Longer Rules (Asceticon, Regulae fusius tractatae) 8–15
Greek text: PG 31.English: Claude (claude-opus-5-5), public domain (CC0).
Chapter 8
8PG 31:933
Περὶ ἀποταγῆς. Εἰ χρὴ πρῶτον ἀποτάσσεσθαι πᾶσι, καὶ οὕτως προσιέναι τῇ κατὰ Θεὸν πολιτεία. ΑΠΟΚΡΙΣΙΣ. Τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ μετὰ πολλὴν καὶ διὰ πλειόνων πραγμάτων ἰσχυρὰν ἀπόδειξιν λέγοντος πρὸς πάντας· Εἴ τις ἔρχεται πρὸς μὲ, ἀπαρνησάσθω ἑαυτὸν, καὶ ἀράτω τὸν σταυρὸν αὐτοῦ, καὶ ἀκολουθείτω μοι· καὶ πάλιν· Οὕτως οὖν πᾶς ἐξ ὑμῶν, ὃς οὐκ ἀποτάσσεται πᾶσι τοῖς ἑαυτοῦ ὑπάρχουσιν, οὐ δύναταί μου εἶναι μαθητής· ἡγούμεθα τὸ παράγγελμα ἐπὶ πλείονα διατείνειν, ὧν ἡ ἀλλοτρίωσις ἀναγκαία. Καὶ γὰρ τῷ διαβόλῳ πρὸ πάντων ἀποτασσόμεθα, καὶ τοῖς πάθεσι τῆς σαρκὸς, οἱ ἀπειπάμενοι τὰ κρυπτὰ τῆς αἰσχύνης, καὶ συγγενείαις σωματικαῖς, καὶ ἑταιρείαις ἀνθρώπων, καὶ ἔθει βίου μαχομένῳ πρὸς τὴν ἀκρίβειαν τοῦ Εὐαγγελίου τῆς σωτηρίας. Καὶ τὸ τούτων ἀναγκαιότερον, αὐτὸς ἑαυτῷ ἀποτάσσεται ὁ ἀποδυσάμενος τὸν παλαιὸν ἄνθρωπον σὺν ταῖς πράξεσιν αὐτοῦ, τὸν φθειρόμενον κατὰ τὰς ἐπιθυμίας τῆς ἀπάτης. Αποτάσσεται δὲ καὶ πάσαις προσπαθείαις τοῦ κόσμου, ἐμποδίζειν τῷ σκοπῷ τῆς εὐσεβείας δυναμέναις. Γονεῖς μὲν οὖν ὁ τοιοῦτος τοὺς ἐν Χριστῷ Ἰησοῦ διὰ τοῦ Εὐαγγελίου γεννήτ σαντας αὐτὸν ἀληθινοὺς ἡγήσεται, ἀδελφοὺς δὲ τοὺς τὸ αὐτὸ Πνεῦμα τῆς υἱοθεσίας λαβόντας, κτήμασι δὲ πᾶσιν ὡς ἀλλοτρίοις, ὅπερ ἐσ.!, προσέξει. Ἑνὶ δὲ λόγῳ, ᾧ διὰ Χριστὸν ὅλος ὁ κόσμος ἐσταύρωται, καὶ αὐτὸς τῷ κόσμῳ, πῶς ἔτι δύναται εἶναι μέτοχος τῶν μεριμνῶν τοῦ κόσμου; τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ εἰς ἄκρον προάγοντὸς τὸ τε μίσος τῆς ψυχῆς καὶ τὴν ἑαυτοῦ ἄρνησιν δι' ὧν φησιν· Εἴ τις θέλει ὀπίσω μου ἐλθεῖν, ἀπαρνησάσθω ἑαυτὸν, καὶ ἀράτω τὸν σταυρὸν αὐτοῦ· καὶ τότε ἐπαγαγόντος· Καὶ ἀκολουθείτω μοι· καὶ πάλιν· Εἴ τις ἔρχεται πρὸς μὲ, καὶ οὐ μισεῖ τὸν πατέρα αὐτοῦ, καὶ τὴν μητέρα, καὶ τὴν γυναῖκα, καὶ τὰ τέκνα, καὶ τοὺς ἀδελφοὺς, καὶ τὰς ἀδελφὰς, ἔτι δὲ καὶ τὴν ἑαυτοῦ ψυχὴν, οὐ δύναταί μου εἶναι μαθητής. Ὥστε ἡ μὲν τελεία ἀποταγή ἐστιν ἐν τῷ τὸ ἀπροσπαθὲς κατορθῶσαι καὶ πρὸς αὐτὸ τὸ ζῆν, καὶ τὸ ἀπόκριμα τοῦ θανάτου ἔχειν, ὥστε μὴ ἐφ᾿ ἑαυτῷ πεποιθέναι· ἄρχεται δὲ ἀπὸ τῆς τῶν ἔξωθεν ἀλλοτριώσεως, οἷον, κτημάτων, δόξης ματαίας, ας, συνηθείας βίου, προσπαθείας τῶν ἀνωφελῶν, καθὰ καὶ οἱ ἅγιοι μαθηταὶ τοῦ Κυρίου ὑπέδειξαν ἡμῖν, Ἰάκωβος μὲν καὶ Ἰωάννης, καταλιπόντες τὸν πατέρα αὖ τῶν Ζεβεδαῖον, καὶ αὐτὸ τὸ πλοῖον τὴς τοῦ τελωνείου ἐν πᾶσαν ἀφοροὐ τὰ κέρδη ῃ μὴν τοῦ βίου· Ματθαῖος δὲ ἀπ᾿ αὐτοῦ ἐξαναστὰς, καὶ ἀκολουθήσας τῷ Κυρίῳ, λὰ καὶ τῶν μόνον τὰ ἐν τῷ τελωνείῳ καταλιπών, ἀλ κινδύνων ὑπεριδὼν, οἱ ἐπακολουθεῖν ἡμε ελεῖς τοὺς έλλον αὐτῷ τε καὶ τοῖς οἰκείοις παρὰ τῆς ἐξουσίας, ἀτι᾿ λόγους τοῦ τελωνείου καταλιμπάνοντι. Παυ λῳ δὲ καὶ ὁ σύμπας κόσμος ἐσταύρωτο, καὶ αὐτὸς τῷ κόσμῳ. Οὕτως ὁ σφόδρα τῇ ἐπιθυμίᾳ τοῦ ἀκολουθεῖν Α Χριστῷ κατεχόμενος πρὸς οὐδὲν ἔτι τῆς ζωῆς ταύτης ἐπιστραφῆναι δύναται, οὐ πρὸς γονέων ἢ οἱκείων φίλτρον, ὅταν ἐναντιούμενον ᾗ τοῖς τοῦ Κυρίου προστάγμασι (τότε γὰρ καιρὸν ἔχει καὶ τὸ· Εἴ τις ἔρχεται πρὸς μὲ, καὶ οὐ μισεῖ τὸν πατέρα αύτοῦ, καὶ τὴν μητέρα, καὶ τὰ λοιπά)· οὐ πρὸς ἀνθρώπινον φόβον, ὥστε δι᾿ αὐτὸν ὑποσταλῆναί τι τῶν συμφερόντων, ὅπερ κατώρθωσαν οἱ ἅγιοι, εἰπόντες· Πειθαρχεῖν δεῖ Θεῷ μᾶλλον ἢ ἀνθρώποις· οὐ πρὸς τὸν ἐπὶ τοῖς καλοῖς παρὰ τῶν ἔξωθεν γέλωτα, ὥστε τῷ φαυλισμῷ αὐτῶν ἡττηθῆναι. Εἰ δέ τις βούλοιτο ἀκριβέστερον καὶ τρανότερον γνω ρίσαι τὸν συνεζευγμένον τόνον τῇ ἐπιθυμίᾳ τῶν ἀκολουθούντων τῷ Κυρίῳ, μνημονευσάτω τοῦ ᾿Αποστόλου διηγουμένου τὰ καθ' ἑαυτὸν εἰς διδασκαλίαν ἡμετέραν, καὶ λέγοντος· Εἴ τις δοκεῖ πεποιθέναι ἐν σαρκὶ, ἐγὼ μᾶλλον· περιτομὴ ὀκταήμερος, ἐκ γένους Ἰσραὴλ, φυλῆς Βενιαμὶν, Ἑβραῖος ἐξ Ἑβραίων, κατὰ νόμον Φαρισαῖος, κατὰ ζῆλον διώκων τὴν Ἐκκλησίαν, κατὰ δικαιοσύνην τὴν ἐν νόμῳ γενόμενος ἄμεμπτος· ἀλλ᾽ ἅτινα ἦν μοι κέρδη, ταῦτα ἤγημαι διὰ τὸν Χριστὸν ζημίαν. ᾿Αλλά μὲν οὖν καὶ ἡγοῦμαι πάντα ζημίαν εἶναι διὰ τὸ ὑπερέχον τῆς γνώσεως Χριστοῦ Ἰησοῦ τοῦ Κυρίου ἡμῶν, δι' ὃν τὰ πάντα ἐζημιώθην, καὶ ἡγοῦμαι σκύβαλα εἶναι, ἵνα Χριστὸν κερδήσω. Εἰ γὰρ (ἵνα τι καὶ εἴπω τολμηρὸν μὲν, ἀληθὲς δὲ), εἰ τοῖς ἐκβλητοτάτοις τοῦ σώματος, καὶ ἀποπτύστοις, καὶ ὧν μάλιστα πρὸς τὴν ἀλλοτρίωσιν ἐπειγόμεθα, τούτοις προσείκασεν αὐτὰ τὰ παρὰ Θεοῦ πρὸς καιρὸν δεδομένα νομικά προτερήματα, ὡς ἐμπόδια τῆς τοῦ Χριστοῦ γνώσεως, καὶ τῆς ἐν αὐτῷ δικαιοσύνης, καὶ τῆς πρὸς θάνατον αὐτοῦ συμμορφώσεως, τί ἄν τις εἴποι περὶ τῶν ἀνθρώποις ροις καὶ τοῖς τῶν ἁγίων ὑποδείγμασι τὸν λόγον πιστοῦσθαι; ἐξὸν αὐτὰ παραθέσθαι τοῦ Κυρίου τὰ ῥήματα, καὶ δι᾿ αὐτῶν τὴν ἔμφοβον ψυχὴν δυσωπῆσαι, σαφῶς καὶ ἀναντιῤῥήτως διαμαρτυρομένου ἐν τῷ λέγειν· Οὕτως οὖν πᾶς ἐξ ὑμῶν, ὃς οὐκ ἀποτάσσεται πᾶσι τοῖς ἑαυτοῦ ὑπάρχουσιν, οὐ δύναταί μου εἶναι μαθητής· καὶ ἀλλαχοῦ μετὰ τὸ, Εἰ θέλεις τέλειος εἶναι, πρότερον εἰπόντος· Ὕπαγε, πώλησόν σου τὰ ὑπάρχοντα, καὶ δὸς πτωχοῖς· καὶ τότε ἐπαγαγόντος τὸ, Δεῦρο, ἀκολούθει μοι. Καὶ ἡ παραβολὴ δὲ τοῦ ἐμπόρου παντὶ σαφής ἐστι τῷ εὐγνώμονι πρὸς τοῦτο φέρουσα. ῾Ομοία γάρ ἐστι, φησὶν, ἡ βασιλεία τῶν οὐρανῶν ἀνθρώπῳ ἐμπόρῳ, ζητοῦντι καλοὺς Α μαργαρίτας, ὃς εὑρὼν ἕνα πολύτιμον μαργαρίτην, ἀπελθὼν ἐπώλησε πάντα ὅσα εἶχε, καὶ ἠγόρασεν αὐτόν. Δῆλον γὰρ, ὅτι ὁ πολύτιμος μαργαρίτης πρὸς τὴν ὁμοίωσιν τῆς ἐπουρανίου βασιλείας παρείληπται, ἣν ἀδύνατον ἡμῖν προσγενέσθαι ὁ τοῦ Κυρίου δείκνυσι λόγος, μὴ πάντα ὁμοῦ τὰ προσόντα ἡμῖν, καὶ πλοῦτον, καὶ δόξαν, καὶ γένος, καὶ εἴ τι ἄλλο τῶν πολλοῖς περισπουδάστων, πρὸς τὴν ἀνταλλαγὴν αὐτῆς προεμένοις. Β δὲ, ᾧ μηδὲ περὶ αὐτῶν τῶν ἀναγκαίων μεριμνᾶν Εἶτα μέντοι καὶ ἀδύνατον πρὸς διαφόρους φροντίδας τοῦ νοῦ μεριζομένου κατορθοῦσθαι τὸ σπουδαζόμενον ὁ Κύριος ἀπεφήνατο, εἰπών· Οὐδεὶς δύ ναται δυσὶ κυρίοις δουλεύειν· καὶ πάλιν ου δύνασθε Θεῷ δουλεύειν καὶ μαμμωνᾷ. Ἕνα οὖν θησαυρὸν τὸν ἐπουράνιον ἡμῖν ἐκλεκτέον, ἵνα ἐν αὐτῷ ἔχωμεν τὴν καρδίαν. "Όπου γὰρ, φησὶν, ἐστὶν ὁ θησαυρός σου, ἐκεῖ καὶ ἡ καρδία σου ἔσται. Ἐὰν οὖν τι ὑπολειπώμεθα ἑαυτοῖς κτῆμα γήῖνον καὶ περιουσίαν τινὰ φθαρτὴν, ἐνταῦθα τοῦ νοῦ οἷον ἔν τινι βορβόρῳ κατορυγέντος, ἀνάγκη τὴν ψυχὴν ἀθέατον εἶναι Θεοῦ, καὶ πρὸς τὴν ἐπιθυμίαν τῶν ἐπουρανίων καλῶν καὶ τῶν ἀποκειμένων ἡμῖν ἀγαθῶν ἐν ἐπαγγελίαις ἀκίνητον· ὧν τὴν κτῆσιν περιγίνεσθαι ἡμῖν ἀμήχανον, μὴ ἀπερισπάστου καὶ σφοδροτέρου πόθου ἄγοντος ἡμᾶς πρὸς τὴν αὐτῶν αἴτησιν, καὶ τὸν ἐπ᾿ αὐτοῖς πόνον ἐπικουφίζοντος. Ἔστιν οὖν ἡ ἀποταγή, ὡς ὁ λόγος ὑπέδειξε, λύσις μὲν τῶν δεσμῶν τῆς ὑλικῆς ταύτης καὶ προσκαίρου ζωῆς, ἐλευθερία δὲ τῶν ἀνθρωπίνων καθηκόντων, ἐπιτηδειοτέρους κατασκευάζουσα πρὸς τὸ ἀπάρξασθαι τῆς πρὸς Θεὸν ὁδοῦ. Τῆς τῶν πο λυτιμήτων κτήσεώς τε καὶ χρήσεως ἀκώλυτις ἀφορμὴ τῶν Ὑπέρ χρυσίον καὶ λίθον τίμισε πολύν. Καὶ, συνελόντα εἰπεῖν, καρδίας ἀνθρωπίνης; πρὸς τὴν ἐν οὐρανῷ πολιτείαν μετάθεσις, ὥστε δύνασθαι λέγειν· ἡμῶν γὰρ τὸ πολίτευμα ἐν οὐρα νοῖς ὑπάρχει. Καὶ, τὸ μέγιστον, ἀρχὴ τῆς πρὸς Χριστὸν ὁμοιώσεως, ὃς δι' ἡμᾶς ἐπτώχευσε, πλούσιος ὧν· ἣν εἰ μὴ κατορθώσαιμεν, ἀδύνατον ἡμᾶς τῆς κατὰ τὸ Εὐαγγέλιον τοῦ Χριστοῦ πολιτείας ἐφάψασθαι. Πότε γὰρ ἢ καρδίας συντριμμὸς, ἢ ταπείνωσις φρονήματος, ἢ θυμοῦ, καὶ λύπης, καὶ φροντίδων, καὶ, συνελόντα εἰπεῖν, τῶν ὀλεθρίων παθῶν τῆς ψυχῆς ἀπαλλαγή, ἐν πλούτῳ καὶ μερίμναις βιωτικαῖς, προσπαθείᾳ τε καὶ συνηθείᾳ τῶν ἄλλων κατορθωθῆναι δύναται; Ὅλως συγχωρεῖται, οἷον τροφῆς, καὶ ἐνδύματος, τούτῳ τίς ἐπιτρέπει λόγος, οἷον ἀκάνθαις συνέχεσθαι πονηραῖς ταῖς μερίμναις τοῦ πλούτου, τῆς παρὰ τοῦ γεωργοῦ τῶν ψυχῶν ἡμῶν ἐγκαταβαλλομένης σπορᾶς τὴν καρποφορίαν ἐμποδιζούσαις; τοῦ Κυρίου ἡμῶν εἰπόντος· Οὗτοι δὲ εἰσιν οἱ εἰς τὰς ἀκάνθας σπαρέντες, οἱ ὑπὸ μεριμνῶν καὶ πλούτου καὶ ἡδονῶν τοῦ βίου συμπνίγονται, καὶ οὐ τελεσφοροῦσιν.
Peri apotagēs. Ei chrē prōton apotassesthai pasi, kai houtōs prosienai tę̄ kata Theon politeia. APOKRISIS. Tou Kyriou hēmōn Iēsou Christou meta pollēn kai dia pleionōn pragmatōn ischyran apodeixin legontos pros pantas; Ei tis erchetai pros me, aparnēsasthō heauton, kai aratō ton stauron autou, kai akoloutheitō moi; kai palin; Houtōs oun pas ex hymōn, hos ouk apotassetai pasi tois heautou hyparchousin, ou dynatai mou einai mathētēs; hēgoumetha to parangelma epi pleiona diateinein, hōn hē allotriōsis anankaia. Kai gar tǭ diabolǭ pro pantōn apotassometha, kai tois pathesi tēs sarkos, hoi apeipamenoi ta krypta tēs aischynēs, kai syngeneiais sōmatikais, kai hetaireiais anthrōpōn, kai ethei biou machomenǭ pros tēn akribeian tou Euangeliou tēs sōtērias. Kai to toutōn anankaioteron, autos heautǭ apotassetai ho apodysamenos ton palaion anthrōpon syn tais praxesin autou, ton phtheiromenon kata tas epithymias tēs apatēs. Apotassetai de kai pasais prospatheiais tou kosmou, empodizein tǭ skopǭ tēs eusebeias dynamenais. Goneis men oun ho toioutos tous en Christǭ Iēsou dia tou Euangeliou gennēt santas auton alēthinous hēgēsetai, adelphous de tous to auto Pneuma tēs huiothesias labontas, ktēmasi de pasin hōs allotriois, hoper es.!, prosexei. Heni de logǭ, hǭ dia Christon holos ho kosmos estaurōtai, kai autos tǭ kosmǭ, pōs eti dynatai einai metochos tōn merimnōn tou kosmou? tou Kyriou hēmōn Iēsou Christou eis akron proagontos to te misos tēs psychēs kai tēn heautou arnēsin di' hōn phēsin; Ei tis thelei opisō mou elthein, aparnēsasthō heauton, kai aratō ton stauron autou; kai tote epagagontos; Kai akoloutheitō moi; kai palin; Ei tis erchetai pros me, kai ou misei ton patera autou, kai tēn mētera, kai tēn gynaika, kai ta tekna, kai tous adelphous, kai tas adelphas, eti de kai tēn heautou psychēn, ou dynatai mou einai mathētēs. Hōste hē men teleia apotagē estin en tǭ to aprospathes katorthōsai kai pros auto to zēn, kai to apokrima tou thanatou echein, hōste mē eph᾿ heautǭ pepoithenai; archetai de apo tēs tōn exōthen allotriōseōs, hoion, ktēmatōn, doxēs mataias, as, synētheias biou, prospatheias tōn anōphelōn, katha kai hoi hagioi mathētai tou Kyriou hypedeixan hēmin, Iakōbos men kai Iōannēs, katalipontes ton patera au tōn Zebedaion, kai auto to ploion tēs tou telōneiou en pasan aphorou ta kerdē ę̄ mēn tou biou; Matthaios de ap᾿ autou exanastas, kai akolouthēsas tǭ Kyriǭ, la kai tōn monon ta en tǭ telōneiǭ katalipōn, al kindynōn hyperidōn, hoi epakolouthein hēme eleis tous ellon autǭ te kai tois oikeiois para tēs exousias, ati᾿ logous tou telōneiou katalimpanonti. Pau lǭ de kai ho sympas kosmos estaurōto, kai autos tǭ kosmǭ. Houtōs ho sphodra tę̄ epithymią tou akolouthein A Christǭ katechomenos pros ouden eti tēs zōēs tautēs epistraphēnai dynatai, ou pros goneōn ē hoikeiōn philtron, hotan enantioumenon hę̄ tois tou Kyriou prostagmasi (tote gar kairon echei kai to; Ei tis erchetai pros me, kai ou misei ton patera autou, kai tēn mētera, kai ta loipa); ou pros anthrōpinon phobon, hōste di᾿ auton hypostalēnai ti tōn sympherontōn, hoper katōrthōsan hoi hagioi, eipontes; Peitharchein dei Theǭ mallon ē anthrōpois; ou pros ton epi tois kalois para tōn exōthen gelōta, hōste tǭ phaulismǭ autōn hēttēthēnai. Ei de tis bouloito akribesteron kai tranoteron gnō risai ton synezeugmenon tonon tę̄ epithymią tōn akolouthountōn tǭ Kyriǭ, mnēmoneusatō tou ᾿Apostolou diēgoumenou ta kath' heauton eis didaskalian hēmeteran, kai legontos; Ei tis dokei pepoithenai en sarki, egō mallon; peritomē oktaēmeros, ek genous Israēl, phylēs Beniamin, Hebraios ex Hebraiōn, kata nomon Pharisaios, kata zēlon diōkōn tēn Ekklēsian, kata dikaiosynēn tēn en nomǭ genomenos amemptos; all᾽ hatina ēn moi kerdē, tauta ēgēmai dia ton Christon zēmian. ᾿Alla men oun kai hēgoumai panta zēmian einai dia to hyperechon tēs gnōseōs Christou Iēsou tou Kyriou hēmōn, di' hon ta panta ezēmiōthēn, kai hēgoumai skybala einai, hina Christon kerdēsō. Ei gar (hina ti kai eipō tolmēron men, alēthes de), ei tois ekblētotatois tou sōmatos, kai apoptystois, kai hōn malista pros tēn allotriōsin epeigometha, toutois proseikasen auta ta para Theou pros kairon dedomena nomika proterēmata, hōs empodia tēs tou Christou gnōseōs, kai tēs en autǭ dikaiosynēs, kai tēs pros thanaton autou symmorphōseōs, ti an tis eipoi peri tōn anthrōpois rois kai tois tōn hagiōn hypodeigmasi ton logon pistousthai? exon auta parathesthai tou Kyriou ta rhēmata, kai di᾿ autōn tēn emphobon psychēn dysōpēsai, saphōs kai anantirrhētōs diamartyromenou en tǭ legein; Houtōs oun pas ex hymōn, hos ouk apotassetai pasi tois heautou hyparchousin, ou dynatai mou einai mathētēs; kai allachou meta to, Ei theleis teleios einai, proteron eipontos; Hypage, pōlēson sou ta hyparchonta, kai dos ptōchois; kai tote epagagontos to, Deuro, akolouthei moi. Kai hē parabolē de tou emporou panti saphēs esti tǭ eugnōmoni pros touto pherousa. ῾Omoia gar esti, phēsin, hē basileia tōn ouranōn anthrōpǭ emporǭ, zētounti kalous A margaritas, hos heurōn hena polytimon margaritēn, apelthōn epōlēse panta hosa eiche, kai ēgorasen auton. Dēlon gar, hoti ho polytimos margaritēs pros tēn homoiōsin tēs epouraniou basileias pareilēptai, hēn adynaton hēmin prosgenesthai ho tou Kyriou deiknysi logos, mē panta homou ta prosonta hēmin, kai plouton, kai doxan, kai genos, kai ei ti allo tōn pollois perispoudastōn, pros tēn antallagēn autēs proemenois. B de, hǭ mēde peri autōn tōn anankaiōn merimnan Eita mentoi kai adynaton pros diaphorous phrontidas tou nou merizomenou katorthousthai to spoudazomenon ho Kyrios apephēnato, eipōn; Oudeis dy natai dysi kyriois douleuein; kai palin ou dynasthe Theǭ douleuein kai mammōną. Hena oun thēsauron ton epouranion hēmin eklekteon, hina en autǭ echōmen tēn kardian. "Opou gar, phēsin, estin ho thēsauros sou, ekei kai hē kardia sou estai. Ean oun ti hypoleipōmetha heautois ktēma gēinon kai periousian tina phthartēn, entautha tou nou hoion en tini borborǭ katorygentos, anankē tēn psychēn atheaton einai Theou, kai pros tēn epithymian tōn epouraniōn kalōn kai tōn apokeimenōn hēmin agathōn en epangeliais akinēton; hōn tēn ktēsin periginesthai hēmin amēchanon, mē aperispastou kai sphodroterou pothou agontos hēmas pros tēn autōn aitēsin, kai ton ep᾿ autois ponon epikouphizontos. Estin oun hē apotagē, hōs ho logos hypedeixe, lysis men tōn desmōn tēs hylikēs tautēs kai proskairou zōēs, eleutheria de tōn anthrōpinōn kathēkontōn, epitēdeioterous kataskeuazousa pros to aparxasthai tēs pros Theon hodou. Tēs tōn po lytimētōn ktēseōs te kai chrēseōs akōlytis aphormē tōn Hyper chrysion kai lithon timise polyn. Kai, synelonta eipein, kardias anthrōpinēs? pros tēn en ouranǭ politeian metathesis, hōste dynasthai legein; hēmōn gar to politeuma en oura nois hyparchei. Kai, to megiston, archē tēs pros Christon homoiōseōs, hos di' hēmas eptōcheuse, plousios hōn; hēn ei mē katorthōsaimen, adynaton hēmas tēs kata to Euangelion tou Christou politeias ephapsasthai. Pote gar ē kardias syntrimmos, ē tapeinōsis phronēmatos, ē thymou, kai lypēs, kai phrontidōn, kai, synelonta eipein, tōn olethriōn pathōn tēs psychēs apallagē, en ploutǭ kai merimnais biōtikais, prospatheią te kai synētheią tōn allōn katorthōthēnai dynatai? Holōs synchōreitai, hoion trophēs, kai endymatos, toutǭ tis epitrepei logos, hoion akanthais synechesthai ponērais tais merimnais tou ploutou, tēs para tou geōrgou tōn psychōn hēmōn enkataballomenēs sporas tēn karpophorian empodizousais? tou Kyriou hēmōn eipontos; Houtoi de eisin hoi eis tas akanthas sparentes, hoi hypo merimnōn kai ploutou kai hēdonōn tou biou sympnigontai, kai ou telesphorousin.
On renunciation.
Question. Whether one must first renounce all things and so come to the life according to God.
Answer. Since our Lord Jesus Christ, after much and strong proof given through many deeds, says to all: “If anyone comes to me, let him deny himself and take up his cross and follow me”; and again: “So, then, any one of you who does not renounce all that he has cannot be my disciple”; we consider that the command extends to many things from which estrangement is necessary. For before all else we renounce the devil and the passions of the flesh, we who have renounced the hidden things of shame; and bodily kinship, and human companionships, and a habit of life that fights against the exactness of the Gospel of salvation. And, more necessary than these, the one who has put off the old man with his deeds, which is corrupt according to the deceitful desires, renounces himself. He renounces also every attachment to the world that can hinder the goal of godliness. Such a one will consider as his true parents those who begot him in Christ Jesus through the Gospel, and as his brothers those who have received the same Spirit of adoption; and he will treat all possessions as belonging to others, as indeed they do. In a word, how can one for whom, through Christ, the whole world has been crucified, and he to the world, still share in the cares of the world? For our Lord Jesus Christ carries hatred of one's own life and denial of oneself to the extreme, when he says: “If anyone would come after me, let him deny himself and take up his cross,” and then adds, “and follow me”; and again: “If anyone comes to me and does not hate his father and mother and wife and children and brothers and sisters, yes, and even his own life, he cannot be my disciple.”
So perfect renunciation consists in achieving freedom from attachment even to life itself, and in having the sentence of death, so as not to trust in oneself. But it begins with estrangement from external things, such as possessions, vain glory, the habits of life, attachment to useless things; as the holy disciples of the Lord showed us: James and John, leaving their father Zebedee and the very boat in which they had their whole livelihood; and Matthew, rising from the tax office itself and following the Lord, not only leaving behind the gains of the tax office, but also disregarding the dangers that were likely to follow him and his family from the authorities for leaving the tax office's accounts unsettled. And to Paul the whole world was crucified, and he to the world. So the one who is strongly possessed by the desire to follow Christ can no longer turn back to anything of this life: not to the affection of parents or kinsfolk, when it is opposed to the Lord's commands (for then the saying has its time, “If anyone comes to me and does not hate his father and mother,” and the rest); not to human fear, so as to shrink from anything profitable because of it, as the saints achieved when they said, “We must obey God rather than men”; not to the mockery of outsiders at what is good, so as to be overcome by their scorn.
If anyone wishes to know more exactly and clearly the intensity joined to the desire of those who follow the Lord, let him remember the Apostle, who tells his own story for our instruction and says: “If anyone thinks he has reason for confidence in the flesh, I have more: circumcised on the eighth day, of the people of Israel, of the tribe of Benjamin, a Hebrew of Hebrews; as to the law, a Pharisee; as to zeal, a persecutor of the church; as to righteousness under the law, blameless. But whatever gain I had, I counted as loss for the sake of Christ. Indeed, I count everything as loss because of the surpassing worth of knowing Christ Jesus our Lord, for whose sake I have suffered the loss of all things and count them as refuse, in order that I may gain Christ.” For if (to say something bold but true) he likened the very advantages of the law, given by God for a time, to the most cast-off and loathsome parts of the body, from which we are most anxious to be rid, because they hinder the knowledge of Christ, the righteousness that is in him, and conformity to his death, what would one say of human [advantages]? … [But why should I confirm] the argument [by other proofs] and by the examples of the saints, when one can set out the Lord's own words and by them move the fearful soul to shame? For he testifies clearly and beyond dispute when he says: “So, then, any one of you who does not renounce all that he has cannot be my disciple”; and elsewhere, after “If you would be perfect,” he first said, “Go, sell what you have and give to the poor,” and then added, “Come, follow me.” The parable of the merchant, too, plainly bears on this for any right-minded person: “The kingdom of heaven,” he says, “is like a merchant seeking fine pearls, who, on finding one pearl of great value, went and sold all that he had and bought it.” For it is clear that the pearl of great value is taken as a likeness of the heavenly kingdom, which, as the Lord's word shows, we cannot obtain unless we give up everything we have together, wealth, glory, family, and whatever else the many eagerly pursue, in exchange for it.
Then, too, the Lord declared that what is earnestly sought cannot be achieved when the mind is divided among various concerns, saying: “No one can serve two masters”; and again: “You cannot serve God and mammon.” We must therefore choose one treasure, the heavenly one, so that we may have our heart in it. “For where your treasure is,” he says, “there will your heart be also.” If, then, we keep back for ourselves any earthly possession or perishable wealth, the mind is buried there as in mud, and the soul necessarily cannot see God and is unmoved toward desire for the heavenly beauties and the good things laid up for us in the promises; and we cannot come to possess these unless an undistracted and more intense longing leads us to ask for them and lightens the labour they require. Renunciation, then, as the word has shown, is a loosing of the bonds of this material and temporary life and a freedom from human obligations, making us readier to set out on the road to God; an unhindered means of acquiring and using the things of great price, “more than gold and much precious stone”; and, to sum up, the transfer of the human heart to the citizenship in heaven, so that one can say, “For our citizenship is in heaven”; and, greatest of all, the beginning of likeness to Christ, who for our sake became poor, though he was rich. Unless we achieve this, it is impossible for us to lay hold of the way of life according to the Gospel of Christ. For when can contrition of heart, or humility of mind, or release from anger and grief and anxieties and, in short, the destructive passions of the soul, be achieved amid wealth and the cares of life and attachment and habituation to other things? In general, one who is not allowed to be anxious even about necessities, such as food and clothing, what reason permits him to be choked, as by thorns, by the evil cares of wealth, which hinder the fruit-bearing of the seed sown by the husbandman of our souls? For our Lord said: “These are the ones sown among thorns, who are choked by the cares and riches and pleasures of life, and their fruit does not mature.”
Luke 9:23 (quotation, high confidence) · Luke 14:33 (quotation, high confidence) · 2 Cor 4:2 (allusion, high confidence) · Col 3:9 (allusion, high confidence) · Eph 4:22 (allusion, high confidence) · 1 Cor 4:15 (allusion, high confidence) · Rom 8:15 (allusion, high confidence) · Gal 6:14 (allusion, high confidence) · Luke 14:26 (quotation, high confidence) · 2 Cor 1:9 (allusion, high confidence) · Matt 4:21–22 (allusion, high confidence) · Matt 9:9 (allusion, high confidence) · Acts 5:29 (quotation, high confidence) · Phil 3:4–8 (quotation, high confidence) · Phil 3:10 (allusion, medium confidence) · Matt 19:21 (quotation, high confidence) · Matt 13:45–46 (quotation, high confidence) · Matt 6:24 (quotation, high confidence) · Matt 6:21 (quotation, high confidence) · Ps 119:127 (118:127 LXX) (quotation, medium confidence) · Ps 19:10 (18:11 LXX) (allusion, medium confidence) · Phil 3:20 (quotation, high confidence) · 2 Cor 8:9 (allusion, high confidence) · Ps 51:17 (50:19 LXX) (allusion, medium confidence) · Matt 6:25 (allusion, high confidence) · Luke 8:14 (quotation, high confidence)
Notes and citation
Summary: Basil teaches that following Christ requires renouncing the devil, the flesh, kin, possessions, and finally oneself, after the example of the apostles and of Paul, because the heart cannot serve two masters and riches choke the word.
- Two passages are scrambled in the scan text by interleaved lines: the examples of James, John, and Matthew, and the definition of renunciation (“an unhindered means … more than gold and much precious stone … the transfer of the human heart”); both are translated in the order the sense requires. The words “one who is not allowed to be anxious even about necessities” stand out of place earlier in the scan text. After “what would one say of human [advantages]?” words are lost; the bracketed words are supplied by sense.
Notes on the original text
- Digital text corrected (Latin letters read for Greek; Latin letters read for καὶ; Migne's margin letter A left in the text; OCR letter confusion (κ for ν); digit 6 read for β; word split by Migne's margin letter B; word split with a repeated letter in the OCR): πολλὴν Α καὶ → πολλὴν καὶ; ψυχὴκ → ψυχὴν; ὑπέδε ειξαν → ὑπέδειξαν; Ἰάκω6ος → Ἰάκωβος; διδασκα- Β λίαν → διδασκαλίαν; κul ἡγοῦμαι → καὶ ἡγοῦμαι; ὑπάρχονta → ὑπάρχοντα.
Topics: Ethics
Cite (SBL): Basil, Reg. fus. 8 (PG 31:933; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/basil-regulae-fusius/8). (abbreviation not yet checked)
Permanent link: https://sophiascriptura.com/p/basil-regulae-fusius/8
BibTeX · RIS · CSL-JSON (whole work; this passage's key: sophiascriptura-basil-regulae-fusius-8) · Report an error
Translation: Translated by Claude (Opus) from the Greek as printed in Migne PG 31 (Bavarian State Library OCR); compared afterwards with FOTC 9 (private error-check only).
Chapter 9
9PG 31:941
Εἰ χρὴ τὸν συναπτόμενον τοῖς τῷ Κυρίῳ ἀνακειμένοις προσαφιέναι ἀδιαφόρως τοῖς ἀγνώμοσι τῶν οἰκείων τὰ αὐτῷ διαφέροντα. ΑΠΟΚΡΙΣΙΣ. Τοῦ Κυρίου εἰπόντος, Πώλησόν σου τὰ ὑπάρχοντα, καὶ δὸς πτωχοῖς, καὶ ἔξεις θησαυρὸν ἐν οὐρανῷ, καὶ δεῦρο, ἀκολούθει μοι· καὶ πάλιν· Πωλήσατε τὰ ὑπάρχοντα ὑμῶν, καὶ δότε ἐλεημοσύνην· λογίζομαι, ὅτι τὸν ἐξερχόμενον ἀπὸ τῶν ἰδίων, σκοπῷ τοιούτῳ, οὐ χρὴ καταφρονητικῶς περὶ τῶν διαφερόντων αὐτῷ διακεῖσθαι, ἀλλὰ πειρᾶσθαι πάντα μετὰ ἀκριβείας λαβόντα, ὡς τῷ Κυρίῳ λοιπὸν ἀφιερωμένα, μετὰ πάσης εὐλαβείας οἰκονομεῖν, ἢ δι᾽ ἑαυτοῦ, ἐὰν δυνατῶς καὶ ἐμπείρως ἔχῃ, ἢ διὰ τῶν μετὰ δοκιμασίας πολλῆς ἐπιλεγέντων, καὶ ἀπόδειξιν δεδωκότων τοῦ δύνασθαι πιστῶς καὶ φρονίμως οἰκονομεῖν· εἰδότα, ὅτι οὐκ ἀκίνδυνόν ἐστιν οὔτε τὸ προσαφιέναι τοῖς οἰκείοις, οὔτε τὸ διὰ τοῦ τυχόντος οἰκονομῆσαι. Εἰ γὰρ ὁ φροντίδα βασιλικῶν κτημάτων ἐγχειρισθεὶς, κἂν μὴ νοσφίσηται πολλάκις ἐκ τῶν ἑτοίμων, ἀμελείᾳ δὲ τινι καταπροδῷ τὰ προσκτηθῆναι δυνάμενα, οὐκ ἀπολύεται τοῦ ἐγκλήματος· τίνα χρὴ προσδοκᾶν ἐπὶ τῶν ἤδη κατονομασθέντων τῷ Κυρίῳ τὴν κατάκρισιν ὑποστήσεσθαι, χαύνως καὶ ἡμελημένως διατεθέντας πρὸς τὴν διοίκησιν; Οὐχ ὑποδίκους εἶναι τοῦ κρίματος τῶν ἀμελούντων; κατὰ τὸ γεγραμμένον· Ἐπικατάρατος πᾶς ὁ ποιῶν τὰ ἔργα Κυρίου ἀμελῶς. Πανταχοῦ δὲ φυλακτέον ἡμῖν, μὴ, προφάσει μιᾶς ἐντολῆς, ἑτέραν φανῶμεν καταλύοντες. Οὔτε γὰρ μάχεσθαι, οὔτε συνδιαπληκτίζεσθαι τοῖς ἀγνωμονοῦσιν εὐπρεπὲς ἡμῖν· ἐπείπερ δοῦλον Κυρίου οὐ δεῖ μάχεσθαι, ἀλλὰ τὸν ἀγνωμονούμενον παρὰ τῶν κατὰ σάρκα συγγενῶν μνημονεύειν χρὴ τοῦ Κυρίου εἰπόντος, ὅτι Οὐκ ἔστιν ὅστις ἀφἥκεν οἰκίαν, ἢ ἀδελφοὺς, ἢ ἀδελφὰς, ἢ πατέρα, ἢ μητέρα, ἢ γυναῖκα, ἢ τέκνα, ἢ ἀγροὺς, οὐχ ἁπλῶς, ἀλλ᾽ ἕνεκεν ἐμοῦ καὶ τοῦ Εὐαγγελίου, ὃς οὐ μὴ λάβῃ ἑκατονταπλασίονα ἐν τῷ καιρῷ τούτῳ, καὶ ἐν τῷ αἰῶνι τῷ ἐρχομένῳ ζωὴν αἰώνιον. Τοῖς γε μὴν ἀγνωμονοῦσι διαμαρτύρασθαι χρὴ τὴν τῆς ἱεροσυλίας ἁμαρτίαν, κατὰ τὴν ἐντολὴν τοῦ Κυρίου εἰπόντος· Ἐὰν ἁμάρτῃ ὁ ἀδελφός σου, ὕπαγε, ἔλεγξον αὐτὸν, καὶ τὰ ἐξῆς. Δικάζεσθαι δὲ περὶ αὐτῶν ἐπὶ δικαστηρίων ἐξωτικῶν ἀπηγόρευσεν ὁ τῆς θεοσεβείας λόγος δι' ὧν φησι· Τῷ θέλοντί σε κριθῆναι, καὶ τὸν χιτῶνά σου λαβεῖν, ἄρες αὐτῷ καὶ τὸ ἱμάτιον· καὶ ὅτι Τολμᾷ τις ὑμῶν, πρᾶγμα ἔχων πρὸς τὸν ἕτερον, κρίνεσθαι ἐπὶ τῶν ἀδίκων, καὶ οὐχὶ ἐπὶ τῶν ἁγίων; Καὶ ἐπὶ τούτων δὲ εἰς κρίσιν προσκαλεσώμεθα, πλείονα λόγον ἔχοντες τῆς τοῦ ἀδελφοῦ σωτηρίας, ἢ τῆς τῶν χρημάτων περιουσίας. Καὶ γὰρ ὁ Κύριος εἰπὼν, Ἐάν σου ἀκούσῃ, ἐπήγαγεν, Ἐκέρδησας, οὐχὶ τὰ χρήματα, ἀλλὰ τὸν ἀδελ φόν σου. Ἔστι δὲ ὅτε ὑπὲρ τοῦ τρανωθῆναι τὴν ἀλήθειαν, αὐτοῦ πολλάκις ἡμᾶς τοῦ τῆς ἀγνωμοσύνης κατάρχοντος εἰς κοινὴν δίαιταν προκαλουμένου, συγκαταβαίνομεν πρὸς τὸν ἔλεγχον, οὐκ αὐτοὶ κατάρξαντες, ἀλλὰ τοῖς προσκαλεσαμένοις ἀκολουθοῦντες, οὐκ ἴδιον πάθος ὀργῆς ἢ φιλονεικίας πληροφοροῦντες, ἀλλὰ τὴν ἀλήθειαν φανεροῦν τες. Οὕτω γὰρ κἀκεῖνον καὶ ἄκοντα τῶν κακῶν ἐξαιρήσομεν, καὶ αὐτοὶ τὰς ἐντολὰς οὐ παρελευσό μεθα, ὡς Θεοῦ διάκονοι ἄμαχοι καὶ ἀφιλάργυροι, τῇ φανερώσει τῆς ἀληθείας εὐσταθῶς συνιστάμενοι, καὶ οὐδαμοῦ τὸ δεδομένον μέτρον τῆς σπουδῆς ὑπερβαίνοντες.
Ei chrē ton synaptomenon tois tǭ Kyriǭ anakeimenois prosaphienai adiaphorōs tois agnōmosi tōn oikeiōn ta autǭ diapheronta. APOKRISIS. Tou Kyriou eipontos, Pōlēson sou ta hyparchonta, kai dos ptōchois, kai exeis thēsauron en ouranǭ, kai deuro, akolouthei moi; kai palin; Pōlēsate ta hyparchonta hymōn, kai dote eleēmosynēn; logizomai, hoti ton exerchomenon apo tōn idiōn, skopǭ toioutǭ, ou chrē kataphronētikōs peri tōn diapherontōn autǭ diakeisthai, alla peirasthai panta meta akribeias labonta, hōs tǭ Kyriǭ loipon aphierōmena, meta pasēs eulabeias oikonomein, ē di᾽ heautou, ean dynatōs kai empeirōs echę̄, ē dia tōn meta dokimasias pollēs epilegentōn, kai apodeixin dedōkotōn tou dynasthai pistōs kai phronimōs oikonomein; eidota, hoti ouk akindynon estin oute to prosaphienai tois oikeiois, oute to dia tou tychontos oikonomēsai. Ei gar ho phrontida basilikōn ktēmatōn encheiristheis, kan mē nosphisētai pollakis ek tōn hetoimōn, ameleią de tini kataprodǭ ta prosktēthēnai dynamena, ouk apolyetai tou enklēmatos; tina chrē prosdokan epi tōn ēdē katonomasthentōn tǭ Kyriǭ tēn katakrisin hypostēsesthai, chaunōs kai hēmelēmenōs diatethentas pros tēn dioikēsin? Ouch hypodikous einai tou krimatos tōn amelountōn? kata to gegrammenon; Epikataratos pas ho poiōn ta erga Kyriou amelōs. Pantachou de phylakteon hēmin, mē, prophasei mias entolēs, heteran phanōmen katalyontes. Oute gar machesthai, oute syndiaplēktizesthai tois agnōmonousin euprepes hēmin; epeiper doulon Kyriou ou dei machesthai, alla ton agnōmonoumenon para tōn kata sarka syngenōn mnēmoneuein chrē tou Kyriou eipontos, hoti Ouk estin hostis aphēken oikian, ē adelphous, ē adelphas, ē patera, ē mētera, ē gynaika, ē tekna, ē agrous, ouch haplōs, all᾽ heneken emou kai tou Euangeliou, hos ou mē labę̄ hekatontaplasiona en tǭ kairǭ toutǭ, kai en tǭ aiōni tǭ erchomenǭ zōēn aiōnion. Tois ge mēn agnōmonousi diamartyrasthai chrē tēn tēs hierosylias hamartian, kata tēn entolēn tou Kyriou eipontos; Ean hamartę̄ ho adelphos sou, hypage, elenxon auton, kai ta exēs. Dikazesthai de peri autōn epi dikastēriōn exōtikōn apēgoreusen ho tēs theosebeias logos di' hōn phēsi; Tǭ thelonti se krithēnai, kai ton chitōna sou labein, ares autǭ kai to himation; kai hoti Tolmą tis hymōn, pragma echōn pros ton heteron, krinesthai epi tōn adikōn, kai ouchi epi tōn hagiōn? Kai epi toutōn de eis krisin proskalesōmetha, pleiona logon echontes tēs tou adelphou sōtērias, ē tēs tōn chrēmatōn periousias. Kai gar ho Kyrios eipōn, Ean sou akousę̄, epēgagen, Ekerdēsas, ouchi ta chrēmata, alla ton adel phon sou. Esti de hote hyper tou tranōthēnai tēn alētheian, autou pollakis hēmas tou tēs agnōmosynēs katarchontos eis koinēn diaitan prokaloumenou, synkatabainomen pros ton elenchon, ouk autoi katarxantes, alla tois proskalesamenois akolouthountes, ouk idion pathos orgēs ē philoneikias plērophorountes, alla tēn alētheian phaneroun tes. Houtō gar kakeinon kai akonta tōn kakōn exairēsomen, kai autoi tas entolas ou pareleuso metha, hōs Theou diakonoi amachoi kai aphilargyroi, tę̄ phanerōsei tēs alētheias eustathōs synistamenoi, kai oudamou to dedomenon metron tēs spoudēs hyperbainontes.
Whether one who joins those dedicated to the Lord should simply leave his property to his ungrateful kinsfolk.
Answer. Since the Lord said, “Sell what you have and give to the poor, and you will have treasure in heaven; and come, follow me”; and again, “Sell your possessions and give alms”; I consider that one who leaves his own with such a goal should not be disposed contemptuously toward his property, but should try to take everything with exactness, as now consecrated to the Lord, and to administer it with all reverence, either himself, if he is able and experienced, or through those chosen after much testing who have given proof that they can administer faithfully and prudently; knowing that it is not without danger either to leave it to his kinsfolk or to administer it through just anyone. For if one entrusted with the care of the emperor's estates, even if he often does not embezzle from what is at hand, but through some negligence lets slip what could have been gained, is not acquitted of the charge, what condemnation must we expect those to incur who are disposed slackly and carelessly toward the management of what has already been named as the Lord's? Will they not be liable to the judgment of the negligent, according to what is written: “Cursed is everyone who does the works of the Lord negligently”?
But everywhere we must take care not to be seen breaking one commandment on the pretext of another. For it is not fitting for us to fight or quarrel with the ungrateful, since “the Lord's servant must not quarrel”; rather, the one treated ungratefully by his kinsmen according to the flesh must remember the Lord who said: “There is no one who has left house or brothers or sisters or father or mother or wife or children or lands,” not simply, but “for my sake and for the Gospel, who will not receive a hundredfold in this time, and in the age to come eternal life.” To the ungrateful, however, we must solemnly declare the sin of sacrilege, according to the commandment of the Lord who said: “If your brother sins, go and rebuke him,” and the rest. But the word of godliness has forbidden going to law about these things in outside courts, where it says: “If anyone would sue you and take your tunic, let him have your cloak as well”; and: “Does any of you, having a matter against another, dare to go to law before the unrighteous and not before the saints?” And even before these let us call him to judgment, having more regard for our brother's salvation than for an abundance of money. For the Lord, having said, “If he listens to you,” added, “you have gained,” not the money, but “your brother.” There are times when, to make the truth clear, if the one who began the wrong often calls us to a common arbitration, we come down to the inquiry, not beginning it ourselves but following those who summoned us, not satisfying our own passion of anger or contentiousness, but making the truth manifest. For so we shall rescue him from evil even against his will, and we ourselves shall not transgress the commandments, standing firmly together for the making known of the truth as ministers of God who are not quarrelsome and not lovers of money, and nowhere exceeding the measure of zeal that has been given.
Matt 19:21 (quotation, high confidence) · Luke 12:33 (quotation, high confidence) · Jer 48:10 (31:10 LXX) (quotation, high confidence) · 2 Tim 2:24 (quotation, high confidence) · Mark 10:29–30 (quotation, high confidence) · Matt 18:15 (quotation, high confidence) · Matt 5:40 (quotation, high confidence) · 1 Cor 6:1 (quotation, high confidence) · 2 Cor 6:4 (allusion, low confidence) · 1 Tim 3:3 (allusion, medium confidence)
Notes and citation
Summary: Basil rules that one entering the brotherhood must not neglect his property but should administer it carefully as consecrated to the Lord, warn grasping relatives without quarrelling or going to secular courts, and seek their salvation rather than the money.
- “Cursed is everyone who does the works of the Lord negligently”: Jer 48:10 (LXX 31:10).
Notes on the original text
- Digital text corrected (Migne's margin letter B left in the text; word split by Migne's margin letter B): ὑπάρ- Β χοντα → ὑπάρχοντα; ἀδελφοῦ Β σωτηρίας → ἀδελφοῦ σωτηρίας.
Topics: Ethics
Cite (SBL): Basil, Reg. fus. 9 (PG 31:941; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/basil-regulae-fusius/9). (abbreviation not yet checked)
Permanent link: https://sophiascriptura.com/p/basil-regulae-fusius/9
BibTeX · RIS · CSL-JSON (whole work; this passage's key: sophiascriptura-basil-regulae-fusius-9) · Report an error
Translation: Translated by Claude (Opus) from the Greek as printed in Migne PG 31 (Bavarian State Library OCR); compared afterwards with FOTC 9 (private error-check only).
Chapter 10
10PG 31:943
Πότερον χρὴ πάντας τοὺς προσιόντας δέχεσθαι, ἢ τίνας; καὶ εὐθὺς αὐτοὺς προσίεσθαι, ἢ μετὰ δοκιμασίας, καὶ ποίας ταύτης; ΑΠΟΚΡΙΣΙΣ. Τοῦ φιλανθρώπου Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ κηρύσσοντος καὶ λέγοντος· Δεῦτε πρὸς μὲ, πάντες οἱ κοπιῶντες, καὶ πεφορτισμένοι, κἀγὼ ἀναπαύσω ὑμᾶς· οὐκ ἀκίνδυνον ἀπωθεῖσθαι τοὺς τῷ Κυρίῳ δι' ἡμῶν προσιόντας, καὶ ὑπελθεῖν αὐτοῦ τὸν χρηστὸν ζυγὸν, καὶ τὸ τῶν ἐντολῶν φορτίον, τὸ πρὸς οὐρανὸν ἡμᾶς ἀνακουφίζον, βουλομένους. Οὐ μὴν οὐδὲ ἀνίπτοις ποσὶν ἐπιτρέπειν χρὴ τῆς σεμνότητος ἐπιβαίνειν τῶν διδαγμάτων ἀλλ' ὥσπερ ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς τὸν προσελθόντα νεανίσκον ἐπηρώτησε περὶ τοῦ προτέρου βίου, καὶ μαθὼν, ὅτι κατώρθωται, τὸ πρὸς τὴν τελείωσιν ἐλλεῖπον ἔτι πληρῶσαι προσέταξε, και τότε ἐπέτρεψεν ἀκολουθεῖν· οὕτω δηλονότι καὶ ἡμᾶς προσήκει τὸν παρελθόντα βίον τῶν προσιόντων καταμανθάνειν· καὶ οἷς μὲν ἤδη τι προκατώρθωται, τὰ τελειότερα τῶν διδαγμάτων παραδιδόναι, τοὺς δὲ ἢ ἐκ βίου πονηροῦ μετατιθεμένους, ἢ᾿ ἐκ τῆς ἀδιαφορίας πρὸς τὸν ἀκριβῆ βίον τῆς θεογνωσίας ὀρμήσαντας ἀνακρίνειν χρὴ, ὁποῖοι τὸ ἦθός εἰσι· μὴ ἄστατοι, καὶ πρὸς τὰς κρίσεις εὐκίνητοι. Ὕποπτον γὰρ τῶν τοιούτων τὸ εὐμετάθετον, οἱ, πρὸς τὸ μηδὲν ἑαυτοὺς ὠφελῆσαι, ἔτι καὶ ἑτέροις αἴτιοι βλάβης γίνονται, ὀνείδη καὶ ψεύδη, καὶ βλασφημίας πονηρὰς τοῦ ἔργου ἡμῶν κατέχοντες. Ἐπεὶ δὲ πάντα ἐπιμελείᾳ κατορθοῦται, καὶ φόβος Θεοῦ παντοίων ἐλαττωμάτων ψυχῆς περιγίνεται, οὐδὲ τούτων ἀπογνωστέον εὐθὺς, ἀλλὰ ἄγειν αὐτοὺς εἰς τὰ προσήκοντα γυμνάσια δεῖ, χρόνῳ καὶ ἐπιπόνοις ἀγωνίσμασι πεῖραν τῆς κρίσεως αὐτῶν λαμβάνοντας, ὡς, ἐὰν τι βέβαιον παρ' αὐτοῖς εὕρωμεν, ἀκινδύνως αὐτοὺς προσίεσθαι· εἰ δὲ μὴ, ἔξω ὄντας, ἀποπέμπεσθαι· ὥστε ἀζήμιον τὴν πεῖραν τῇ ἀδελφότητι γίνεσθαι. Δοκιμάζειν δὲ χρὴ καὶ εἴ τις, ἐν ἁμαρτήμασι προληφθεὶς, ἀνεπαισχύντως ἐξαγορεύει τὰ κρυπτὰ τῆς αἰσχύνης, καὶ κατήγορος ἑαυτοῦ γίνεται· ὁμοῦ τε καταισχύνων καὶ ἀποποιούμενος τοὺς τῶν πονηρῶν ἔργων ἑαυτοῦ συνεργοὺς, κατὰ τὸν εἰπόντα· Ἀπόστητε ἀπ᾿ ἐμοῦ, πάντες οἱ ἐργαζόμενοι τὴν ἀνομίαν· καὶ ἀσφάλειαν ἑαυτῷ εἰς τὸν ἑξῆς βίον κτώμενος, πρὸς τὸ μηκέτι τοῖς ὁμοίοις πάθεσι περιπεσεῖν. Κοινὸς δὲ ἐπὶ πάντων δοκιμασίας τρόπος, εἰ πρὸς πᾶσαν ταπεινοφροσύνην ἀνεπαισχύντως διάκεινται, ὡς καὶ τὰς εὐτελεστάτας δέχεσθαι τέχνας, ἐὰν τὴν ἐκείνων έργασίαν χρήσιμον εἶναι ὁ λόγος ἐγκρίνῃ. Καὶ ἐπειδὰν διὰ πάσης ἐξετάσεως ἕκαστος παρὰ τῶν ἐπιστημόνως ἐρευνᾷν.τὰ τοιαῦτα δυναμένων, ὥσπερ τι σκεῦος εὔχρηστον τῷ Δεσπότῃ, καὶ πρὸς πᾶν ἔργον ἀγαθὸν ἕτοιμον ἀποδειχθῇ, συναριθμείσθω τοῖς ἀνατεθεικόσιν ἑαυτοὺς τῷ Κυρίῳ. Μάλιστα δὲ τῷ ἀπό τινος περιφανεστέρου βίου πρὸς τὴν καθ' ὁμοίωσιν τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ ταπεινοφροσύνην ἐπειγομένῳ, ὁρίζειν χρή τινα τῶν ἐπονειδίστων εἶναι δοκούντων παρὰ τοῖς ἔξωθεν, καὶ ἐπιτηρεῖν εἰ μετὰ πάσης πληροφορίας ἐργάτην ἀνεπαίσχυντον τῷ Θεῷ ἑαυτὸν παρίστησιν.
Poteron chrē pantas tous prosiontas dechesthai, ē tinas? kai euthys autous prosiesthai, ē meta dokimasias, kai poias tautēs? APOKRISIS. Tou philanthrōpou Theou kai Sōtēros hēmōn Iēsou Christou kēryssontos kai legontos; Deute pros me, pantes hoi kopiōntes, kai pephortismenoi, kagō anapausō hymas; ouk akindynon apōtheisthai tous tǭ Kyriǭ di' hēmōn prosiontas, kai hypelthein autou ton chrēston zygon, kai to tōn entolōn phortion, to pros ouranon hēmas anakouphizon, boulomenous. Ou mēn oude aniptois posin epitrepein chrē tēs semnotētos epibainein tōn didagmatōn all' hōsper ho Kyrios hēmōn Iēsous Christos ton proselthonta neaniskon epērōtēse peri tou proterou biou, kai mathōn, hoti katōrthōtai, to pros tēn teleiōsin elleipon eti plērōsai prosetaxe, kai tote epetrepsen akolouthein; houtō dēlonoti kai hēmas prosēkei ton parelthonta bion tōn prosiontōn katamanthanein; kai hois men ēdē ti prokatōrthōtai, ta teleiotera tōn didagmatōn paradidonai, tous de ē ek biou ponērou metatithemenous, ē᾿ ek tēs adiaphorias pros ton akribē bion tēs theognōsias ormēsantas anakrinein chrē, hopoioi to ēthos eisi; mē astatoi, kai pros tas kriseis eukinētoi. Hypopton gar tōn toioutōn to eumetatheton, hoi, pros to mēden heautous ōphelēsai, eti kai heterois aitioi blabēs ginontai, oneidē kai pseudē, kai blasphēmias ponēras tou ergou hēmōn katechontes. Epei de panta epimeleią katorthoutai, kai phobos Theou pantoiōn elattōmatōn psychēs periginetai, oude toutōn apognōsteon euthys, alla agein autous eis ta prosēkonta gymnasia dei, chronǭ kai epiponois agōnismasi peiran tēs kriseōs autōn lambanontas, hōs, ean ti bebaion par' autois heurōmen, akindynōs autous prosiesthai; ei de mē, exō ontas, apopempesthai; hōste azēmion tēn peiran tę̄ adelphotēti ginesthai. Dokimazein de chrē kai ei tis, en hamartēmasi prolēphtheis, anepaischyntōs exagoreuei ta krypta tēs aischynēs, kai katēgoros heautou ginetai; homou te kataischynōn kai apopoioumenos tous tōn ponērōn ergōn heautou synergous, kata ton eiponta; Apostēte ap᾿ emou, pantes hoi ergazomenoi tēn anomian; kai asphaleian heautǭ eis ton hexēs bion ktōmenos, pros to mēketi tois homoiois pathesi peripesein. Koinos de epi pantōn dokimasias tropos, ei pros pasan tapeinophrosynēn anepaischyntōs diakeintai, hōs kai tas eutelestatas dechesthai technas, ean tēn ekeinōn ergasian chrēsimon einai ho logos enkrinę̄. Kai epeidan dia pasēs exetaseōs hekastos para tōn epistēmonōs ereunąn.ta toiauta dynamenōn, hōsper ti skeuos euchrēston tǭ Despotę̄, kai pros pan ergon agathon hetoimon apodeichthę̄, synarithmeisthō tois anatetheikosin heautous tǭ Kyriǭ. Malista de tǭ apo tinos periphanesterou biou pros tēn kath' homoiōsin tou Kyriou hēmōn Iēsou Christou tapeinophrosynēn epeigomenǭ, horizein chrē tina tōn eponeidistōn einai dokountōn para tois exōthen, kai epitērein ei meta pasēs plērophorias ergatēn anepaischynton tǭ Theǭ heauton paristēsin.
Whether we should receive all who come, or only some; and whether we should admit them at once, or after testing, and what kind of testing.
Answer. Since our God and Saviour Jesus Christ, the lover of mankind, proclaims and says, “Come to me, all who labour and are heavy laden, and I will give you rest,” it is not without danger to turn away those who come to the Lord through us and wish to take on his kind yoke and the burden of the commandments, which lifts us up toward heaven. Yet we must not allow them to tread on the holiness of the teachings with unwashed feet; but just as our Lord Jesus Christ asked the young man who came to him about his former life, and when he learned that he had lived rightly, commanded him to fulfil what was still lacking for perfection, and then allowed him to follow, so plainly it is fitting for us also to learn about the past life of those who come. To those who have already achieved something, we should hand on the more perfect teachings; but those who are turning from an evil life, or who have set out from indifference toward the exact life of the knowledge of God, must be examined as to what their character is: whether they are not unstable and quick to change their decisions. For the changeableness of such people is suspect: not only do they do themselves no good, but they become a cause of harm to others as well, spreading reproaches and lies and wicked slanders about our work. But since all things are achieved by care, and the fear of God overcomes every kind of defect of soul, we must not despair of these at once either, but lead them to suitable exercises, making trial of their resolve by time and laborious contests, so that, if we find something firm in them, we may admit them without danger; and if not, we may send them away while they are still outside, so that the trial brings no loss to the brotherhood.
We must also test whether one who has been caught in sins confesses the hidden things of shame without shame and becomes his own accuser, at once putting to shame and disowning the partners of his evil deeds, according to him who said, “Depart from me, all you workers of iniquity,” and gaining security for himself for the rest of his life, so as not to fall again into the same passions. The common way of testing for all is whether they are disposed to all humility without shame, so as to accept even the meanest crafts, if reason judges that their work is useful. And when each one, after every examination by those able to search into such things with skill, has been shown to be like a vessel useful to the Master and ready for every good work, let him be numbered among those who have dedicated themselves to the Lord. Especially for one who is hastening from a more distinguished life to humility in the likeness of our Lord Jesus Christ, we must appoint some of the tasks that outsiders think disgraceful, and watch whether he presents himself to God with full assurance as a worker who has no need to be ashamed.
Matt 11:28 (quotation, high confidence) · Matt 11:30 (allusion, high confidence) · John 13:10 (echo, low confidence) · Matt 19:16–21 (allusion, high confidence) · Ps 6:8 (6:9 LXX) (quotation, high confidence) · 2 Tim 2:21 (allusion, high confidence) · 2 Tim 2:15 (allusion, high confidence)
Notes and citation
Summary: Basil rules that all who come should be received, but only after their past life and character have been examined and tested by labour, confession of sins, and willingness to do humble work.
Notes on the original text
- Digital text corrected (Migne's margin letter A left in the text; Migne's margin letter B left in the text; OCR garbled the words (2 Tim 2:15)): περιγίνεται, Β οὐδὲ → περιγίνεται, οὐδὲ; καὶ Α ἐπιτηρεῖν → καὶ ἐπιτηρεῖν; ἐργάτη, άι επαίσχυντον → ἐργάτην ἀνεπαίσχυντον.
Topics: Ethics
Cite (SBL): Basil, Reg. fus. 10 (PG 31:943; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/basil-regulae-fusius/10). (abbreviation not yet checked)
Permanent link: https://sophiascriptura.com/p/basil-regulae-fusius/10
BibTeX · RIS · CSL-JSON (whole work; this passage's key: sophiascriptura-basil-regulae-fusius-10) · Report an error
Translation: Translated by Claude (Opus) from the Greek as printed in Migne PG 31 (Bavarian State Library OCR); compared afterwards with FOTC 9 (private error-check only).
Chapter 11
11PG 31:947
Περὶ δούλων. ΑΠΟΚΡΙΣΙΣ. Ὅσοι δὲ ὑπὸ ζυγὸν ὄντες δοῦλοι ταῖς ἀδελφότησι προσφεύγουσι, νουθετηθέντας αὐτοὺς, καὶ βελτιωθέντας ἀποπέμπεσθαι χρὴ τοῖς δεσπόταις, καθ' ὁμοίωσιν τοῦ μακαρίου Παύλου, ὃς, τὸν Ὀνήσιμον γεννή σας διὰ τοῦ Εὐαγγελίου, ἀνέπεμψε τῷ Φιλήμονι, τὸν μὲν πληροφορήσας, ὅτι ὁ ζυγὸς τῆς δουλείας εὐαρέστως τῷ Κυρίῳ κατορθούμενος βασιλείας οὐρανῶν ἄξιον συνίστησι· τὸν δὲ παρακαλέσας οὐ μό νον ἀνεῖναι τὴν κατ᾿ αὐτοῦ ἀπειλὴν, μεμνημένον τοῦ ἀληθινοῦ Κυρίου εἰπόντος, Ἐὰν ἀφῆτε τοῖς ἀνθρώποις τὰ παραπτώματα αὐτῶν, ἀφήσει καὶ ὁ Πατὴρ ὑμῶν ὁ οὐράνιος τὰ παραπτώματα ὑμῶν, ἀλλὰ καὶ χρηστοτέραν ἔχειν πρὸς αὐτὸν τὴν διάθεσιν, τῷ γράψαι· Τάχα γὰρ διὰ τοῦτο ἐχωρίσθη πρὸς ὥραν, ἵνα αἰώνιον αὐτὸν ἀπέχῃς, οὐκέτι ὡς δοῦλον, ἀλλ᾽ ὑπὲρ δοῦλον ἀδελφὸν ἀγαπητόν. Εἰ μέντοι κακὸς ὁ δεσπότης τύχοι, παράνομά τινα ἐπιτάσσων, καὶ πρὸς παράβασιν ἐντολῆς τοῦ ἀληθινοῦ Δεσπότου τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ τὸν δοῦλον βιαζόμενος, ἀγωνίζεσθαι χρή, ὅπως μὴ τὸ ὄνομα τοῦ Θεοῦ βλασφημηθῇ διὰ τὸν δοῦλον ἐκεῖνον ποιήσαντά τι, ὁ μὴ ἀρέσκει Θεῷ. Κατορθοῦται δὲ ὁ ἀγὼν ἢ ἐν τῷ τὸν δοῦλον ἐκεῖνον καταρτισθῆναι πρὸς ὑπομονὴν τῶν ἐπιφερομένων αὐτῷ παθημάτων, ὑπὲρ τοῦ πειθαρχῆσαι Θεῷ μᾶλλον ἢ ἀνθρώπῳ, καθὼς γέγραπται, ἢ ἐν τῷ τοὺς ὑποδεξαμένους ἀναδέξασθαι ὡς ἀρέσκει Θεῷ τοὺς ὑπὲρ αὐτοῦ ἐπαγομένους αὐτοῖς πειρασμούς.
Peri doulōn. APOKRISIS. Hosoi de hypo zygon ontes douloi tais adelphotēsi prospheugousi, nouthetēthentas autous, kai beltiōthentas apopempesthai chrē tois despotais, kath' homoiōsin tou makariou Paulou, hos, ton Onēsimon gennē sas dia tou Euangeliou, anepempse tǭ Philēmoni, ton men plērophorēsas, hoti ho zygos tēs douleias euarestōs tǭ Kyriǭ katorthoumenos basileias ouranōn axion synistēsi; ton de parakalesas ou mo non aneinai tēn kat᾿ autou apeilēn, memnēmenon tou alēthinou Kyriou eipontos, Ean aphēte tois anthrōpois ta paraptōmata autōn, aphēsei kai ho Patēr hymōn ho ouranios ta paraptōmata hymōn, alla kai chrēstoteran echein pros auton tēn diathesin, tǭ grapsai; Tacha gar dia touto echōristhē pros hōran, hina aiōnion auton apechę̄s, ouketi hōs doulon, all᾽ hyper doulon adelphon agapēton. Ei mentoi kakos ho despotēs tychoi, paranoma tina epitassōn, kai pros parabasin entolēs tou alēthinou Despotou tou Kyriou hēmōn Iēsou Christou ton doulon biazomenos, agōnizesthai chrē, hopōs mē to onoma tou Theou blasphēmēthę̄ dia ton doulon ekeinon poiēsanta ti, ho mē areskei Theǭ. Katorthoutai de ho agōn ē en tǭ ton doulon ekeinon katartisthēnai pros hypomonēn tōn epipheromenōn autǭ pathēmatōn, hyper tou peitharchēsai Theǭ mallon ē anthrōpǭ, kathōs gegraptai, ē en tǭ tous hypodexamenous anadexasthai hōs areskei Theǭ tous hyper autou epagomenous autois peirasmous.
On slaves.
Answer. Slaves under the yoke who take refuge with the brotherhoods should be admonished and made better, and then sent back to their masters, after the example of blessed Paul, who, having begotten Onesimus through the Gospel, sent him back to Philemon. He assured the one that the yoke of slavery, borne in a way that pleases the Lord, makes him worthy of the kingdom of heaven; and he urged the other not only to give up his threats against him, remembering the true Lord who said, “If you forgive men their trespasses, your heavenly Father will also forgive your trespasses,” but also to be more kindly disposed toward him, writing: “Perhaps this is why he was parted from you for a while, that you might have him back for ever, no longer as a slave but more than a slave, as a beloved brother.”
If, however, the master happens to be wicked, commanding unlawful things and forcing the slave to transgress a commandment of the true Master, our Lord Jesus Christ, we must strive that the name of God may not be blasphemed because of that slave doing something that does not please God. The struggle is achieved either by that slave being trained to endure the sufferings brought on him, in order to obey God rather than man, as it is written; or by those who have received him taking upon themselves, as pleases God, the trials brought on them for his sake.
Phlm 1:10 (allusion, high confidence) · Phlm 1:12 (allusion, high confidence) · Matt 6:14 (quotation, high confidence) · Phlm 1:15–16 (quotation, high confidence) · 1 Tim 6:1 (allusion, high confidence) · Acts 5:29 (allusion, high confidence)
Notes and citation
Summary: Basil rules that runaway slaves should be admonished and returned to their masters, as Paul returned Onesimus, unless the master forces them to sin, in which case the slave must endure or the community must bear the consequences of protecting him.
- Basil's ruling on runaway slaves is translated as written.
Notes on the original text
- Digital text corrected (stray full stop in the OCR; word split by Migne's margin letter B): μεμνημέ Β νον → μεμνημένον; ὁ ἀγὼν.ἢ → ὁ ἀγὼν ἢ.
Topics: Ethics
Cite (SBL): Basil, Reg. fus. 11 (PG 31:947; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/basil-regulae-fusius/11). (abbreviation not yet checked)
Permanent link: https://sophiascriptura.com/p/basil-regulae-fusius/11
BibTeX · RIS · CSL-JSON (whole work; this passage's key: sophiascriptura-basil-regulae-fusius-11) · Report an error
Translation: Translated by Claude (Opus) from the Greek as printed in Migne PG 31 (Bavarian State Library OCR); compared afterwards with FOTC 9 (private error-check only).
Chapter 12
12PG 31:947
Ὅπως χρὴ τοὺς ἐν συζυγίᾳ προσδέχεσθαι. ΑΠΟΚΡΙΣΙΣ. Καὶ τοὺς ἐν συζυγίᾳ δὲ γάμου τοιούτῳ βίῳ προσερχομένους ἀνακρίνεσθαι δεῖ, εἰ ἐκ συμφώνου τοῦτο ποιοῦσι κατὰ τὴν διαταγὴν τοῦ ᾿Αποστόλου (Τοῦ γὰρ ἰδίου σώματος, φησὶν, οὐκ ἐξουσιάζει)· καὶ οὕτως ἐπὶ πλειόνων μαρτύρων δέχεσθαι τὸν προσερχόμενον. Τῆς γὰρ πρὸς Θεὸν ὑπακοῆς οὐδὲν προτιμότερον. Εἰ δὲ διαστασιάζοι τὸ ἕτερον μέρος, καὶ διαμάχοιτο, ἔλαττον φροντίζον τῆς πρὸς Θεὸν εὐαρεστήσεως, μνημονευέσθω ὁ ᾿Απόστολος λέγων· Ἐν δὲ εἰρήνῃ κέκληκεν ἡμᾶς ὁ Θεός καὶ πληρούσθω τὸ πρόσταγμα τοῦ Κυρίου εἰπόντος. Εἴ τις ἔρχεται πρὸς μὲ, καὶ οὐ μισεῖ τὸν πατέρα αὐτοῦ, καὶ τὴν μητέρα, καὶ τὴν γυναῖκα, καὶ τὰ τέκνα, καὶ τὰ λοιπὰ, οὐ δύναταί μου εἶναι μαθητής. Τῆς γὰρ πρὸς Θεὸν ὑπακοῆς οὐδὲν προτιμότερον. Ἡμεῖς δὲ ἔγνωμεν ἐν πολλοῖς πολλάκις καὶ διὰ συντόνου προσευχῆς καὶ νηστείας ἀνενδότου τὸν σκοπὸν τῆς ἐν ἀγνείᾳ ζωῆς περιγενόμενον, τοῦ Κυρίου τοὺς μέχρι παντὸς ἀπειθοῦντας καὶ δι᾽ ἀνάγκης πολλάκις σωματικῆς τῇ συγκαταθέσει τῆς ὀρθῆς κρίσεως ὑπάγοντος.
Hopōs chrē tous en syzygią prosdechesthai. APOKRISIS. Kai tous en syzygią de gamou toioutǭ biǭ proserchomenous anakrinesthai dei, ei ek symphōnou touto poiousi kata tēn diatagēn tou ᾿Apostolou (Tou gar idiou sōmatos, phēsin, ouk exousiazei); kai houtōs epi pleionōn martyrōn dechesthai ton proserchomenon. Tēs gar pros Theon hypakoēs ouden protimoteron. Ei de diastasiazoi to heteron meros, kai diamachoito, elatton phrontizon tēs pros Theon euarestēseōs, mnēmoneuesthō ho ᾿Apostolos legōn; En de eirēnę̄ keklēken hēmas ho Theos kai plērousthō to prostagma tou Kyriou eipontos. Ei tis erchetai pros me, kai ou misei ton patera autou, kai tēn mētera, kai tēn gynaika, kai ta tekna, kai ta loipa, ou dynatai mou einai mathētēs. Tēs gar pros Theon hypakoēs ouden protimoteron. Hēmeis de egnōmen en pollois pollakis kai dia syntonou proseuchēs kai nēsteias anendotou ton skopon tēs en agneią zōēs perigenomenon, tou Kyriou tous mechri pantos apeithountas kai di᾽ anankēs pollakis sōmatikēs tę̄ synkatathesei tēs orthēs kriseōs hypagontos.
How those who are married should be received.
Answer. Those in the bond of marriage who come to such a life must also be examined, whether they do this by mutual consent, according to the Apostle's ordinance (“For he does not have authority,” he says, “over his own body”); and so the one who comes should be received before many witnesses. For nothing is to be preferred to obedience to God. But if the other partner is at odds and resists, caring less for pleasing God, let the Apostle be remembered, who says, “God has called us to peace”; and let the command of the Lord be fulfilled, who said: “If anyone comes to me and does not hate his father and mother and wife and children,” and the rest, “he cannot be my disciple.” For nothing is to be preferred to obedience to God. And we have known in many cases that, often through earnest prayer and unremitting fasting, the goal of a life of chastity has been reached, the Lord bringing even those who had been wholly unwilling, often through bodily necessity as well, to consent to the right judgment.
1 Cor 7:5 (allusion, high confidence) · 1 Cor 7:4 (quotation, high confidence) · 1 Cor 7:15 (quotation, high confidence) · Luke 14:26 (quotation, high confidence)
Notes and citation
Summary: Basil rules that married persons may enter the ascetic life only after examination before witnesses of whether both spouses consent, though if one resists, the other may follow Christ's call to leave even a wife, and prayer and fasting often win the reluctant partner's consent.
- Basil allows a married person to enter the ascetic life even against the spouse's will, citing Luke 14:26; translated as written. “Bodily necessity” probably means illness or similar constraint; the sense is uncertain.
Topics: Marriage, Divorce and remarriage, Fasting, Prayer
Cite (SBL): Basil, Reg. fus. 12 (PG 31:947; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/basil-regulae-fusius/12). (abbreviation not yet checked)
Permanent link: https://sophiascriptura.com/p/basil-regulae-fusius/12
BibTeX · RIS · CSL-JSON (whole work; this passage's key: sophiascriptura-basil-regulae-fusius-12) · Report an error
Translation: Translated by Claude (Opus) from the Greek as printed in Migne PG 31 (Bavarian State Library OCR); compared afterwards with FOTC 9 (private error-check only).
Chapter 13
13PG 31:949
"ὅτι χρήσιμον τοῖς εἰσαγομένοις και τὸ διὰ σιωπῆς γυμνάσιον. ΑΠΟΚΡΙΣΙΣ. Ἀγαθὸν δὲ τοῖς εἰσαγομένοις καὶ τὸ διὰ σιωπῆς γυμνάσιον. Ὁμοῦ τε γὰρ ἀπόδειξιν τῆς ἐγκρατείας ἱκανὴν παρέξονται, γλώσσης κρατοῦντες, καὶ ἐν ἡσυχία συντόνως καὶ ἀμετεωρίστως μαθήσονται παρὰ τῶν ἐπιστημόνως κεχρημένων τῷ λόγῳ, πῶς δεῖ καὶ ἐρωτᾶν, καὶ ἑνὶ ἑκάστῳ ἀποκρίνεσθαι. Ἔστι γὰρ καὶ τόνος φωνῆς, καὶ συμμετρία λόγου, καὶ καιροῦ ἐπιτηδειότης, καὶ ῥημάτων ἰδιότης, οἰκεία καὶ διαφέρουσα τοῖς εὐσεβέσιν, ἣν οὐχ οἷόν τε διδαχθῆναι, μὴ τὰ ἐκ τῆς συνηθείας ἀπομαθόντα· τῆς σιωπῆς ὁμοῦ τε λήθην τῶν προτέρων διὰ τῆς ἀργίας ἐμποιούσης, καὶ σχολὴν πρὸς τὴν τῶν ἀγαθῶν μάθησιν παρεχομένης. "Ὥστε, ἐὰν μή τις ἢ οἰκεία χρεία πρός τε τὴν ἐπιμέλειαν τῆς ἑαυτοῦ ψυχῆς, καὶ πρὸς τὴν ἀπαραίτητον τοῦ ἐν χερσὶν ἔργου ἀνάγκην, ἢ ἐπερώτημά τι τοιοῦτον προσαγόμενον κατεπείγῃ, ἐν σιωπῇ διάγειν, ἐκτὸς δηλονότι ψαλμῳδίας
"hoti chrēsimon tois eisagomenois kai to dia siōpēs gymnasion. APOKRISIS. Agathon de tois eisagomenois kai to dia siōpēs gymnasion. Homou te gar apodeixin tēs enkrateias hikanēn parexontai, glōssēs kratountes, kai en hēsychia syntonōs kai ameteōristōs mathēsontai para tōn epistēmonōs kechrēmenōn tǭ logǭ, pōs dei kai erōtan, kai heni hekastǭ apokrinesthai. Esti gar kai tonos phōnēs, kai symmetria logou, kai kairou epitēdeiotēs, kai rhēmatōn idiotēs, oikeia kai diapherousa tois eusebesin, hēn ouch hoion te didachthēnai, mē ta ek tēs synētheias apomathonta; tēs siōpēs homou te lēthēn tōn proterōn dia tēs argias empoiousēs, kai scholēn pros tēn tōn agathōn mathēsin parechomenēs. "Hōste, ean mē tis ē oikeia chreia pros te tēn epimeleian tēs heautou psychēs, kai pros tēn aparaitēton tou en chersin ergou anankēn, ē eperōtēma ti toiouton prosagomenon katepeigę̄, en siōpę̄ diagein, ektos dēlonoti psalmǭdias
That the exercise of silence is also useful for those being admitted.
Answer. The exercise of silence is good for those being admitted. For by mastering the tongue they will give sufficient proof of their self-control, and at the same time, in quiet, they will learn intently and without distraction from those who use speech with skill how one ought both to ask questions and to answer each person. For there is a tone of voice, a measure in speech, a fitness of occasion, and a choice of words that are proper and distinctive to the godly, and these cannot be taught unless one has unlearned the habits of ordinary life; and silence both produces forgetfulness of former things through disuse and gives leisure for learning what is good. So, unless some personal need concerning the care of one's own soul, or the unavoidable necessity of the work in hand, or some such question put to one, presses, one should keep silence, except, of course, for psalmody.
Jas 3:2 (echo, low confidence) · Col 4:6 (echo, low confidence)
Notes and citation
Summary: Basil commends silence to newcomers as proof of self-control and as the way to unlearn worldly habits and learn the measured speech proper to the godly.
Notes on the original text
- Digital text corrected (stray full stop splitting the word; word split by Migne's margin letter B): σιω- Β πῆς → σιωπῆς; ἀπομαθόν. τα· → ἀπομαθόντα·.
Topics: Ethics
Cite (SBL): Basil, Reg. fus. 13 (PG 31:949; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/basil-regulae-fusius/13). (abbreviation not yet checked)
Permanent link: https://sophiascriptura.com/p/basil-regulae-fusius/13
BibTeX · RIS · CSL-JSON (whole work; this passage's key: sophiascriptura-basil-regulae-fusius-13) · Report an error
Translation: Translated by Claude (Opus) from the Greek as printed in Migne PG 31 (Bavarian State Library OCR); compared afterwards with FOTC 9 (private error-check only).
Chapter 14
14PG 31:949
Περὶ τῶν ἑαυτοὺς τῷ Θεῷ καθομολογησαμένων, εἶτα τὴν ὁμολογίαν ἀθετεῖν ἐπιχειρούντων. ΑΠΟΚΡΙΣΙΣ. Παραδεχθέντα μέντοι εἰς τὴν ἀδελφότητα τούτων ἕκαστον, εἶτα τὴν ὁμολογίαν ἀθετήσαντα, οὕτω χρὴ ὁρᾶσθαι, ὡς εἰς Θεὸν ἐξαμαρτόντα, ἐφ' οὗ καὶ εἰς ὃν τὴν ὁμολογίαν τῶν συνθηκῶν κατέθετο. Ἐὰν δὲ εἰς Θεόν τις, φησὶν, ἁμάρτῃ, καὶ τίς προσεύξεται περὶ αὐτοῦ; Ὁ γὰρ ἀναθεὶς ἑαυτὸν τῷ Θεῷ, εἶτα πρὸς ἄλλον βίον ἀποπηδήσας, ἱερόσυλος γέγονεν, αὐτὸς ἑαυτὸν διακλέψας, καὶ ἀφελόμενος τοῦ Θεοῦ τὸ ἀνάθημα. Οἷς εὔλογόν ἐστι, μηκέτε θύραν τῶν ἀδελφῶν ἀνοίγεσθαι, μηδὲ εἰ κατὰ ψιλήν ποτε πάροδον σκέπης ἕνεκεν ἐπιδημήσειαν. Ὁ γὰρ ἀποστολικὸς κανὼν φανερός, κελεύων ἡμᾶς στέλ λεσθαι ἀπὸ παντὸς ἀτάκτου, καὶ μὴ συναναμίγνυσθαι αὐτῷ, ἵνα ἐντραπῇ.
Peri tōn heautous tǭ Theǭ kathomologēsamenōn, eita tēn homologian athetein epicheirountōn. APOKRISIS. Paradechthenta mentoi eis tēn adelphotēta toutōn hekaston, eita tēn homologian athetēsanta, houtō chrē horasthai, hōs eis Theon examartonta, eph' hou kai eis hon tēn homologian tōn synthēkōn katetheto. Ean de eis Theon tis, phēsin, hamartę̄, kai tis proseuxetai peri autou? Ho gar anatheis heauton tǭ Theǭ, eita pros allon bion apopēdēsas, hierosylos gegonen, autos heauton diaklepsas, kai aphelomenos tou Theou to anathēma. Hois eulogon esti, mēkete thyran tōn adelphōn anoigesthai, mēde ei kata psilēn pote parodon skepēs heneken epidēmēseian. Ho gar apostolikos kanōn phaneros, keleuōn hēmas stel lesthai apo pantos ataktou, kai mē synanamignysthai autǭ, hina entrapę̄.
On those who have professed themselves to God and then attempt to set aside their profession.
Answer. Anyone of these who has been received into the brotherhood and then sets aside his profession must be regarded as one who has sinned against God, before whom and to whom he made the profession of his covenant. “But if anyone sins against God,” he says, “who will pray for him?” For one who has dedicated himself to God and then leaps off to another life has become guilty of sacrilege, having stolen himself away and taken from God what was dedicated to him. It is reasonable that the brothers' door should no longer be opened to such people, not even if they should stop by merely in passing for the sake of shelter. For the apostolic rule is plain, bidding us to keep away from everyone who is disorderly and not to associate with him, that he may be put to shame.
1 Sam 2:25 (quotation, high confidence) · 2 Thess 3:6 (allusion, high confidence) · 2 Thess 3:14 (allusion, high confidence)
Notes and citation
Summary: Basil rules that one who has professed the ascetic life and then abandons it has sinned against God by sacrilege and should no longer be received by the brothers, even for shelter.
- “Who will pray for him?”: 1 Sam 2:25 (1 Kgdms 2:25 LXX).
Notes on the original text
- Digital text corrected (word repeated in the OCR): ἑαυτοὺς ἑαυτοὺς → ἑαυτοὺς.
Topics: Ethics
Cite (SBL): Basil, Reg. fus. 14 (PG 31:949; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/basil-regulae-fusius/14). (abbreviation not yet checked)
Permanent link: https://sophiascriptura.com/p/basil-regulae-fusius/14
BibTeX · RIS · CSL-JSON (whole work; this passage's key: sophiascriptura-basil-regulae-fusius-14) · Report an error
Translation: Translated by Claude (Opus) from the Greek as printed in Migne PG 31 (Bavarian State Library OCR); compared afterwards with FOTC 9 (private error-check only).
Chapter 15
15PG 31:951
᾿Απὸ ποίας ἡλικίας ἐπιτρέπειν χρὴ καθομολογεῖν ἑαυτοὺς τῷ Θεῷ. καὶ τὴν τῆς παρθενίας ὁμολογίαν πότε βεβαίαν ἡγεῖσθαι. ΑΠΟΚΡΙΣΙΣ. Τοῦ Κυρίου λέγοντος· Ἄφετε τὰ παιδία ἔρχεσθαι πρὸς μὲ, καὶ τοῦ ᾿Αποστόλου ἐπαινοῦντος τὸν ἀπὸ βρέφους τὰ ἱερὰ γράμματα μεμαθηκότα, καὶ πάλιν παραγγέλλοντος ἐκτρέφειν τὰ τέκνα ἐν παιδείᾳ καὶ νουθεσίᾳ Κυρίου, πάντα καιρὸν, καὶ τὸν τῆς πρώτης ἡλικίας εὔθετον εἶναι πρὸς τὴν τῶν προσιόντων παραδοχὴν δοκιμάζομεν, τὰ μὲν ἔρημα γονέων ἀφ᾿ ἑαυτῶν προσλαμβανόμενοι, ὥστε γενέσθαι κατὰ τὸν ζῆλον τοῦ Ἰὼβ ὀρφανῶν πατέρας τὰ δὲ ὑπὸ γονεῖς ὄντα, παρ' αὐτῶν ἐκείνων προσαγόμενα, ἐπὶ πολλῶν μαρτύρων δεχόμενοι, ὥστε μὴ δοῦναι ἀφορμὴν τοῖς θέλουσιν ἀφορμὴν· ἀλλὰ πᾶν ἄδικον στόμα τῶν λαλούντων καθ᾽ ἡμῶν βλασφημίαν ἐπισχεθῆναι. Δέχεσθαι μὲν οὖν χρή, κατὰ τοῦτον τὸν λόγον, οὐ μὴν εὐθὺς αὐτὰ, καὶ συναριθμεῖσθαι καὶ συγκαταλέγεσθαι τῷ σώματι προσήκει τῶν ἀδελφῶν, ὥστε μὴ τὰ ἐκ τῆς ἀποτυχίας αὐτῶν ὀνείδη ἐπὶ τὸν βίον τὸν κατ' εὐσέβειαν ἀναφέρεσθαι· ἀλλ᾽ ἐκτρέφεσθαι μὲν αὐτὰ ἐν πάσῃ εὐσεβείᾳ ὡς κοινὰ τέκνα τῆς ἀδελφότητος, ἀφωρίσθαι δὲ καὶ οἴκους καὶ δίαιταν τοῖς τε ἄρσεσι τῶν παίδων, καὶ ταῖς θηλείαις, ὡς μήτε παῤῥησίαν, μήτε θάρσος ἄμετρον πρὸς τοὺς πρεσβυτέρους αὐτοῖς ἐγγίνεσθαι, τῷ δὲ σπανίῳ τῆς συντυχίας τὸ πρὸς τοὺς προάγοντας αἰδέσιμον σώζεσθαι· μήτε ἐκ τῶν ἐπιτιμίων τῶν προσαγομένων τοῖς τελειοτέροις ἐν τοῖς παροράμασι τῶν καθηκόντων, εἴποτε ἄρα μετεωρισθῆναι συμβαίη, εὐχέρειαν αὐτοῖς τῶν ἁμαρτημάτων, ἢ ἔπαρσιν πολλάκις κατὰ τὸ λεληθός ἐντίκτεσθαι, ὅταν ἐν οἷς αὐτοὶ κατορθοῦσι, πολλάκις τοὺς πρεσβυτέρους ἴδωσι διαπταίοντας. Διαφέρει γὰρ οὐδὲν τοῦ νηπίου καθ' ἡλικίαν ὁ ταῖς φρεσὶ νηπιάζων. "Ωστε οὐδὲν θαυμαστὸν καὶ τὰ αὐτὰ πάθη πολλάκις ἐν ἀμφοτέροις εὑρίσκεσθαι. Μήτε μὴν ἐν οἷς διὰ τὴν ἡλικίαν τὸ πρέπον τοῖς πρεσβυτέροις σώζεται, πρὸς ταῦτα τοὺς νέους διὰ τῆς συναναστροφῆς πρὸ καιροῦ ἀπρεπῶς προπετεύεσθαι. Ταύτης τε οὖν τῆς οἰκονομίας ἕνεκεν καὶ τῆς λοιπῆς σεμνότητος διωρίσθαι χρὴ τῶν παίδων καὶ τῶν τελειοτέρων τὴν οἴκησιν. Καὶ ἅμα οὐδὲ θόρυβον ἕξει ὁ οἶκος τῶν ἀσκητῶν ἐν τῇ μελέτῃ τῶν δι δαγμάτων ἀναγκαίᾳ οὔσῃ τοῖς νέοις. ᾿Αλλὰ προσευχαὶ μὲν κοιναὶ καὶ παισὶ καὶ πρεσβυτέροις ἔστωσαν, αἱ κατὰ τὴν ἡμέραν διατετυπωμέναι· τοῖς τε γὰρ παιδίοις ἐθισμὸς ἐκ τοῦ ζήλου τῶν τελειοτέρων πρὸς κατάνυξιν, καὶ τοῖς προάγουσιν οὐ μικρὰ ἐν προσευχαῖς ἡ παρὰ νηπίων βοήθεια· μελέται δὲ ἰδιάζουσαι, καὶ δίαιται κατά τε ὕπνον καὶ ἐγρήγορσιν, καὶ τροφῆς καιρὸν, καὶ μέτρον καὶ ποιότητα παιδίοις πρεπόντως ἀφωρίσθω. Ἐπιτετάχθω δὲ τοῖς τοιούτοις ὁ καθ᾽ ἡλικίαν προήκων, καὶ τὴν ἐμπειρίαν ὑπὲρ τοὺς ἄλλους ὢν, καὶ μαρτυρίαν ἔχων ἐπὶ μακροθυμίᾳ· ὥστε πατρικῇ μὲν εὐσπλαγχνίᾳ, λόγῳ δὲ ἐπιστημονικῷ τὰ ἁμαρτήματα τῶν νέων ἐπανορθοῦσθαι, οἰκείας ἑκάστῳ πταίσματι τὰς θεραπείας προσάγοντα, ὥστε τὸ αὐτὸ καὶ ἐπιτίμησιν ἔχειν τοῦ ἁμαρτήματος, καὶ γυμνάσιον ἀπαθείας τῇ ψυχῇ γίνεσθαι. Οἷον, ὠργίσθη πρὸς τὸν ὁμήλικα; τοῦτον θεραπεῦσαι, καὶ ὑπηρετῆσαι αὐτῷ κατὰ ἀναλογίαν τοῦ τολμήματος ἀναγκασθήτω. Ὁ γὰρ πρὸς τὴν ταπείνωσιν ἐθισμὸς οἷον ἐκτέμνει τῆς ψυχῆς τὸ θυμούμενον, τῆς ἐπάρσεως ὡς τὰ πολλὰ ἡμῖν τὴν ἐν ὀργὴν ἐμποιούσης. Ἥψατο βρωμάτων παρὰ καιρόν; ἐπὶ πλεῖστον τῆς ἡμέρας ἀπόσιτος ἔστω. Αμέτρως ἢ ἀσχημόνως σιτούμενος κατεγνώσθη; κατὰ τὸν καιρὸν τῆς τροφῆς εἰργόμενος τῶν σιτίων, ὁρᾶν τοὺς ἄλλους κατ' ἐπιστήμην ἐσθίοντας ἀναγκαζέσθω, ὥστε καὶ κολάζεσθαι τῇ ἀποχῇ, καὶ διδάσκεσθαι τὴν σεμνότητα. Λόγον ἀφῆκεν ἀργὸν, ὕβριν εἰς τὸν πλησίον, ψεῦδος, ἄλλο τι τῶν ἀπηγορευμένων; Τῇ τε γαστρὶ καὶ τῇ σιωπῇ σωφρονιζέσθω. Δεῖ δὲ καὶ τὴν τῶν γραμμάτων μελέτην οἰκείαν εἶναι τῷ σκοπῷ· ὥστε καὶ ὀνόμασιν αὐτοὺς τοῖς ἐκ τῶν Γραφῶν κεχρῆσθαι, καὶ ἀντὶ μύθων τὰς τῶν παραδόξων ἔργων ἱστορίας αὐτοῖς διηγεῖσθαι, καὶ γνώμαις παιδεύειν ταῖς ἐκ τῶν Παροιμιῶν, καὶ ἆθλα μνήμης ὀνομάτων τε καὶ πραγμάτων αὐτοῖς προτιθέναι, ὥστε μετὰ τερπνότητος καὶ ἀνέσεως ἀλύπως αὐτοῖς καὶ ἀπροσκόπως τὸν σκοπὸν διανύεσθαι. Καὶ ἡ προσοχὴ δὲ τῆς διανοίας, καὶ ὁ τοῦ μὴ μετεωρίζεσθαι ἐθισμὸς, εὐκόλως ἂν διὰ τῆς ὀρθῆς ἀγωγῆς τοῖς τοιούτοις ἐγγένοιτο, εἰ παρὰ τῶν ἐπιστατούντων συνεχῶς ἀνακρίνοιντο ποῦ ἔχουσι τὴν διάνοιαν, καὶ τί στρέφουσιν ἐν τοῖς λογισμοῖς. Τὸ γὰρ ἁπλοῦν τῆς ἡλικίας καὶ ἄδολον, καὶ πρὸς τὸ ψεῦδος ἀνεπιτήδειον, ἐξαγορεύει μὲν εὐκόλως τὰ ἀπόῤῥητα τῆς ψυχῆς - ὑπὲρ δὲ τοῦ μὴ συνεχῶς ἐγκαταλαμβάνεσθαι τοῖς ἀπηγορευμένοις, ὁ τοιοῦτος φεύγοι ἂν τὰς τῶν ἀτόπων ἐννοίας, καὶ συνεχῶς ἑαυτὸν ἐκ τῶν ἀτόπων ἀνακαλέσεται, τὴν ἐκ τῶν ἐλέγχων αἰσχύνην φοβούμενος. Εὔπλαστον οὖν ἔτι οὖσαν καὶ ἀπαλὴν τὴν ψυ χὴν, καὶ ὡς κηρὸν εὔεικτον, ταῖς τῶν ἐπιβαλλομέ νων μορφαῖς ῥᾳδίως ἐκτυπουμένην, πρὸς πᾶσαν ἀγαθῶν ἄσκησιν εὐθὺς καὶ ἐξ ἀρχῆς ἐνάγεσθαι χρή· ὥστε τοῦ λόγου προσγενομένου, καὶ τῆς διακριτικῆς ἔξεως προσελθούσης, δρόμον ὑπάρχειν ἐκ τῶν ἐξ ἀρχῆς στοιχείων, καὶ τῶν παραδοθέντων τῆς εὐσεβείας τύπων, τοῦ μὲν λόγου τὸ χρήσιμον ὑποβάλλοντος, τοῦ δὲ ἔθους εὐμάρειαν πρὸς τὸ κατορθοῦν ἐμποιοῦντος. Τότε καὶ τὴν ὁμολογίαν τῆς παρθενίας προσίεσθαι δεῖ, ὡς ἤδη βεβαίαν, καὶ ἀπὸ γνώμης οἰκείας καὶ κρίσεως γινομένην μετὰ τὴν τοῦ λό· γου συμπλήρωσιν· μεθ' ὂν καὶ τιμαὶ, καὶ τιμωρίαι τοῖς ἁμαρτάνουσιν, ἢ τοῖς κατορθοῦσι παρὰ τοῦ δικαίου κριτοῦ κατὰ τὴν τῶν ἔργων ἀξίαν δίδονται. Μάρτυρας δὲ τῆς γνώμης τοὺς προεστῶ τας τῶν ἐκκλησιῶν παραλαμβάνειν, ὥστε δι᾿ αὐτῶν καὶ τὸν ἁγιασμὸν τοῦ σώματος ὥσπερ τι ἀνάθημα Θεῷ καθιεροῦσθαι, καὶ βεβαίωσιν εἶναι τοῦ γινομένου διὰ τῆς μαρτυρίας. Ἐπὶ στόματος γὰρ, φησὶ, δύο ἢ τριῶν μαρτύρων σταθήσεται πᾶν ῥῆμα. Οὕτω γὰρ καὶ ἡ σπουδὴ τῶν ἀδελφῶν τὸ ἀβλασφήμητον ἕξει, καὶ τοῖς ἑαυτοὺς καθομολογησαμένοις Θεῷ, εἶτα ἀθετεῖν ἐπιχειροῦσιν, ἀφορμὴ πρὸς ἀναισχυντιαν οὐχ ὑπολειφθήσεται. Ὁ δὲ μὴ καταδεχόμενος τὸν ἐν παρθενίᾳ βίον, ὡς οὐ δυνάμενος μεριμνᾷν τὰ τοῦ Κυρίου, ἐπὶ τῶν αὐτῶν μαρτύρων ἀπολυέσθω. Τόν γε μὴν καθομολογησάμενον μετὰ πολλὴν ἀνάκρισιν καὶ ἐπίσκεψιν, ἣν ἐν πλείοσιν ἡμέραις ἐπιτρέπειν αὐτῷ ποιεῖσθαι καθ΄ ἑαυτὸν προσήκει, ὡς μὴ δόξαι τι καθ' ὑπαρπαγήν παρ᾿ ἡμῶν γίνεσθαι, οὕτως ἤδη παραδέχεσθαι δεῖ, καὶ ἐναρίθμιον ποιεῖσθαι τῇ ἀδελφότητι, καὶ οἴκου καὶ διαίτης τῆς αὐτῆς τοῖς τελειοτέροις μεθέξοντα. "Ο δὲ παρέλαθεν ἡμᾶς εἰπεῖν, οὐδὲ νῦν προσθεῖναι ἄκαιρον, ὅτι διὰ τὸ τινας τῶν τεχνῶν εὐθὺς ἐκ νηπίου ἐπιτηδεύεσθαι δεῖν, ἐπειδὰν ἤδη τινὲς τῶν παίδων ἐπιτηδείως ἔχοντες φανῶσι πρὸς τὴν μάθησιν, τὸ μεν συνδιημερεύειν αὐτοὺς τοῖς διδασκάλοις τῆς τέχνης οὐκ ἀπαγορεύομεν· νύκτωρ δὲ ἀναγκαίως πρὸς τοὺς ὁμήλικας μεθιστῶμεν, μεθ' ὧν καὶ τῆς τροφῆς αὐτοῖς ἀναγκαιον μεταλαμβάνειν.
᾿Apo poias hēlikias epitrepein chrē kathomologein heautous tǭ Theǭ. kai tēn tēs parthenias homologian pote bebaian hēgeisthai. APOKRISIS. Tou Kyriou legontos; Aphete ta paidia erchesthai pros me, kai tou ᾿Apostolou epainountos ton apo brephous ta hiera grammata memathēkota, kai palin parangellontos ektrephein ta tekna en paideią kai nouthesią Kyriou, panta kairon, kai ton tēs prōtēs hēlikias eutheton einai pros tēn tōn prosiontōn paradochēn dokimazomen, ta men erēma goneōn aph᾿ heautōn proslambanomenoi, hōste genesthai kata ton zēlon tou Iōb orphanōn pateras ta de hypo goneis onta, par' autōn ekeinōn prosagomena, epi pollōn martyrōn dechomenoi, hōste mē dounai aphormēn tois thelousin aphormēn; alla pan adikon stoma tōn lalountōn kath᾽ hēmōn blasphēmian epischethēnai. Dechesthai men oun chrē, kata touton ton logon, ou mēn euthys auta, kai synarithmeisthai kai synkatalegesthai tǭ sōmati prosēkei tōn adelphōn, hōste mē ta ek tēs apotychias autōn oneidē epi ton bion ton kat' eusebeian anapheresthai; all᾽ ektrephesthai men auta en pasę̄ eusebeią hōs koina tekna tēs adelphotētos, aphōristhai de kai oikous kai diaitan tois te arsesi tōn paidōn, kai tais thēleiais, hōs mēte parrhēsian, mēte tharsos ametron pros tous presbyterous autois enginesthai, tǭ de spaniǭ tēs syntychias to pros tous proagontas aidesimon sōzesthai; mēte ek tōn epitimiōn tōn prosagomenōn tois teleioterois en tois paroramasi tōn kathēkontōn, eipote ara meteōristhēnai symbaiē, euchereian autois tōn hamartēmatōn, ē eparsin pollakis kata to lelēthos entiktesthai, hotan en hois autoi katorthousi, pollakis tous presbyterous idōsi diaptaiontas. Diapherei gar ouden tou nēpiou kath' hēlikian ho tais phresi nēpiazōn. "Ōste ouden thaumaston kai ta auta pathē pollakis en amphoterois heuriskesthai. Mēte mēn en hois dia tēn hēlikian to prepon tois presbyterois sōzetai, pros tauta tous neous dia tēs synanastrophēs pro kairou aprepōs propeteuesthai. Tautēs te oun tēs oikonomias heneken kai tēs loipēs semnotētos diōristhai chrē tōn paidōn kai tōn teleioterōn tēn oikēsin. Kai hama oude thorybon hexei ho oikos tōn askētōn en tę̄ meletę̄ tōn di dagmatōn anankaią ousę̄ tois neois. ᾿Alla proseuchai men koinai kai paisi kai presbyterois estōsan, hai kata tēn hēmeran diatetypōmenai; tois te gar paidiois ethismos ek tou zēlou tōn teleioterōn pros katanyxin, kai tois proagousin ou mikra en proseuchais hē para nēpiōn boētheia; meletai de idiazousai, kai diaitai kata te hypnon kai egrēgorsin, kai trophēs kairon, kai metron kai poiotēta paidiois prepontōs aphōristhō. Epitetachthō de tois toioutois ho kath᾽ hēlikian proēkōn, kai tēn empeirian hyper tous allous ōn, kai martyrian echōn epi makrothymią; hōste patrikę̄ men eusplanchnią, logǭ de epistēmonikǭ ta hamartēmata tōn neōn epanorthousthai, oikeias hekastǭ ptaismati tas therapeias prosagonta, hōste to auto kai epitimēsin echein tou hamartēmatos, kai gymnasion apatheias tę̄ psychę̄ ginesthai. Hoion, ōrgisthē pros ton homēlika? touton therapeusai, kai hypēretēsai autǭ kata analogian tou tolmēmatos anankasthētō. Ho gar pros tēn tapeinōsin ethismos hoion ektemnei tēs psychēs to thymoumenon, tēs eparseōs hōs ta polla hēmin tēn en orgēn empoiousēs. Hēpsato brōmatōn para kairon? epi pleiston tēs hēmeras apositos estō. Ametrōs ē aschēmonōs sitoumenos kategnōsthē? kata ton kairon tēs trophēs eirgomenos tōn sitiōn, horan tous allous kat' epistēmēn esthiontas anankazesthō, hōste kai kolazesthai tę̄ apochę̄, kai didaskesthai tēn semnotēta. Logon aphēken argon, hybrin eis ton plēsion, pseudos, allo ti tōn apēgoreumenōn? Tę̄ te gastri kai tę̄ siōpę̄ sōphronizesthō. Dei de kai tēn tōn grammatōn meletēn oikeian einai tǭ skopǭ; hōste kai onomasin autous tois ek tōn Graphōn kechrēsthai, kai anti mythōn tas tōn paradoxōn ergōn historias autois diēgeisthai, kai gnōmais paideuein tais ek tōn Paroimiōn, kai athla mnēmēs onomatōn te kai pragmatōn autois protithenai, hōste meta terpnotētos kai aneseōs alypōs autois kai aproskopōs ton skopon dianyesthai. Kai hē prosochē de tēs dianoias, kai ho tou mē meteōrizesthai ethismos, eukolōs an dia tēs orthēs agōgēs tois toioutois engenoito, ei para tōn epistatountōn synechōs anakrinointo pou echousi tēn dianoian, kai ti strephousin en tois logismois. To gar haploun tēs hēlikias kai adolon, kai pros to pseudos anepitēdeion, exagoreuei men eukolōs ta aporrhēta tēs psychēs - hyper de tou mē synechōs enkatalambanesthai tois apēgoreumenois, ho toioutos pheugoi an tas tōn atopōn ennoias, kai synechōs heauton ek tōn atopōn anakalesetai, tēn ek tōn elenchōn aischynēn phoboumenos. Euplaston oun eti ousan kai apalēn tēn psy chēn, kai hōs kēron eueikton, tais tōn epiballome nōn morphais rhądiōs ektypoumenēn, pros pasan agathōn askēsin euthys kai ex archēs enagesthai chrē; hōste tou logou prosgenomenou, kai tēs diakritikēs exeōs proselthousēs, dromon hyparchein ek tōn ex archēs stoicheiōn, kai tōn paradothentōn tēs eusebeias typōn, tou men logou to chrēsimon hypoballontos, tou de ethous eumareian pros to katorthoun empoiountos. Tote kai tēn homologian tēs parthenias prosiesthai dei, hōs ēdē bebaian, kai apo gnōmēs oikeias kai kriseōs ginomenēn meta tēn tou lo; gou symplērōsin; meth' on kai timai, kai timōriai tois hamartanousin, ē tois katorthousi para tou dikaiou kritou kata tēn tōn ergōn axian didontai. Martyras de tēs gnōmēs tous proestō tas tōn ekklēsiōn paralambanein, hōste di᾿ autōn kai ton hagiasmon tou sōmatos hōsper ti anathēma Theǭ kathierousthai, kai bebaiōsin einai tou ginomenou dia tēs martyrias. Epi stomatos gar, phēsi, dyo ē triōn martyrōn stathēsetai pan rhēma. Houtō gar kai hē spoudē tōn adelphōn to ablasphēmēton hexei, kai tois heautous kathomologēsamenois Theǭ, eita athetein epicheirousin, aphormē pros anaischyntian ouch hypoleiphthēsetai. Ho de mē katadechomenos ton en parthenią bion, hōs ou dynamenos merimnąn ta tou Kyriou, epi tōn autōn martyrōn apolyesthō. Ton ge mēn kathomologēsamenon meta pollēn anakrisin kai episkepsin, hēn en pleiosin hēmerais epitrepein autǭ poieisthai kath΄ heauton prosēkei, hōs mē doxai ti kath' hyparpagēn par᾿ hēmōn ginesthai, houtōs ēdē paradechesthai dei, kai enarithmion poieisthai tę̄ adelphotēti, kai oikou kai diaitēs tēs autēs tois teleioterois methexonta. "O de parelathen hēmas eipein, oude nyn prostheinai akairon, hoti dia to tinas tōn technōn euthys ek nēpiou epitēdeuesthai dein, epeidan ēdē tines tōn paidōn epitēdeiōs echontes phanōsi pros tēn mathēsin, to men syndiēmereuein autous tois didaskalois tēs technēs ouk apagoreuomen; nyktōr de anankaiōs pros tous homēlikas methistōmen, meth' hōn kai tēs trophēs autois anankaion metalambanein.
From what age should people be allowed to profess themselves to God, and when should the profession of virginity be considered firm?
Answer. Since the Lord says, “Let the children come to me,” and the Apostle praises the one who had known the sacred writings from infancy, and again commands that children be brought up in the discipline and instruction of the Lord, we judge every time, even that of earliest age, suitable for receiving those who come. Those without parents we take in on our own initiative, so as to become fathers of orphans after the example of Job; those under the care of parents, when brought by the parents themselves, we receive before many witnesses, so as to give no occasion to those who seek an occasion, but that every unjust mouth of those who speak blasphemy against us may be stopped. They should be received, then, on this principle, but they should not at once be numbered and enrolled in the body of the brothers, lest reproaches arising from their failure be brought upon the life of godliness. Rather, they should be brought up in all godliness as common children of the brotherhood; and both the houses and the daily life of the boys and the girls should be kept apart, so that neither familiarity nor undue boldness toward their elders may arise in them, and their reverence for their seniors may be kept through the rarity of meeting. Nor should the penalties imposed on the more advanced for oversights in their duties, if it should ever happen that they become distracted, breed in the children a readiness to sin, or often, without their noticing, conceit, when they see their elders often stumbling in the very things in which they themselves do well. For one who is a child in mind differs in nothing from a child in age; so it is no wonder that the same passions are often found in both. Nor should the young, through living together, rush forward prematurely and unbecomingly to those things in which the elders keep what is fitting because of their age. For the sake of this order, then, and of decorum generally, the dwellings of the children and of the more advanced should be separate. At the same time the house of the ascetics will not be disturbed by the repetition of lessons that is necessary for the young.
But let the prayers appointed for the day be common to children and elders; for the children gain from the zeal of the more advanced a habit of compunction, and for the seniors the help of little ones in prayer is no small thing. But let their studies be separate, and let their daily life in sleeping and waking, the time of meals, and the measure and kind of food be appointed suitably for children. Let one advanced in age be put in charge of them, one who surpasses the others in experience and has a good testimony for long-suffering, so that he may correct the young people's faults with a father's compassion and with skilful words, applying to each fault its proper remedy, so that the same thing both punishes the sin and becomes a training of the soul in freedom from passion. For example: has a boy been angry with one of his own age? Let him be made to tend him and serve him in proportion to his offence. For the habit of humility, as it were, cuts out the irascible part of the soul, since it is mostly pride that produces anger in us. Has he touched food out of time? Let him go without food for most of the day. Has he been found eating immoderately or unbecomingly? Let him be kept from food at mealtime and made to watch the others eating properly, so that he may be both punished by going without and taught decorum. Has he let fall an idle word, an insult to his neighbour, a lie, or anything else forbidden? Let him be corrected with fasting and silence.
The study of letters, too, must suit the goal: they should use names from the Scriptures, be told the stories of wonderful deeds instead of myths, be taught with maxims from the Proverbs, and be offered prizes for remembering names and facts, so that the goal may be reached with pleasure and relaxation, without pain and without offence. Attentiveness of mind, too, and the habit of not being distracted, would easily arise in such children through right training, if they were constantly asked by those in charge where their thoughts are and what they are turning over in their minds. For the simplicity and guilelessness of that age, unsuited to lying, readily discloses the secrets of the soul; and so as not to be constantly caught in forbidden things, such a child would flee thoughts of what is improper, and would constantly call himself back from improper things, fearing the shame of being rebuked. The soul, then, while it is still easily moulded and tender, and readily impressed like soft wax by the forms pressed on it, must be led straight away and from the beginning to every practice of good things; so that when reason comes and the habit of discernment is added, there may be a course already run from the first elements and the patterns of godliness handed down, reason suggesting what is useful and habit making it easy to accomplish.
Then the profession of virginity also should be admitted, as now firm, made by one's own will and judgment after the full development of reason, after which honours and punishments are given by the just judge to those who sin or do right according to the worth of their works. The superiors of the churches should be taken as witnesses of the decision, so that through them the sanctification of the body may be consecrated to God like a dedicated offering, and the deed may be confirmed through their testimony. “For at the mouth of two or three witnesses,” he says, “every word shall be established.” So the zeal of the brothers will be beyond reproach, and no occasion for shamelessness will be left to those who have professed themselves to God and then attempt to set it aside. But the one who does not accept the life of virginity, as unable to care for the things of the Lord, should be dismissed before the same witnesses. The one who has made profession, after much examination and consideration, which it is fitting to allow him to make by himself over a number of days, so that nothing may seem to be done by us by snatching him away, should then be received and counted a member of the brotherhood, to share the same house and the same way of life as the more advanced.
What we forgot to say may fittingly be added even now: since some crafts must be practised from early childhood, when some of the children already show themselves apt for learning, we do not forbid them to spend the day with the teachers of the craft; but at night we necessarily bring them back to those of their own age, with whom they must also take their meals.
Textual problem in this passage: see the notes.
Matt 19:14 (quotation, high confidence) · 2 Tim 3:15 (allusion, high confidence) · Eph 6:4 (allusion, high confidence) · Job 29:12 (allusion, medium confidence) · 2 Cor 11:12 (allusion, high confidence) · Ps 63:11 (62:12 LXX) (allusion, medium confidence) · 1 Cor 14:20 (allusion, medium confidence) · Matt 12:36 (allusion, medium confidence) · Deut 19:15 (quotation, high confidence) · 2 Cor 13:1 (allusion, medium confidence) · 1 Cor 7:32 (allusion, high confidence)
Notes and citation
Summary: Basil rules that children may be received at any age, orphans freely and others from their parents before witnesses, to be brought up apart from the professed in a separate house under a wise elder, with suited discipline and scriptural schooling, and allowed to profess virginity only when their reason is mature, before the church's leaders as witnesses.
- Debris from the Migne edition's footnotes (variant readings) and a Latin word from the facing column have been removed. Two lines stand out of place in the scan text near the end (“consecrated to God, and the deed may be confirmed …” and “to share the same house and the same way of life as the more advanced”); they are restored to their places by logged corrections. “The superiors of the churches”: προεστῶτες, probably the bishops.
Notes on the original text
- Digital text corrected (Migne's margin letter A left in the text; Migne's margin letter B left in the text; a Latin word from Migne's facing column leaked into the Greek; debris of Migne's footnotes (variant readings) leaked into the text; displaced line restored to its place; two lines displaced in the OCR; restored below to their places; word split and misaccented in the OCR; word split by Migne's margin letter B): προσ ἡκει → προσήκει; εὑρίσκεσθαι. ἀδελφότητος. τὸν βίον κατ᾿ εὐσ. τὸν βίον τὸν κατ' εὐσ. ἀλλὰ τρέφεσθαι. ἐν πάσῃ εὐσεβείᾳ, ἐν πάσῃ ἀγάπῃ, Μήτε → εὑρίσκεσθαι. Μήτε; ποιότη- Β τα → ποιότητα; σωφρονιζέσθω. ᾿Præficiatur Δεῖ → σωφρονιζέσθω. Δεῖ; ὁ Α τοῦ μὴ → ὁ τοῦ μὴ; Θεῷ καθιεροῦσθαι, καὶ βεβαίωσιν εἶναι τοῦ για οἴκου καὶ διαίτης τῆς αὐτῆς τοῖς τελειοτέροις μεθΕὔπλαστον → Εὔπλαστον; ἀνάθημα τῆς νομένου → ἀνάθημα Θεῷ καθιεροῦσθαι, καὶ βεβαίωσιν εἶναι τοῦ γινομένου; τῇ ἀδελφότητι, καὶ έξοντα → τῇ ἀδελφότητι, καὶ οἴκου καὶ διαίτης τῆς αὐτῆς τοῖς τελειοτέροις μεθέξοντα; πρὸς πᾶσαν Β ἀγαθῶν → πρὸς πᾶσαν ἀγαθῶν.
Topics: Prayer, Fasting, Ethics
Cite (SBL): Basil, Reg. fus. 15 (PG 31:951; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/basil-regulae-fusius/15). (abbreviation not yet checked)
Permanent link: https://sophiascriptura.com/p/basil-regulae-fusius/15
BibTeX · RIS · CSL-JSON (whole work; this passage's key: sophiascriptura-basil-regulae-fusius-15) · Report an error
Translation: Translated by Claude (Opus) from the Greek as printed in Migne PG 31 (Bavarian State Library OCR); compared afterwards with FOTC 9 (private error-check only).