On the Trinity 1.18–1.20
Authorship disputed: The single surviving manuscript carries no title and an added note naming Cyril; the editor Mingarelli supplied Didymus's name from the work's links with Didymus's On the Holy Spirit and from testimonies, and most modern scholars accept it, though the ascription has been questioned. Books 1-3 as divided in the manuscript; the first six chapters of Book 1 and its index are lost.
Greek text: PG 39.English: Claude (claude-opus-5-5), public domain (CC0).
Chapter 1
1.18PG 39:341
ερὶ τῆς ἁγίας Τριάδος. Καὶ ὅτι διὰ τὸ ταὐτὸν τῆς οὐσίας τὰ αὐτὰ ἐπ᾿ ἀμφοτέραις ταῖς ὑποστάσεσιν ὀνόματα λέγονται, πάρεξ τῆς πατρότητος καὶ υἱότητος, καὶ τῆς ἐκπορεύσεως τοῦ Πνεύματος· τοῦτο γὰρ ἴδιον ἑκάστης ὑποστάσεως ἰδικῶς. Καὶ ὅτι ποτὲ ὁ Πατήρ, ποτὲ ὁ Υἱὸς, ποτὲ τὸ Πνεῦμα προστάσσεται. Καὶ ὅτι Ε καὶ τὸ τριαδικὸν καὶ τὸ μοναδικὸν ἐν τῇ Γραφῇ δείκνυται. Ἐκ πάντων δὴ οὖν τῶν εἰρημένων συνέστη ὡς τὰ ἐκείνων παντοίως ἀλλότρια τῆς ἀληθείας ὄντα τυγχάνει. Σοφιστείας γὰρ ἔργον τὸ εὐρεσιλογεῖν· σοφίας δὲ τὸ μετ' αἰδοῦς καὶ τῆς ἐναρμοττούσης ἀποδοχῆς διερευνᾷν τὰς Γραφάς. ᾿Αναγκαῖον δὲ λοιπὸν, τὰς ελθόντας καὶ τῷ νοητῷ ποτίμῳ ὕδατι τοῦ ἁγίου Πνεύματος τὰς ἀλμυρὰς, τὸ δὴ λεγόμενον, ἀποκλυσαμένους ἀκοὰς ἐπιδεῖξαι, ὅτι περ αἱ Γραφαὶ διὰ τὸ ταὐτὸν τῆς θεότητος ποτὲ μὲν μίαν τῶν θείων ὑποστάσεων, ποτὲ δὲ τὰς τρεῖς ὀνομάζουσιν· καὶ ἑκάστῃ αὐτῶν ὁμοίως τὸ ἀγαθὸν ἀπονέμουσιν· ὡς ὅτ᾽ λέγῃ Μωϋσῆς· ῎Ακουε, Ἰσραήλ· Κύριος ὁ Θεός τὴν μίαν θεότητα· διὰ δὲ τοῦ Κύριος, εἶτα Θεὸς καὶ πάλιν Κύριος, τὴν Τριάδα σημάνας· παρ' ᾗ πᾶν ἐγκόσμιον καὶ ὑπερκόσμιον ἀγαθὸν ὑπῆρξεν καὶ ὑπάρξει τοῖς ἀνθρώποις. Καὶ πάλιν· Εἶπεν ὁ Θεός· Γενηθήτω στερέωμα. Καὶ ἐποίησεν ὁ Θεὸς τὸ στερέωμα. Καὶ ἴδεν ὁ Θεὸς, ὅτι καλόν. Σημειωτέον, ὅτι καὶ τρεῖς ὑποστάσεις, καὶ ἑκάστη Θεὸν ὀνομάζει, καὶ τὴν συμφωνίαν καὶ τὴν συνερ γίαν δείκνυσι τοῦ εἰπόντος καὶ τοῦ ποιήσαντος καὶ τοῦ ἐπαινέσαντος. Καὶ πάλιν, Προστάττει, φησὶν, ὁ Θεὸς τῷ Μωϋσῇ λέγων· Λάλησον ᾿Ααρὼν καὶ τοῖς υἱοῖς αὐτοῦ· Οὕτως εὐλογήσετε τὸν Ἰσραήλ· Εὐλογήσαι σε Κύριος, καὶ φυλάξαι σε. Ἐπιφάναι Κύριος τὸ πρόσωπον αὐτοῦ ωπον αὐτοῦ ἐπὶ σὲ· καὶ δψη σοι εἰρήνην. Ίνα δηλώσῃ τρία πρόσωπα, οὐκ εἶπεν ἅπαξ· Κύριος εὐλογήσαι σε, καὶ ἐπιφάναι σοι καὶ δώη σοι εἰρήνην· ἀλλὰ τρίτον ὠνόμασεν Κύριον. Καὶ ὡς ἡνίκα προφητεύουσιν· Ἀγγαῖος μὲν θεόχρηστον ἐκ προσώπου τοῦ Πατρὸς φέρων φωνὴν οὕτως ἔχουσαν· Ἴσχυε, Ζοροβάβελ, διότι ἐγὼ μεθ' ὑμῶν εἰμι· καὶ ὁ Λόγος μου ὁ ἀγαθὸς, καὶ τὸ Πνεῦμα μου ἐν μέσῳ ὑμῶν· Ἡσαΐας δὲ ἐξ ὁμοτίμων τῶν αὐτοτελῶν ὑποστάσεων ὁμότιμον τὴν ἀποστολὴν γεγενῆσθαι λέγων καὶ ἐν ὀλίγῃ ῥήσει πᾶσαν κοινωνίαν αὐτῶν ἐνδεικνύμενος καὶ βοῶν· Καὶ νῦν Κύριος Κύριος ἀπέσταλκέν με καὶ τὸ Πνεῦμα αὐτοῦ. Οὐ γὰρ ἁπλῶς δεύτερον ὠνόμασεν, Κύριος τὰς ὑποστάσεις καὶ τὴν μίαν δηλώσῃ θεότητα καὶ θέλησιν. Δαυίδ δὲ (καὶ γὰρ καὶ αὐτὸς ἀρήγει τῷ τοιῷδε κεφαλαίῳ) καὶ ᾠδῆς ἔμπλεα πάντα ποιεῖ καὶ ἐκφαίνει, ὅπη πίστεως ἔσχε, κατὰ τάσδε τὰς λέξεις· ἐν μὲν ιζ' ψαλμῷ· Τίς θεὸς πάρεξ τοῦ Κυρίου; Καὶ τίς Θεὸς, πλὴν τοῦ Θεοῦ ἡμῶν, ὁ Θεὸς ὁ περιζωννύων με δύναμιν. Ἐν δὲ μη' Σὺ, ὁ Θεὸς, ἀντιλήπτωρ μου εἶ. ῾Ο Θεός μου, τὸ ἔλεος αὐτοῦ προφθάσει με· ὁ Θεός μου δείξει μοι ἐν τοῖς ἐχθροῖς μου· ἐν δὲ ζε· ῎Ασατε τῷ Κυρίῳ ᾄσμα καινόν· ἄσατε τῷ Κυρίῳ, πᾶσα ἡ γῆ· ᾄσατε τῷ Κυρίῳ· εὐλογήσατε τὸ ὄνομα αὐτοῦ. Τρίτον γὰρ ὀνομάσας, ἢ Κύριον, ἢ Θεὸν, τὴν Τριάδα παρεδήλωσεν. ᾿Αλλὰ καὶ εἰς τὰς Βασιλείας προσευχομένη, τὴν Τριάδα ἐπβαώθ· ἑρμηνεύεται γὰρ τῇ Ἑβραΐδι φωνῇ τὸ, ᾿Αδωναεὶ, Κύριος· καὶ πάλιν Ἑλλάδι φωνῇ εἶπε, Κύριος· καὶ τρίτον Ἑβραῖστὶ ἔφη, Ἐλωεὶ Σαβαώθ, ἐπεκαλέσατο Τριάδα, ἀλλὰ καὶ ἡμᾶς μὴ ἄλλως πιστεύειν καὶ δοξάζειν διδάξας. Καὶ τοῖς ὑδροφόροις δὲ τὰς τρεῖς πανυμνήτους ὑποστάσεις ἰσοδυνάμως καὶ ὁμοτίμως πανταχοῦ ἐν πᾶσιν ἐνεργεῖν παρεδήλου. Εἰ δὲ βούλεσθε, γνώριμον ὑμῖν καὶ ἐκ θείας φωνῆς αὖθις τὸ κινούμενον ποιήσω. Ἐν γὰρ βίβλῳ Γενέσεως, ἐν τῇ πυργοποιΐᾳ, ὁ Θεὸς καὶ Πατὴρ τὰς μακαρίας ὑποστάσεις ἐξέφηνεν, πρὸς τὸν ἑαυτοῦ Υἱὸν καὶ τὸ ἅγιον αὐτοῦ Πνεῦμα εἰρηκώς· Δεῦτε καταβάντες συγχέωμεν ἐκεῖ αὐτῶν τὰς γλώσσας, ἵνα μὴ ἀκούσωσιν ἕκαστος τὴν φωνὴν τοῦ πλησίον. Καὶ Μωϋσῆς δὲ, τὴν ἰσότητα τῆς Τριάδος, ὡς οἶμαι, δηλῶν, ἐξέθετο μίαν ἄμπελον ἐν τρισὶ πυθμέσι, τοῦτον τοῦ ἄλλου πυθμένος οὐδαμοῦ προβαθέστερον εἰρηκώς· ἵνα μή τις τὴν ὑπόστασιν ταύτην ἐκείνης προτερεύειν νομίσῃ, ἀλλὰ τὰς τρεῖς ἐν μιᾷ συντεί νειν θεότητι πάντες πιστεύωμεν. Διὰ τοῦτο καὶ ἡ θεόπνευστος Γραφὴ ἐκώλυσεν ἐν τῷ θυσιαστηρίῳ, ἐν ᾧ ἡ Τριὰς δοξάζεται, ἀναβαθμοὺς ποιεῖν· ὥστε μὴ ὡς ἐν βαθμοῖς διορίζεσθαι ἀνθρώπους, καθ' ὕφεσίν τινα εἶναι τὰς θείας ὑποστάσεις. Καὶ ἁπλῶς ἡ Παλαιά Διαθήκη, τύπον φέρουσα τῆς Νέας, μυστι κῶς καὶ προμηθεστάτως διαλέγεται· αἰνιττομένη μᾶλcλον ἐν πολλοῖς, ἢ φράζουσα ἐν ταυτῷ· καὶ φράζουσα πλέον, ἤπερ αἰνισσομένη τὸ ὕστερον ἐκφανθὲν μυστήριον· ὅπως μήτε πλήξῃ τῇ ἀθρόᾳ προσβολῇ τοὺς ἀμυήτους, καὶ οὔπω ὄντας σταθερούς τε καὶ δεκτικοὺς τῆς θεοπτίας· μήτε μὴν εἰς τὸ παντελὲς ζημιώσῃ· τὸ μὲν γὰρ ἦν ἀπειρίας, τὸ δὲ ἀπανθρωπίας. Πολλάκις δὲ καὶ ἅπερ τυχὸν ἐνταῦθα ἡμῖν δυσεφίκτως σε, δι' ἑτέρας γραφῆς τὴν λύσιν παρέσχετο. Ἡ δὲ Νέα οὐκ ἔτι ὡς ἐν σκιᾷ καὶ παραπετάσματι, ἀλλὰ σαφῶς καὶ διαῤῥήδην φράζει, ὡς μαρτυροῦσιν οὗτοι· Παῦλος γράφων, Ῥωμαίοις μὲν, Εἴπερ εἰς ὁ Θεός· Γαλάταις δὲ καὶ Κορινθίοις· Ὁ Θεὸς εἶς ἐστιν. Καὶ πάλιν δὲ Κορινθίοις τὸ δεύτερον· Ἡ χάρις τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, καὶ ἡ ἀγάπη τοῦ Θεοῦ, καὶ ἡ κοινωνία τοῦ ἁγίου Πνεύματος μετὰ πάντων ὑμῶν. Ἐνταῦθα διὰ τὸ ταυτὸν τῆς θεότητος, πρώτου ἐμνημόνευσεν τοῦ Υἱοῦ, καὶ οὕτω τοῦ Πατρὸς, εἶτα τοῦ ἁγίου Πνεύματος αὐτοῦ· κοινωνίαν δὲ τοῦ ἁγίου Πνεύματος μετὰ Πατρὸς καὶ Υἱοῦ εἶπε τῆς μιᾶς θεότητος, καὶ δόξης, καὶ βασιλείας· πρία γὰρ ἄλλη ἐπὶ Θεοῦ κοινωνία; Ἐφεσίοις δὲ· Εἷς Κύριος, μία πίστις, ἓν βάπτισμα, εἰς Θεὸς καὶ Πατὴρ πάντων, ὁ ἐπὶ πάντων, καὶ διὰ πᾶντων, καὶ ἐν πᾶσιν. Εἶτα τοῖς αὐτοῖς· Τούτου χάριν κάμπτω τὰ γόνατά μου πρὸς τὸν Θεὸν καὶ Πατέρα, ἐξ οὗ πᾶσα πατριὰ ἐν οὐρανοῖς καὶ ἐπὶ γῆς ὀνομάζεται, ἵνα δῷ ὑμῖν, κατὰ τὸν πλοῦτον τῆς δόξης αὐτοῦ, δυνάμει κραταιωθῆναι διὰ τοῦ Πνεύματος αὐτοῦ, εἰς τὸν ἔσω ἄνθρωπον κατοικῆσαι τὸν Χριστὸν διὰ τῆς πίστεως ἐν ταῖς καρδίαις. Ωδε πάλιν ὁμοίως, διὰ τὸ ἰσότιμον τῶν ὑποστάσεων, μετὰ τὸν Πατέρα, πρώτου τοῦ Πνεύματος, καὶ οὕτω τοῦ Υἱοῦ ἐμνημόνευσεν. Καὶ πάλιν Κορινθίοις· Παρακαλῶ δὲ ὑμᾶς, ἀδελφοὶ, διὰ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, καὶ διὰ τῆς ἀγάπης τοῦ Πνεύματος, συναγωνίσασθαί μοι ἐν ταῖς προσευχαῖς ὑπὲρ ἐμοῦ πρὸς τὸν Θεόν. Ἑβραίοις δέ· Εἰ γὰρ ὁ δι' ἀγγέλων λαληθεὶς λόγος ἐγένετο βέβαιος, καὶ πᾶσα παράβασις καὶ παρακοὴ ἔλαβεν ἔνδικον μισθαποδοσίαν· πῶς ἡμεῖς ἐκφευξόμεθα, τηλικαύτης ἀμελήσαντες σωτηρίας; "Ητις ἀρχὴν λαβοῦσα λαλεῖσθαι διὰ τοῦ Κυρίου, ὑπὸ τῶν ἀκουσάντων, εἰς ἡμᾶς ἐβεβαιώθη, συνεπ.μαρτυροῦντος τοῦ Θεοῦ σημείοις τε καὶ τέρασι, καὶ ποικίλαις δυνάμεσι, καὶ Πνεύματος ἀἁγίου μερισμοῖς, κατὰ τὴν αὐτοῦ θέλησιν. Διὰ οὖν τοῦ, Κυρίου, δεδήλωται ὁ Υἱός· διὰ δὲ τοῦ, Θεοῦ, ὁ Πατήρ· εἶτα καὶ τὸ αὐτεξούσιον καὶ παντοδύναμον τοῦ ἁγίου Πνεύματος. Καὶ ὁ Υἱὸς δὲ ἔδειξε, τὴν μὲν μίαν θεότητα, διὰ τοῦ εἰπεῖν, Τί με λέγεις ἀγαθόν; Οὐδεὶς ἀγαθὸς, εἰ μὴ εἰς ὁ Θεός· τὰς δὲ ἰσοτίμους καὶ ἰσοδυνάμους τρεῖς ὑποστάσεις, διὰ τῆς περὶ τὸ βάπτισμα διδαχῆς· μὴ εἰπὼν δὲ πειραστικῶς ἐξετάτὸν Πατέρα τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ. Ει λέγεις ἀγαθόν; ἔδειξεν ὡς καὶ αὐτὸς ἀγαθός ἐστιν ἐν ἴσῳ τῷ Πατρὶ, καὶ ἐκ τῆς πατρικῆς ἀγαθότητος ἐκφαίνεται ἡ αὐτοῦ, καὶ δείκνυται ἀπὸ ἀγαθοῦ, ἀγαθὸς γεγεννημένος. Εἰ γὰρ, φησὶν, οἶδάς με ἀγαθὸν, καὶ μὴ συμπλέκεις τῷ διδασκάλῳ τὴν λέξιν (ὡς τὸ, Εὖ, δοῦλε ἀγαθέ· καὶ ὡς, Ὁ ἀγαθὸς ἄνθρωπος ἐκ τοῦ ἀγαθοῦ θησαυροῦ τῆς καρδίας προφέρει τὸ ἀγαθόν· καὶ ὡς, Ἀγαθὸς ἦν Σαμουήλ μετὰ Θεοῦ καὶ ἀνθρώπων· καὶ, Ἀγαθὸς ἦν Σαούλ, υἱὸς Κεὶς, ἐκ φυλῆς Βενιαμίν, ὑψηλότερος παντὸς Ἰσραὴλ ὑπὲρ ὠμίαν καὶ ἐπάνω· καὶ, Ἀγαθὸς κύων ὁ ζῶν ὑπὲρ τὸν λέοντα τὸν τεθνηκότα), μηδὲν παραιροῦ τοῦ πρωτουργοῦ ἀγαθοῦ, ἀλλ᾿ ὡς Θεόν με ἐπίγνωθι· μὴ ἄλλον τῇ θεότητι τοῦ Πατρὸς, ἐπεὶ οὐκ ἔτι τὸ πρῶτον ἀγαθὸν, ἓν εὑρίσκεται. Ανέγνως γάρ που, φησὶν, ὡς Ἀγαθόν σοι πεποιθέναι ἐπὶ τὸν Κύριον, ἢ πεποιθέναι ἐπ᾿ ἄνθρωπον. Τὸ γὰρ προσκολλᾶσθαι τῷ Θεῷ, ἀγαθόν ἐστιν· καὶ ὡς ἀγαθῷ, ἀκολουθεῖν μοι, καὶ κατόπιν μου βαίνειν ὑμᾶς ἀεὶ προέτρεψα. Διὸ οὐκ εἶπε μὲν, Οὐδεὶς ἀγαθὸς εἰ μὴ εἷς ὁ Πατὴρ, ἀλλ᾽, Οὐδεὶς ἀγαθὸς, εἰ μὴ εἰς ὁ Θεός· ὡς καὶ ἐν ἄλλῳ που λέγει· Τί με λέγετε, Κύριε, Κύριε, καὶ οὐ ποιεῖτε τοὺς ἐμοὺς λόγους; Ἡ γὰρ κτίσις, φησὶ, κατὰ μετοχὴν τὴν ἀγαθότητα ἔχει, ἀπομιμουμένη πρὸς δύναμιν τὴν ἑαυτῆς, εἰ θέμις εἰπεῖν, τὴν ἔμφυτον καὶ τελείαν τοῦ Θεοῦ ἀγαθότητα, καὶ δι᾿ αὐτῆς σωζομένη· καὶ ἔστιν ὕπαρξις τοῦ ἐν αὐτῇ ἀγαθοῦ, τὸ μετέχειν τῆς τοῦ Θεοῦ, προσκολλωμένην αὐτῷ τῇ ὑπακοῇ καὶ τῷ πρὸς αὐτὸν ἔρώτι. Ἐγράφη γὰρ ὡς Οἱ μακρύνοντες ἑαυτοὺς ἀπὸ σοῦ ἀπολοῦνται· καὶ, Μακρὰν ἀπέχει ὁ Θεὸς ἀπὸ ἀσεβῶν· καὶ, Μακράν ἁμαρτωλῶν ἡ σωτηρία. Δῆλον δὲ, ὡς σχέσει καὶ διαθέσει, διὰ τὴν πρὸς τὸ ἀγαθὸν ἐναντίωσιν, καὶ τὸ πρὸς ἀρετὴν βράδος· ἀλλ᾽ οὐ τόπῳ. Ὅτι δὲ καὶ αὐτὸς ἀγαθός ἐστιν, ἅτε φύσει τῷ ἀγαθῷ Πατρὶ ὑπάρχων ἓν, αὐτός τε ἐν Ματθαίῳ λέγει· Εἰ ὁ ὀφθαλμός σου πονηρός ἐστιν, ὅτι ἐγὼ ἀγαθός εἰμι; καὶ πάλιν· Μαρία τὴν ἀγαθὴν μερίδα ἐξελέξατο, ἥτις οὐκ ἀφαιρεθήσεται ἀπ᾿ αὐτῆς. Ἔλεγε δὲ ἀγαθήν μερίδα, ἑαυτόν. Καὶ συνεξαγγέλλουσι δὲ αὐτῷ οὐκ ἀφανεῖς ἄνδρες, ἀλλὰ καὶ σφόδρα προσομιλήσαντες τῷ θεϊκῷ Πνεύματι· οἱ δὲ εἰσι μεταξὺ τῶν ἄλλων τῶν συνοπαδῶν αὐτοῖς, οὗτοι· ὁ Ἱεροψάλτης ἐν ριζ' ψαλμῷ· Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός· καὶ ἐν τῷ αὐτῷ· Ἀγαθὸς Κύριος τοῖς ὑπομένουσιν αὐτὸν, ψυχῇ ἐκζητούσῃ αὐτόν· καὶ Ἡσαΐας· Κύριος κριτὴς ἀγαθὸς τῷ οἴκῳ Ἰσραήλ. Ὅτι δὲ καὶ τὸ ἅγιον τοῦ Θεοῦ Πνεῦμα ἀγαθὸν ὑπάρχει, ὁ μνημονευθεὶς Δαυΐδ ἐν κδ' ψαλμῷ μελῳδεῖ· Τὸ Πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ. Πρὸς δὴ τούτοις, εἰ ἀγαθόν ἐστιν ἡ αἰώνιος ζωὴ, καὶ τὰ ῥήματα τοῦ Υἱοῦ· (ἔφη γάρ· Ἐγώ ὑμῖν, Πνεῦμα ἐστι, καὶ ζωή ἐστι)· καὶ εἰ ἀγαθὸν τοῦ ἁγίου Πνεύματος ὁ ἁγιασμὸς, καὶ ἡ ἐν τῷ φωτίσματι ἐνέργεια (συμμνημονεύεται γὰρ ὡς συνεργὸν), ἔτι δὲ καὶ ἡ διανομὴ τῶν οὐρανίων δωρημάτων· πάντως ἀγαθὸς ὁ Υἱὸς, καὶ τὸ ἅγιον Πνεῦμα. Οὐκ ἀκοῇ δὲ μόνον ἐδιδάχθημεν, ἀλλὰ καὶ ἐθεασάμεθα, ὡς ἐγχωρεῖ τῆς σεπτῆς καὶ ὁμοουσίου Τριάδος τὸ ἰδικὸν τῶν ὑποστάσεων· τοῦ μὲν Πατρὸς ἐξ οὐρανῶν λέγοντος· Οὗτός ἐστιν ὁ Υἱός μου ὁ ἀγαπητός· τοῦ δὲ Μονογενοῦς αὐτοῦ ἐπὶ γῆς βαπτιζομένου· τοῦ δὲ ἑνὸς καὶ μόνου ἁγίου Πνεύματος αὐτοῦ κατιόντος ἐν εἴδει περιστερᾶς, καὶ μένοντος ἐπ᾿ αὐτὸν τὸν μονογενῆ Θεὸν καὶ Υἱόν. Καὶ Δαυϊτικὸν γὰρ θησαύρισμα ἐν πὸ τοῦτο πιστοῦται ψαλμῷ· ὅτι ὁ τρὸς ἐμαρτυρεῖτο Υἱός. Γνώριμος δὲ πᾶσιν ὁ λόγος, ἔχων ὧδε· Ἀλήθεια ἐκ τῆς γῆς ἀνέτειλε, δικαιοσύνη ἐκ τῶν οὐρανῶν διέκυψεν. Ομοίως, διὰ τὸ μὴ εἶναι διαφορὰν θεότητος τῇ φρικτῇ καὶ ἀχράντῳ Τριάδι, ποτὲ τὸν Πατέρα μετὰ τοῦ Υἱοῦ ἐκφαίνουσι τὰ λόγια, ὡς ὅταν λέγῃ, Δαυΐδ μέν· Εἶπεν ὁ Κύριος τῷ Κυρίῳ μου· Κάθου ἐκ δεξιῶν μου· Παῦλος δέ· Χάρις ὑμῖν, καὶ εἰρήνη ἀπὸ Θεοῦ Πατρὸς, καὶ Κυρίου Ἰησοῦ Χριστοῦ· ποτὲ δὲ τὸν Πατέρα μετὰ τοῦ ἁγίου Πνεύματος συνάπτουσιν, ὡς ὅταν Αγγαῖος προφητεύῃ· Διότι ἐγὼ μεθ' ὑμῶν εἰμι, λέγει Κύριος παντοκράτωρ, καὶ τὸ Πνεῦμά μου ἐφέστηκεν ἐν μέσῳ ὑμῶν· καὶ πάλιν· Οὐκ ἐν δυτῷ ῥητῷ. Ἐπειδὴ γὰρ ἔστιν ὅτε οἱ ἑτερόδοξοι, τοῦ Πνεύματος σὺν τῷ Πατρὶ μνημονευομένου, φασὶν ἀνυπόστατον δύναμίν τινα δηλοῦσθαι, ἡσφαλισμένως ἔχει τὸ προκείμενον ῥητόν. Καὶ Ἡσαΐας· Καὶ νῦν Κύριος ἀπέσταλκέ με, καὶ τὸ Πνεῦμα αὐτοῦ· καὶ πάλιν· Ἐκεῖ συνήντησαν ἔλαφοι, καὶ ἔδοσαν τὰ πρόσωπα ἀλλήλων· ἀριθμῷ παρήλθοσαν, καὶ μία αὐτῶν οὐκ ἀπώλετο· ἑτέρα τὴν ἑτέραν οὐκ ἐζήτησαν· διότι Κύριος ἐνετείλατο αὐταῖς, καὶ τὸ Πνεῦμα τοῦ Θεοῦ οἰκεῖ ἐν ὑμῖν; Καὶ πάλιν· Ἡ ἀγάπη τοῦ Θεοῦ ἐκκέχυται ἐν ταῖς καρδίαις ἡμῶν διὰ Πνεύματος ἁγίου· καὶ πάλιν· Ἡμῖν δὲ ἀπεκάλυψεν ὁ Θεὸς διὰ τοῦ Πνεύματος αὐτοῦ. ῎Αλλοτε δὲ μόνον τὸν Υἱὸν ὀνομάζουσιν, ὡς ἡνίκα Ἡσαΐας προφητεύῃ· Καὶ νῦν, Κύριε, πατὴρ ἡμῶν σὺ, ἡμεῖς δὲ πηλὸς ἔργα τῶν χειρῶν σου πάντες. Παῦλος δὲ Γαλάταις· Ὅσοι γὰρ εἰς Χριστὸν ἐβαπτίσθητε, Χριστὸν ἐνεδύσασθε. "Αλλοτε σὺν τῷ ἁγίῳ Πνεύματι τὸν Μονογενῆ κηρύττουσιν, ὡς ὅταν Παῦλος Κορινθίοις μὲν ἐπιστέλλῃ· Ἀλλὰ ἀπελούσασθε, ἀλλ᾽ ἡγιάσθητε, ἀλλ' ἐδικαιώθητε ἐν τῷ ὀνόματι τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, καὶ ἐν τῷ Πνεύματι τοῦ Θεοῦ ἡμῶν· Ῥωμαίοις δὲ· Ἀλήθειαν λέγω ἐν Χριστῷ, οὐ ψεύδομαι, συμμαρτυρούσης μοι τῆς συνειδήσεώς μου ἐν Πνεύματι ἁγίῳ· καὶ πάλιν· Εἰ μὲν γὰρ ὁ ἐρχόμενος ἄλλον Ἰησοῦν κηρύσσει, ὃν οὐκ ἐκηρύξαμεν· ἢ Πνεῦμα ἕτερον λαμβάνετε, ὃ οὐκ ἐλάβετε. Καὶ ἄλλοτε τοῦ ἁγίου Πνεύματος κατὰ μόνας ἐπιμέμνηται, ὡς ὁπόταν Ἡσαΐας μὲν προφητεύῃ· Αὐτοὶ ἠπείθησαν, καὶ παρώξυναν τὸ Πνεῦμα τὸ ἅγιον. Καὶ πάλιν. Κατέβη Πνεῦμα παρὰ Κυρίου, καὶ ὠδήγησεν αὐτούς. Παῦλος δὲ Κορινθίοις γράφει· Σαρκικὸς δὲ ἄνθρωπος οὐ δέχεται τὰ τοῦ Πνεύματος τοῦ Θεοῦ· καὶ ὡς Στέφανος ἐν ταῖς Πράξεσι φάσκει· Ὑμεῖς τῷ Πνεύματι τῷ ἁγίῳ ἀντιπίπτετε. Καὶ πάλιν· Ἡμεῖς ἐσμεν μάρτυρες τῶν ῥημάτων τούτων, καὶ τὸ Πνεῦμα τὸ ἅγιον. Καθὰ ὡς ἐπίπαν εἰώθαμεν λέγειν· Ἡμεῖς μόνοι ἐνταῦθὰ ἐσμεν, καὶ ὁ Θεός. Καὶ κοῦ Πνεύματος, λέγων· "Ὅταν δὲ ἔλθῃ ἐκεῖνος, τὸ Πνεῦμα τῆς ἀληθείας, ὁδηγήσει ὑμᾶς εἰς τὴν ἀλήθειαν πᾶσαν. Καὶ αἱ Πράξεις ὡσαύτως περὶ τούτου πιστοῦνται· Τοῦ δὲ Πέτρου διανοουμένου περὶ τοῦ ῥήματος, εἶπεν αὐτῷ τὸ Πνεῦμα τὸ ἅγιον· Ἀναστὰς κατάβηθι, καὶ πορεύου σὺν αὐτοῖς, μηδὲν διακρινόμενος· διότι ἐγὼ ἀπέσταλκα αὐτούς. Καὶ πάλιν· Τάδε λέγει τὸ Πνεῦμα τὸ ἅγιον· Ἀφορίσατέ μοι τὸν Παῦλον καὶ τὸν Βαρνάβαν εἰς τὸ ἔργον, ὁ προσκέκλημαι αὐτούς. Καὶ πάλιν Πέτρῳ εἶπεν τὸ ἅγιον Πνεῦμα· Ἀναστὰς πορεύθητι εἰς τὸν οἶκον Κορνηλίου. Καὶ αὖθις κομψευόμεναι αἱ ἀποστολικαὶ Πράξεις, διατριβὴν παρέχουσι τῷ τοιῷδε λόγῳ· περιέχουσι γάρ· Τότε ὁ αὐτόν. Καὶ ἔτι· Ὁ γὰρ Πέτρος πλησθεὶς Πνεύματος ἁγιου, εἶπε πρὸς τὸν λαόν. Σημαίνεται δὲ ὁμοίως τὸ ἰσόῤῥοπον καὶ ἰσοδύναμον τῶν παντίμων ὑποστάσεων, καὶ ἐν τῷ τὸν Δεσπότην Θεὸν Λόγον, διὰ τῆς προλεχθείσης αὐτοῦ εἰς τὸ βάπτισμα πανυμνήτου φωνῆς, τὴν ἰσοτιμίαν ἑαυτῷ καὶ τῷ ἁγίῳ Πνεύματι τὴν πρὸς τὸν Πατέρα φυλάξαι· δι᾽ ἣν αἱ ἱεραὶ βίβλοι, ποτὲ μὲν πρώτου μέμνηνται τοῦ Πατρὸς, καὶ οὕτω τοῦ Υἱοῦ, ἢ τοῦ ἁγίου Πνεύματος· ποτὲ δὲ πρώτου ἐπιμέμνηνται τοῦ Υἱοῦ, διὰ τὸ τῆς φύσεως ἀμέριστον, καὶ τῆς θεολογίας τὸ ἀδιάφορον· ὡς ὅταν λέγῃ Ἰὼβ, τρανῶς τὴν Τριάδα δηλῶν· Ζῇ Κύριος, ὃς οὕτω με κέκρικε, καὶ ὁ Παντοκράτωρ ὁ πικράνας μου τὴν ψυχήν· εἰ μὴν ἔτι τῆς πνοῆς μου ἐνούσης, Πνεῦμα δὲ θεῖον τὸ περιόν μοι ἐν ῥισίν. Τὸ ζωοποιοῦν με ἅγιον Πνεῦμα, φησίν, καὶ ἀναπνέειν ἔτι ποιοῦν. Καὶ ὡς ἡνίκα Παῦλος Θεσσαλονικεῦσι τὸ δεύτερον γράφει· Αὐτὸς δὲ ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς, καὶ ὁ Θεὸς καὶ Πατήρ παρακαλέσει ὑμῶν τὰς καρδίας. Καὶ Γαλάταις· Παῦλος ἀπόστολος, οὐκ ἀπ᾿ ἀνθρώπου, οὐδὲ δι' ἀνθρώπου, ἀλλὰ διὰ Ἰησοῦ Χριστοῦ καὶ Θεοῦ Πατρός. Καὶ Κορινθίοις, ὡς προείρηται· Ἡ χάρις τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, καὶ ἡ ἀγάπη τοῦ Θεοῦ καὶ Πατρὸς, καὶ ἡ κοινωνία τοῦ ἁγίου Πνεύματος. Καὶ ὁ Σωτὴρ δέ φησιν· Ἐλευσόμεθα ἐγὼ καὶ ὁ Πατὴρ, καὶ μονὴν παρ' αὐτῷ ποιήσομεν. Ποτὲ δὲ πρῶτον τὸ ἅγιον Πνεῦμα ὀνομάζουσιν, μετέπειτα δὲ τὸν Πατέρα, ἢ τὸν Υἱὸν, ὡς ὅταν Δαυΐδ ψάλλῃ· Ποῦ πορευθῶ ἀπὸ τοῦ Πνεύματός σου; καὶ ἀπὸ τοῦ προσώπου σου ποῦ φύγω; Καὶ ὁ Ἰὼβ, τὸ εὔγνωμον δεικνὺς, φάσκει· Πνεῦμα θεῖον τὸ ποιῆσὰν με· πνοὴ δὲ Παντοκράτορος ἡ διδάσκουσά με. Καὶ ὡς Παῦλος ἐν τῇ πρώτῃ Ἐπιστολῇ Κορινθίοις γράφει· Διαιρέσεις δὲ χαρισμάτων εἰσὶν, τὸ δὲ αὐτὸ Πνεῦμα· καὶ διαιρέσεις διακονιῶν εἰσιν, ὁ δὲ αὐτὸς Κύριος· καὶ διαιρέσεις ἐνεργημάτων εἰσὶν, ὁ δὲ αὐτὸς Θεὸς, ὁ ἐνεργῶν τὰ πάντα ἐν πᾶσιν. Ποτὲ δὲ περὶ δύο ὑποστάσεων διαλέγονται ἀνωνύμως, ὡς ὅτε Ζαχαρίας λέγει· Εἶπεν Κύριος πρὸς τὸν διάβολον· Ἐπιτιμήσει Κύριος ἐν σοὶ, διάβολε. Καὶ ἀνωτέρω ἐδείχθη διὰ πλειόνων.
eri tēs hagias Triados. Kai hoti dia to tauton tēs ousias ta auta ep᾿ amphoterais tais hypostasesin onomata legontai, parex tēs patrotētos kai huiotētos, kai tēs ekporeuseōs tou Pneumatos; touto gar idion hekastēs hypostaseōs idikōs. Kai hoti pote ho Patēr, pote ho Huios, pote to Pneuma prostassetai. Kai hoti E kai to triadikon kai to monadikon en tę̄ Graphę̄ deiknytai. Ek pantōn dē oun tōn eirēmenōn synestē hōs ta ekeinōn pantoiōs allotria tēs alētheias onta tynchanei. Sophisteias gar ergon to euresilogein; sophias de to met' aidous kai tēs enarmottousēs apodochēs diereunąn tas Graphas. ᾿Anankaion de loipon, tas elthontas kai tǭ noētǭ potimǭ hydati tou hagiou Pneumatos tas almyras, to dē legomenon, apoklysamenous akoas epideixai, hoti per hai Graphai dia to tauton tēs theotētos pote men mian tōn theiōn hypostaseōn, pote de tas treis onomazousin; kai hekastę̄ autōn homoiōs to agathon aponemousin; hōs hot᾽ legę̄ Mōÿsēs; ᾿Akoue, Israēl; Kyrios ho Theos tēn mian theotēta; dia de tou Kyrios, eita Theos kai palin Kyrios, tēn Triada sēmanas; par' hę̄ pan enkosmion kai hyperkosmion agathon hypērxen kai hyparxei tois anthrōpois. Kai palin; Eipen ho Theos; Genēthētō stereōma. Kai epoiēsen ho Theos to stereōma. Kai iden ho Theos, hoti kalon. Sēmeiōteon, hoti kai treis hypostaseis, kai hekastē Theon onomazei, kai tēn symphōnian kai tēn syner gian deiknysi tou eipontos kai tou poiēsantos kai tou epainesantos. Kai palin, Prostattei, phēsin, ho Theos tǭ Mōÿsę̄ legōn; Lalēson ᾿Aarōn kai tois huiois autou; Houtōs eulogēsete ton Israēl; Eulogēsai se Kyrios, kai phylaxai se. Epiphanai Kyrios to prosōpon autou ōpon autou epi se; kai dpsē soi eirēnēn. Ina dēlōsę̄ tria prosōpa, ouk eipen hapax; Kyrios eulogēsai se, kai epiphanai soi kai dōē soi eirēnēn; alla triton ōnomasen Kyrion. Kai hōs hēnika prophēteuousin; Angaios men theochrēston ek prosōpou tou Patros pherōn phōnēn houtōs echousan; Ischye, Zorobabel, dioti egō meth' hymōn eimi; kai ho Logos mou ho agathos, kai to Pneuma mou en mesǭ hymōn; Hēsaïas de ex homotimōn tōn autotelōn hypostaseōn homotimon tēn apostolēn gegenēsthai legōn kai en oligę̄ rhēsei pasan koinōnian autōn endeiknymenos kai boōn; Kai nyn Kyrios Kyrios apestalken me kai to Pneuma autou. Ou gar haplōs deuteron ōnomasen, Kyrios tas hypostaseis kai tēn mian dēlōsę̄ theotēta kai thelēsin. Dauid de (kai gar kai autos arēgei tǭ toiǭde kephalaiǭ) kai ǭdēs emplea panta poiei kai ekphainei, hopē pisteōs esche, kata tasde tas lexeis; en men iz' psalmǭ; Tis theos parex tou Kyriou? Kai tis Theos, plēn tou Theou hēmōn, ho Theos ho perizōnnyōn me dynamin. En de mē' Sy, ho Theos, antilēptōr mou ei. ῾O Theos mou, to eleos autou prophthasei me; ho Theos mou deixei moi en tois echthrois mou; en de ze; ᾿Asate tǭ Kyriǭ ąsma kainon; asate tǭ Kyriǭ, pasa hē gē; ąsate tǭ Kyriǭ; eulogēsate to onoma autou. Triton gar onomasas, ē Kyrion, ē Theon, tēn Triada paredēlōsen. ᾿Alla kai eis tas Basileias proseuchomenē, tēn Triada epbaōth; hermēneuetai gar tę̄ Hebraïdi phōnę̄ to, ᾿Adōnaei, Kyrios; kai palin Helladi phōnę̄ eipe, Kyrios; kai triton Hebraisti ephē, Elōei Sabaōth, epekalesato Triada, alla kai hēmas mē allōs pisteuein kai doxazein didaxas. Kai tois hydrophorois de tas treis panymnētous hypostaseis isodynamōs kai homotimōs pantachou en pasin energein paredēlou. Ei de boulesthe, gnōrimon hymin kai ek theias phōnēs authis to kinoumenon poiēsō. En gar biblǭ Geneseōs, en tę̄ pyrgopoiïą, ho Theos kai Patēr tas makarias hypostaseis exephēnen, pros ton heautou Huion kai to hagion autou Pneuma eirēkōs; Deute katabantes syncheōmen ekei autōn tas glōssas, hina mē akousōsin hekastos tēn phōnēn tou plēsion. Kai Mōÿsēs de, tēn isotēta tēs Triados, hōs oimai, dēlōn, exetheto mian ampelon en trisi pythmesi, touton tou allou pythmenos oudamou probathesteron eirēkōs; hina mē tis tēn hypostasin tautēn ekeinēs protereuein nomisę̄, alla tas treis en mią syntei nein theotēti pantes pisteuōmen. Dia touto kai hē theopneustos Graphē ekōlysen en tǭ thysiastēriǭ, en hǭ hē Trias doxazetai, anabathmous poiein; hōste mē hōs en bathmois diorizesthai anthrōpous, kath' hyphesin tina einai tas theias hypostaseis. Kai haplōs hē Palaia Diathēkē, typon pherousa tēs Neas, mysti kōs kai promēthestatōs dialegetai; ainittomenē malclon en pollois, ē phrazousa en tautǭ; kai phrazousa pleon, ēper ainissomenē to hysteron ekphanthen mystērion; hopōs mēte plēxę̄ tę̄ athroą prosbolę̄ tous amyētous, kai oupō ontas statherous te kai dektikous tēs theoptias; mēte mēn eis to panteles zēmiōsę̄; to men gar ēn apeirias, to de apanthrōpias. Pollakis de kai haper tychon entautha hēmin dysephiktōs se, di' heteras graphēs tēn lysin parescheto. Hē de Nea ouk eti hōs en skią kai parapetasmati, alla saphōs kai diarrhēdēn phrazei, hōs martyrousin houtoi; Paulos graphōn, Rhōmaiois men, Eiper eis ho Theos; Galatais de kai Korinthiois; Ho Theos eis estin. Kai palin de Korinthiois to deuteron; Hē charis tou Kyriou hēmōn Iēsou Christou, kai hē agapē tou Theou, kai hē koinōnia tou hagiou Pneumatos meta pantōn hymōn. Entautha dia to tauton tēs theotētos, prōtou emnēmoneusen tou Huiou, kai houtō tou Patros, eita tou hagiou Pneumatos autou; koinōnian de tou hagiou Pneumatos meta Patros kai Huiou eipe tēs mias theotētos, kai doxēs, kai basileias; pria gar allē epi Theou koinōnia? Ephesiois de; Heis Kyrios, mia pistis, hen baptisma, eis Theos kai Patēr pantōn, ho epi pantōn, kai dia pantōn, kai en pasin. Eita tois autois; Toutou charin kamptō ta gonata mou pros ton Theon kai Patera, ex hou pasa patria en ouranois kai epi gēs onomazetai, hina dǭ hymin, kata ton plouton tēs doxēs autou, dynamei krataiōthēnai dia tou Pneumatos autou, eis ton esō anthrōpon katoikēsai ton Christon dia tēs pisteōs en tais kardiais. Ōde palin homoiōs, dia to isotimon tōn hypostaseōn, meta ton Patera, prōtou tou Pneumatos, kai houtō tou Huiou emnēmoneusen. Kai palin Korinthiois; Parakalō de hymas, adelphoi, dia tou Kyriou hēmōn Iēsou Christou, kai dia tēs agapēs tou Pneumatos, synagōnisasthai moi en tais proseuchais hyper emou pros ton Theon. Hebraiois de; Ei gar ho di' angelōn lalētheis logos egeneto bebaios, kai pasa parabasis kai parakoē elaben endikon misthapodosian; pōs hēmeis ekpheuxometha, tēlikautēs amelēsantes sōtērias? "Ētis archēn labousa laleisthai dia tou Kyriou, hypo tōn akousantōn, eis hēmas ebebaiōthē, synep.martyrountos tou Theou sēmeiois te kai terasi, kai poikilais dynamesi, kai Pneumatos haagiou merismois, kata tēn autou thelēsin. Dia oun tou, Kyriou, dedēlōtai ho Huios; dia de tou, Theou, ho Patēr; eita kai to autexousion kai pantodynamon tou hagiou Pneumatos. Kai ho Huios de edeixe, tēn men mian theotēta, dia tou eipein, Ti me legeis agathon? Oudeis agathos, ei mē eis ho Theos; tas de isotimous kai isodynamous treis hypostaseis, dia tēs peri to baptisma didachēs; mē eipōn de peirastikōs exetaton Patera tou Kyriou hēmōn Iēsou Christou. Ei legeis agathon? edeixen hōs kai autos agathos estin en isǭ tǭ Patri, kai ek tēs patrikēs agathotētos ekphainetai hē autou, kai deiknytai apo agathou, agathos gegennēmenos. Ei gar, phēsin, oidas me agathon, kai mē symplekeis tǭ didaskalǭ tēn lexin (hōs to, Eu, doule agathe; kai hōs, Ho agathos anthrōpos ek tou agathou thēsaurou tēs kardias propherei to agathon; kai hōs, Agathos ēn Samouēl meta Theou kai anthrōpōn; kai, Agathos ēn Saoul, huios Keis, ek phylēs Beniamin, hypsēloteros pantos Israēl hyper ōmian kai epanō; kai, Agathos kyōn ho zōn hyper ton leonta ton tethnēkota), mēden parairou tou prōtourgou agathou, all᾿ hōs Theon me epignōthi; mē allon tę̄ theotēti tou Patros, epei ouk eti to prōton agathon, hen heurisketai. Anegnōs gar pou, phēsin, hōs Agathon soi pepoithenai epi ton Kyrion, ē pepoithenai ep᾿ anthrōpon. To gar proskollasthai tǭ Theǭ, agathon estin; kai hōs agathǭ, akolouthein moi, kai katopin mou bainein hymas aei proetrepsa. Dio ouk eipe men, Oudeis agathos ei mē heis ho Patēr, all᾽, Oudeis agathos, ei mē eis ho Theos; hōs kai en allǭ pou legei; Ti me legete, Kyrie, Kyrie, kai ou poieite tous emous logous? Hē gar ktisis, phēsi, kata metochēn tēn agathotēta echei, apomimoumenē pros dynamin tēn heautēs, ei themis eipein, tēn emphyton kai teleian tou Theou agathotēta, kai di᾿ autēs sōzomenē; kai estin hyparxis tou en autę̄ agathou, to metechein tēs tou Theou, proskollōmenēn autǭ tę̄ hypakoę̄ kai tǭ pros auton erōti. Egraphē gar hōs Hoi makrynontes heautous apo sou apolountai; kai, Makran apechei ho Theos apo asebōn; kai, Makran hamartōlōn hē sōtēria. Dēlon de, hōs schesei kai diathesei, dia tēn pros to agathon enantiōsin, kai to pros aretēn brados; all᾽ ou topǭ. Hoti de kai autos agathos estin, hate physei tǭ agathǭ Patri hyparchōn hen, autos te en Matthaiǭ legei; Ei ho ophthalmos sou ponēros estin, hoti egō agathos eimi? kai palin; Maria tēn agathēn merida exelexato, hētis ouk aphairethēsetai ap᾿ autēs. Elege de agathēn merida, heauton. Kai synexangellousi de autǭ ouk aphaneis andres, alla kai sphodra prosomilēsantes tǭ theïkǭ Pneumati; hoi de eisi metaxy tōn allōn tōn synopadōn autois, houtoi; ho Hieropsaltēs en riz' psalmǭ; Exomologeisthe tǭ Kyriǭ, hoti agathos; kai en tǭ autǭ; Agathos Kyrios tois hypomenousin auton, psychę̄ ekzētousę̄ auton; kai Hēsaïas; Kyrios kritēs agathos tǭ oikǭ Israēl. Hoti de kai to hagion tou Theou Pneuma agathon hyparchei, ho mnēmoneutheis Dauïd en kd' psalmǭ melǭdei; To Pneuma sou to agathon hodēgēsei me en gę̄ eutheią. Pros dē toutois, ei agathon estin hē aiōnios zōē, kai ta rhēmata tou Huiou; (ephē gar; Egō hymin, Pneuma esti, kai zōē esti); kai ei agathon tou hagiou Pneumatos ho hagiasmos, kai hē en tǭ phōtismati energeia (symmnēmoneuetai gar hōs synergon), eti de kai hē dianomē tōn ouraniōn dōrēmatōn; pantōs agathos ho Huios, kai to hagion Pneuma. Ouk akoę̄ de monon edidachthēmen, alla kai etheasametha, hōs enchōrei tēs septēs kai homoousiou Triados to idikon tōn hypostaseōn; tou men Patros ex ouranōn legontos; Houtos estin ho Huios mou ho agapētos; tou de Monogenous autou epi gēs baptizomenou; tou de henos kai monou hagiou Pneumatos autou kationtos en eidei peristeras, kai menontos ep᾿ auton ton monogenē Theon kai Huion. Kai Dauïtikon gar thēsaurisma en po touto pistoutai psalmǭ; hoti ho tros emartyreito Huios. Gnōrimos de pasin ho logos, echōn hōde; Alētheia ek tēs gēs aneteile, dikaiosynē ek tōn ouranōn diekypsen. Omoiōs, dia to mē einai diaphoran theotētos tę̄ phriktę̄ kai achrantǭ Triadi, pote ton Patera meta tou Huiou ekphainousi ta logia, hōs hotan legę̄, Dauïd men; Eipen ho Kyrios tǭ Kyriǭ mou; Kathou ek dexiōn mou; Paulos de; Charis hymin, kai eirēnē apo Theou Patros, kai Kyriou Iēsou Christou; pote de ton Patera meta tou hagiou Pneumatos synaptousin, hōs hotan Angaios prophēteuę̄; Dioti egō meth' hymōn eimi, legei Kyrios pantokratōr, kai to Pneuma mou ephestēken en mesǭ hymōn; kai palin; Ouk en dytǭ rhētǭ. Epeidē gar estin hote hoi heterodoxoi, tou Pneumatos syn tǭ Patri mnēmoneuomenou, phasin anypostaton dynamin tina dēlousthai, hēsphalismenōs echei to prokeimenon rhēton. Kai Hēsaïas; Kai nyn Kyrios apestalke me, kai to Pneuma autou; kai palin; Ekei synēntēsan elaphoi, kai edosan ta prosōpa allēlōn; arithmǭ parēlthosan, kai mia autōn ouk apōleto; hetera tēn heteran ouk ezētēsan; dioti Kyrios eneteilato autais, kai to Pneuma tou Theou oikei en hymin? Kai palin; Hē agapē tou Theou ekkechytai en tais kardiais hēmōn dia Pneumatos hagiou; kai palin; Hēmin de apekalypsen ho Theos dia tou Pneumatos autou. ᾿Allote de monon ton Huion onomazousin, hōs hēnika Hēsaïas prophēteuę̄; Kai nyn, Kyrie, patēr hēmōn sy, hēmeis de pēlos erga tōn cheirōn sou pantes. Paulos de Galatais; Hosoi gar eis Christon ebaptisthēte, Christon enedysasthe. "Allote syn tǭ hagiǭ Pneumati ton Monogenē kēryttousin, hōs hotan Paulos Korinthiois men epistellę̄; Alla apelousasthe, all᾽ hēgiasthēte, all' edikaiōthēte en tǭ onomati tou Kyriou hēmōn Iēsou Christou, kai en tǭ Pneumati tou Theou hēmōn; Rhōmaiois de; Alētheian legō en Christǭ, ou pseudomai, symmartyrousēs moi tēs syneidēseōs mou en Pneumati hagiǭ; kai palin; Ei men gar ho erchomenos allon Iēsoun kēryssei, hon ouk ekēryxamen; ē Pneuma heteron lambanete, ho ouk elabete. Kai allote tou hagiou Pneumatos kata monas epimemnētai, hōs hopotan Hēsaïas men prophēteuę̄; Autoi ēpeithēsan, kai parōxynan to Pneuma to hagion. Kai palin. Katebē Pneuma para Kyriou, kai ōdēgēsen autous. Paulos de Korinthiois graphei; Sarkikos de anthrōpos ou dechetai ta tou Pneumatos tou Theou; kai hōs Stephanos en tais Praxesi phaskei; Hymeis tǭ Pneumati tǭ hagiǭ antipiptete. Kai palin; Hēmeis esmen martyres tōn rhēmatōn toutōn, kai to Pneuma to hagion. Katha hōs epipan eiōthamen legein; Hēmeis monoi entautha esmen, kai ho Theos. Kai kou Pneumatos, legōn; "Hotan de elthę̄ ekeinos, to Pneuma tēs alētheias, hodēgēsei hymas eis tēn alētheian pasan. Kai hai Praxeis hōsautōs peri toutou pistountai; Tou de Petrou dianooumenou peri tou rhēmatos, eipen autǭ to Pneuma to hagion; Anastas katabēthi, kai poreuou syn autois, mēden diakrinomenos; dioti egō apestalka autous. Kai palin; Tade legei to Pneuma to hagion; Aphorisate moi ton Paulon kai ton Barnaban eis to ergon, ho proskeklēmai autous. Kai palin Petrǭ eipen to hagion Pneuma; Anastas poreuthēti eis ton oikon Kornēliou. Kai authis kompseuomenai hai apostolikai Praxeis, diatribēn parechousi tǭ toiǭde logǭ; periechousi gar; Tote ho auton. Kai eti; Ho gar Petros plēstheis Pneumatos hagiou, eipe pros ton laon. Sēmainetai de homoiōs to isorrhopon kai isodynamon tōn pantimōn hypostaseōn, kai en tǭ ton Despotēn Theon Logon, dia tēs prolechtheisēs autou eis to baptisma panymnētou phōnēs, tēn isotimian heautǭ kai tǭ hagiǭ Pneumati tēn pros ton Patera phylaxai; di᾽ hēn hai hierai bibloi, pote men prōtou memnēntai tou Patros, kai houtō tou Huiou, ē tou hagiou Pneumatos; pote de prōtou epimemnēntai tou Huiou, dia to tēs physeōs ameriston, kai tēs theologias to adiaphoron; hōs hotan legę̄ Iōb, tranōs tēn Triada dēlōn; Zę̄ Kyrios, hos houtō me kekrike, kai ho Pantokratōr ho pikranas mou tēn psychēn; ei mēn eti tēs pnoēs mou enousēs, Pneuma de theion to perion moi en rhisin. To zōopoioun me hagion Pneuma, phēsin, kai anapneein eti poioun. Kai hōs hēnika Paulos Thessalonikeusi to deuteron graphei; Autos de ho Kyrios hēmōn Iēsous Christos, kai ho Theos kai Patēr parakalesei hymōn tas kardias. Kai Galatais; Paulos apostolos, ouk ap᾿ anthrōpou, oude di' anthrōpou, alla dia Iēsou Christou kai Theou Patros. Kai Korinthiois, hōs proeirētai; Hē charis tou Kyriou hēmōn Iēsou Christou, kai hē agapē tou Theou kai Patros, kai hē koinōnia tou hagiou Pneumatos. Kai ho Sōtēr de phēsin; Eleusometha egō kai ho Patēr, kai monēn par' autǭ poiēsomen. Pote de prōton to hagion Pneuma onomazousin, metepeita de ton Patera, ē ton Huion, hōs hotan Dauïd psallę̄; Pou poreuthō apo tou Pneumatos sou? kai apo tou prosōpou sou pou phygō? Kai ho Iōb, to eugnōmon deiknys, phaskei; Pneuma theion to poiēsan me; pnoē de Pantokratoros hē didaskousa me. Kai hōs Paulos en tę̄ prōtę̄ Epistolę̄ Korinthiois graphei; Diaireseis de charismatōn eisin, to de auto Pneuma; kai diaireseis diakoniōn eisin, ho de autos Kyrios; kai diaireseis energēmatōn eisin, ho de autos Theos, ho energōn ta panta en pasin. Pote de peri dyo hypostaseōn dialegontai anōnymōs, hōs hote Zacharias legei; Eipen Kyrios pros ton diabolon; Epitimēsei Kyrios en soi, diabole. Kai anōterō edeichthē dia pleionōn.
On the holy Trinity. And that because of the sameness of substance the same names are said of both hypostases, except fatherhood and sonship and the procession of the Spirit; for this is proper to each hypostasis individually. And that sometimes the Father, sometimes the Son, sometimes the Spirit is placed first. And that both the threefold and the single are shown in Scripture. From all that has been said, then, it has been established that their views are in every way foreign to the truth. For it is the work of sophistry to invent arguments, but of wisdom to search the Scriptures with reverence and with fitting acceptance. It remains necessary, then, … having come, and having washed out, as the saying goes, their briny ears with the drinkable intelligible water of the Holy Spirit, to show that the Scriptures, because of the sameness of the Godhead, sometimes name one of the divine hypostases and sometimes the three, and assign the good equally to each of them. So when Moses says, "Hear, Israel: the Lord our God …", he signifies the one Godhead, and by "Lord", then "God", and again "Lord", the Trinity, from whom every good in the world and above the world has come and will come to men. And again: "God said, Let there be a firmament. And God made the firmament. And God saw that it was good." It must be noted that it both names three hypostases, calling each God, and shows the concord and the co-operation of the one who spoke, the one who made, and the one who praised. And again God commands Moses, it says, saying: "Speak to Aaron and his sons: Thus you shall bless Israel: The Lord bless you and keep you; the Lord make his face shine upon you; the Lord lift up his face upon you and give you peace." To show three persons, he did not say once, "The Lord bless you and shine upon you and give you peace", but named the Lord a third time. And so when they prophesy: Haggai, bringing a divinely uttered word in the person of the Father, which runs thus: "Be strong, Zerubbabel, for I am with you, and my good Word, and my Spirit is in your midst"; and Isaiah, saying that the sending was of equal honor, coming from the equally honored and self-complete hypostases, and showing in a brief saying their whole communion, when he cries: "And now the Lord, the Lord has sent me, and his Spirit." For he did not name "Lord" a second time without reason, but … the hypostases, and to show the one Godhead and will. And David (for he too lends help on such a point) fills everything with song and shows what faith he held, in these words: in the 17th psalm, "Who is God except the Lord? And who is God except our God, the God who girds me with power?"; and in the 58th, "You, God, are my helper. My God, his mercy will go before me; my God will show me among my enemies"; and in the 95th, "Sing to the Lord a new song; sing to the Lord, all the earth; sing to the Lord, bless his name." For by naming "Lord" or "God" three times he indicated the Trinity. And also she who prayed, in the books of Kingdoms, … the Trinity … Sabaoth; for "Adonai" in the Hebrew tongue is interpreted "Lord"; and again in the Greek tongue she said "Lord"; and the third time she said in Hebrew "Eloi Sabaoth"; she called upon a Trinity, and taught us too not to believe and glorify otherwise. And by the water-carriers too he indicated that the three all-praised hypostases act everywhere in all things with equal power and equal honor. And if you wish, I will make the point in question known to you once more from a divine voice. For in the book of Genesis, at the building of the tower, the God and Father revealed the blessed hypostases, saying to his own Son and his Holy Spirit: "Come, let us go down and confuse their tongues there, so that they may not understand, each one, the voice of his neighbor." And Moses, showing, I think, the equality of the Trinity, set forth one vine on three stems, saying that no one stem was more deeply rooted than another, so that no one should think that this hypostasis takes precedence over that, but that we should all believe that the three are joined in one Godhead. For this reason the inspired Scripture also forbade making steps at the altar at which the Trinity is glorified, so that men might not mark off the divine hypostases, as by steps, as being in some inferiority. And, in a word, the Old Testament, bearing the type of the New, speaks mystically and with the greatest forethought, hinting rather than stating in many places, and in the same places stating more than hinting the mystery revealed later; so as neither to strike the uninitiated, who were not yet steady and able to receive the vision of God, with a sudden assault, nor to deprive them altogether; for the one would have been inexperience, the other inhumanity. And often what here may perhaps be hard for us to reach, it has given the solution of through another scripture. But the New Testament speaks no longer as in shadow and behind a veil, but clearly and expressly, as these testify: Paul writing to the Romans, "Since God is one"; to the Galatians and the Corinthians, "God is one". And again to the Corinthians, in the second letter: "The grace of our Lord Jesus Christ, and the love of God, and the fellowship of the Holy Spirit be with you all." Here, because of the sameness of the Godhead, he mentioned the Son first, then the Father, then his Holy Spirit; and he spoke of the fellowship of the Holy Spirit with Father and Son, of the one Godhead and glory and kingdom; for what other fellowship is there in God? To the Ephesians: "One Lord, one faith, one baptism, one God and Father of all, who is over all and through all and in all." Then to the same: "For this reason I bow my knees to the God and Father, from whom every family in heaven and on earth is named, that he may grant you, according to the riches of his glory, to be strengthened with power through his Spirit in the inner man, so that Christ may dwell in your hearts through faith." Here again likewise, because of the equal honor of the hypostases, after the Father he mentioned the Spirit first, and then the Son. And again to the Corinthians: "I urge you, brothers, by our Lord Jesus Christ and by the love of the Spirit, to strive together with me in your prayers to God on my behalf." And to the Hebrews: "For if the word spoken through angels proved firm, and every transgression and disobedience received a just retribution, how shall we escape if we neglect so great a salvation? It was declared at first through the Lord, and was confirmed to us by those who heard, while God bore witness with signs and wonders and various powers and distributions of the Holy Spirit according to his will." By "the Lord" the Son is shown; by "God", the Father; and then also the self-determination and almighty power of the Holy Spirit. And the Son showed the one Godhead by saying, "Why do you call me good? No one is good except one, God"; and the three hypostases, equal in honor and equal in power, by his teaching about baptism; not saying … testing, examining … the Father of our Lord Jesus Christ … "Why do you call me good?" He showed that he too is good, equally with the Father, and that his goodness shines forth from the Father's goodness, and that he is shown to be good, begotten from the good. "For if," he says, "you know me to be good, and do not attach the word to 'teacher' (as in 'Well done, good servant'; and 'The good man out of the good treasure of his heart brings forth good'; and 'Samuel was good with God and with men'; and 'Saul, son of Kish, of the tribe of Benjamin, was good, taller than all Israel from the shoulders upward'; and 'A living dog is good, more than a dead lion'), take nothing away from the first-working good, but acknowledge me as God, not other than the Father in Godhead, since otherwise the first good would no longer be found to be one. For you have read somewhere," he says, "that 'It is good to trust in the Lord rather than to trust in man.' For to cleave to God is good; and I have always urged you to follow me, as one who is good, and to walk behind me." Therefore he did not say, "No one is good except one, the Father", but "No one is good except one, God"; as he also says somewhere else, "Why do you call me Lord, Lord, and do not do my words?" For creation, he says, has goodness by participation, imitating according to its own capacity, if it is right to say so, the innate and perfect goodness of God, and being preserved by it; and the existence of the good in it is its sharing in God's goodness, cleaving to him by obedience and by love for him. For it is written: "Those who keep themselves far from you shall perish"; and "God is far from the impious"; and "Salvation is far from sinners." It is clear that this is by relation and disposition, because of opposition to the good and slowness toward virtue, and not by place. And that he too is good, since he is by nature one with the good Father, he himself says in Matthew: "Is your eye evil because I am good?" And again: "Mary has chosen the good portion, which shall not be taken away from her." By the good portion he meant himself. And men who are not obscure, but deeply conversant with the divine Spirit, proclaim it along with him; among the others who follow them are these: the sacred psalmist in the 117th psalm, "Give thanks to the Lord, for he is good"; and in the same, "The Lord is good to those who wait for him, to the soul that seeks him"; and Isaiah, "The Lord is a good judge to the house of Israel." And that the Holy Spirit of God is good, the David already mentioned sings in the 24th psalm: "Your good Spirit will lead me on level ground." Besides these, if eternal life is good, and so are the words of the Son (for he said, "The words that I … to you are spirit and are life"), and if the sanctification of the Holy Spirit is good, and his working in illumination (for he is named along with them as working with them), and further the distribution of the heavenly gifts, then the Son and the Holy Spirit are certainly good. We were taught not only by hearing; we have also beheld, as far as is possible, the distinctness of the hypostases of the venerable and consubstantial Trinity: the Father saying from the heavens, "This is my beloved Son"; his Only-begotten being baptized on earth; and his one and only Holy Spirit descending in the form of a dove and remaining upon the only-begotten God and Son himself. And a treasure of David in the … psalm confirms this, that the … was being testified to as Son. The saying is known to all; it runs: "Truth has risen from the earth, and righteousness has looked down from heaven." Likewise, because there is no difference of Godhead in the awesome and undefiled Trinity, the oracles sometimes show the Father with the Son, as when David says, "The Lord said to my Lord, Sit at my right hand", and Paul, "Grace to you and peace from God the Father and the Lord Jesus Christ"; and sometimes they join the Father with the Holy Spirit, as when Haggai prophesies, "For I am with you, says the Lord Almighty, and my Spirit stands in your midst"; and again … in the saying. For since the heterodox sometimes say, when the Spirit is mentioned with the Father, that some power without hypostasis is meant, the present saying is guarded against this. And Isaiah: "And now the Lord has sent me, and his Spirit"; and again: "There the deer met and saw one another's faces; they passed by in number, and not one of them perished; one did not seek the other; for the Lord commanded them, and his Spirit …" … "and the Spirit of God dwells in you?" And again: "The love of God has been poured out in our hearts through the Holy Spirit"; and again: "But God has revealed it to us through his Spirit." At other times they name the Son alone, as when Isaiah prophesies, "And now, Lord, you are our father, and we are clay, all of us the work of your hands"; and Paul to the Galatians, "For as many of you as were baptized into Christ have put on Christ." At other times they proclaim the Only-begotten with the Holy Spirit, as when Paul writes to the Corinthians, "But you were washed, you were sanctified, you were justified in the name of our Lord Jesus Christ and in the Spirit of our God"; and to the Romans, "I speak the truth in Christ, I do not lie, my conscience bearing witness with me in the Holy Spirit"; and again, "For if someone comes and preaches another Jesus than the one we preached, or you receive a different Spirit from the one you received." And at other times Scripture mentions the Holy Spirit alone, as when Isaiah prophesies, "They disobeyed and provoked the Holy Spirit"; and again, "The Spirit came down from the Lord and guided them." And Paul writes to the Corinthians, "The fleshly man does not receive the things of the Spirit of God"; and as Stephen says in the Acts, "You resist the Holy Spirit." And again: "We are witnesses of these words, and so is the Holy Spirit", just as we commonly say, "We alone are here, and God." And … of the Spirit, saying: "When he comes, the Spirit of truth, he will guide you into all the truth." And the Acts likewise bear witness about him: "While Peter was pondering the word, the Holy Spirit said to him: Rise, go down, and go with them without hesitating, for I have sent them." And again: "Thus says the Holy Spirit: Set apart for me Paul and Barnabas for the work to which I have called them." And again the Holy Spirit said to Peter: "Rise, go to the house of Cornelius." And once more the Acts of the Apostles, in their elegance, give scope to such an argument; for they contain: "Then … him." And further: "For Peter, filled with the Holy Spirit, said to the people." Likewise the equal weight and equal power of the all-honored hypostases is signified also in that the Master, God the Word, through his all-praised word about baptism mentioned before, preserved for himself and for the Holy Spirit equality of honor with the Father. Because of this the sacred books sometimes mention the Father first, and then the Son or the Holy Spirit; and sometimes they mention the Son first, because the nature is undivided and the theology admits no difference; as when Job says, plainly showing the Trinity: "As the Lord lives, who has so judged me, and the Almighty who has embittered my soul, while my breath is still in me, and the divine Spirit that is in my nostrils." The Holy Spirit who gives me life, he means, and still makes me breathe. And as when Paul writes to the Thessalonians in the second letter, "Now may our Lord Jesus Christ himself, and God our Father, comfort your hearts." And to the Galatians: "Paul, an apostle, not from men nor through man, but through Jesus Christ and God the Father." And to the Corinthians, as said before: "The grace of our Lord Jesus Christ, and the love of God the Father, and the fellowship of the Holy Spirit." And the Savior says: "I and the Father will come and make our dwelling with him." Sometimes they name the Holy Spirit first, and afterwards the Father or the Son, as when David sings: "Where shall I go from your Spirit? And from your presence where shall I flee?" And Job, showing his gratitude, says: "The divine Spirit is what made me, and the breath of the Almighty is what teaches me." And as Paul writes in his first epistle to the Corinthians: "There are varieties of gifts, but the same Spirit; and varieties of service, but the same Lord; and varieties of workings, but the same God, who works all things in all." Sometimes they speak of two hypostases without naming them, as when Zechariah says, "The Lord said to the devil: The Lord rebuke you, devil." And this was shown above at greater length.
Textual problem in this passage: see the notes.
Deut 6:4 (quotation, high confidence) · Gen 1:6–8 (quotation, high confidence) · Num 6:23–26 (quotation, high confidence) · Hag 2:4–5 (quotation, high confidence) · Isa 48:16 (quotation, high confidence) · Ps 18:31–32 (17:32-Ps LXX) (quotation, high confidence) · Ps 59:9–10 (58:10-Ps LXX) (quotation, high confidence) · Ps 96:1–2 (95:1-Ps LXX) (quotation, high confidence) · 1 Sam 1:11 (allusion, high confidence) · 1 Kgs 18:33–34 (allusion, low confidence) · Gen 11:7 (quotation, high confidence) · Gen 40:10 (allusion, high confidence) · Exod 20:26 (allusion, high confidence) · Rom 3:30 (quotation, high confidence) · Gal 3:20 (quotation, high confidence) · 1 Cor 8:4 (quotation, medium confidence) · 2 Cor 13:14 (quotation, high confidence) · Eph 4:5–6 (quotation, high confidence) · Eph 3:14–17 (quotation, high confidence) · Rom 15:30 (quotation, high confidence) · Heb 2:2–4 (quotation, high confidence) · Mark 10:18 (quotation, high confidence) · Luke 18:19 (quotation, high confidence) · Matt 28:19 (allusion, high confidence) · Matt 25:21 (quotation, high confidence) · Luke 6:45 (quotation, high confidence) · 1 Sam 2:26 (quotation, high confidence) · 1 Sam 9:2 (quotation, high confidence) · Eccl 9:4 (quotation, high confidence) · Ps 118:8 (117:8 LXX) (quotation, high confidence) · Ps 73:28 (72:28 LXX) (allusion, medium confidence) · Luke 6:46 (quotation, high confidence) · Ps 73:27 (72:27 LXX) (quotation, high confidence) · Prov 15:29 (quotation, high confidence) · Ps 119:155 (118:155 LXX) (quotation, high confidence) · Matt 20:15 (quotation, high confidence) · Luke 10:42 (quotation, high confidence) · Ps 118:1 (117:1 LXX) (quotation, high confidence) · Lam 3:25 (quotation, high confidence) · Ps 143:10 (142:10 LXX) (quotation, high confidence) · John 6:63 (quotation, high confidence) · Matt 3:16–17 (allusion, high confidence) · Ps 85:11 (84:12 LXX) (quotation, high confidence) · Ps 110:1 (109:1 LXX) (quotation, high confidence) · Rom 1:7 (quotation, high confidence) · Isa 34:15–16 (quotation, high confidence) · 1 Cor 3:16 (quotation, high confidence) · Rom 5:5 (quotation, high confidence) · 1 Cor 2:10 (quotation, high confidence) · Isa 64:8 (quotation, high confidence) · Gal 3:27 (quotation, high confidence) · 1 Cor 6:11 (quotation, high confidence) · Rom 9:1 (quotation, high confidence) · 2 Cor 11:4 (quotation, high confidence) · Isa 63:10 (quotation, high confidence) · Isa 63:14 (quotation, high confidence) · 1 Cor 2:14 (quotation, high confidence) · Acts 7:51 (quotation, high confidence) · Acts 5:32 (quotation, high confidence) · John 16:13 (quotation, high confidence) · Acts 10:19–20 (quotation, high confidence) · Acts 13:2 (quotation, high confidence) · Acts 11:12 (allusion, medium confidence) · Acts 4:8 (quotation, high confidence) · Job 27:2–3 (quotation, high confidence) · 2 Thess 2:16–17 (quotation, high confidence) · Gal 1:1 (quotation, high confidence) · John 14:23 (quotation, high confidence) · Ps 139:7 (138:7 LXX) (quotation, high confidence) · Job 33:4 (quotation, high confidence) · 1 Cor 12:4–6 (quotation, high confidence) · Zech 3:2 (quotation, high confidence)
Notes and citation
Summary: Scripture names sometimes one, sometimes two, sometimes all three divine hypostases, in varying order, and calls each of them good, showing one Godhead in three equal persons.
- The Migne chapter heading (which lacks its first letter in the scan) is translated at the start. Migne's heading for chapter 17 was not found in the scan; whatever survives of it is inside this passage, and no chapter break can be seen. Lines are lost in the scan in several places; gaps are marked '…'. Removed as not part of Didymus's text: longer forms of 1 Sam 9:1–2 and Eccl 9:4 from Migne's notes; a list of words from Wis 7:22–23 and a variant of Luke 6:46 from the notes; and a note on Acts 13:2 that had strayed into the quotation of Job 27:2.
- Psalm numbers are Didymus's Greek ones; some are wrong in the scan or in Migne: the '58th' psalm quoted is Ps 59:10–11 (LXX 58:11–12); the '95th' is printed with a garbled numeral (Ps 96:1–2, LXX 95:1–2); the '24th' is Ps 143:10 (LXX 142:10). 'The Lord is good to those who wait for him' is Lam 3:25, not a psalm. 'The Lord is a good judge to the house of Israel', ascribed to Isaiah, is unidentified. The prayer 'in the books of Kingdoms' is Hannah's (1 Sam 1:11 in the Greek, 'Adonai, Lord, Eloi Sabaoth'). The 'one vine on three stems' is the cupbearer's dream (Gen 40:10); the altar without steps is Exod 20:26. The 'water-carriers' may refer to the water poured three times on Elijah's altar (1 Kgs 18:33–34); uncertain, since the context is lost. 'I urge you, brothers, by our Lord Jesus Christ' is Rom 15:30, though introduced as 'to the Corinthians'. The deer passage is Isa 34:15–16 in the Greek.
- The readings of 'Lord … God … Lord' (Deut 6:4) and of the threefold blessing (Num 6:24–26) as pointing to the Trinity are Didymus's own, translated as printed.
Notes on the original text
- Digital text corrected (Migne's marginal letter B and a stray fragment; a note on Acts 13:2 from Migne's notes leaked into the quotation of Job 27:2; column marker in the scan; hyphenated word broken by Migne's marginal letter B; hyphenated word with Migne's marginal letter and a fragment of the Latin column; longer Scripture quotations from Migne's notes (1 Sam 9:1–2; Eccl 9:4) leaked into the text; words from Migne's notes (Wis 7:22–23; a variant of Luke 6:46) leaked into the text): καὶ ὄνομα αὐτῷ Κὶς..... καὶ τούτῳ υἱὸς, καὶ ὄνομα αὐτῷ Σαούλ... ἀγαθὸς, καὶ οὐκ ἦν ἐν υἱοῖς Ἰσραὴλ ἀγαθὸς ὑπὲρ αὐτὸν, ὑπερωμίαν καὶ ἐπάνω ὑψηλὸς ὑπὲρ πᾶσαν τὴν γῆν. tio : Ὁ κύων ὁ ζῶν, αὐτὸς ἀγαθὸς ὑπὲρ τὸν λέοντα τὸν νεκρόν. → ; ces, λεπτὸν, εὐκίνητον, ἀπήμαντον, δυνατὸν, βέ- Τί με λέγετε, Κύριε, καὶ οὐ ποιεῖτε τὸ θέλημα τοῦ Πατρός μου; → ; Ζῇ τὸ Πνεῦμα τὸ ἅγ. Ἀφορ. δή μοι τόν τε Βαρνάβαν Κύριος → Ζῇ Κύριος; Κυ- Β trem, ρίου → Κυρίου; κατα- Β σάντες → καταβάντες; [23 Ἡ ἀγάπη → Ἡ ἀγάπη; καὶ Β Ει ἐν τῷ Πνεύματι → καὶ ἐν τῷ Πνεύματι.
Topics: Trinity, Baptism, Heresy
Cite (SBL): Didymus, Trin. 1.18 (PG 39:341; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/didymus-trinitate/1-18). (abbreviation not yet checked)
Permanent link: https://sophiascriptura.com/p/didymus-trinitate/1-18
BibTeX · RIS · CSL-JSON (whole work; this passage's key: sophiascriptura-didymus-trinitate-1-18) · Report an error
Translation: Translated by Claude (Opus) from the Greek as printed in Migne PG 39 (Bavarian State Library OCR); no public-domain English exists, so every sentence was re-read against the Greek (Books 1 and 3 in a separate review pass).
1.19PG 39:363
Περὶ τοῦ τὸ νῦν λεχθὲν περὶ τοῦ Πατρὸς, ἄλλοτε περὶ τοῦ Υἱοῦ εἰρῆσθαι, ἢ τοῦ ἁγίου Πνεύματος, διὰ τὸ ἐν μιᾷ θεότητι τὴν Τριάδα ὑπάρχειν. Ἐν μιᾷ τοιγαροῦν θεότητι οἱ ἱεροφάνται τὴν ἔνδοξον Τριάδα ἐπιστάμενοι, καὶ τὴν θεολογίαν αὐτῆς ἐπίκοινον οὖσαν, ὅπερ νῦν εἰρήκασι περὶ τοῦ Πατρὸς, ἄλλοτε ἄλλοι περὶ τοῦ Υἱοῦ, ἢ τοῦ ἁγίου Πνεύματος διαγορεύουσιν· οὐκ ἐναντιούμενοι ἑαυτοῖς, ἀλλὰ διὰ τὸ καὶ ἡμᾶς εἰδέναι τοῦτό τε αὐτὸ τῆς ὀρθῆς πίστεως τὸ κέριον· καὶ ὡς οἴας δ᾽ ἂν ὑποστάσεως ἐπιμνησθῶμεν ἐκ παντὸς, καὶ τὴν ἄλλην τῇ πίστει συνανελάβομεν, ἅτε ἀχώριστον. ᾿Αψευδεῖν δὲ ἀνάγκη τοὺς ἀψευδεῖς ὑποφήτας Θεοῦ, καὶ δόξης ἀρνουμένης τὴν ἀλήθειαν καθαροὺς τοὺς τὴν ἁπλῆν καὶ ὄντως σκοντας. Μὴ καθαροῖς γὰρ καθαρῶν ἐφάπτεσθαι μὴ οὐχὶ θεμιτόν, φασίν· οἱ δὲ ἦσαν καθαροὶ, καὶ πάσης ψευδοδοξίας ἀλλότριοι. Εὑρήσομεν δὲ τοῦτο εὐθὺς εἰς τὴν θεοπτίαν, ἣν ἐθεάσατο Ἡσαΐας. Τί δὲ μὴ πρῶτον ὅλου ἐκείνου, ὡς ἔχει, μνημονεύσω τοῦ χωρίου; Λέγει οὖν· Ἴδον τὸν Κύριον Σαβαώθ καθήμενον ἐπὶ θρόνου ὑψηλοῦ καὶ ἐπηρμένου, καὶ πλήρης ὁ οἶκος τῆς δόξης αὐτοῦ. Καὶ σεραφὶμ εἰστήκεισαν κύκλῳ αὐτοῦ· ἓξ πτέρυγες τῷ ἑνὶ, καὶ ἓξ πτέρυγες τῷ ἐνί· καὶ ταῖς μὲν δυσὶ πτέρυξι κατεκάλυπτον τὰ πρόσωπα, ταῖς δὲ δυσὶ τοὺς πόδας, ταῖς δὲ δυσὶν ἐπέταντο, καὶ ἔκραζον ἕτερος πρὸς τὸν ἕτερον· "Αγιος, ἅγιος, ἅγιος Κύριος σαβαώθ· πλήρης ὁ οὐρανὸς καὶ πᾶσα ἡ γῆ τῆς δόξης αὐτοῦ. Ἀκοῇ ἀκούετε, καὶ οὐ μὴ συνῆτε· καὶ βλέποντες βλέψετε, καὶ οὐ μὴ ἴδητε. Ἐπαχύνθη γὰρ ἡ καρδία τοῦ λαοῦ τούτου, καὶ τοῖς ὠσὶν αὐτῶν βαρέως ἤκουσαν, καὶ τοὺς ὀφθαλμοὺς αὐτῶν ἐκάμμυσαν, μήποτε ἴδωσι τοῖς ὀφθαλμοῖς, καὶ τοῖς ὠσὶν ἀκούσωσιν, καὶ τῇ καρδίᾳ συνῶσιν· καὶ ἐπιστρέψωσιν, καὶ ἰάσομαι αὐτούς. Καὶ μεταξὺ ἄλλων ἐπιφέρει· Καὶ τὸν βασιλέα Κύριον Σαβαὼθ ἴδον τοῖς ὀφθαλμοῖς μου πρὸς μὲ ἓν τῶν σεραφίμ, καὶ τὰ ἐξῆς. Τὸν ὀφθέντα τοίνυν Κύριον Σαβαώθ καὶ βασιλέα, Ἡσαΐας μὲν οὗτος αὐτὸν τὸν Θεὸν Πατέρα εἶναι οἶδεν· Παῦλος δὲ, ἐν τῇ βίβλῳ τῶν ἀποστολικῶν Πράξεων, τὸ ἅγιον Πνεῦμα τυγχάνειν ὃν ἀπεφήνατο, τοιῶσδε άνειπών· Καλῶς τὸ Πνεῦμα τὸ ἅγιον ἐλάλησε πρὸς τοὺς πατέρας ὑμῶν διὰ Ἡσαΐου τοῦ προφήτου, λέγοντος· Πορεύθητι πρὸς τὸν λαὸν τοῦτον, καὶ εἰπὲ αὐτῷ· Ἀκοῇ ἀκούσετε, καὶ οὐ μὴ συνῆτε, καὶ τὰ ἑξῆς ὡς πρόκειται. Ἰωάννης δὲ ἐν Εὐαγγελίῳ τὸν Υἱὸν τοῦ Θεοῦ εἶναι διωρίσατο· ἔφη γάρ· Τοσαῦτα σημεῖα πεποιηκότος τοῦ Ἰησοῦ, οὐκ ἠδύναντο πιστεύειν· ὅτι εἶπεν Ἡσαΐας· Τετύφλωκεν αὐτῶν τοὺς ὀφθαλμοὺς, καὶ ἐπήρωσεν αὐτῶν τὴν καρδίαν· ἵνα μὴ ἴδωσι τοῖς ὀφθαλμοῖς, καὶ νοήσωσι τῇ καρδίᾳ, καὶ ἐπιστρέψωσι, καὶ ἰάσομαι αὐτούς. Καὶ εὐθὺς ἐπάγει· Ταῦτα δὲ εἶπεν Ἡσαΐας, ὅτε εἶδεν τὴν δόξαν αὐτοῦ, τοῦτ᾽ ἔστιν τοῦ Υἱοῦ τοῦ Θεοῦ. Ταῦτα μὲν δὴ περὶ τούτων ὧδέ πη. ῎Ἄκουε δὲ καὶ ἕτερα τῆς αὐτῆς δυνάμεως, τοῦ Δαυΐδ ἐν ψαλμῷ ἰδ' ἐκ προσώπου τοῦ· Θεοῦ Πατρὸς ἄσαντος τῇ λύρᾳ τοιῶσδε· Ἐπείρασάν με οἱ πατέρες ὑμῶν, καὶ ἴδον τὰ ἔργα μου τεσσαράκοντα ἔτη. Διὸ προσώχθισα τῇ γενεᾷ ταύτῃ, καὶ εἶπον· ἀεὶ πλανῶνται τῇ καρδίᾳ. Αὐτοὶ δὲ οὐκ ἔγνωσαν τὰς ὁδούς μου. ῾Ὡς ὤμοσα ἐν τῇ ὀργῇ μου, εἰ εἰσελεύσονται εἰς τὴν κατάπαυσίν μου. Παῦλος, Ἑβραίοις γράφων, ἐκ τοῦ αὐτοῦ ψαλμοῦ ἀπὸ τοῦ ἁγίου Πνεύματος διορίζεται τόνδε τὸν τρόπον· Καθὼς εἶπε, φησὶν, τὸ Πνεῦμα τὸ ἅγιον· ἐὰν τῆς φωνῆς μου ἀκούσητε, μὴ σκληρύνητε τὰς καρδίας ὑμῶν, ὡς ἐν τῷ παραπικρασμῷ, κατὰ τὴν ἡμέραν τοῦ πειρασμοῦ, οὗ ἐπείρασάν με οἱ πατέρες ὑμῶν, καὶ ἴδον τὰ ἔργα μου τεσσαράκοντα ἔτη. Καὶ Στέφανος, εἰς τὰς ἀποστολικὰς Πράξεις, τοὺς Ἰουδαίους ἀπὸ τῆς αὐτῆς ἐντρέπων Γραφῆς, ἔφη· Σκληροτράχηλοι καὶ ἀπερίτμητοι τῇ καρδίᾳ καὶ τοῖς ὡσὶν, ὑμεῖς ἀεὶ τῷ Πνεύματι τῷ ἁγίῳ ἀντιπίπτετε· ὡς οἱ πατέρες ὑμῶν, καὶ ὑμεῖς. Ὁμοίως δὲ ἐξ Αἰγύπτου ὡδηγηκέναι τοὺς καὶ οὐκ ἦν μετ' αὐτῶν θεὸς ἀλλότριος. Καὶ ὁ Ἱερεμίας ὡσαύτως· Καὶ οὐκ εἴπατε, φησίν· Ποῦ ἔστιν Κύριος ὁ ἀναγαγὼν ὑμᾶς ἐκ γῆς Αἰγύπτου, ὁ καθοδηγήσας ὑμᾶς ἐν τῇ ἐρήμῳ; Ὁ δέ γε Ἡσαΐας, τὸ ἅγιον Πνεῦμα ὡδηγηκέναι λέγει· Ἤγαγε γὰρ, φησὶν, αὐτοὺς διὰ ἀβύσσου, ὡς ἵππον δι' ἐρήμου, καὶ οὐκ ἐκοπίασαν· καὶ ὡς κτήνη διὰ πεδίου. Κατέβη Πνεῦμα παρὰ Κυρίου, καὶ ὠδήγησεν αὐτοὺς. Ὁ δὲ Παῦλος ὁδηγὸν αὐτῶν τὸν Χριστὸν γεγενῆσθαι διδάσκει· Ἔπινον γὰρ, φησὶν, ἐκ πνευματικῆς ἀκολουθούσης πέτρας· ἡ δὲ πέτρα ἦν ὁ Χριστός. Ο συνῳδὰ καὶ Ἰούδας καθολικῶς γράφει· ῞Απαξ γὰρ Κύριος Ἰησοῦς λαὸν ἐξ Αἰγύπτου σώσας, δεύτερον τοὺς μὴ πιστεύσαντας αὐτῷ ἀπώλεσεν. Ἑνταῦθα οὖν διπλῶς ἀναιρεῖται ἡ ἐπιχείρησις τῶν λεγόντων κτίσμα τὸν σεπτὸν Υἱὸν καὶ τὸ θεῖκὸν Πνεῦμα, ἀπό τε τοῦ περὶ ἑκατέρας ὑποστάσεως κεχρησμῳδῆσθαι τὰ τὴν ἄπειρον μίαν φύσιν κατασημαίνοντα, ἀπό τε τοῦ παρακεῖσθαι, ὅτι Οὐκ ἦν μετ' αὐτῶν θεὸς ἀλλότριος, τοῦτ᾽ ἔστιν ἑτεροούσιος. Τὸν ἴσον τρόπον Μωϋσῆς μὲν λέγει· Οὐκ ἔσται μερὶς, οὐδὲ κλῆρος τοῖς Λευΐταις ἐπὶ τῆς γῆς· Κύριος αὐτὸς, μερὶς αὐτῶν· Ἱερεμίας δέ· ῾Ο πλάσας, φησὶν, τὰ πάντα, αὐτὸς κληρονομία τοῦ Ἰακώβ· Κύριος ὄνομα αὐτῷ· Δαυΐδ δὲ ἐν ιε΄ ψαλμῷ· Κύριος, μερὶς τῆς κληρονομίας μου καὶ τοῦ ποτηρίου μου. Ὁ δέ γε Παῦλος τὸ ἅγιον· Πνεῦμα τὴν κληρονομίαν εἶναι Ἐφεσίοις ἐπιστέλλει· Ἐν ᾧ, φησὶν, πιστεύσαντες, ἐσφραγίσθημεν τῷ Πνεύματι τῆς ἐπαγγελίας τῷ ἁγίῳ, ὅ ἐστιν ἀῤῥαβὼν τῆς κληρονομίας ἡμῶν. Ὁμοίως Παῦλος Κορινθίοις γράφει· Διαιρέσεις δὲ χαρισμάτων εἰσὶν, τὸ δὲ αὐτὸ Πνεῦμα· καὶ διαιρέσεις διακονιῶν εἰσιν, καὶ ὁ αὐτὸς Κύριος· καὶ διαιρέσεις ἐνεργημάτων εἰσὶν, ὁ δὲ αὐτὸς Θεὸς ὁ ἐνεργῶν τὰ πάντα ἐν πᾶσιν. Δεικνὺς δὲ τὴν ἐπιμέμνηται τοῦ Πνεύματος, εἶτα τοῦ Υἱοῦ, καὶ οὕτω τοῦ Πατρός· ἀλλὰ καὶ ὁ νῦν εἰρηκὼς τὸν Θεὸν τὰ πάντα ἐνεργεῖν, μετ᾿ ὀλίγον ἐπάγει· Ταῦτα δὲ πάντα ἐνεργεῖ τὸ ἓν καὶ τὸ αὐτὸ Πνεῦμα, διαιροῦν ἰδίᾳ ἑκάστῳ, καθώς βούλεται· σαφῶς καὶ διαῤῥήδην αὐτὸ Θεὸν ὁμοούσιον τῷ Πατρὶ καὶ τῷ Υἱῷ ἅμα καὶ αὐτεξούσιον παριστῶν. Ἔστιν ἀκοῦσαι καὶ τοῦ Θεοῦ καὶ Πατρὸς παρ' Ησαΐᾳ μὲν εἰρηκότος· Καὶ τὴν δόξαν μου ἑτέρῳ οὐ δώσω· Ἰωάννου δὲ φήσαντος· Ἵνα πάντες τιμῶσι τὸν Υἱὸν, καθὼς τιμῶσι τὸν Πατέρα (ἤδη γὰρ ᾔδει σαφῶς, ὅτι οὐχ ἑτεροουσίῳ τῷ Μονογενεῖ καὶ τῷ ἁγίῳ Πνεύματι ἡ δόξα ἀναπέμπεται)· πάλιν τοῦ Μάρκου λέγοντος ἀπὸ τοῦ Χριστοῦ· Ὃς γὰρ ἂν ἐπαισχυνθῇ με καὶ τοὺς ἐμοὺς λόγους, ἐν τῇ γενεᾷ ταύτῃ τῇ μοιχαλίδι καὶ ἁμαρτωλῷ, καὶ ὁ Υἱὸς τοῦ ἀνθρώπου ἐπαισχυνθήσεται αὐτὸν, ὅταν ἔλθῃ ἐν τῇ δόξῃ τοῦ Πατρὸς αὐτοῦ μετὰ τῶν ἀγγέλων τῶν ἁγίων. Ὁ Ματθαῖος, τὸ αὐτὸ κεφάλαιον ἐκτιθέμενος, οὐκ εἶπεν, Ἐν τῇ δόξῃ τοῦ Πατρὸς, ἀλλ᾽, Ἐν τῇ τοῦ Υἱοῦ, οὕτω γράψας· Ὅταν δὲ ἔλθῃ ὁ Υἱὸς τοῦ ἀνθρώπου ἐν τῇ δόξῃ αὐτοῦ, καὶ πάντες οἱ ἅγιοι ἄγγελοι μετ' αὐτοῦ· ὅτε καθίσῃ ἐπὶ θρόνου δόξης αὐτοῦ. Καὶ παρ' Ἰωάννῃ δὲ φησιν· Δόξασόν με τῇ δόξῃ, ᾗ εἶχον παρὰ σοὶ, πρὸ τοῦ τὸν κόσμον εἶναι.
Peri tou to nyn lechthen peri tou Patros, allote peri tou Huiou eirēsthai, ē tou hagiou Pneumatos, dia to en mią theotēti tēn Triada hyparchein. En mią toigaroun theotēti hoi hierophantai tēn endoxon Triada epistamenoi, kai tēn theologian autēs epikoinon ousan, hoper nyn eirēkasi peri tou Patros, allote alloi peri tou Huiou, ē tou hagiou Pneumatos diagoreuousin; ouk enantioumenoi heautois, alla dia to kai hēmas eidenai touto te auto tēs orthēs pisteōs to kerion; kai hōs oias d᾽ an hypostaseōs epimnēsthōmen ek pantos, kai tēn allēn tę̄ pistei synanelabomen, hate achōriston. ᾿Apseudein de anankē tous apseudeis hypophētas Theou, kai doxēs arnoumenēs tēn alētheian katharous tous tēn haplēn kai ontōs skontas. Mē katharois gar katharōn ephaptesthai mē ouchi themiton, phasin; hoi de ēsan katharoi, kai pasēs pseudodoxias allotrioi. Heurēsomen de touto euthys eis tēn theoptian, hēn etheasato Hēsaïas. Ti de mē prōton holou ekeinou, hōs echei, mnēmoneusō tou chōriou? Legei oun; Idon ton Kyrion Sabaōth kathēmenon epi thronou hypsēlou kai epērmenou, kai plērēs ho oikos tēs doxēs autou. Kai seraphim eistēkeisan kyklǭ autou; hex pteryges tǭ heni, kai hex pteryges tǭ eni; kai tais men dysi pteryxi katekalypton ta prosōpa, tais de dysi tous podas, tais de dysin epetanto, kai ekrazon heteros pros ton heteron; "Agios, hagios, hagios Kyrios sabaōth; plērēs ho ouranos kai pasa hē gē tēs doxēs autou. Akoę̄ akouete, kai ou mē synēte; kai blepontes blepsete, kai ou mē idēte. Epachynthē gar hē kardia tou laou toutou, kai tois ōsin autōn bareōs ēkousan, kai tous ophthalmous autōn ekammysan, mēpote idōsi tois ophthalmois, kai tois ōsin akousōsin, kai tę̄ kardią synōsin; kai epistrepsōsin, kai iasomai autous. Kai metaxy allōn epipherei; Kai ton basilea Kyrion Sabaōth idon tois ophthalmois mou pros me hen tōn seraphim, kai ta exēs. Ton ophthenta toinyn Kyrion Sabaōth kai basilea, Hēsaïas men houtos auton ton Theon Patera einai oiden; Paulos de, en tę̄ biblǭ tōn apostolikōn Praxeōn, to hagion Pneuma tynchanein hon apephēnato, toiōsde aneipōn; Kalōs to Pneuma to hagion elalēse pros tous pateras hymōn dia Hēsaïou tou prophētou, legontos; Poreuthēti pros ton laon touton, kai eipe autǭ; Akoę̄ akousete, kai ou mē synēte, kai ta hexēs hōs prokeitai. Iōannēs de en Euangeliǭ ton Huion tou Theou einai diōrisato; ephē gar; Tosauta sēmeia pepoiēkotos tou Iēsou, ouk ēdynanto pisteuein; hoti eipen Hēsaïas; Tetyphlōken autōn tous ophthalmous, kai epērōsen autōn tēn kardian; hina mē idōsi tois ophthalmois, kai noēsōsi tę̄ kardią, kai epistrepsōsi, kai iasomai autous. Kai euthys epagei; Tauta de eipen Hēsaïas, hote eiden tēn doxan autou, tout᾽ estin tou Huiou tou Theou. Tauta men dē peri toutōn hōde pē. ᾿Akoue de kai hetera tēs autēs dynameōs, tou Dauïd en psalmǭ id' ek prosōpou tou; Theou Patros asantos tę̄ lyrą toiōsde; Epeirasan me hoi pateres hymōn, kai idon ta erga mou tessarakonta etē. Dio prosōchthisa tę̄ geneą tautę̄, kai eipon; aei planōntai tę̄ kardią. Autoi de ouk egnōsan tas hodous mou. ῾Hōs ōmosa en tę̄ orgę̄ mou, ei eiseleusontai eis tēn katapausin mou. Paulos, Hebraiois graphōn, ek tou autou psalmou apo tou hagiou Pneumatos diorizetai tonde ton tropon; Kathōs eipe, phēsin, to Pneuma to hagion; ean tēs phōnēs mou akousēte, mē sklērynēte tas kardias hymōn, hōs en tǭ parapikrasmǭ, kata tēn hēmeran tou peirasmou, hou epeirasan me hoi pateres hymōn, kai idon ta erga mou tessarakonta etē. Kai Stephanos, eis tas apostolikas Praxeis, tous Ioudaious apo tēs autēs entrepōn Graphēs, ephē; Sklērotrachēloi kai aperitmētoi tę̄ kardią kai tois hōsin, hymeis aei tǭ Pneumati tǭ hagiǭ antipiptete; hōs hoi pateres hymōn, kai hymeis. Homoiōs de ex Aigyptou hōdēgēkenai tous kai ouk ēn met' autōn theos allotrios. Kai ho Hieremias hōsautōs; Kai ouk eipate, phēsin; Pou estin Kyrios ho anagagōn hymas ek gēs Aigyptou, ho kathodēgēsas hymas en tę̄ erēmǭ? Ho de ge Hēsaïas, to hagion Pneuma hōdēgēkenai legei; Ēgage gar, phēsin, autous dia abyssou, hōs hippon di' erēmou, kai ouk ekopiasan; kai hōs ktēnē dia pediou. Katebē Pneuma para Kyriou, kai ōdēgēsen autous. Ho de Paulos hodēgon autōn ton Christon gegenēsthai didaskei; Epinon gar, phēsin, ek pneumatikēs akolouthousēs petras; hē de petra ēn ho Christos. O synǭda kai Ioudas katholikōs graphei; ῾Apax gar Kyrios Iēsous laon ex Aigyptou sōsas, deuteron tous mē pisteusantas autǭ apōlesen. Hentautha oun diplōs anaireitai hē epicheirēsis tōn legontōn ktisma ton septon Huion kai to theikon Pneuma, apo te tou peri hekateras hypostaseōs kechrēsmǭdēsthai ta tēn apeiron mian physin katasēmainonta, apo te tou parakeisthai, hoti Ouk ēn met' autōn theos allotrios, tout᾽ estin heteroousios. Ton ison tropon Mōÿsēs men legei; Ouk estai meris, oude klēros tois Leuïtais epi tēs gēs; Kyrios autos, meris autōn; Hieremias de; ῾O plasas, phēsin, ta panta, autos klēronomia tou Iakōb; Kyrios onoma autǭ; Dauïd de en ie΄ psalmǭ; Kyrios, meris tēs klēronomias mou kai tou potēriou mou. Ho de ge Paulos to hagion; Pneuma tēn klēronomian einai Ephesiois epistellei; En hǭ, phēsin, pisteusantes, esphragisthēmen tǭ Pneumati tēs epangelias tǭ hagiǭ, ho estin arrhabōn tēs klēronomias hēmōn. Homoiōs Paulos Korinthiois graphei; Diaireseis de charismatōn eisin, to de auto Pneuma; kai diaireseis diakoniōn eisin, kai ho autos Kyrios; kai diaireseis energēmatōn eisin, ho de autos Theos ho energōn ta panta en pasin. Deiknys de tēn epimemnētai tou Pneumatos, eita tou Huiou, kai houtō tou Patros; alla kai ho nyn eirēkōs ton Theon ta panta energein, met᾿ oligon epagei; Tauta de panta energei to hen kai to auto Pneuma, diairoun idią hekastǭ, kathōs bouletai; saphōs kai diarrhēdēn auto Theon homoousion tǭ Patri kai tǭ Huiǭ hama kai autexousion paristōn. Estin akousai kai tou Theou kai Patros par' Ēsaïą men eirēkotos; Kai tēn doxan mou heterǭ ou dōsō; Iōannou de phēsantos; Hina pantes timōsi ton Huion, kathōs timōsi ton Patera (ēdē gar ę̄dei saphōs, hoti ouch heteroousiǭ tǭ Monogenei kai tǭ hagiǭ Pneumati hē doxa anapempetai); palin tou Markou legontos apo tou Christou; Hos gar an epaischynthę̄ me kai tous emous logous, en tę̄ geneą tautę̄ tę̄ moichalidi kai hamartōlǭ, kai ho Huios tou anthrōpou epaischynthēsetai auton, hotan elthę̄ en tę̄ doxę̄ tou Patros autou meta tōn angelōn tōn hagiōn. Ho Matthaios, to auto kephalaion ektithemenos, ouk eipen, En tę̄ doxę̄ tou Patros, all᾽, En tę̄ tou Huiou, houtō grapsas; Hotan de elthę̄ ho Huios tou anthrōpou en tę̄ doxę̄ autou, kai pantes hoi hagioi angeloi met' autou; hote kathisę̄ epi thronou doxēs autou. Kai par' Iōannę̄ de phēsin; Doxason me tę̄ doxę̄, hę̄ eichon para soi, pro tou ton kosmon einai.
On the fact that what is said now of the Father is said at another time of the Son, or of the Holy Spirit, because the Trinity exists in one Godhead. Knowing, then, the glorious Trinity in one Godhead, and that its theology is shared, the sacred teachers declare at other times, some of them, of the Son or of the Holy Spirit what they have just now said of the Father; not contradicting themselves, but so that we too may know this very point, the chief point of the right faith, and that whichever hypostasis we mention, we have in every case included the others too in our faith, since they are inseparable. The truthful interpreters of God must of necessity speak truly, and those who … the simple and true faith must be pure of any opinion that denies the truth. For it is not lawful, they say, for the impure to touch the pure; and they were pure, and strangers to every false opinion. We shall find this at once in the vision of God that Isaiah saw. And why should I not first recall that whole passage as it stands? He says: "I saw the Lord Sabaoth sitting on a throne, high and lifted up, and the house was full of his glory. And seraphim stood around him; six wings to the one, and six wings to the other; and with two wings they covered their faces, and with two their feet, and with two they flew; and they cried one to the other: Holy, holy, holy, Lord Sabaoth; heaven and all the earth are full of his glory." "You will hear with your ears and will not understand; and seeing you will see and will not perceive. For the heart of this people has grown fat, and with their ears they have heard heavily, and they have shut their eyes, lest they see with their eyes and hear with their ears and understand with their heart, and turn, and I heal them." And among other things he adds: "And my eyes have seen the King, the Lord Sabaoth", "to me one of the seraphim", and what follows. The Lord Sabaoth and King who was seen, then, this Isaiah knows to be God the Father himself; but Paul, in the book of the Acts of the Apostles, declared it to be the Holy Spirit, speaking thus: "Well did the Holy Spirit speak to your fathers through Isaiah the prophet, saying: Go to this people and say to them: You will hear with your ears and will not understand", and the rest as above. And John in the Gospel determined that it is the Son of God; for he said: "Though Jesus had done so many signs, they could not believe, because Isaiah said: He has blinded their eyes and hardened their heart, lest they see with their eyes and understand with their heart and turn, and I heal them." And at once he adds: "Isaiah said these things when he saw his glory", that is, the glory of the Son of God. So much, then, on this. But hear also other things of the same force: David in the 94th psalm, singing on the lyre in the person of God the Father thus: "Your fathers tested me, and saw my works forty years. Therefore I was angry with this generation, and said: They always go astray in their heart; and they did not know my ways. As I swore in my wrath, they shall not enter my rest." Paul, writing to the Hebrews, assigns the words of the same psalm to the Holy Spirit, in this way: "As the Holy Spirit says," he writes, "If you hear my voice, do not harden your hearts as in the rebellion, on the day of testing, where your fathers tested me, and saw my works forty years." And Stephen, in the Acts of the Apostles, shaming the Jews from the same Scripture, said: "Stiff-necked and uncircumcised in heart and ears, you always resist the Holy Spirit; as your fathers did, so do you." Likewise, that … led them out of Egypt … "and there was no foreign god with them." And Jeremiah likewise: "And you did not say," he says, "Where is the Lord who brought you up out of the land of Egypt, who led you through the wilderness?" But Isaiah says that it was the Holy Spirit who led them: "For he led them through the deep," he says, "like a horse through the wilderness, and they did not grow weary; and like cattle through a plain. The Spirit came down from the Lord and guided them." And Paul teaches that Christ was their guide: "For they drank," he says, "from the spiritual rock that followed them, and the rock was Christ." In agreement with which Jude too writes in his catholic epistle: "For the Lord Jesus, having once saved a people out of Egypt, afterwards destroyed those who did not believe him." Here, then, the attempt of those who say that the venerable Son and the divine Spirit are creatures is refuted in two ways: from the fact that what indicates the one infinite nature has been declared of each hypostasis, and from the words placed beside it, "there was no foreign god with them", that is, none of another substance. In the same way Moses says: "There shall be no portion or inheritance for the Levites in the land; the Lord himself is their portion"; and Jeremiah: "He who formed all things," he says, "he is the inheritance of Jacob; the Lord is his name"; and David in the 15th psalm: "The Lord is the portion of my inheritance and of my cup." But Paul writes to the Ephesians that the Holy Spirit is the inheritance: "In whom," he says, "having believed, we were sealed with the Holy Spirit of promise, who is the pledge of our inheritance." Likewise Paul writes to the Corinthians: "There are varieties of gifts, but the same Spirit; and varieties of service, and the same Lord; and varieties of workings, but the same God, who works all things in all." And showing the … he mentions the Spirit, then the Son, and so the Father; and he who has just said that God works all things adds a little later: "All these the one and the same Spirit works, distributing to each individually as he wills"; clearly and expressly presenting him as God, consubstantial with the Father and the Son, and at the same time self-determining. One may hear God the Father saying in Isaiah, "And my glory I will not give to another"; and John saying, "That all may honor the Son as they honor the Father" (for he already knew clearly that the glory is not given back to the Only-begotten and the Holy Spirit as to beings of another substance); and again Mark, saying from Christ: "For whoever is ashamed of me and of my words in this adulterous and sinful generation, of him the Son of Man also will be ashamed, when he comes in the glory of his Father with the holy angels." Matthew, setting out the same passage, did not say "in the glory of the Father" but in that of the Son, writing thus: "When the Son of Man comes in his glory, and all the holy angels with him, then he will sit on the throne of his glory." And in John he says: "Glorify me with the glory that I had with you before the world existed."
Textual problem in this passage: see the notes.
Isa 6:1–3 (quotation, high confidence) · Isa 6:5 (quotation, high confidence) · Isa 6:9–10 (quotation, high confidence) · Acts 28:25–27 (quotation, high confidence) · John 12:37–41 (quotation, high confidence) · Ps 95:9–11 (94:9-Ps LXX) (quotation, high confidence) · Heb 3:7–9 (quotation, high confidence) · Acts 7:51 (quotation, high confidence) · Deut 32:12 (quotation, high confidence) · Jer 2:6 (quotation, high confidence) · Isa 63:13–14 (quotation, high confidence) · 1 Cor 10:4 (quotation, high confidence) · Jude 5 (quotation, high confidence) · Deut 18:1–2 (quotation, high confidence) · Jer 10:16 (quotation, high confidence) · Ps 16:5 (15:5 LXX) (quotation, high confidence) · Eph 1:13–14 (quotation, high confidence) · 1 Cor 12:4–6 (quotation, high confidence) · 1 Cor 12:11 (quotation, high confidence) · Isa 42:8 (quotation, high confidence) · John 5:23 (quotation, high confidence) · Mark 8:38 (quotation, high confidence) · Matt 25:31 (quotation, high confidence) · John 17:5 (quotation, high confidence)
Notes and citation
Summary: The same words of Scripture are ascribed now to the Father, now to the Son, now to the Spirit, as with Isaiah's vision, Psalm 95, and the leading of Israel from Egypt, which shows that the three share one Godhead.
- The Migne chapter heading is translated at the start. Lines are lost in the scan in places (gaps marked '…'). Two passages from Migne's notes (a fuller quotation of Isa 6:9, and words from Jude 5 and Deut 18:1–2) had strayed into the text and are removed.
- The psalm Didymus calls the 94th is Ps 95 (LXX 94); the scan prints its numeral wrongly. 'And there was no foreign god with them' is Deut 32:12. Isaiah's vision is read of the Father (Isa 6), of the Holy Spirit (Acts 28:25–27), and of the Son (John 12:37–41): Didymus's argument, translated as printed. Jude 5 is quoted with 'the Lord Jesus'.
Notes on the original text
- Digital text corrected (Migne's marginal letter B in the text; OCR slip; a quotation from Migne's notes leaked into a hyphenated word; column marker in the scan; hyphenated word with Migne's marginal letter B; word split in the OCR; words from Migne's notes (Jude 5; Deut 18:2) leaked into the text): Κύριον Σα- Καὶ εἶπε· Πορεύθητι· καὶ εἶπον τῷ λαῷ τούτῳ... βαὼθἴδον → Κύριον Σαβαὼθ ἴδον; ὑμᾶς ἅπαξ τοῦτο, ὅτι ὁ Κύριος λαὸν ἐκ γῆς Αἰγύ ρὶς καὶ κλῆρος παρὰ τοῖς ἀδελφοῖς αὐτῶν· Κύριος → ; καὶ [ α] βασιλέα → καὶ βασιλέα; Παῦ λος δὲ, ἐν τῇ βίβλῳ → Παῦλος δὲ, ἐν τῇ βίβλῳ; ὀφθαλ- Β μοῖς → ὀφθαλμοῖς; ἐπὶ [26 τῆς → ἐπὶ τῆς; οἱ Β ἅγιοι → οἱ ἅγιοι; βλέπον – τες → βλέποντες; κάντα ἐνεργεῖ → πάντα ἐνεργεῖ.
Cite (SBL): Didymus, Trin. 1.19 (PG 39:363; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/didymus-trinitate/1-19). (abbreviation not yet checked)
Permanent link: https://sophiascriptura.com/p/didymus-trinitate/1-19
BibTeX · RIS · CSL-JSON (whole work; this passage's key: sophiascriptura-didymus-trinitate-1-19) · Report an error
Translation: Translated by Claude (Opus) from the Greek as printed in Migne PG 39 (Bavarian State Library OCR); no public-domain English exists, so every sentence was re-read against the Greek (Books 1 and 3 in a separate review pass).
1.20PG 39:369
Περὶ τοῦ, διὰ τὸ ὁμοούσιον καὶ ἰσοδύναμον, κατοικεῖν ἐν πιστοῖς τὸν τε Πατέρα, τὸν τε Υἱὸν, τὸ τε ἅγιον Πνεῦμα. Καὶ πρὸς τὴν τῶν ἑτεροδόξων ἀντίθεσιν. Εὑρήσομεν ἔτι τὸ ὁμοούσιον τῆς Τριάδος, καὶ ὡς ἀπαραλλάκτως πάντα ἐστὶν αὐτῇ δυνατὰ, εἰ ξυνείδωμεν, ὅτι αὐτὴ μόνη, ὑπὲρ τὸ ἄῦλον καὶ ἀόρατον οὖσα, κατ' οὐσίαν μετέχεσθαι δύναται, καὶ πληροῦν ὃν ἔκτισε ναόν· καὶ αὐτῇ οὐ τὸ πρᾶγμα τοῦτο μόνον, ἀλλὰ καὶ ἡ λέξις ἁρμόζει. Ἔπεται γὰρ τῷ μεθεκτῷ τὸ ἄτρεπτον· καὶ τούτῳ τὸ ἄκτιστον, ὅ ἐστιν καὶ ἄναρχον. Οὐδὲν δὲ κτιστὸν, ὅσον ἀπὸ Γραφῶν συνηθείας, μετουσίας τρόπῳ μετέχεσθαι δύναται, ἢ πληροῦν οὐσιωδῶς τὸν ἄνθρωπον· ἀλλὰ μόνῳ τῷ τῆς ἕξεως, τῆς ἀγαθῆς, θῆς, ἢ τῆς φαύλης. Μεταφορικῶς γὰρ λέγομέν τινας ἀρετῆς καὶ ἐπιστήμης πεπληρῶσθαι, καὶ τεθεωρημένως προφέρειν δύνασθαι τὰ ἀρετῆς καὶ ἐπιστήμης ἐπίχειρα, ὡς οἱ ἀκραιφνῶς τῆς χάριτος τοῦ ἁγίου Πνεύματος μεταλαχόντες. Μαρτυρεῖται οὖν κατοικεῖν ἐν ἡμῖν ὅ τε Πατήρ, ὅ τε Υἱὸς καὶ τὸ Πνεῦμα, ὡς ἡνίκα Παῦλος Κορινθίοις τὸ δεύτερον γράφει ἐκ τοῦ Ἱερεμίου· Ἡμεῖς γὰρ ναὸς Θεοῦ ἐσμεν ζῶντος, καθὼς εἶπεν ὁ Θεός· Ἐνοικήσω ἐν αὐτοῖς, καὶ ἐμπεριπατήσω· καὶ ἔσομαι αὐτῶν Θεὸς, καὶ αὐτοὶ ἔσονταί μου λαός· καὶ πάλιν· Οὐκ οἴδατε, ὅτι ναὸς Θεοῦ ἐστε, καὶ τὸ Πνεῦμα τοῦ Θεοῦ οἰκεῖ ἐν ὑμῖν; καὶ οὐκ οἶδατε, ὅτι τὰ σώἐστιν, οὗ ἔχετε ἀπὸ τοῦ Θεοῦ; Καὶ Ἐφεσίοις· Ἵνα δῴη ὑμῖν, κατὰ τὸν πλοῦτον τῆς δόξης αὐτοῦ, δυνάμει κραταιωθῆναι, διὰ τοῦ Πνεύματος αὐτοῦ εἰς τὸν ἔσω ἄνθρωπον κατοικῆσαι τὸν Χριστὸν, διὰ τῆς πίστεως ἐν ταῖς καρδίαις ὑμῶν. Καὶ ὡς ὅταν ὁ Δεσπότης ἐν Ἰωάννῃ λέγει· Τὸ Πνεῦμα τῆς ἀληθείας, ὁ ὁ κόσμος οὐ δύναται λαβεῖν, ὅτι οὐ θεωρεῖ αὐτὸ, οὐδὲ γινώσκει αὐτό· ὑμεῖς δὲ γινώσκετε αὐτὸ, ὅτι παρ' ὑμῖν μένει, καὶ ἐν ὑμῖν ἔσται· καὶ πάλιν· Ἐὰν τις ἀγαπᾷ με, τὸν λόγον μου τηρήσει· καὶ ὁ Πατήρ μου άγαπήσει αὐτὸν, καὶ πρὸς αὐτὸν ἐλευσόμεθα, καὶ μονὴν παρ' αὐτῷ ποιησόμεθα. Ἔσται δὲ τοῦτο πλέον καταφανὲς τῷ ἐπιστάνοντι, ὅτι θελήσας ὁ πάντα δυνάμενος Θεὸς Λόγος, ἄτρεπτός τε διέμεινεν καὶ ὑπὸ τῆς Παρθένου ἐκυοφορήθη. Οἱ δὲ πάλιν ἐνίστανται ἀντιλέγοντες. Γέγραπται δῆθεν περὶ μὲν ᾿Ανανία· Διὰ τί ἐπλήρωσεν ὁ Σατανᾶς τὴν καρδίαν σου; περὶ δὲ Ἰούδα, ὡς Εἰσῆλθεν εἰς αὐτὸν ὁ Σατανᾶς. Πρὸς οὓς ῥητέον, ὡς Οὐ μετεχόμενος, οὐδὲ τῇ ψυχῇ ὥσπερ ἐπιβατεύων, ἀλλὰ φενακίζων, μενος, καὶ πάρεργον ποιῶν τῆς ἑαυτοῦ πονηρίας, πληροῖ τὸν μὴ προσέχοντα τῷ, Μὴ δῴης εἰς σάλον τὸν πόδα σου, καὶ οὐ μὴ νυστάζει ὁ φυλάσσων σε· καθ' ὃν τρόπον Ἔλυμαν τὸν υἱὸν αὐτοῦ ἐπλήρωσεν τῇ ὑποβολῇ πράξεως σατανικῆς· λέγει γὰρ αὐτῷ Παῦλος, μυσαρῷ τὴν γνώμην καὶ τὰς πράξεις τυγχάνοντι, καὶ ἀνάπλεῳ τῆς διαβολικῆς ὄντε μοχθηρίας, καὶ κατασόφιζομένῳ τοὺς ἁγίους, ὡς δοκεῖν ἐν αὐτῷ οἰκεῖν τὸν ἀρχέκακον πατέρα αὐτοῦ· "Ω πλήρης παντὸς δόλου καὶ πάσης ῥᾳδιουργίας υἱὲ διαβόλου· ἔτι δὲ καθὼς καὶ τοὺς ψευδοπρεσβύτας ἐπὶ τῆς σεμνοπρεπεστάτης Σωσάννης ἐπλήρωσεν ἀκολάστου γνώμης· ἔχει δὲ οὐτωσί· Ἦλθον δὲ καὶ οἱ δύο πρεσβύτεροι πλήρεις τῆς ἀνόμου ἐννοίας. Καὶ ἵνα μὴ ὄχλον πολὺν τῇ ἀκοῇ παρασκευάζωμεν, πολλὰ ἃ λέγειν εἴχομεν, εἰς τοῦτο παρέντες, συντόμως ἐροῦμεν, ὡς εἴπερ κρατεῖ ὁ λόγος αὐτῶν οὗτος, ὅρα λοιπὸν μὴ μέγα οἴεσθαι τὸ τὴν θείαν γαληνότητα οἰκεῖν ἐν πιστοῖς, ἀλλ᾽ ὡς ἕν γε δὴ μόνῳ τῷ δοκεῖν τοῦτὸ τὴν δόξαν ἔχειν.
Peri tou, dia to homoousion kai isodynamon, katoikein en pistois ton te Patera, ton te Huion, to te hagion Pneuma. Kai pros tēn tōn heterodoxōn antithesin. Heurēsomen eti to homoousion tēs Triados, kai hōs aparallaktōs panta estin autę̄ dynata, ei xyneidōmen, hoti autē monē, hyper to aulon kai aoraton ousa, kat' ousian metechesthai dynatai, kai plēroun hon ektise naon; kai autę̄ ou to pragma touto monon, alla kai hē lexis harmozei. Epetai gar tǭ methektǭ to atrepton; kai toutǭ to aktiston, ho estin kai anarchon. Ouden de ktiston, hoson apo Graphōn synētheias, metousias tropǭ metechesthai dynatai, ē plēroun ousiōdōs ton anthrōpon; alla monǭ tǭ tēs hexeōs, tēs agathēs, thēs, ē tēs phaulēs. Metaphorikōs gar legomen tinas aretēs kai epistēmēs peplērōsthai, kai tetheōrēmenōs propherein dynasthai ta aretēs kai epistēmēs epicheira, hōs hoi akraiphnōs tēs charitos tou hagiou Pneumatos metalachontes. Martyreitai oun katoikein en hēmin ho te Patēr, ho te Huios kai to Pneuma, hōs hēnika Paulos Korinthiois to deuteron graphei ek tou Hieremiou; Hēmeis gar naos Theou esmen zōntos, kathōs eipen ho Theos; Enoikēsō en autois, kai emperipatēsō; kai esomai autōn Theos, kai autoi esontai mou laos; kai palin; Ouk oidate, hoti naos Theou este, kai to Pneuma tou Theou oikei en hymin? kai ouk oidate, hoti ta sōestin, hou echete apo tou Theou? Kai Ephesiois; Hina dǭē hymin, kata ton plouton tēs doxēs autou, dynamei krataiōthēnai, dia tou Pneumatos autou eis ton esō anthrōpon katoikēsai ton Christon, dia tēs pisteōs en tais kardiais hymōn. Kai hōs hotan ho Despotēs en Iōannę̄ legei; To Pneuma tēs alētheias, ho ho kosmos ou dynatai labein, hoti ou theōrei auto, oude ginōskei auto; hymeis de ginōskete auto, hoti par' hymin menei, kai en hymin estai; kai palin; Ean tis agapą me, ton logon mou tērēsei; kai ho Patēr mou agapēsei auton, kai pros auton eleusometha, kai monēn par' autǭ poiēsometha. Estai de touto pleon kataphanes tǭ epistanonti, hoti thelēsas ho panta dynamenos Theos Logos, atreptos te diemeinen kai hypo tēs Parthenou ekyophorēthē. Hoi de palin enistantai antilegontes. Gegraptai dēthen peri men ᾿Anania; Dia ti eplērōsen ho Satanas tēn kardian sou? peri de Iouda, hōs Eisēlthen eis auton ho Satanas. Pros hous rhēteon, hōs Ou metechomenos, oude tę̄ psychę̄ hōsper epibateuōn, alla phenakizōn, menos, kai parergon poiōn tēs heautou ponērias, plēroi ton mē prosechonta tǭ, Mē dǭēs eis salon ton poda sou, kai ou mē nystazei ho phylassōn se; kath' hon tropon Elyman ton huion autou eplērōsen tę̄ hypobolę̄ praxeōs satanikēs; legei gar autǭ Paulos, mysarǭ tēn gnōmēn kai tas praxeis tynchanonti, kai anapleǭ tēs diabolikēs onte mochthērias, kai katasophizomenǭ tous hagious, hōs dokein en autǭ oikein ton archekakon patera autou; "Ō plērēs pantos dolou kai pasēs rhądiourgias huie diabolou; eti de kathōs kai tous pseudopresbytas epi tēs semnoprepestatēs Sōsannēs eplērōsen akolastou gnōmēs; echei de outōsi; Ēlthon de kai hoi dyo presbyteroi plēreis tēs anomou ennoias. Kai hina mē ochlon polyn tę̄ akoę̄ paraskeuazōmen, polla ha legein eichomen, eis touto parentes, syntomōs eroumen, hōs eiper kratei ho logos autōn houtos, hora loipon mē mega oiesthai to tēn theian galēnotēta oikein en pistois, all᾽ hōs hen ge dē monǭ tǭ dokein touto tēn doxan echein.
On the fact that, because they are consubstantial and equal in power, the Father, the Son and the Holy Spirit dwell in the faithful. And against the objection of the heterodox. We shall find the consubstantiality of the Trinity further, and that all things are possible to it without variation, if we understand that it alone, being beyond what is immaterial and invisible, can be shared in according to substance and can fill the temple it has created; and to it not only the fact but also the word belongs. For unchangeableness follows upon being shared in, and upon this being uncreated, which is also being without beginning. Nothing created, as far as the usage of the Scriptures goes, can be shared in by way of participation, or fill a man substantially, but only by way of a habit, good or bad. For we say metaphorically that some are filled with virtue and knowledge, and are able to bring forth with understanding the rewards of virtue and knowledge, like those who have received a pure share of the grace of the Holy Spirit. It is testified, then, that the Father, the Son and the Spirit dwell in us, as when Paul writes to the Corinthians in the second letter, from Jeremiah: "For we are the temple of the living God, as God said: I will dwell in them and walk among them, and I will be their God, and they shall be my people"; and again: "Do you not know that you are God's temple and that the Spirit of God dwells in you?" and "Do you not know that your bodies … whom you have from God?" And to the Ephesians: "that he may grant you, according to the riches of his glory, to be strengthened with power through his Spirit in the inner man, so that Christ may dwell in your hearts through faith." And as when the Master says in John: "The Spirit of truth, whom the world cannot receive, because it neither sees him nor knows him; but you know him, for he remains with you and will be in you"; and again: "If anyone loves me, he will keep my word, and my Father will love him, and we will come to him and make our dwelling with him." This will be still plainer to one who considers that the all-powerful God the Word, when he willed it, both remained unchangeable and was carried in the womb by the Virgin. But they object again, saying: It is written, of course, of Ananias, "Why has Satan filled your heart?", and of Judas, that "Satan entered into him." To them it must be said that Satan fills, not by being shared in, nor as if riding upon the soul, but by deceiving … and making it a by-work of his own wickedness, the one who does not heed the words "Do not let your foot be moved, and he who keeps you will not slumber"; in the way he filled Elymas, his son, by the suggestion of satanic action. For Paul says to him, who was abominable in mind and deeds, full of diabolical wickedness and outwitting the saints, so that his father, the author of evil, seemed to dwell in him: "O full of all deceit and all villainy, son of the devil." And further, as he filled the false elders in the case of the most modest Susanna with a licentious mind; it runs thus: "And the two elders came, full of their lawless intent." And so as not to weary the ear with a great crowd of words, we pass over much that we could say on this and will say briefly: if this argument of theirs prevails, see that you do not think it any great thing that the divine serenity dwells in the faithful, but rather that it has this glory in appearance only.
Textual problem in this passage: see the notes.
2 Cor 6:16 (quotation, high confidence) · Lev 26:12 (allusion, medium confidence) · Jer 31:33 (allusion, low confidence) · 1 Cor 3:16 (quotation, high confidence) · 1 Cor 6:19 (quotation, high confidence) · Eph 3:16–17 (quotation, high confidence) · John 14:17 (quotation, high confidence) · John 14:23 (quotation, high confidence) · Acts 5:3 (quotation, high confidence) · Luke 22:3 (quotation, high confidence) · John 13:27 (allusion, medium confidence) · Ps 121:3 (120:3 LXX) (quotation, high confidence) · Acts 13:10 (quotation, high confidence)
Notes and citation
Summary: Only God can dwell in a person by substance, and Scripture says that Father, Son and Spirit all dwell in the faithful; Satan 'fills' people only by deceiving them.
- The Migne chapter heading is translated at the start. A line is lost in the scan in the quotation of 1 Cor 6:19 and after 'by deceiving'; gaps are marked '…'. 2 Cor 6:16 combines Lev 26:12 with Jer 31:33 and Ezek 37:27; Didymus says 'from Jeremiah'. The words about the elders are from Susanna 28 (Greek Daniel).
Notes on the original text
- Digital text corrected (Migne's marginal letter B in the text; OCR slip; stray full stop): ὁ Β πάντα → ὁ πάντα; πληροίῖ → πληροῖ; ὅ. ἐστιν → ὅ ἐστιν.
Extrabiblical texts: Sus 28 (Susanna [in RC, EO, ETH canons]; quotation)
Cite (SBL): Didymus, Trin. 1.20 (PG 39:369; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/didymus-trinitate/1-20). (abbreviation not yet checked)
Permanent link: https://sophiascriptura.com/p/didymus-trinitate/1-20
BibTeX · RIS · CSL-JSON (whole work; this passage's key: sophiascriptura-didymus-trinitate-1-20) · Report an error
Translation: Translated by Claude (Opus) from the Greek as printed in Migne PG 39 (Bavarian State Library OCR); no public-domain English exists, so every sentence was re-read against the Greek (Books 1 and 3 in a separate review pass).