On the Trinity 1.16
Authorship disputed: The single surviving manuscript carries no title and an added note naming Cyril; the editor Mingarelli supplied Didymus's name from the work's links with Didymus's On the Holy Spirit and from testimonies, and most modern scholars accept it, though the ascription has been questioned. Books 1-3 as divided in the manuscript; the first six chapters of Book 1 and its index are lost.
Greek text: PG 39.English: Claude (claude-opus-5-5), public domain (CC0).
Chapter 1
1.16PG 39:331
Περὶ τῶν λεγόντων, ὅτι ᾿Ασύγκριτος καὶ μείζων ὁ Πατὴρ τοῦ Υἱοῦ· καὶ, ὅτι ῎Αλλο εἰκὼν καὶ ἄλλο Θεός· καὶ, ὅτι Καὶ ἄνθρωπος εἰκὼν Θεοῦ ἐγράφη καὶ δόξα. Καὶ περὶ τοῦ μαρτυρεῖσθαι κατ' οὐδὲν διαφέρειν τοῦ Υἱοῦ τὸν Πατέρα. Καὶ τὸ ἀσύγκριτον δὲ καὶ μεῖζον τῷ Πατρὶ διὰ τὸ ἀγέννητον ἀπονέμουσι· τῷ δὲ Υἱῷ τὸ ἀνόμοιον, διὰ τὸ ἔχειν τὸ γεννητὸν, καθέλκοντες πάλιν τὰ περὶ τῆς ἀῤῥητοτάτης θεότητος εἰς τὰ τῆς ἡμετέρας φύσεως ἀποτελέσματα, καὶ τὰ νοητὰ τοῖς τῆς ὕλης ῥεύ μασιν συνεξομοιοῦσθαι νομίζοντες. Τὰ μὲν γὰρ ὑπερουράνια πάντα νοῦν καὶ πᾶσαν νόησιν ὑπερμενα καὶ ἀπογινόμενα τυγχάνει. Ἀλλὰ μάλιστα μὲν ἀνάρχως ἐτέχθη, συνυπάρχων καὶ συμπράττων τῷ ἑαυτοῦ ἀληθινῷ Πατρὶ, ὡς τὸ φῶς τῷ ἡλιακῷ δίσκῳ. Ἔχει δὲ τὸ εἶναι καὶ ἀπὸ Γραφῶν μαρτυρεῖσθαι Θεὸς, Κύριος, ἅγιος, Δημιουργὸς ἄφθαρτος, ζωὴ, φῶς, καὶ πάντα ὅσα ὁ Πατήρ. Καὶ μᾶλλον ἐκ τῶν πλειόνων τὸ ὅμοιον καὶ ἴσον ἔχειν ὀφείλει, ἤπερ ἀπὸ τοῦ ἑνὸς τὸ ἀνόμοιον. Πῶς δὲ ὁ ᾿Ἀδὰμ καὶ ἡ Εὔα, οὐ γεννηθέντες, οὐδὲ πατέρα ἐσχηκότες, τοῖς ἐξ αὐτῶν ἡμῖν ἴσοι τῇ φύσει γεγόνασιν; ἢ ποίαν ἁπλῶς παράθεσιν ποιησάμενοι τοῦ, ὡς λέγουσιν, ἀνομοίου; ἢ πῶς παραμετρήσαντες ἐπέστησαν τῷ κρείττονι καὶ μείζονι; Γραφῆς μὲν οὔτε δε οριζούσης τῇ φύσει τὴν ἁγίαν καὶ ἄναρχον μίαν καὶ τὸ πρώτιστα καὶ τὸ ἔπειτα; δήλων δὲ ὄντων δύο τούτων, ὅτι τε οὐ πάντως τὸ μείζον ἑτεροούσιόν ἐστι, καὶ ὅτι καθ᾿ ὅλου τὰ συγκριτικὰ ἐπὶ ὁμοουσίων, ἀλλ᾿ οὐκ ἐπὶ ἑτεροουσίων λέγεται. Οὐκ ἂν δὲ οὐδ᾽ ἐξ ἐπιβολῆς εἴποιεν καίριον, ὅτι οὐδὲ περὶ τοῦ ἀσυγκρίτου καὶ μείζονος. Οὐ κατὰ μέγεθος, ἤ τινα ὄγκον· ἀμεπάσης, καὶ συνθέσεως, καὶ σχήματος ἀναχωρήσας ὁ Θεὸς Λόγος (καθὰ καὶ ὁ Πατὴρ, καὶ τὸ ἅγιον Πνεῦμα αὐτοῦ), καὶ ὑπὸ μηδενὸς μὲν περιεχόμενὸς αὐτὸς, πάντα δὲ ἐμπεριέχων· διότι καὶ πάντων ἀρχὴ μεγεθῶν ὡς ποιητής ἐστιν. Ποῦ γὰρ ἐν ταῖς ἀκροτάταις, καὶ ὑπερασωμάτοις, καὶ κρείττοσιν ὑποστάσεσι μέγεθος; Οὐδὲ κατὰ τὸ ἄναρδόξης αὐτοῦ, καὶ μὴ ἔχων πρὸ αὐτοῦ Θεόν. Καὶ γάρ φησιν· Ἐν ἀρχῇ ἦν ὁ Λόγος. Καὶ οὐδὲ συμμετρεῖται χρόνῳ Θεὸς, καὶ ποιητὴς ποιήματι ἐπεὶ ἀνάγκη αὐτοὺς ἀπαιτεῖ (ὅπερ καὶ ἐννοεῖν σφαλερὸν), πρότερον ὑποστῆσαι τοῦ ἀνάρχου καὶ ἀπερινοήτου Θεοῦ καὶ Πατρὸς χρόνον, καὶ οὕτω συγκρίνειν. "Ανθρωποι δὲ εἰώθασι μείζονας καλεῖν τοὺς χρόνῳ τὴν γένεσιν προειληφότας, κατὰ τὸν Ἰσαὰκ διαταττόμενον· Ὁ μείζων δουλεύσει τῷ ἐλάττονι. Οὐδὲ ὡς αἴτιος· οὐ γὰρ αἴτιος αὐτοῦ. "Αναρχος γὰρ καὶ ὁ μονογενὴς Υἱὸς ἐδείχθη· ἐπεὶ ὁμοίως αὐτοῦ τε καὶ ἡμῶν μείζων· ὅπερ μὴ γένοιτο εἰπεῖν ἢ ἀκοῦσαι. Οὐδὲ κατὰ τὴν οὐσίαν καὶ τὸ ὅμοιον· ἐξ αὐτοῦ γὰρ ὡς Μονογενής παρὰ Πατρὸς πλήρης χάριτος καὶ ἀληθείας, καὶ ὡς χαρακτὴρ τῆς ὑποστάσεως πρὸς ἅπαντα ὢν χαρακτήρ, καὶ ὡς εἰκὼν τοῦ Θεοῦ, ἣν ὁ ἑωρακὼς ἑώρακε τὸν Πατέρα. Ἐν αὐτῷ γὰρ κατοικεῖ πᾶν τὸ πλήρωμα τῆς θεότητος· ἐπισπᾶται δὲ τοῦτο μαρτυρία καὶ τὸ, Ποιήσωμεν ἄνθρωπον κατ' εἰκόνα καὶ ὁμοίωσιν ἡμετέραν. Οὐδὲ κατὰ ποιότητος ἐπίτασιν· ἐπεὶ μὴ ποιότητες αἱ θεῖαι καὶ ἀπόῤῥητοι ὑποστάσεις· ἐν σώμασι γὰρ ἡ ποιότης· αἱ δὲ ἀσώματοι, καὶ νοηταί. Ἀλλὰ μηδὲ νοεῖσθαι δύνασθαι περὶ αὐτῶν, ὡς εἴη τοῦ καλοῦ κάλλιον, καὶ τοῦ καλλίονος βέλτιον παραπλησίως τῇ περὶ ἄλλου λεγούσῃ Παύλου φωνῇ· Νυνὶ δὲ μένει τὰ τρία ταῦτα· πίστις, ἐλπὶς, ἀγάπη· μείζων δὲ τούτων ἡ ἀγάπη· διὰ γὰρ τὴν εἰς ἀρετὴν ἐπίτασιν, ἀπένειμεν τῇ ἀγάπῃ τὸ μείζω. ᾿Αγαπήσαντες γὰρ, φησὶ, πιστεύομεν· καὶ πιστεύσαντες, ἐλπίζομεν συμβασιλεῦσαι τῷ Χριστῷ. Εἰ γὰρ ἀληθὲς τὸ, Εἷς Θεὸς, καὶ τὸ, Ἵνα γένησθε θείας κοινωνοὶ φύσεως, καὶ οὐχὶ, φύσεων· ἓν εἶναι καὶ τὸ καθ' ἅπαξ καλὸν ἀποδέδεικται, φημὶ δὲ ἡ θεότης. Οὐδὲ κατὰ τὸ ἴσον· διότι, Μέγας καὶ ἐπὶ πάντων, γέγραπται, Θεὸς ὁ Υἱὸς, ἴσον ἑαυτὸν ποιῶν τῷ Πατρὶ, καὶ, Ὀμνύων καθ' ἑαυτοῦ, ἐπειδὴ μὴ ἔχει τὸν μείζονα. Οὐδὲ κατὰ τὴν δύναμιν. Γέγραπται γάρ· Χριστὸν Θεοῦ δύναμιν καὶ Θεοῦ σοφίαν· καὶ, Πάντα ὅσα ἂν ποιῇ ὁ Πατὴρ καὶ ὁ Υἱὸς ὁμοίως ποιεῖ. Οὐδὲ κατὰ τὴν δόξαν, ἤ τι ἀξίωμα. Εἰ γὰρ ᾔδεσαν, φησὶν, οὐκ ἂν τὸν Κύριον τῆς δόξης ἐσταύρωσαν. Καὶ θέλημά ἐστι τοῦ Πατρὸς κατὰ τὸν Ἰωάννην, "Ινα πάντες τιμῶσι τὸν Υἱὸν, καθὼς τιμῶσι τὸν Πατέρα. Κατὰ τί οὖν λοιπὸν τὸ μείζω, ᾿Απόστολος, τὰς εἰς τὸν μονογενῆ Υἱὸν καὶ Θεὸν ἀσεβεῖς ὑπολήψεις αἱρετικῶν ἀναστέλλων, τὴν δὲ πρὸς τὸν Πατέρα αὐτοῦ τῆς φύσεως ταυτότητα, ἔτι δὲ καὶ τὸ συνάναρχον κηρύττων, γράψας, ὡς ἀνωτέρω ἐλέχθη, ὡς Ων ἀπαύγασμα τῆς δόξης τοῦ Πατρὸς, ἐπήγαγεν, καὶ χαρακτὴρ τῆς ὑποστάσεως αὐτοῦ. Καὶ πάλιν πρὸς Κολοσσαεῖς καὶ πρὸς Ἑβραίους ἐπέστειλε· "Ος ἐστιν εἰκὼν τοῦ Θεοῦ τοῦ ἀοράτου. Καὶ ἐν τῷ κατὰ Ἰωάννην δὲ Εὐαγγελίῳ, ὁ Υἱὸς τὴν ἑαυτοῦ οὐσίαν πατρικῷ χαρακτῆρι ἐσφραγίσθαι παριστῶν, εἶπε· Τοῦτον γὰρ ὁ Πατήρ ἐσφράγισεν ὁ Θεός· συνυφεστηκυίας δὲ δῆλον ὅτι τῆς σφραγίδος τῷ ἀρχετύπῳ, καὶ ἰσοτύπου οὔσης, καὶ ἐν ἑαυτῇ δὲ δεικνυούσης τελείως καὶ ἀληθῶς τὴν φύσεως. Ἡ γὰρ σφραγὶς, ὡς καὶ ὁ χαρακτὴρ τὸ ὅμοιον καὶ ἀνόθευτον σημαίνει· ἐπεὶ καιρὸς εἰπεῖν καὶ τὸν Πατέρα μὴ ἀγενήτως καὶ ἀσυγκρίτως ἔχειν, εἴπερ ἐξεικονίζεται καὶ χαρακτηρίζεται ὑπὸ γενητοῦ καὶ ἀνομοίου. Τὰ θεῖα ταῦτα καὶ ἑρμηνείας ἀνεπιδεᾶ λόγια μὴ συνέντες ὀρθῶς, διαστρέφοντες δὲ, καὶ ἀνθρωπίνοις νοήμασι μαχόμενοι τοῖς τοῦ Θεοῦ ῥήμασι, φάσκουσιν· ῎Ἄλλο Θεὸς, καὶ ἄλλο εἰκὼν Θεοῦ· ὡς ἄλλο ἄνθρωπος, καὶ ἄλλο εἰκὼν ἀνθρώπου· καὶ τρόπον τινὰ εἰκόνι ἀκινήτῳ τὸν ζῶντα καὶ ἐνερ γὸν Θεὸν Λόγον ἀπεικάζουσι· κατ᾿ οὐσίαν δὲ καὶ κατὰ πάντα εἰκών ἐστιν ἀπλανεστάτη καὶ ἄναρχος τοῦ Πατρὸς, καὶ οὐ κατὰ μορφὴν καὶ σχῆμα, ὡς ὁ πλαστουργηθεὶς ἢ γεγλυμμένος ἄπνους καὶ οὐκ αὐτοκίνητος ἀνδριάς· οὐδὲ κατὰ εἶδος καὶ χρῶμα ὡς ἡ τεχνητὴ καὶ μιμητὴ ἄφωνὸς εἰκών. Ταῦτα γὰρ οὐδὲ κατὰ φύσιν, οὐδὲ μὴν εἰς ὅλα τὰ ἄλλα ἐκφαίνουσι τὸν πρωτότυπον. Καὶ Υἱὸς μὲν γὰρ ἀνθρώπου εἰκὼν οὐσίας τοῦ ἑαυτοῦ Πατρός ἐστιν· ἀλλὰ συμβαίνει παραλλάττειν ἡλικίαν, ἢ εἶδος, ἢ γνώμην, ἢ δύναμιν, ἢ ἀξίαν, ἢ τὰ συναμφότερα, ἢ καί τι ἕτερον. Ὁ δὲ Θεὸς Λόγος, ἀπαραλλάκτως καὶ ἀπηκριβωμένως, εἰς ὅλα τὴν ἁπλῆν, καὶ ἀσύνθετον, καὶ ἀποίκιλον πατρικὴν θεότητα φυσικῶς καὶ ἀνάρχως έξεικονίζει. Οὐδὲ γὰρ νοεῖν ἐξὸν, ὡς κατά τι Θεοῦ εἰκὼν καὶ παρά τι· οὐδὲ μὴν γίνεται ἀσυγκρίτου εἰκὼν, οὐδὲ δύναται διὰ τοῦ ἀνομοίου, ἢ μικροτέρου, ἢ ὑπεξουσίου τὸ ἀληθὲς, καὶ ἀρχέτυπον, καὶ μείζω, καὶ αὐτεξούσιον, καὶ ἀσύγκριτον φαίνεσθαι. Οὐδ᾽ αὖ διὰ τοῦ κτίσματος ἡ φυσικὴ μορφὴ τοῦ κτίσαντος κατανοεῖσθαι. Οὐδὲ γὰρ οὐδὲ ἄλλη φύσις τὴν ἑτέραν ἐν ἑαυτῇ ἐπιδείκνυσιν· ἀλλὰ καὶ ὁ Πατὴρ εὑρίσκεται ἀνυπόστατος γεγενῆσθαι ὅτε αἱρετικοὶ τὸν χαρακτῆρα οὐ διδόασιν ἔχειν αὐτὸν τῆς ὑποστάσεως. ᾿Αλλ' οὐδὲ ὁ ἀόρατος, καὶ ἀσύνθετος, καὶ ἀσχημάτιστος Θεὸς εἰκόνα ἔχει οἷαν ἐκεῖνοι ἐμφαίνουσι μιμητικήν. Παραλύει δὲ τὰ ἐκείνων σαφῶς καὶ ἡ ἐπαγωγή, ἔχουσα· Οὐχ ἁρπαγμὸν ἡγήσατο τὸ εἶναι ἴσα Θεῷ. Περὶ δὲ φυσικῆς εἰκόνος ὑφηγεῖται καὶ Μωϋσῆς οὐτωσεί· Ἐγέννησεν ᾿Αδὰμ τὸν Σὴθ κατὰ τὴν εἰδέαν αὐτοῦ. Οὐκ ἦν δὲ ἑτεροούσιος ἀναγκαίως ὁ Σὴθ τῷ ᾿Αδάμ· καὶ ὅμως εἰκόνα τὴν εἰδέαν καὶ ὁμοίωσιν τῆς οὐσίας ἐκάλεσεν. Ἀλλὰ καὶ περὶ ἀνθρώπου, φησὶ, γέγραπται, ὅτι ἔστιν εἰκὼν καὶ δόξα Θεοῦ. Ἀλλ᾿ οὐδαμοῦ, ὦ οὗτοι, ἄνθρωπος ἢ ἄλλο ποίημα γέγραπται εἶναι ἀπαύγασμα τῆς δόξης τοῦ Θεοῦ καὶ χαρακτὴρ τῆς ὑποστάσεως· ἄλλο δὲ ἐστιν ἄνθρωπον εἰκόνα εἶναι Θεοῦ, τοῦτ᾽ ἔστι τὸ τεχνηθὲν τοῦ τεχνησαμένου, ὡς δίφρος τοῦ τέκτονος. Σολομών γὰρ λέγει· ᾿Αναλόγως τῶν κτισμάτων ὁ Γενεσιουργός θεωρεῖται· καὶ ἄλλο ἐστὶν, κατὰ τὸ σύμεἶναι δόξης, καὶ χαρακτῆρα ὑποστάσεως ἐνυπόστατον καὶ ἀψευδέστατον. Φησὶ γάρ· ῾Ο ἑωρακὼς ἐμὲ, ἑώρακε τὸν Πατέρα· ὁ δὲ ἑωρακὼς ἄνθρωπον, οὐχ ἑώρακε τὸν Θεόν· ὡς ὁ θεασάμενος τὸν δίφρον, οὐχ ἑώρακε τὸν τέκτονα. ᾿Αλλὰ καὶ ἀνάγκη τοῦ μόνου ἀοράτου Θεοῦ μόνην ἀόρατον εἶναι ἐκείνην τὴν εἰκόνα καὶ οὐ τὸν κατ᾽ εἰκόνα ὁρατὸν ἄνθρωπον. Οὔτε οὖν ἄλλῳ ὅμοιός ἐστιν ὁ Υἱὸς· γράφει γάρ· Τίς ὁμοιωθήσεται τῷ Κυρίῳ ἐν υἱοῖς Θεοῦ; Οὔτε τῷ ἑαυτοῦ Πατρὶ ἀνόμοιος· Ἐγὼ γὰρ, φησὶ, καὶ ὁ Πατὴρ ἕν ἐσμεν. Οἱ δὲ κτιστῆς εἰκόνος ἔννοιαν ἐπὶ αὐτοῦ λαμἄψυχον εἰκόνα προσκυνεῖσθαι τυπώσαντι. Καὶ τὸν ᾿Ἀδὰμ δὲ διὰ τὴν παρακοὴν ἐκ τοῦ παραδείσου ὁ Θεὸς δικαίως ἔρριψε· τὸν δὲ λῃστὴν, καὶ σὺν αὐτῷ τὸν ᾿Ἀδὰμ καὶ τὸ κοινὸν ἡμῶν ὅλον γένος ὁ Υἱὸς εἰσἡγαγεν ὡς ἴσος πάντως τῇ θεότητι καὶ ἀγαθότητι καὶ δεσποτείᾳ τῷ ρίψαντι τυγχάνων. Ποῦ δὲ ἐγράφη ὅτι ἀσύγκριτος ὁ Πατὴρ πρὸς τὸν ἑαυτοῦ Μονογενῆ; ἢ ὅτι ὁ Υἱὸς αὐτοῦ καὶ τῶν πάντων Δημιουργὸς καὶ κριτὴς, κατὰ τὴν θεϊκὴν αὐτοῦ καὶ ὅλων ἐξῃρημένην ἄπειρον φύσιν κτίσμα ἐστίν; ἢ ὅλως, ὅτι ποτὲ οὐκ ἦν; ἢ ποῦ ἰδικῶς ἔφη ὁ Πατὴρ, Ἔκτισά μοι Υἱόν· ἢ ὁ Υἱὸς, Ἐκτίσθην ὑπὸ τοῦ Πατρὸς; ὅπερ ἀκούειν, μήτιγε καὶ λέγειν, φρικτὸν καὶ φευκτόν. Οὐδαμοῦ μὲν οὖν παντελῶς θείας καὶ πνευματικῆς Γραφῆς εὕρηται ταῦτα. Τοὐναντίον δὲ συγκρίνοντος ἑαυτὸν πρὸς τὸν Πατέρα ἐστὶ πάντα τοῦ Μονογενοῦς τὰ περὶ τῆς θεότητος αὐτοῦ ῥήματα· καὶ ἑνοῦντος ἑαυτριάκοντα ἔτη, καὶ ἐγέννησε κατὰ τὴν ἰδέαν αὐτοῦ καὶ κατὰ τὴν εἰκόνα αὐτοῦ, καὶ ἐπωνόμασε τὸ ὄνομα παιδίον ἢ γέννημα εἴρηται πώποτε κατὰ τὴν ἄνω ἄπειρον γέννησιν ἣν οὐδὲν τὸ παράπαν χαρακτηρίσαι δύναται· ἵνα μὴ τι μικρὸν ἢ ὑπόνοιαν παρέχον ταῖς φαντασθείῃ τις· ἀλλ᾽ Υἱὸς διὰ τὸ τέλειον καὶ τὸ ἀνάρχως γεννηθῆναι, καὶ τὸ πρὸς τὸν Πατέρα τῆς φύσεως ἀπαράλλακτον. Ὅλα δὲ τὰ νομιζόμενα παρά τισιν εἶναι πρὸς θεότητα μικρά, καὶ τὸ, ῾Ὁ πέμψας με Πατήρ μείζων μού ἐστι, διὰ τὴν φιλάνθρωπον καὶ ἄῤῥητον ἐνανθρώπησιν αὐτοῦ, τὴν δι ἡμᾶς καὶ ὑπὲρ ἡμῶν γενομένην, ταῖς ἱεραῖς κεχρησμώδηται βίβλοις· δι᾽ ἣν καὶ ἀγγέλων ἠλαττῶσθαι γέγραπται, κατὰ τὸν ᾿Απόστολον ἐπιστείλαντα· Τὸν δὲ βραχύ τι παρ' ἀγγέλους ἠλαττωμένον βλέπομεν Ἰησοῦν διὰ τὸ πάθημα τοῦ θανάτου. Ἐγὼ οὖν οἶμαι καὶ οὐ πάντως διασφάλλομαι, ὅτι περὶ τοῦ Πατρὸς καὶ ἑαυτοῦ εἶπε, τὴν ἀμφοῖν δεικνὺς ἀγαθότητα καὶ ὁμοουσιότητα· Η ποιήσατε τὸ δένδρον καλὸν, καὶ τὸν καρπὸν αὐτοῦ καλὸν, ἢ ποιήσατε τὸ δένδρον σαπρὸν καὶ τὸν καρπὸν αὐτοῦ σαπρόν· ἐκ γὰρ τοῦ καρποῦ, φησὶ, τὸ δένδρον γιτὸ ἅγιον Πνεῦμα τὸ πρῶτον κτισμα εἶναι λέγειν τολμῶσι· Μακεδόνιος δὲ τὸ Πνεῦμα μόνον· ἐπ᾿ ἐκείνους μὲν τὸ βάρος τοῦ ἐπιμνησθῆναι τῶν τοιούτων ἀπονενοημένων καὶ κατακρίτων ῥημάτων τρέψειεν ἡ ἁγία καὶ ὁμοούσιος Τριάς· ἡμεῖς δὲ ὑποδείξομεν, τὰς θείας παρατιθέμενοι Γραφὰς, τὸ πρῶτον κτίσμα τοῦ Θεοῦ οὕτω γεγενῆσθαι. Πρῶτον κτίσμα ἐπαρθέν ἐκ τῶν οὐρανῶν ἐῤῥίφη ὡς ἀστραπή, καθὰ αὐτὸς ὁ κτίσας καλῶς καὶ ὕστερον δικαίως ῥίψας ἐν Εὐαγγελίῳ ἐθεώρησε· λέγει δὲ οὐτωσεὶ παρὰ τῷ Ἰώβ· Ἀλλ᾿ ἰδοὺ θηρίον παρὰ σοὶ χόρτον ἴσα βουσίν ἐσθίον· ἰδοὺ ἡ ἰσχὺς αὐτοῦ ἐν ὀσφύϊ, ἡ δὲ δύναμις αὐτοῦ ἐπ' ὀμφαλοῦ γαστρός. "Εστησεν οὐρὰν ὡς κυπάρισσον, τὰ δὲ νεῦρα αὐτοῦ συμτοῦ σιδημοῦς χυτός. Τοῦτό ἐστιν ἀρχὴ πλάσματος Κυρίου πεποιημένον ἐγκαταπαίζεσθαι ὑπὸ τῶν ἀγγέλων. Ὥστε τὸν διάβολον πρῶτον κτίσμα εἶναι λέγει, ἑαυτὸν ποιήσαντα ἐγκαταπαίζεσθαι ὑπὸ τῶν ἁγίων ἀγγέλων, διὰ τὸ ἀνόσιον αὐτοῦ καὶ κακόβουλον τῆς προαιρέσεως. Οὐκ ἂν δὲ μετ᾿ αὐτὸν ὁ Υἱὸς, ὁ καὶ τοῦτον δημιουργήσας οὔτε μὴν τὸ Πνεῦμα τοῦ Θεοῦ ἐκτίσθη.
Peri tōn legontōn, hoti ᾿Asynkritos kai meizōn ho Patēr tou Huiou; kai, hoti ᾿Allo eikōn kai allo Theos; kai, hoti Kai anthrōpos eikōn Theou egraphē kai doxa. Kai peri tou martyreisthai kat' ouden diapherein tou Huiou ton Patera. Kai to asynkriton de kai meizon tǭ Patri dia to agennēton aponemousi; tǭ de Huiǭ to anomoion, dia to echein to gennēton, kathelkontes palin ta peri tēs arrhētotatēs theotētos eis ta tēs hēmeteras physeōs apotelesmata, kai ta noēta tois tēs hylēs rheu masin synexomoiousthai nomizontes. Ta men gar hyperourania panta noun kai pasan noēsin hypermena kai apoginomena tynchanei. Alla malista men anarchōs etechthē, synyparchōn kai symprattōn tǭ heautou alēthinǭ Patri, hōs to phōs tǭ hēliakǭ diskǭ. Echei de to einai kai apo Graphōn martyreisthai Theos, Kyrios, hagios, Dēmiourgos aphthartos, zōē, phōs, kai panta hosa ho Patēr. Kai mallon ek tōn pleionōn to homoion kai ison echein opheilei, ēper apo tou henos to anomoion. Pōs de ho ᾿Adam kai hē Eua, ou gennēthentes, oude patera eschēkotes, tois ex autōn hēmin isoi tę̄ physei gegonasin? ē poian haplōs parathesin poiēsamenoi tou, hōs legousin, anomoiou? ē pōs parametrēsantes epestēsan tǭ kreittoni kai meizoni? Graphēs men oute de orizousēs tę̄ physei tēn hagian kai anarchon mian kai to prōtista kai to epeita? dēlōn de ontōn dyo toutōn, hoti te ou pantōs to meizon heteroousion esti, kai hoti kath᾿ holou ta synkritika epi homoousiōn, all᾿ ouk epi heteroousiōn legetai. Ouk an de oud᾽ ex epibolēs eipoien kairion, hoti oude peri tou asynkritou kai meizonos. Ou kata megethos, ē tina onkon; amepasēs, kai syntheseōs, kai schēmatos anachōrēsas ho Theos Logos (katha kai ho Patēr, kai to hagion Pneuma autou), kai hypo mēdenos men periechomenos autos, panta de emperiechōn; dioti kai pantōn archē megethōn hōs poiētēs estin. Pou gar en tais akrotatais, kai hyperasōmatois, kai kreittosin hypostasesi megethos? Oude kata to anardoxēs autou, kai mē echōn pro autou Theon. Kai gar phēsin; En archę̄ ēn ho Logos. Kai oude symmetreitai chronǭ Theos, kai poiētēs poiēmati epei anankē autous apaitei (hoper kai ennoein sphaleron), proteron hypostēsai tou anarchou kai aperinoētou Theou kai Patros chronon, kai houtō synkrinein. "Anthrōpoi de eiōthasi meizonas kalein tous chronǭ tēn genesin proeilēphotas, kata ton Isaak diatattomenon; Ho meizōn douleusei tǭ elattoni. Oude hōs aitios; ou gar aitios autou. "Anarchos gar kai ho monogenēs Huios edeichthē; epei homoiōs autou te kai hēmōn meizōn; hoper mē genoito eipein ē akousai. Oude kata tēn ousian kai to homoion; ex autou gar hōs Monogenēs para Patros plērēs charitos kai alētheias, kai hōs charaktēr tēs hypostaseōs pros hapanta ōn charaktēr, kai hōs eikōn tou Theou, hēn ho heōrakōs heōrake ton Patera. En autǭ gar katoikei pan to plērōma tēs theotētos; epispatai de touto martyria kai to, Poiēsōmen anthrōpon kat' eikona kai homoiōsin hēmeteran. Oude kata poiotētos epitasin; epei mē poiotētes hai theiai kai aporrhētoi hypostaseis; en sōmasi gar hē poiotēs; hai de asōmatoi, kai noētai. Alla mēde noeisthai dynasthai peri autōn, hōs eiē tou kalou kallion, kai tou kallionos beltion paraplēsiōs tę̄ peri allou legousę̄ Paulou phōnę̄; Nyni de menei ta tria tauta; pistis, elpis, agapē; meizōn de toutōn hē agapē; dia gar tēn eis aretēn epitasin, apeneimen tę̄ agapę̄ to meizō. ᾿Agapēsantes gar, phēsi, pisteuomen; kai pisteusantes, elpizomen symbasileusai tǭ Christǭ. Ei gar alēthes to, Heis Theos, kai to, Hina genēsthe theias koinōnoi physeōs, kai ouchi, physeōn; hen einai kai to kath' hapax kalon apodedeiktai, phēmi de hē theotēs. Oude kata to ison; dioti, Megas kai epi pantōn, gegraptai, Theos ho Huios, ison heauton poiōn tǭ Patri, kai, Omnyōn kath' heautou, epeidē mē echei ton meizona. Oude kata tēn dynamin. Gegraptai gar; Christon Theou dynamin kai Theou sophian; kai, Panta hosa an poię̄ ho Patēr kai ho Huios homoiōs poiei. Oude kata tēn doxan, ē ti axiōma. Ei gar ę̄desan, phēsin, ouk an ton Kyrion tēs doxēs estaurōsan. Kai thelēma esti tou Patros kata ton Iōannēn, "Ina pantes timōsi ton Huion, kathōs timōsi ton Patera. Kata ti oun loipon to meizō, ᾿Apostolos, tas eis ton monogenē Huion kai Theon asebeis hypolēpseis hairetikōn anastellōn, tēn de pros ton Patera autou tēs physeōs tautotēta, eti de kai to synanarchon kēryttōn, grapsas, hōs anōterō elechthē, hōs Ōn apaugasma tēs doxēs tou Patros, epēgagen, kai charaktēr tēs hypostaseōs autou. Kai palin pros Kolossaeis kai pros Hebraious epesteile; "Os estin eikōn tou Theou tou aoratou. Kai en tǭ kata Iōannēn de Euangeliǭ, ho Huios tēn heautou ousian patrikǭ charaktēri esphragisthai paristōn, eipe; Touton gar ho Patēr esphragisen ho Theos; synyphestēkuias de dēlon hoti tēs sphragidos tǭ archetypǭ, kai isotypou ousēs, kai en heautę̄ de deiknyousēs teleiōs kai alēthōs tēn physeōs. Hē gar sphragis, hōs kai ho charaktēr to homoion kai anotheuton sēmainei; epei kairos eipein kai ton Patera mē agenētōs kai asynkritōs echein, eiper exeikonizetai kai charaktērizetai hypo genētou kai anomoiou. Ta theia tauta kai hermēneias anepidea logia mē synentes orthōs, diastrephontes de, kai anthrōpinois noēmasi machomenoi tois tou Theou rhēmasi, phaskousin; ᾿Allo Theos, kai allo eikōn Theou; hōs allo anthrōpos, kai allo eikōn anthrōpou; kai tropon tina eikoni akinētǭ ton zōnta kai ener gon Theon Logon apeikazousi; kat᾿ ousian de kai kata panta eikōn estin aplanestatē kai anarchos tou Patros, kai ou kata morphēn kai schēma, hōs ho plastourgētheis ē geglymmenos apnous kai ouk autokinētos andrias; oude kata eidos kai chrōma hōs hē technētē kai mimētē aphōnos eikōn. Tauta gar oude kata physin, oude mēn eis hola ta alla ekphainousi ton prōtotypon. Kai Huios men gar anthrōpou eikōn ousias tou heautou Patros estin; alla symbainei parallattein hēlikian, ē eidos, ē gnōmēn, ē dynamin, ē axian, ē ta synamphotera, ē kai ti heteron. Ho de Theos Logos, aparallaktōs kai apēkribōmenōs, eis hola tēn haplēn, kai asyntheton, kai apoikilon patrikēn theotēta physikōs kai anarchōs exeikonizei. Oude gar noein exon, hōs kata ti Theou eikōn kai para ti; oude mēn ginetai asynkritou eikōn, oude dynatai dia tou anomoiou, ē mikroterou, ē hypexousiou to alēthes, kai archetypon, kai meizō, kai autexousion, kai asynkriton phainesthai. Oud᾽ au dia tou ktismatos hē physikē morphē tou ktisantos katanoeisthai. Oude gar oude allē physis tēn heteran en heautę̄ epideiknysin; alla kai ho Patēr heurisketai anypostatos gegenēsthai hote hairetikoi ton charaktēra ou didoasin echein auton tēs hypostaseōs. ᾿All' oude ho aoratos, kai asynthetos, kai aschēmatistos Theos eikona echei hoian ekeinoi emphainousi mimētikēn. Paralyei de ta ekeinōn saphōs kai hē epagōgē, echousa; Ouch harpagmon hēgēsato to einai isa Theǭ. Peri de physikēs eikonos hyphēgeitai kai Mōÿsēs outōsei; Egennēsen ᾿Adam ton Sēth kata tēn eidean autou. Ouk ēn de heteroousios anankaiōs ho Sēth tǭ ᾿Adam; kai homōs eikona tēn eidean kai homoiōsin tēs ousias ekalesen. Alla kai peri anthrōpou, phēsi, gegraptai, hoti estin eikōn kai doxa Theou. All᾿ oudamou, ō houtoi, anthrōpos ē allo poiēma gegraptai einai apaugasma tēs doxēs tou Theou kai charaktēr tēs hypostaseōs; allo de estin anthrōpon eikona einai Theou, tout᾽ esti to technēthen tou technēsamenou, hōs diphros tou tektonos. Solomōn gar legei; ᾿Analogōs tōn ktismatōn ho Genesiourgos theōreitai; kai allo estin, kata to symeinai doxēs, kai charaktēra hypostaseōs enypostaton kai apseudestaton. Phēsi gar; ῾O heōrakōs eme, heōrake ton Patera; ho de heōrakōs anthrōpon, ouch heōrake ton Theon; hōs ho theasamenos ton diphron, ouch heōrake ton tektona. ᾿Alla kai anankē tou monou aoratou Theou monēn aoraton einai ekeinēn tēn eikona kai ou ton kat᾽ eikona horaton anthrōpon. Oute oun allǭ homoios estin ho Huios; graphei gar; Tis homoiōthēsetai tǭ Kyriǭ en huiois Theou? Oute tǭ heautou Patri anomoios; Egō gar, phēsi, kai ho Patēr hen esmen. Hoi de ktistēs eikonos ennoian epi autou lamapsychon eikona proskyneisthai typōsanti. Kai ton ᾿Adam de dia tēn parakoēn ek tou paradeisou ho Theos dikaiōs erripse; ton de lę̄stēn, kai syn autǭ ton ᾿Adam kai to koinon hēmōn holon genos ho Huios eisēgagen hōs isos pantōs tę̄ theotēti kai agathotēti kai despoteią tǭ ripsanti tynchanōn. Pou de egraphē hoti asynkritos ho Patēr pros ton heautou Monogenē? ē hoti ho Huios autou kai tōn pantōn Dēmiourgos kai kritēs, kata tēn theïkēn autou kai holōn exę̄rēmenēn apeiron physin ktisma estin? ē holōs, hoti pote ouk ēn? ē pou idikōs ephē ho Patēr, Ektisa moi Huion; ē ho Huios, Ektisthēn hypo tou Patros? hoper akouein, mētige kai legein, phrikton kai pheukton. Oudamou men oun pantelōs theias kai pneumatikēs Graphēs heurētai tauta. Tounantion de synkrinontos heauton pros ton Patera esti panta tou Monogenous ta peri tēs theotētos autou rhēmata; kai henountos heautriakonta etē, kai egennēse kata tēn idean autou kai kata tēn eikona autou, kai epōnomase to onoma paidion ē gennēma eirētai pōpote kata tēn anō apeiron gennēsin hēn ouden to parapan charaktērisai dynatai; hina mē ti mikron ē hyponoian parechon tais phantastheię̄ tis; all᾽ Huios dia to teleion kai to anarchōs gennēthēnai, kai to pros ton Patera tēs physeōs aparallakton. Hola de ta nomizomena para tisin einai pros theotēta mikra, kai to, ῾Ho pempsas me Patēr meizōn mou esti, dia tēn philanthrōpon kai arrhēton enanthrōpēsin autou, tēn di hēmas kai hyper hēmōn genomenēn, tais hierais kechrēsmōdētai biblois; di᾽ hēn kai angelōn ēlattōsthai gegraptai, kata ton ᾿Apostolon episteilanta; Ton de brachy ti par' angelous ēlattōmenon blepomen Iēsoun dia to pathēma tou thanatou. Egō oun oimai kai ou pantōs diasphallomai, hoti peri tou Patros kai heautou eipe, tēn amphoin deiknys agathotēta kai homoousiotēta; Ē poiēsate to dendron kalon, kai ton karpon autou kalon, ē poiēsate to dendron sapron kai ton karpon autou sapron; ek gar tou karpou, phēsi, to dendron gito hagion Pneuma to prōton ktisma einai legein tolmōsi; Makedonios de to Pneuma monon; ep᾿ ekeinous men to baros tou epimnēsthēnai tōn toioutōn aponenoēmenōn kai katakritōn rhēmatōn trepseien hē hagia kai homoousios Trias; hēmeis de hypodeixomen, tas theias paratithemenoi Graphas, to prōton ktisma tou Theou houtō gegenēsthai. Prōton ktisma eparthen ek tōn ouranōn errhiphē hōs astrapē, katha autos ho ktisas kalōs kai hysteron dikaiōs rhipsas en Euangeliǭ etheōrēse; legei de outōsei para tǭ Iōb; All᾿ idou thērion para soi chorton isa bousin esthion; idou hē ischys autou en osphyï, hē de dynamis autou ep' omphalou gastros. "Estēsen ouran hōs kyparisson, ta de neura autou symtou sidēmous chytos. Touto estin archē plasmatos Kyriou pepoiēmenon enkatapaizesthai hypo tōn angelōn. Hōste ton diabolon prōton ktisma einai legei, heauton poiēsanta enkatapaizesthai hypo tōn hagiōn angelōn, dia to anosion autou kai kakoboulon tēs proaireseōs. Ouk an de met᾿ auton ho Huios, ho kai touton dēmiourgēsas oute mēn to Pneuma tou Theou ektisthē.
On those who say that the Father is incomparable with the Son and greater than he; and that the image is one thing and God another; and that man too is written to be the image and glory of God. And on the testimony that the Father differs from the Son in nothing. They assign incomparability and being greater to the Father because he is unbegotten, and unlikeness to the Son because he has being begotten, dragging down once more what concerns the most ineffable Godhead to the products of our own nature, and thinking that intelligible realities are made like the flux of matter. For the things above the heavens all transcend every mind and every thought … But above all he was born without beginning, existing and working together with his own true Father, as light with the disk of the sun. And he has it, as the Scriptures too bear witness, that he is God, Lord, holy, Creator, incorruptible, life, light, and all that the Father is. And he ought rather to have likeness and equality from the many names than unlikeness from the one. And how did Adam and Eve, who were not begotten and had no father, come to be equal in nature to us who are from them? Or what comparison at all have they made of what they call the unlike? Or by what measuring have they arrived at "stronger" and "greater"? Scripture … does not define the holy and beginningless one by nature … the first and the next? And these two things are clear: that what is greater is not at all necessarily of another substance, and that comparatives in general are said of things of the same substance, not of things of different substances. Nor could they say anything to the point even by guesswork, since not even about the incomparable and the greater … Not in size or any bulk; for God the Word is removed from all magnitude, composition and shape (as are the Father and his Holy Spirit), being himself contained by nothing, but containing all things; for he is also, as their maker, the beginning of all magnitudes. For where is magnitude in the highest, the supremely incorporeal and superior hypostases? Nor with respect to being without beginning … of his glory, and not having God before him. For it says: "In the beginning was the Word." And God is not measured together with time, nor the maker with the thing made; since necessity would require them (which it is dangerous even to think) first to posit a time before the beginningless and incomprehensible God and Father, and so to compare. Men are accustomed to call greater those who have come earlier in birth by time, as Isaac decreed: "The greater shall serve the lesser." Nor as cause; for he is not his cause. For the only-begotten Son too has been shown to be without beginning; otherwise the Father would be greater than he in the same way as he is greater than we, which God forbid that anyone should say or hear. Nor with respect to substance and likeness; for he is from him as "the Only-begotten from the Father, full of grace and truth", and as "the imprint of his hypostasis", being an imprint in all respects, and as "the image of God", which whoever has seen has seen the Father. For in him dwells "all the fullness of the Godhead"; and the testimony "Let us make man according to our image and likeness" draws this in too. Nor by intensification of a quality; for the divine and ineffable hypostases are not qualities; quality is in bodies, but they are incorporeal and intelligible. But it cannot even be thought of them that there is something finer than the fine and better than the finer, in the way that Paul's words speak about something else: "Now these three remain: faith, hope, love; but the greater of these is love"; for because of its intensity in virtue he assigned the greater to love. "For having loved," he says, "we believe; and having believed, we hope to reign with Christ." For if "One God" is true, and "that you may become partakers of the divine nature", not "natures", then the absolutely good has been shown to be one, I mean the Godhead. Nor with respect to equality; for it is written that God the Son is "great and over all", "making himself equal to the Father", and "swearing by himself", since he has no one greater. Nor with respect to power. For it is written: "Christ the power of God and the wisdom of God"; and "Whatever the Father does, the Son also does likewise." Nor with respect to glory or any dignity. "For if they had known," he says, "they would not have crucified the Lord of glory." And it is the will of the Father, according to John, "that all may honor the Son as they honor the Father." In what respect, then, is the "greater" left? The apostle, checking the impious suppositions of the heretics about the only-begotten Son and God, and proclaiming the identity of his nature with his Father's, and also his being without beginning together with him, wrote, as was said above, "Who, being the radiance of the glory of the Father", and added, "and the imprint of his hypostasis". And again he wrote to the Colossians and to the Hebrews: "Who is the image of the invisible God." And in the Gospel according to John, the Son, presenting his own substance as sealed with the Father's imprint, said: "For on him the Father, God, has set his seal"; and clearly the seal subsists together with the archetype, being of the same form and showing perfectly and truly in itself the archetype's nature. For the seal, like the imprint, signifies likeness and genuineness; otherwise it would be time to say that the Father too is not uncreated and incomparable, if indeed he is imaged and imprinted by what is created and unlike. Not understanding rightly these divine oracles, which need no interpretation, but distorting them, and fighting God's words with human notions, they say: "God is one thing and the image of God another, as a man is one thing and the image of a man another"; and in a way they liken the living and active God the Word to a motionless image. But he is, in substance and in all respects, the most unerring and beginningless image of the Father, and not in form and shape, as the statue molded or carved, without breath and not self-moving; nor in appearance and color, like the artificial, imitative, voiceless image. For these do not show the prototype by nature, nor indeed in all other respects. A son of man is indeed an image of the substance of his own father; but he happens to differ from him in age, or appearance, or mind, or power, or rank, or in several of these, or in something else. But God the Word images the simple, uncompounded and unvaried Godhead of the Father without variation and exactly, in all respects, by nature and without beginning. For one may not think that he is the image of God in one respect and not in another; nor indeed can there be an image of what is incomparable, nor can the true, the archetypal, the greater, the self-determining and the incomparable appear through what is unlike, or smaller, or under authority. Nor again can the natural form of the creator be perceived through the creature. For no nature shows another nature in itself; and the Father is even found to have been without hypostasis, when the heretics do not grant that he has the imprint of his hypostasis. Nor does the invisible, uncompounded and shapeless God have an imitative image such as they suggest. And the words that follow plainly undo their views: "He did not count being equal to God a thing to be grasped." Moses too gives an account of a natural image thus: "Adam begot Seth according to his form." Seth was of necessity not of a different substance from Adam; and yet he called the form and likeness of substance an image. "But of man too," he says, "it is written that he is the image and glory of God." But nowhere, my friends, is man or any other thing made written to be the radiance of God's glory and the imprint of his hypostasis; and it is one thing for man to be the image of God, that is, as the thing crafted is of the craftsman, as a stool of the carpenter (for Solomon says, "From the creatures, by analogy, their Maker is seen"); and another thing … to be the radiance of glory, and the imprint of the hypostasis, subsisting and most truthful. For he says: "Whoever has seen me has seen the Father"; but whoever has seen a man has not seen God, as one who has looked at the stool has not seen the carpenter. Moreover, the image of the only invisible God must of necessity be that invisible image alone, and not man, who is visible and made "according to the image". So the Son is neither like any other (for it is written, "Who shall be likened to the Lord among the sons of God?"), nor unlike his own Father: "For I and the Father," he says, "are one." But those who apply to him the notion of a created image … to the one who fashioned a lifeless image to be worshiped. And God justly cast Adam out of paradise for his disobedience; but the Son brought in the thief, and with him Adam and the whole of our common race, being altogether equal in Godhead, goodness and lordship to the one who had cast him out. Where is it written that the Father is incomparable with his own Only-begotten? Or that his Son, the Creator and judge of all, is a creature with respect to his divine nature, which is infinite and exalted above all? Or at all that there was a time when he was not? Or where did the Father specifically say, "I created a Son for myself", or the Son, "I was created by the Father", which is dreadful and to be shunned even to hear, let alone to say? These things are found nowhere at all in the divine and spiritual Scripture. On the contrary, all the words of the Only-begotten about his Godhead are those of one comparing himself with the Father, and uniting himself … has ever been called "child" or "offspring" with respect to the infinite birth above, which nothing at all can describe; lest anyone imagine something small, or something that gives grounds for suspicion; but "Son", because he is perfect, and was begotten without beginning, and is of a nature unvarying from the Father's. And all the sayings that some think small with respect to the Godhead, including "The Father who sent me is greater than I", have been uttered in the sacred books because of his loving and ineffable becoming man, which took place for us and on our behalf; because of which it is also written that he was made lower than the angels, according to the apostle's letter: "But we see Jesus, made for a little while lower than the angels because of the suffering of death." I think, then, and I am not altogether mistaken, that he spoke of the Father and of himself, showing the goodness and the consubstantiality of both, when he said: "Either make the tree good and its fruit good, or make the tree rotten and its fruit rotten; for by the fruit," he says, "the tree is known." … dare to say that … the Holy Spirit is the first creature; and Macedonius says this of the Spirit only. May the holy and consubstantial Trinity turn upon them the weight of recalling such desperate and condemned words; but we, setting out the divine Scriptures, will show how the first creature of God came to be. The first creature, lifted up, was cast from the heavens like lightning, as the very one who created it well, and afterwards justly cast it down, beheld it, as he says in the Gospel; and he speaks thus in Job: "But behold, the beast beside you eats grass like oxen; behold, its strength is in its loins, and its power on the navel of its belly. It set up its tail like a cypress, and its sinews are … of cast iron. This is the beginning of the Lord's formation, made to be mocked by the angels." So it says that the devil is the first creature, who made himself to be mocked by the holy angels because of the unholiness and malice of his choice. And the Son, who also created him, would not be after him; nor indeed was the Spirit of God created.
Textual problem in this passage: see the notes.
Gen 25:23 (quotation, high confidence) · John 1:14 (quotation, high confidence) · Heb 1:3 (quotation, high confidence) · 2 Cor 4:4 (allusion, high confidence) · John 14:9 (quotation, high confidence) · Col 2:9 (quotation, high confidence) · Gen 1:26 (quotation, high confidence) · 1 Cor 13:13 (quotation, high confidence) · 2 Pet 1:4 (quotation, high confidence) · Rom 9:5 (allusion, medium confidence) · Titus 2:13 (allusion, low confidence) · John 5:18 (quotation, high confidence) · Heb 6:13 (quotation, high confidence) · 1 Cor 1:24 (quotation, high confidence) · John 5:19 (quotation, high confidence) · 1 Cor 2:8 (quotation, high confidence) · John 5:23 (quotation, high confidence) · Col 1:15 (quotation, high confidence) · John 6:27 (quotation, high confidence) · Phil 2:6 (quotation, high confidence) · Gen 5:3 (quotation, high confidence) · 1 Cor 11:7 (quotation, high confidence) · Ps 89:6 (88:7 LXX) (quotation, high confidence) · John 10:30 (quotation, high confidence) · Gen 3:23–24 (allusion, medium confidence) · Luke 23:43 (allusion, high confidence) · John 14:28 (quotation, high confidence) · Heb 2:9 (quotation, high confidence) · Matt 12:33 (quotation, high confidence) · Luke 10:18 (allusion, high confidence) · Job 40:15–19 (quotation, high confidence)
Notes and citation
Summary: Didymus refutes the claim that the Father is incomparable with and greater than the Son: the Son is the true image and imprint of the Father, equal in every respect, and the 'greater' sayings concern his becoming man.
- The Migne chapter heading is translated at the start. Lines are lost in the scan in several places; gaps are marked '…'. Where a line has dropped out before 'the Holy Spirit is the first creature', the subject of the sentence is lost (probably the Arians or Eunomians, who called the Son a creature); words from Gen 5:3 ('thirty years, and he begot according to his form and according to his image') have strayed into the text before 'has ever been called child' and are not translated.
- 'For having loved, we believe; and having believed, we hope to reign with Christ' is introduced with 'he says' but is not a Scripture text; source unidentified. 'Great and over all' combines the language of Titus 2:13 and Rom 9:5. 'From the creatures, by analogy, their Maker is seen' is Wis 13:5, cited as Solomon. 'Who shall be likened to the Lord among the sons of God?' is Ps 89:6 (LXX 88:7). The Job passage is Job 40:15–19 in the Greek, which Didymus reads of the devil.
- Macedonius and the views ascribed to the heretics are given as Didymus states them.
Notes on the original text
- Digital text corrected (OCR slip; OCR slip (John 5:23); column marker in the scan; hyphenated word with Migne's marginal letter B; hyphenated word with Migne's marginal letter C): Θεόν. [16 Καὶ → Θεόν. Καὶ; καιρὸς [17 εἰπεῖν → καιρὸς εἰπεῖν; αὐ- C΄τοκίνητος → αὐτοκίνητος; τῷ [ α ] ἑαυτοῦ → τῷ ἑαυτοῦ; πλά- Β σματος → πλάσματος; ἑώμακε → ἑώρακε; καλώς τιμῶσι → καθὼς τιμῶσι.
Extrabiblical texts: Wis 13:5 (Wisdom of Solomon [in RC, EO, ETH canons]; quotation)
Topics: Trinity, Christology, Heresy
Cite (SBL): Didymus, Trin. 1.16 (PG 39:331; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/didymus-trinitate/1-16). (abbreviation not yet checked)
Permanent link: https://sophiascriptura.com/p/didymus-trinitate/1-16
BibTeX · RIS · CSL-JSON (whole work; this passage's key: sophiascriptura-didymus-trinitate-1-16) · Report an error
Translation: Translated by Claude (Opus) from the Greek as printed in Migne PG 39 (Bavarian State Library OCR); no public-domain English exists, so every sentence was re-read against the Greek (Books 1 and 3 in a separate review pass).