὑμᾶς ἀποστέλλω, καθάπερ τοὺς προφήτας, ἀλλ᾽ εἰς γῆν καὶ θάλατταν καὶ τὴν οἰκουμένην πασῶν, καὶ ταύτην κακῶς διακειμένην. Τῷ γὰρ εἰπεῖν, ὑμεῖς ἐστε τὸ ἅλας τῆς γῆς, ἔδειξε μωρανθεῖσαν ἅπασαν τὴν ἀνθρωπίνην φύσιν, καὶ κατασαπεῖσαν ὑπὸ τῶν ἁμαρτημάτων. Διά τοι τοῦτο ταύτας παρ αὐτῶν ἐπιζητεῖ τὰς ἀρετὰς, αἱ μάλιστα πρὸς τὴν τῶν πολλῶν ἐπιμέλειάν. εἰσιν ἀναγκαῖαι καὶ χρήσιμοι. Ὅ τε γὰρ πρᾶος καὶ ἐπιεικὴς καὶ ἐλεήμων καὶ δίκαιος, οὐκ εἰς αὐτὸν συγκλείει τὰ κατορθώματα μόνον, ἀλλὰ καὶ εἰς τὴν ᾿ἑτέρων ὠφέλειαν τὰς καλὰς ταύτας ὑπερχεῖσθαι παρασκευάζει πηγάς. Ὁ αὖ καθαρὸς τὴν καρδίαν καὶ εἰρηνοποιὸς, καὶ ἐλαυνόμενος ὑπὲρ τῆς αληθείας, πάλιν πρὸς τὸ κοινῆ συμφέρον τὸν βίον καθίσταται. Μὴ τοίνυν γομίσητε, φησὶν, ἐπὶ τοὺς τυχόντας ἀγῶνας ἕλκεσθαι; μηδὲ ὑπὲρ μικρῶν τινων εἶναι τὸν λόγον ὑμῖν' ὑμεῖς ἐστε τὸ ἅλας τῆς γῆς. Τί οὖν: τὰ σεσηπότα αὐτοὶ διώρθωσαν: Οὐδαμῶς. Οὔτε γὰρ δυνατὸν τὰ διεφθορότα ἤδη ἐπιπάσσοντας ἅλας ὠφελεῖν. Οὐ δὴ τοῦτο ἐποίουν᾽ ἀλλὰ ἀνανθωθέντα πρότερον καὶ παραδοθέντα αὐτοῖς, καὶ τῆς δυσωδίας ἀπαλλαγέντα ἐκείνης, τότε ἥλιζον, κατέχοντες καὶ διατηροῦντες ἐν τῆ νεαρότητι ταύτη, ἣν παρὰ τοῦ δεσπότου παρέλαβον. Τὸ μὲν γὰρ ἀπαλλαγῆναι τῆς σηπεδόνος τῶν ἁμαρτημάτων, τοῦ Χριστοῦ κατόρθωμα Ὑέγονε᾽ τὸ αὖ πάλιν μηκέτι ἐπ᾿ ἐκείνην ἐπανελθεῖν, τῆς τούτων σπουδῆς καὶ ταλαιπωρίας ἔργον ἦν. Ὁρᾷς πώς κατὰ μικρὸν δείκνυσι καὶ τῶν προφητῶν ὄντας βελτίους; Οὐ γὰρ τῆς Παλαιστίνης διδασκάλους εἶναί φησιν, ἀλλὰ τῆς γῆς ἁπάσης καὶ οὐχ ἁπλῶς διδασκάλους, ἀλλὰ καὶ φοβερούς. Τὸ γὰρ δὴ θανμαστὸν τοῦτό ἐστιν, ὅτι οὐ κολακεύοντες, οὐδὲ θεραπεύοντες, ἀλλ᾽ ἐπιστύφοντες ὥσπερ τὸ ἅλας, οὕτω ποθεινοὶ πᾶσι γεγόνασι. Μὴ τοίνυν θαυμάσητε, φησὶν, εἰ τοὺς ἄλλους αφεὶς ὑμῖν διαλέγομαι, καὶ πρὸς τοσούτους ἕλκω κινδύνους. ᾿Εννοήσατε γὰρ ὅσαις πόλεσι καὶ δήμοις καὶ ἔθνεσι μέλλω πέμπειν ὑμᾶς ἐπιστάτας. Διὰ τοῦτο οὐχ ὑμᾶς εἶναι βούλομαι Φρονίμους μόνον, ἀλλὰ καὶ ἑτέρους τοιούτους ποιεῖν. Τοὺς δὲ τοιούτους πολὺ δεῖ συνετοὺς εἷναι, ἐν οἷς ἢ τῶν ἄλλων κινδυνεύεται σωτηρία, καὶ τοσαύτην αὐτοῖς τὴν περιουσίαν εἶναι τῆς ἀρετῆς, ὡς καὶ ἄλλοις μεταδιδόναι τῆς ὠφελείας. Εἰ γὰρ τοιοῦτοι μὴ γένοισθε, οὐδὲ ὑμῖν αὐτοῖς ἀρκέσετε.
Kai ho Dauid de hapanta apheis haper epathen, anti tēs kakēgorias monēs amoibēn ezētei para tou theou aphes gar auton katarasthai, phēsin, hoti kyrios eneteilato autǭ, hopōs idē kyrios tēn tapeinōsin mou? kai antapodǭ moi anti tēs kataras tēs en tę̄ hēmerą tautē. Kai ho Paulos de ouchi tous kindyneuontas monon? oude tous aphairoumenous ta onta, alla kai toutous anakēryttei. houtō legōn es anamimnēskesthe tas proteron hēmeras. en hais phōtisthentes pollēn athlēsin hypemeinate pathēmatōn᾽ touto men oneidismois kai thlipsesi theatrizomenoi. Dia dē touto kai ton misthon polyn tetheiken ho Christos. Eita hina mē tis legp᾽ entautha ouk aamyneis, oude aporrhapteis autōn ta stomata, kakei misthon didōs: tetheike tous prophētas, deiknys hoti oude ekei ēmynen ho theos. Ei de hopou para podas hēsan hai antidoseis, apo tōn mellontōn autous ēleipse pollǭ mallon nyn, hote tranotera hautē gegonen hē elpis, kai meizōn hē philosophia. Thea de kai meta posas entolas auto tetheiken. Oude gar haplōs auto pepoiēken, alla dēlōn hoti ouk eni ton mē pasin ekeinois kateskeuasmenon kai synkekrotēmenon pros toutous ekbēnai tous agōnas. Dia toi touto apo tēs proteras aei tę̄ epiousē proodopoiōn entolę̄, seiran hēmin ᾿tina chrysēn hyphēnen. Ho te gar tapeinos. kai ta oikeia pantōs penthēsei hamartēmata: ho penthōn, kai praos estai kai dikaios kai eleēmōn᾽ ho eleēmōn kai dikaios kai katanenygmenos, pantōs kai katharos tę̄ kardią: ho de toioutos, kai eirēnopoios. Ho de tauta panta katōrthōkōs, kai pros kindynous estai ,Taratetagmenos, kai ou tarachthēsetai akouōn Ho kakōs, kai ha myria paschōn deina. Parainesas. toinyn ha prosēke, palin anapauei tois enkōmiois autous. ᾿Epeidē gar hypsēla ta epitagmata hēn, kai pollǭ meizona tōn en tę̄ palaią, hina mē thorybōntai kai tarattōntai, kai legōsi pōs dynēsometha tauta katorthouyn? ha akouson ti phēsin' ōn hymeis este to halas tēs gēs deiknys hoti anankaiōs tauta epitattei. Ou gar hyper tēs kath' heantous zōēs, all᾽ hyper tēs oikoumenēs, phēsin, hapasēs ho logos estai hymin. Oude gar eis dyo poleis, kai deka, kai eikosin, oude eis hen eethnos hymas apostellō, kathaper tous prophētas, all᾽ eis gēn kai thalattan kai tēn oikoumenēn pasōn, kai tautēn kakōs diakeimenēn. Tǭ gar eipein, hymeis este to halas tēs gēs, edeixe mōrantheisan hapasan tēn anthrōpinēn physin, kai katasapeisan hypo tōn hamartēmatōn. Dia toi touto tautas par autōn epizētei tas aretas, hai malista pros tēn tōn pollōn epimeleian. eisin anankaiai kai chrēsimoi. Ho te gar praos kai epieikēs kai eleēmōn kai dikaios, ouk eis auton synkleiei ta katorthōmata monon, alla kai eis tēn ᾿heterōn ōpheleian tas kalas tautas hypercheisthai paraskeuazei pēgas. Ho au katharos tēn kardian kai eirēnopoios, kai elaunomenos hyper tēs alētheias, palin pros to koinē sympheron ton bion kathistatai. Mē toinyn gomisēte, phēsin, epi tous tychontas agōnas helkesthai? mēde hyper mikrōn tinōn einai ton logon hymin' hymeis este to halas tēs gēs. Ti oun: ta sesēpota autoi diōrthōsan: Oudamōs. Oute gar dynaton ta diephthorota ēdē epipassontas halas ōphelein. Ou dē touto epoioun᾽ alla ananthōthenta proteron kai paradothenta autois, kai tēs dysōdias apallagenta ekeinēs, tote hēlizon, katechontes kai diatērountes en tē nearotēti tautē, hēn para tou despotou parelabon. To men gar apallagēnai tēs sēpedonos tōn hamartēmatōn, tou Christou katorthōma Hyegone᾽ to au palin mēketi ep᾿ ekeinēn epanelthein, tēs toutōn spoudēs kai talaipōrias ergon ēn. Horąs pōs kata mikron deiknysi kai tōn prophētōn ontas beltious? Ou gar tēs Palaistinēs didaskalous einai phēsin, alla tēs gēs hapasēs kai ouch haplōs didaskalous, alla kai phoberous. To gar dē thanmaston touto estin, hoti ou kolakeuontes, oude therapeuontes, all᾽ epistyphontes hōsper to halas, houtō potheinoi pasi gegonasi. Mē toinyn thaumasēte, phēsin, ei tous allous apheis hymin dialegomai, kai pros tosoutous helkō kindynous. ᾿Ennoēsate gar hosais polesi kai dēmois kai ethnesi mellō pempein hymas epistatas. Dia touto ouch hymas einai boulomai Phronimous monon, alla kai heterous toioutous poiein. Tous de toioutous poly dei synetous heinai, en hois ē tōn allōn kindyneuetai sōtēria, kai tosautēn autois tēn periousian einai tēs aretēs, hōs kai allois metadidonai tēs ōpheleias. Ei gar toioutoi mē genoisthe, oude hymin autois arkesete.
And David too, passing over everything he suffered, sought a reward from God for the slander alone. “Let him curse,” he says, “for the Lord has commanded him, so that the Lord may see my humiliation and repay me for the cursing of this day.” And Paul too proclaims not only those in danger, nor only those robbed of their possessions, but these as well, speaking thus: “Remember the former days, in which, after you were enlightened, you endured a great contest of sufferings, partly being made a spectacle by reproaches and afflictions.” For this reason Christ too has set the reward as great. Then, so that no one may say, “Here you do not defend us, nor sew up their mouths, and there you give a reward?” he has set before them the prophets, showing that not even in their case did God take vengeance. And if, where the recompenses were close at hand, he anointed them for the contest from the things to come, much more now, when this hope has become clearer and the philosophy greater.
And see after how many commandments he has put this one. For he did not do it at random, but showing that it is not possible for one who has not been prepared and trained by all those to go out to these contests. That is why, always paving the way from the former commandment to the one that follows, he has woven for us a kind of golden chain. For the humble man will certainly also mourn his own sins; he who mourns will also be meek and righteous and merciful; he who is merciful and righteous and pricked to the heart will certainly also be pure in heart; and such a man will also be a peacemaker. And he who has achieved all these will also be arrayed against dangers, and will not be troubled when he is ill spoken of and suffers countless terrible things.
Having given them, then, the exhortations they needed, he again refreshes them with praises. For since the commands were lofty and much greater than those in the Old Testament, so that they might not be alarmed and troubled and say, “How shall we be able to achieve these things?” hear what he says: “You are the salt of the earth,” showing that he gives these commands of necessity. “For not for your own life,” he says, “but for the whole world will the account be required of you. For I am not sending you to two cities, or ten, or twenty, nor to one nation, as I sent the prophets, but to land and sea and the whole world, and that in a bad state.” For by saying, “You are the salt of the earth,” he showed that the whole of human nature had lost its savor and had rotted under sins. That is why he seeks from them these virtues, which are most necessary and useful for the care of the many. For the meek and gentle and merciful and righteous man does not shut up his good deeds in himself alone, but makes these good springs overflow for the benefit of others too. Again, the one who is pure in heart and a peacemaker and persecuted for the truth orders his life toward the common good. “Do not think, then,” he says, “that you are being drawn into ordinary contests, nor that the account you must give concerns small matters: you are the salt of the earth.”
What then? Did they set right what was rotten? Not at all. For it is not possible to benefit things already corrupted by sprinkling salt on them. This was not what they did; but things first renewed and handed over to them, and freed from that stench, they then salted, keeping and preserving them in the freshness they had received from the Master. For to be freed from the rot of sins was the achievement of Christ; but not to return to it again was the work of their zeal and toil. Do you see how little by little he shows them to be better even than the prophets? For he says that they are teachers not of Palestine but of the whole earth; and not simply teachers, but formidable ones. For the wonderful thing is this, that not by flattering nor by courting, but by stinging like salt, they became beloved of all. “Do not wonder, then,” he says, “if I leave the others and speak to you, and drag you into such great dangers. For consider over how many cities and peoples and nations I am going to send you as overseers. That is why I want you not only to be wise yourselves, but also to make others such. And such men must be very discerning, in whose hands the salvation of others is at stake, and must have such an abundance of virtue as to share the benefit with others as well. For if you do not become such, you will not suffice even for yourselves.”
2 Sam 16:11 (quotation, high confidence) · 2 Sam 16:12 (quotation, high confidence) · Heb 10:32 (quotation, high confidence) · Heb 10:33 (quotation, high confidence) · Matt 5:12 (allusion, high confidence) · Matt 5:13 (quotation, high confidence)
Notes and citation
Summary: The beatitudes form a golden chain leading to endurance under slander, and the disciples are called the salt of the earth because the salvation of the whole world will depend on their virtue.
- David and Shimei: 2 Sam 16:11–12, quoted loosely. Heb 10:32–33. “Salt of the earth”: Matt 5:13. A block of apparatus after “the slander alone” and another after “the commands were lofty” are removed by logged corrections; ἤαυνεν is read as ἤμυνεν (“took vengeance”) and ἀπὸ τῆς τέρας as ἀπὸ τῆς προτέρας (“from the former”).
Notes on the original text
- Digital text corrected (OCR debris removed (stray marks, sigla, margin letters, page numbers); leaked apparatus (variant readings) removed; OCR slip; OCR slip (letters lost); leaked apparatus removed): κακηγορίας ᾿ μόνης ᾿ μακαρίζει) μακ οἰμζ κα αὐτὸν φησιν Εἰ, 6. Ὀ.Ρ. Ταλάν(εν Ε . ἀμοιβὴν → κακηγορίας μόνης ἀμοιβὴν; κύριος Ἑ τὴν → κύριος τὴν; κατάρας ᾿ τῆς → κατάρας τῆς; μισθὸν δίδως : τέθεικε → μισθὸν δίδως: τέθεικε; προφήτας, δεικνὺς ὅ ὅτι → προφήτας, δεικνὺς ὅτι; ἐκεῖ ἤαυνεν ὁ → ἐκεῖ ἤμυνεν ὁ; ἡ ῃ φιλοσοφία. → ἡ φιλοσοφία.; τῆς ΤΡΟ τέρας αεὶ → τῆς προτέρας αεὶ; ὑψηλὰ τ τὰ → ὑψηλὰ τὰ; ἣν, Ρ- Β. ᾿ ὑπο ρον τοῦτο δὲ κοινωνοὶ τῶν οὕτως ἄναστρεκαὶ πολλῷ → ἣν, καὶ πολλῷ; γῆς δεικνὺς ὅ ὅτι → γῆς δεικνὺς ὅτι; ταῦτα ἑ ἐπιτάττει. - Οὐ → ταῦτα ἐπιτάττει. Οὐ; οἰκουμένην ἀ πασῶν, → οἰκουμένην πασῶν,; Ὁ δ᾽ αὖ → Ὁ αὖ; μηδὲ υ ὑπὲρ → μηδὲ ὑπὲρ; αὐτοὶ διώρθωσαν : Οὐδαμῶς. ἐ Οὔτε → αὐτοὶ διώρθωσαν: Οὐδαμῶς. Οὔτε; ἤδη ε ἐπιπάσσοντας → ἤδη ἐπιπάσσοντας; τὸ δ᾽ αὖ → τὸ αὖ; ὄντας βελτίους ; Οὐ → ὄντας βελτίους; Οὐ; θεραπεύοντες, Ε ἀλλ᾽ → θεραπεύοντες, ἀλλ᾽.
Topics: Church office
Cite (SBL): Chrysostom, Hom. Matt. 15.6 (Field 1; trans. Sophia Scriptura, https://sophiascriptura.com/fathers/chrysostom-hom-matthaeum/15-2/#p-15-6). (abbreviation not yet checked)
BibTeX · RIS (whole work; this passage's key: sophiascriptura-chrysostom-hom-matthaeum-15-6) · Report an error
Translation: Translated by Claude from the Greek of Field's edition (Cambridge 1839; OCR, slips and apparatus sigla removed as logged corrections; gaps from Migne PG 57–58 where noted) and compared afterwards with NPNF¹ 10.