On the Trinity 1.32–1.36
Authorship disputed: The single surviving manuscript carries no title and an added note naming Cyril; the editor Mingarelli supplied Didymus's name from the work's links with Didymus's On the Holy Spirit and from testimonies, and most modern scholars accept it, though the ascription has been questioned. Books 1-3 as divided in the manuscript; the first six chapters of Book 1 and its index are lost.
Greek text: PG 39.English: Claude (claude-opus-5-5), public domain (CC0).
Chapter 1
1.32PG 39:425
Περὶ δοξολογίας αὐτοῦ τοῦ Υἱοῦ τοῦ Θεοῦ. Τοιγαροῦν καὶ περὶ τῆς δόξης αὐτοῦ θέα, οἷα καὶ αὖθις μαρτυροῦσιν οἱ ἅγιοι, ὧν, φησὶν, ὁ κόσμος οὐκ ἦν ἄξιος· διδάσκοντες ἡμᾶς τοὺς χάριτι ἐπὶ τῆς γῆς κληθέντας υἱοὺς, τὸν ἐκ τῆς ὑποστάσεως τοῦ Πατρὸς μονογενῆ Υἱὸν ἐν ἴσῃ, καθάπερ αὐτὸν, δοξάζειν δόξῃ, καὶ ἀποβλέπειν εἰς τὴν δόξαν ἣν εἶχεν πρὸ τοῦ τὸν κόσμον εἶναι παρὰ τῷ Πατρὶ τῷ μὴ φθονοῦντι τῷ ᾿Αγαπητῷ· βασκανίας γὰρ καὶ παντὸς πάθους τὸ Θεῖον ἐλεύθερον. Δαυῖὸ ἐν οα' ψαλμῷ, ὃν ὁμολογουμένως περὶ τοῦ Χριστοῦ προεφήτευσεν, Ἔσται, φησὶν, τὸ ὄνομα αὐτοῦ εὐλογημένον εἰς τοὺς αἰῶνας· πρὸ τοῦ ἡλίου διαμένει τὸ ὄνομα αὐτοῦ καὶ πρὸ τῆς σελήνης γενεὰς γενεῶν· καὶ ἐνευλογηθήσονται ἐν αὐτῷ πᾶσαι αἱ φυλαὶ τῆς γῆς, καὶ πάντα τὰ ἔθνη μακαριοῦσιν αὐτόν. Εὐλογητὸς Κύριος ὁ Θεὸς τοῦ Ἰσραὴλ, ὁ ποιῶν θαυμάσια μόνος, καὶ εὐλογητὸν τὸ ὄνομα τῆς δόξης αὐτοῦ εἰς τὸν αἰῶνα καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος· καὶ πληρωθήσεται τῆς δόξης αὐτοῦ πᾶσα ἡ γῆ· γένοιτο.-Εὐλογητὸς Κύριος ὁ Θεὸς Ἰσραὴλ, εἶπεν, ἀντὶ τοῦ, δοξαζόμενος, ἢ αἰνούμενος. Ὁ γὰρ Θεὸς, εὐλογεῖται μὲν ὑπὸ τῶν ἔργων αὐτοῦ, τοῦτ᾽ ἔστιν δοξάζεται· εὐλογεῖ δὲ αὐτὸς τὰ οἰκεῖα κτίσματα, τοῦτ᾽ ἔστιν ἁγιάζει. Ἐπισημαντέον δὲ, ὡς καὶ Θεὸς Ἰσραὴλ, ὅ ἐστι Θεὸς τῶν πατέρων, καθὰ ὁ Πατήρ αὐτοῦ ἀνείρηται. Καὶ ἐν πε' ψαλμῷ τὸ παγκρατορικὸν καὶ πανδύναμον τοῦ Μονογενοῦς, καὶ ὡς ὀφείλει δοξάζεσθαι παριστῶν, ψάλλει· Πάντα τὰ ἔθνη, ὅσα ἐποίησας, ἥξουσιν, καὶ προσκυνήσουσιν ἐνώπιόν σου, Κύριε, καὶ δοξάσουσιν τὸ ὄνομά σου, ὅτι μέγας εἶ σὺ, καὶ ποιῶν θαυμάσια· σὺ εἶ ὁ Θεὸς μόνος· καὶ ἐν τη· Οἱ οὐρανοὶ διηγοῦνται δόξαν Θεοῦ. Πῶς; Τῷ δεικνύναι ἀπὸ τῆς δοθείσης αὐτοῖς μεγαλειότητος καὶ ὡραιότητος, ἀνυπέρβλητον καὶ δοξαζόμενον τὸν δημιουργήσαντα, ὅς ἐστιν ὁ Θεὸς Λόγος. Τῷ γὰρ Λόγῳ Κυρίου οἱ οὐρανοὶ ἐστερεώθησαν, καὶ τῷ Πνεύματι τοῦ στόματος αὐτοῦ πᾶσαι αἱ δυνάμεις αὐτῶν. Οὔτε οὖν τὴν τῶν τοῦ ἁγίου Πνεύματος μαρτυρίαν. Καὶ ἐν κγ΄'· "Ἄρατε πύλας, οἱ ἄρχοντες, ὑμῶν, καὶ ἐπάρθητε, πύλαι αἰώνιοι, καὶ εἰσελεύσεται ὁ βασιλεὺς τῆς δόξης. Παρακελεύεται τῇ μὲν κάτω κτίσει, ἆραι τὰς πύλας ἐν τῇ ἐνανθρωπήσει αὐτοῦ· τῇ δὲ ἄνω, ἐν τῇ ἀναλήψει. Καὶ ἐν ρις'· Αἰνεῖτε τὸν Κύριον, πάντα τὰ ἔθνη, καὶ ἐπαινεσάτωσαν αὐτὸν πάντες οἱ λαοί. Ἡσαΐας δέ· Βασιλέα μετὰ δόξης ὄψεσθε. Ἐζεκιήλ δέ· Εὐλογημένη ἡ δόξα Κυρίου ἐκ τοῦ τόπου αὐτοῦ· καὶ, Αὕτη ἡ ὄρασις, ὁμοίωμα δόξης Κυρίου. Εἶτα Παῦλος· Φάσκοντες εἶναι σοφοὶ, ἐμωράνθησαν· καὶ ἤλλαξαν τὴν δόξαν τοῦ ἀφθάρτου Θεοῦ, ἐν ὁμοιώματι εἰκόνος φθαρτοῦ ἀνθρώπου· καὶ πάλιν Ῥωμαίοις· Διὸ παρέδωκεν αὐτοὺς ἐν ταῖς ἐπιθυμίαις τῶν καρδιῶν αὐτῶν, εἰς ἀκαθαρσίαν, τοῦ ἀτιμάζεσθαι τὰ σώματα αὐτῶν ἐν ἑαυτοῖς· οἵτινες μετήλλαξαν τὴν δόξαν τοῦ Θεοῦ ἐν τῷ ψεύδει· καὶ ἐσεβάσθησαν, καὶ ἐλάτρευσαν τῇ κτίσει παρὰ τὸν κτίσαντα, ὅς ἐστιν εὐλογημένος εἰς τοὺς αἰῶνας. Ἀμήν. Τις δὲ ὁ πάντων δημιουργός, ὃν εἶναι λέγει εὐλογητὸν εἰς τοὺς αἰῶνας, εἰ μὴ ὁ Μονογενής; τίνες δὲ οἱ ἀλλάξαντες τὴν δόξαν αὐτοῦ; Οἱ λέγοντες· Δόξα Πατρὶ δι' Υἱοῦ ἐν ἁγίῳ Πνεύματι· οἱ καὶ κτίσμα αὐτὸν εἶναι, καὶ οὐδὲ βασιλέα αἰώνιον δοξάζοντες. Εἶτα τοῖς αὐτοῖς φησιν· Εἰς τὸ εἶναι αὐτοὺς ἀναπολογήτους· διότι γνόντες Θεὸν, οὐχ ὡς Θεὸν ἐδόξασαν, ἢ ηὐχαρίστησαν· ἀλλ' ἐματαιώθηἡ ἀσύνετος αὐτῶν καρδία. Ποῖος δὲ ὁ γνωσθεὶς Θεὸς, καὶ μὴ ἐπιγνωσθεὶς, παρὰ αἱρετικῶν, καὶ Ἰουδαίων, καὶ Ἑλλήνων, εἰ μὴ ὁ ἐπιφανεὶς σαρκὶ Θεὸς Λόγος; Καὶ Κορινθίοις δὲ ἐν τοῖς πρώτοις γράμμασι, Κύριον δόξης κατὰ φύσιν εἶναι δεικνὺς αὐτὸν, ἐπιστέλλει οὕτως· Εἰ γὰρ ᾔδεσαν, οὐκ ἂν τὸν Κύριον τῆς δόξης ἐσταύρωσαν· καὶ ἑτέρωθι· Ἵνα ἐν τῷ ὀνόματι Ἰησοῦ Χριστοῦ πᾶν γόνυ κάμψῃ, καὶ πᾶσα γλῶσσα ἐξομολογήσεται, ὅτι Κύριος Ἰησοῦς Χριστὸς, εἰς δόξαν Θεοῦ Πατρός· ἀντὶ τοῦ, Ἐν αὐτῇ τῇ πατρικῇ δόξῃ ὑπάρχει. Καὶ ἔτι· Τὸν γὰρ ἠλαττωμένον βλέπομεν Ἰησοῦν, διὰ τὸ πάθημα τοῦ θανάτου δόξῃ καὶ τιμῇ ἐστεἠλαττῶσθαι Ἰησοῦν, βλέπομεν δόξῃ καὶ τιμῇ ἐστεφανωμένον. ᾿Αλλὰ καὶ δόξαν αὐτὸν καλεῖ, ἅτε φυσικῶς ἀπαύγασμα ὄντα τῆς πατρικῆς δόξης, δι' ὧν γράφει· Ὁ Θεὸς τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ὁ Πατὴρ τῆς δόξης. Θεὸν δὲ εἶπεν τῆς ἀῤῥήτου σαρκώσεως, Πατέρα δὲ τῆς ἀνάρχου γεννήσεως. Καὶ πάλιν Ἰωάννης (Εθεασάμεθα τὴν δόξαν αὐτοῦ, δόξαν ὡς Μονογενοῦς παρὰ Πατρὸς), πλήρης χάριτος καὶ ἀληθείας. Καὶ πάλιν παρὰ Μάρκῳ μὲν, ἀπὸ τοῦ Σωτῆρος· "Ὅταν ἔλθῃ ὁ Υἱὸς ἐν τῇ δόξῃ τοῦ Πατρὸς αὐτοῦ· παριστῶν, ὡς ἡ αὐτοῦ δόξα, ἰσότιμος τῆς δόξης ἐστὶν τοῦ Πατρός· παρὰ δὲ Ματθαίῳ· "Ὅταν ἔλθῃ ὁ Υἱὸς τοῦ ἀνθρώπου ἐν τῇ δόξῃ αὐτοῦ, καὶ πάντες οἱ ἄγγελοι αὐτοῦ μετ' αὐτοῦ. Καὶ αὖθις γοῦν Ἰωάννης, συνιστῶν τὸ ἐν δόξῃ εἶναι αὐτὸν, καὶ παρὰ πάντων δόξαν ὀφείλεσθαι αὐτῷ, εἶπεν· Τοσαῦτα δὲ σημεῖα πεποιηκότος τοῦ Ἰησοῦ, οὐκ ἐπίστευσαν εἰς αὐτὸν οἱ Ἰουδαῖοι· ἵνα πληρωθῇ τὸ ῥηθὲν διὰ Ἡσαΐου· Ἀκοῇ ἀκούσετε, καὶ οὐ μὴ συνῆτε. Καὶ μεταξὺ ἐπάγει· Ταῦτα δὲ εἶπεν, ὅτε ἴδεν τὴν δόξαν αὐτοῦ, καὶ ἐλάλησεν περὶ αὐτοῦ. Καὶ Πέτρος δὲ, ἐν μὲν τῇ πρώτῃ Ἐπιστολῇ· Καθ' ὁ κοινωνεῖτε τοῖς τοῦ Χριστοῦ παθήμασιν, χαίρετε, ἵνα καὶ ἐν τῇ ἀποκαλύψει τῆς δόξης αὐτοῦ χαρῆτε ἀγαλλιώμενοι· ἐν δὲ τῇ δευτέρᾳ· Ὡς τὰ πάντα ἡμῖν τῆς θείας δυνάμεως αὐτοῦ, τὰ πρὸς ζωὴν καὶ εὐσέβειαν δεδωρημένης, διὰ τῆς ἐπιγνώσεως τοῦ καλέσαντος ἡμᾶς ἰδίᾳ δόξῃ καὶ ἀρετῇ· ἀντὶ τοῦ, Ἡ δόξα τοῦ Μονογενοῦς, ἡ τῆς φύσεως, ἡ τῶν θαυμάτων, ἡ τῆς βασιλείας καὶ αὐτῆς τῆς δοξολογίας, ὁμοία ἐστὶν καὶ ἴση τῆς δόξης τοῦ Πατρὸς, παρ' οὗ φυσικῶς καὶ ἀδιαστάτως γεγέννηται, καὶ ὅλα ἐν ἑαυτῷ ἔχει ὡς Μονογενής. Ὥστε καὶ γενόμενην σάρκα μηδεμίαν τροπὴν, ἢ μείωσιν ὑπομεῖναι. Οὕτω καὶ οἱ τρεῖς παῖδες, οὐ τῇ Βαβυλωνίᾳ φλογὶ, ἀλλὰ τῷ περὶ τὸν κτίστην καὶ εὐεργέτην πυρακτούμενοι πόθῳ, καὶ οὐ μᾶλλον τὴν περιβάλλουσαν αὐτοὺς κάμινον, τῆς ἡτοιμασμένης τοῖς κτιστολάτραις γεέννης, προσέχοντες, ὑπέβαλλον τῇ κτίσει δοξολογεῖν τὸν φανέντα σὺν αὐτοῖς ἐν τῇ καμίνῳ· περὶ οὗ γέγραπται· Ἡ δὲ ὅρασις τοῦ τετάρτου ὁμοία Υἱῷ Θεοῦ· εὐλογεῖτε πάντα τὰ ἔργα Κυρίου, τὸν αἰῶνας. ᾿Αχθομένων δὲ, φησὶν, καὶ τῶν Κυριοκτόνων πρὸς τὰ παιδία καὶ τοὺς ὄχλους, ὅτι ὡς Θεὸν τὸν Ἰησοῦν δοξάζοντες ἔλεγον, ᾿Ωσαννὰ ἐν τοῖς ὑψίστοις· εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου, ὑπέμνησεν αὐτοὺς τῆς λεγούσης Γραφῆς· Ἐκ στόματος νηπίων καὶ θηλαζόντων κατηρτίσω αἶνον· ἑαυτῷ ἁρμόσας τὸ ῥητὸν τοῦτο, καὶ δείξας μὴ ἀνοικείως προσάγεσθαι αὐτῷ δόξαν. Καὶ ἄγγελοι δὲ, φησὶν, ἔλεγον τεχθέντος αὐτοῦ· Δόξα ἐν ὑψίστοις Θεῷ, καὶ ἐπὶ γῆς εἰρήνη. ποντα καὶ ὀφειλόμενα, οὐχὶ δὲ κτίσματι, καθὰ γράφουσιν οἱ ὑποτεταγμένοι ἅγιοι· Δαυΐδ ἐν ἰδ' ψαλμῷ· Δεῦτε, προσκυνήσωμεν καὶ προσπέσωμεν αὐτῷ, καὶ κλαύσωμεν ἐναντίον Κυρίου, τοῦ ποιήσαντος ἡμᾶς, ὅτι αὐτός ἐστιν ὁ Θεὸς ἡμῶν, καὶ ἡμεῖς λαὸς νομῆς αὐτοῦ, καὶ πρόβατα χειρὸς αὐτοῦ· καὶ ἐν και· Μνησθήσονται, καὶ ἐπιστραφήσονται πρὸς Κύριον πάντα τὰ πέρατα τῆς γῆς· καὶ προσκυνήσουσιν ἐνώπιον αὐτοῦ πᾶσαι αἱ πατριαὶ τῶν ἐθνῶν· ὅτι τοῦ Κυρίου ἡ βασιλεία, καὶ αὐτὸς δεσπόζει τῶν ἐθνῶν. Τί ἐροῦσιν ἄρα οἱ ἀπονέμοντες ὄνομα κεχωρισμένως, τῷ μὲν Πατρὶ τὸ Θεὸς, τῷ δὲ Υἱῷ τὸ Κύριος, ἐπαΐοντες ἐνθάδε τὸν Κύριον προσκυνεῖσθαι καὶ δεσπόζειν, καὶ αὐτοῦ εἶναι τὴν βασιλείαν; Καὶ πάλιν ἐν θ' ψαλμῷ· Καὶ προσκυνήσω σε, Κύριε, ἡ ἰσχὺς μου· καὶ ἐν ρλα΄· Προσκυνήσωμεν εἰς τὸν τόπον, οὗ ἔστησαν οἱ πόδες αὐτοῦ. Παῦλος ἐκ τῆς ᾠδῆς τοῦ Δευτερονομίου γράφων· "Ὅταν δὲ εἰσαγάγῃ τὸν Πρωτότοκον εἰς τὴν οἰκουμένην, λέγει· Καὶ προσκυνησάτωσαν αὐτῷ πάντες ἄγγελοι Θεοῦ. Καὶ ὁ εὐαγγελιστής· Εἶπον, φησὶν, οἱ μάγοι· "Ιδομεν αὐτοῦ τὸν ἀστέρα ἐν τῇ ἀνατολῇ, καὶ ἤλθομεν προσκυνῆσαι αὐτῷ· καὶ πάλιν· Ἰδοὺ, φησὶν, λεπρὸς ἦλθεν, καὶ προσεκύνει αὐτῷ· καὶ πάλιν παρὰ Ματθαίῳ φησίν· Ἐκόπασεν ὁ ἄνεμος· οἱ δὲ ἐν τῷ πλοίῳ προσεκύνησαν αὐτῷ, λέγοντες· Ἀληθῶς Θεοῦ Υἱὸς εἶ. Καὶ οὐ καθ' ἡμᾶς, φησὶν, τοὺς ἀφθόνῳ δωρεᾷ ἐπικληθέντας υἱούς. Καὶ, Ἄρχων τις προσεκύνει αὐτῷ. Καὶ μετὰ τὴν ἀνάστασιν αὐτοῦ ἐν τῷ ὄρει, φησὶν, Οἱ ἀπόστολοι ἰδόντες αὐτὸν, προσεκύνησαν αὐτῷ.
Peri doxologias autou tou Huiou tou Theou. Toigaroun kai peri tēs doxēs autou thea, hoia kai authis martyrousin hoi hagioi, hōn, phēsin, ho kosmos ouk ēn axios; didaskontes hēmas tous chariti epi tēs gēs klēthentas huious, ton ek tēs hypostaseōs tou Patros monogenē Huion en isę̄, kathaper auton, doxazein doxę̄, kai apoblepein eis tēn doxan hēn eichen pro tou ton kosmon einai para tǭ Patri tǭ mē phthonounti tǭ ᾿Agapētǭ; baskanias gar kai pantos pathous to Theion eleutheron. Dauio en oa' psalmǭ, hon homologoumenōs peri tou Christou proephēteusen, Estai, phēsin, to onoma autou eulogēmenon eis tous aiōnas; pro tou hēliou diamenei to onoma autou kai pro tēs selēnēs geneas geneōn; kai eneulogēthēsontai en autǭ pasai hai phylai tēs gēs, kai panta ta ethnē makariousin auton. Eulogētos Kyrios ho Theos tou Israēl, ho poiōn thaumasia monos, kai eulogēton to onoma tēs doxēs autou eis ton aiōna kai eis ton aiōna tou aiōnos; kai plērōthēsetai tēs doxēs autou pasa hē gē; genoito.-Eulogētos Kyrios ho Theos Israēl, eipen, anti tou, doxazomenos, ē ainoumenos. Ho gar Theos, eulogeitai men hypo tōn ergōn autou, tout᾽ estin doxazetai; eulogei de autos ta oikeia ktismata, tout᾽ estin hagiazei. Episēmanteon de, hōs kai Theos Israēl, ho esti Theos tōn paterōn, katha ho Patēr autou aneirētai. Kai en pe' psalmǭ to pankratorikon kai pandynamon tou Monogenous, kai hōs opheilei doxazesthai paristōn, psallei; Panta ta ethnē, hosa epoiēsas, hēxousin, kai proskynēsousin enōpion sou, Kyrie, kai doxasousin to onoma sou, hoti megas ei sy, kai poiōn thaumasia; sy ei ho Theos monos; kai en tē; Hoi ouranoi diēgountai doxan Theou. Pōs? Tǭ deiknynai apo tēs dotheisēs autois megaleiotētos kai hōraiotētos, anyperblēton kai doxazomenon ton dēmiourgēsanta, hos estin ho Theos Logos. Tǭ gar Logǭ Kyriou hoi ouranoi estereōthēsan, kai tǭ Pneumati tou stomatos autou pasai hai dynameis autōn. Oute oun tēn tōn tou hagiou Pneumatos martyrian. Kai en kg΄'; "Arate pylas, hoi archontes, hymōn, kai eparthēte, pylai aiōnioi, kai eiseleusetai ho basileus tēs doxēs. Parakeleuetai tę̄ men katō ktisei, arai tas pylas en tę̄ enanthrōpēsei autou; tę̄ de anō, en tę̄ analēpsei. Kai en ris'; Aineite ton Kyrion, panta ta ethnē, kai epainesatōsan auton pantes hoi laoi. Hēsaïas de; Basilea meta doxēs opsesthe. Ezekiēl de; Eulogēmenē hē doxa Kyriou ek tou topou autou; kai, Hautē hē orasis, homoiōma doxēs Kyriou. Eita Paulos; Phaskontes einai sophoi, emōranthēsan; kai ēllaxan tēn doxan tou aphthartou Theou, en homoiōmati eikonos phthartou anthrōpou; kai palin Rhōmaiois; Dio paredōken autous en tais epithymiais tōn kardiōn autōn, eis akatharsian, tou atimazesthai ta sōmata autōn en heautois; hoitines metēllaxan tēn doxan tou Theou en tǭ pseudei; kai esebasthēsan, kai elatreusan tę̄ ktisei para ton ktisanta, hos estin eulogēmenos eis tous aiōnas. Amēn. Tis de ho pantōn dēmiourgos, hon einai legei eulogēton eis tous aiōnas, ei mē ho Monogenēs? tines de hoi allaxantes tēn doxan autou? Hoi legontes; Doxa Patri di' Huiou en hagiǭ Pneumati; hoi kai ktisma auton einai, kai oude basilea aiōnion doxazontes. Eita tois autois phēsin; Eis to einai autous anapologētous; dioti gnontes Theon, ouch hōs Theon edoxasan, ē ēucharistēsan; all' emataiōthēē asynetos autōn kardia. Poios de ho gnōstheis Theos, kai mē epignōstheis, para hairetikōn, kai Ioudaiōn, kai Hellēnōn, ei mē ho epiphaneis sarki Theos Logos? Kai Korinthiois de en tois prōtois grammasi, Kyrion doxēs kata physin einai deiknys auton, epistellei houtōs; Ei gar ę̄desan, ouk an ton Kyrion tēs doxēs estaurōsan; kai heterōthi; Hina en tǭ onomati Iēsou Christou pan gony kampsę̄, kai pasa glōssa exomologēsetai, hoti Kyrios Iēsous Christos, eis doxan Theou Patros; anti tou, En autę̄ tę̄ patrikę̄ doxę̄ hyparchei. Kai eti; Ton gar ēlattōmenon blepomen Iēsoun, dia to pathēma tou thanatou doxę̄ kai timę̄ esteēlattōsthai Iēsoun, blepomen doxę̄ kai timę̄ estephanōmenon. ᾿Alla kai doxan auton kalei, hate physikōs apaugasma onta tēs patrikēs doxēs, di' hōn graphei; Ho Theos tou Kyriou hēmōn Iēsou Christou, ho Patēr tēs doxēs. Theon de eipen tēs arrhētou sarkōseōs, Patera de tēs anarchou gennēseōs. Kai palin Iōannēs (Etheasametha tēn doxan autou, doxan hōs Monogenous para Patros), plērēs charitos kai alētheias. Kai palin para Markǭ men, apo tou Sōtēros; "Hotan elthę̄ ho Huios en tę̄ doxę̄ tou Patros autou; paristōn, hōs hē autou doxa, isotimos tēs doxēs estin tou Patros; para de Matthaiǭ; "Hotan elthę̄ ho Huios tou anthrōpou en tę̄ doxę̄ autou, kai pantes hoi angeloi autou met' autou. Kai authis goun Iōannēs, synistōn to en doxę̄ einai auton, kai para pantōn doxan opheilesthai autǭ, eipen; Tosauta de sēmeia pepoiēkotos tou Iēsou, ouk episteusan eis auton hoi Ioudaioi; hina plērōthę̄ to rhēthen dia Hēsaïou; Akoę̄ akousete, kai ou mē synēte. Kai metaxy epagei; Tauta de eipen, hote iden tēn doxan autou, kai elalēsen peri autou. Kai Petros de, en men tę̄ prōtę̄ Epistolę̄; Kath' ho koinōneite tois tou Christou pathēmasin, chairete, hina kai en tę̄ apokalypsei tēs doxēs autou charēte agalliōmenoi; en de tę̄ deuterą; Hōs ta panta hēmin tēs theias dynameōs autou, ta pros zōēn kai eusebeian dedōrēmenēs, dia tēs epignōseōs tou kalesantos hēmas idią doxę̄ kai aretę̄; anti tou, Hē doxa tou Monogenous, hē tēs physeōs, hē tōn thaumatōn, hē tēs basileias kai autēs tēs doxologias, homoia estin kai isē tēs doxēs tou Patros, par' hou physikōs kai adiastatōs gegennētai, kai hola en heautǭ echei hōs Monogenēs. Hōste kai genomenēn sarka mēdemian tropēn, ē meiōsin hypomeinai. Houtō kai hoi treis paides, ou tę̄ Babylōnią phlogi, alla tǭ peri ton ktistēn kai euergetēn pyraktoumenoi pothǭ, kai ou mallon tēn periballousan autous kaminon, tēs hētoimasmenēs tois ktistolatrais geennēs, prosechontes, hypeballon tę̄ ktisei doxologein ton phanenta syn autois en tę̄ kaminǭ; peri hou gegraptai; Hē de horasis tou tetartou homoia Huiǭ Theou; eulogeite panta ta erga Kyriou, ton aiōnas. ᾿Achthomenōn de, phēsin, kai tōn Kyrioktonōn pros ta paidia kai tous ochlous, hoti hōs Theon ton Iēsoun doxazontes elegon, ᾿Ōsanna en tois hypsistois; eulogēmenos ho erchomenos en onomati Kyriou, hypemnēsen autous tēs legousēs Graphēs; Ek stomatos nēpiōn kai thēlazontōn katērtisō ainon; heautǭ harmosas to rhēton touto, kai deixas mē anoikeiōs prosagesthai autǭ doxan. Kai angeloi de, phēsin, elegon techthentos autou; Doxa en hypsistois Theǭ, kai epi gēs eirēnē. ponta kai opheilomena, ouchi de ktismati, katha graphousin hoi hypotetagmenoi hagioi; Dauïd en id' psalmǭ; Deute, proskynēsōmen kai prospesōmen autǭ, kai klausōmen enantion Kyriou, tou poiēsantos hēmas, hoti autos estin ho Theos hēmōn, kai hēmeis laos nomēs autou, kai probata cheiros autou; kai en kai; Mnēsthēsontai, kai epistraphēsontai pros Kyrion panta ta perata tēs gēs; kai proskynēsousin enōpion autou pasai hai patriai tōn ethnōn; hoti tou Kyriou hē basileia, kai autos despozei tōn ethnōn. Ti erousin ara hoi aponemontes onoma kechōrismenōs, tǭ men Patri to Theos, tǭ de Huiǭ to Kyrios, epaïontes enthade ton Kyrion proskyneisthai kai despozein, kai autou einai tēn basileian? Kai palin en th' psalmǭ; Kai proskynēsō se, Kyrie, hē ischys mou; kai en rla΄; Proskynēsōmen eis ton topon, hou estēsan hoi podes autou. Paulos ek tēs ǭdēs tou Deuteronomiou graphōn; "Hotan de eisagagę̄ ton Prōtotokon eis tēn oikoumenēn, legei; Kai proskynēsatōsan autǭ pantes angeloi Theou. Kai ho euangelistēs; Eipon, phēsin, hoi magoi; "Idomen autou ton astera en tę̄ anatolę̄, kai ēlthomen proskynēsai autǭ; kai palin; Idou, phēsin, lepros ēlthen, kai prosekynei autǭ; kai palin para Matthaiǭ phēsin; Ekopasen ho anemos; hoi de en tǭ ploiǭ prosekynēsan autǭ, legontes; Alēthōs Theou Huios ei. Kai ou kath' hēmas, phēsin, tous aphthonǭ dōreą epiklēthentas huious. Kai, Archōn tis prosekynei autǭ. Kai meta tēn anastasin autou en tǭ orei, phēsin, Hoi apostoloi idontes auton, prosekynēsan autǭ.
On the glorifying of the Son of God himself. Accordingly, consider also concerning his glory what the saints bear witness to once more, "of whom," it says, "the world was not worthy"; teaching us, who by grace have been called sons on earth, to glorify the only-begotten Son, who is from the hypostasis of the Father, with glory equal to the Father's, and to look to the glory that he had with the Father before the world existed, the Father who does not begrudge the Beloved; for the Divine is free from envy and from every passion. David, in the 71st psalm, which by common consent he prophesied about Christ, says: "His name shall be blessed for ever; his name endures before the sun, and before the moon, for generations of generations; and in him shall all the tribes of the earth be blessed; all the nations shall call him blessed. Blessed be the Lord, the God of Israel, who alone does wonders; and blessed be the name of his glory for ever, and for ever and ever; and the whole earth shall be filled with his glory. So be it." "Blessed be the Lord, the God of Israel", he said, meaning glorified, or praised. For God is blessed by his works, that is, glorified; and he himself blesses his own creatures, that is, sanctifies them. And it must be noted that he too is called God of Israel, that is, God of the fathers, as his Father is called. And in the 85th psalm, showing the almighty and all-powerful nature of the Only-begotten, and that he ought to be glorified, he sings: "All the nations you have made shall come and worship before you, Lord, and shall glorify your name; for you are great and do wonders; you alone are God"; and in the 18th: "The heavens declare the glory of God." How? By showing, from the greatness and beauty given to them, that the one who created them, who is God the Word, is unsurpassable and glorified. For "by the Word of the Lord the heavens were made firm, and by the Spirit of his mouth all their host." … the testimony of the Holy Spirit. And in the 23rd: "Lift up your gates, O rulers, and be lifted up, you everlasting gates, and the King of glory shall come in." He bids the creation below lift up the gates at his becoming man, and the creation above at his ascension. And in the 116th: "Praise the Lord, all nations, and let all the peoples praise him." And Isaiah: "You shall see a king with glory." And Ezekiel: "Blessed be the glory of the Lord from his place"; and "This is the vision, the likeness of the glory of the Lord." Then Paul: "Claiming to be wise, they became fools, and exchanged the glory of the incorruptible God for the likeness of an image of corruptible man"; and again to the Romans: "Therefore he gave them up in the desires of their hearts to impurity, to the dishonoring of their bodies among themselves; for they exchanged the glory of God for the lie, and worshiped and served the creature rather than the Creator, who is blessed for ever. Amen." And who is the Creator of all, whom he says is blessed for ever, if not the Only-begotten? And who are those who have exchanged his glory? Those who say, "Glory to the Father through the Son in the Holy Spirit"; who also say that he is a creature, and do not glorify him even as eternal King. Then he says to the same people: "so that they are without excuse; for although they knew God, they did not glorify him as God or give thanks, but became futile … their senseless heart." And who is the God who was known and yet not acknowledged by heretics and Jews and Greeks, if not God the Word, who appeared in the flesh? And to the Corinthians, in the first letter, showing that he is by nature the Lord of glory, he writes thus: "For if they had known, they would not have crucified the Lord of glory"; and elsewhere: "so that at the name of Jesus Christ every knee should bow, and every tongue confess that Jesus Christ is Lord, to the glory of God the Father", meaning that he exists in the very glory of the Father. And further: "For we see Jesus, made lower because of the suffering of death, crowned with glory and honor …" But he also calls him glory, since he is by nature the radiance of the Father's glory, in the words: "The God of our Lord Jesus Christ, the Father of glory." He said "God" with reference to the ineffable incarnation, and "Father" with reference to the beginningless begetting. And again John: "We have beheld his glory, glory as of the Only-begotten from the Father, full of grace and truth." And again in Mark, from the Savior: "When the Son comes in the glory of his Father", showing that his glory is equal in honor with the glory of the Father; and in Matthew: "When the Son of Man comes in his glory, and all his angels with him." And once more John, establishing that he is in glory and that glory is owed to him by all, said: "Though Jesus had done so many signs, the Jews did not believe in him, so that the word spoken through Isaiah might be fulfilled: You will hear with your ears and will not understand." And in between he adds: "He said these things when he saw his glory, and spoke of him." And Peter, in the first epistle: "Insofar as you share Christ's sufferings, rejoice, so that you may also rejoice and exult when his glory is revealed"; and in the second: "His divine power has granted to us all things that pertain to life and godliness, through the knowledge of him who called us by his own glory and virtue"; meaning that the glory of the Only-begotten, the glory of his nature, of his miracles, of his kingdom, and of the very praise given to him, is like and equal to the glory of the Father, from whom he was begotten by nature and without interval, and he has all things in himself as Only-begotten; so that even when he became flesh he underwent no change or lessening. So also the three young men, burning not with the Babylonian flame but with longing for their Creator and benefactor, and attending less to the furnace around them than to the Gehenna prepared for the worshipers of creatures, urged creation to glorify the one who appeared with them in the furnace, of whom it is written: "And the appearance of the fourth is like a son of God"; "Bless the Lord, all you works of the Lord, … for ever." And when the Lord-killers, it says, were vexed with the children and the crowds because they glorified Jesus as God, saying, "Hosanna in the highest; blessed is he who comes in the name of the Lord", he reminded them of the Scripture that says, "Out of the mouth of infants and nursing babes you have prepared praise", applying this saying to himself and showing that glory is not unfittingly brought to him. And angels too, it says, said at his birth: "Glory to God in the highest, and on earth peace." … fitting and owed to him, but not to a creature, as the saints set down below write: David in the 94th psalm: "Come, let us worship and fall down before him, and weep before the Lord who made us; for he is our God, and we are the people of his pasture and the sheep of his hand"; and in the 21st: "All the ends of the earth shall remember and turn to the Lord, and all the families of the nations shall worship before him; for the kingdom is the Lord's, and he rules over the nations." What, then, will they say, who assign the names separately, "God" to the Father and "Lord" to the Son, when they hear here that the Lord is worshiped and rules and that the kingdom is his? And again in the 9th psalm: "And I will worship you, Lord, my strength"; and in the 131st: "Let us worship at the place where his feet stood." Paul, writing from the song of Deuteronomy: "And when he brings the Firstborn into the world, he says: And let all the angels of God worship him." And the evangelist: "The magi said," it says, "We saw his star in the east and have come to worship him"; and again: "Behold," it says, "a leper came and worshiped him"; and again in Matthew it says: "The wind ceased; and those in the boat worshiped him, saying: Truly you are the Son of God", and not, he means, in the way we are, who have been called sons by a generous gift. And: "A ruler worshiped him." And after his resurrection, it says, on the mountain, "the apostles, seeing him, worshiped him."
Textual problem in this passage: see the notes.
Heb 11:38 (quotation, high confidence) · John 17:5 (allusion, high confidence) · Ps 72:17–19 (71:17-Ps LXX) (quotation, high confidence) · Ps 86:9–10 (85:9-Ps LXX) (quotation, high confidence) · Ps 19:1 (18:2 LXX) (quotation, high confidence) · Ps 33:6 (32:6 LXX) (quotation, high confidence) · Ps 24:7 (23:7 LXX) (quotation, high confidence) · Ps 117:1 (116:1 LXX) (quotation, high confidence) · Isa 33:17 (quotation, high confidence) · Ezek 3:12 (quotation, high confidence) · Ezek 1:28 (quotation, high confidence) · Rom 1:22–23 (quotation, high confidence) · Rom 1:24–25 (quotation, high confidence) · Rom 1:20–21 (quotation, high confidence) · 1 Cor 2:8 (quotation, high confidence) · Phil 2:10–11 (quotation, high confidence) · Heb 2:9 (quotation, high confidence) · Eph 1:17 (quotation, high confidence) · John 1:14 (quotation, high confidence) · Mark 8:38 (quotation, high confidence) · Matt 25:31 (quotation, high confidence) · John 12:37–41 (quotation, high confidence) · 1 Pet 4:13 (quotation, high confidence) · 2 Pet 1:3 (quotation, high confidence) · Dan 3:25 (quotation, high confidence) · Matt 21:9 (quotation, high confidence) · Matt 21:15–16 (allusion, high confidence) · Ps 8:2 (8:3 LXX) (quotation, high confidence) · Luke 2:14 (quotation, high confidence) · Ps 95:6–7 (94:6-Ps LXX) (quotation, high confidence) · Ps 22:27–28 (21:28-Ps LXX) (quotation, high confidence) · Ps 18:1 (17:2 LXX) (quotation, low confidence) · Ps 132:7 (131:7 LXX) (quotation, high confidence) · Heb 1:6 (quotation, high confidence) · Deut 32:43 (allusion, high confidence) · Matt 2:2 (quotation, high confidence) · Matt 8:2 (quotation, high confidence) · Matt 14:32–33 (quotation, high confidence) · Matt 9:18 (quotation, high confidence) · Matt 28:16–17 (quotation, high confidence)
Notes and citation
Summary: The Son is to be glorified and worshiped with the same glory as the Father, as the psalms, prophets, apostles and Gospels show; those who give glory to the Father 'through the Son' as to a creature exchange the glory of God.
- The Migne chapter heading is translated at the start; its numeral was misread in the scan and the chapter number 32 is inferred. Lines are lost in the scan in several places (gaps marked '…'). Where the subject turns from glory to worship ('… fitting and owed to him'), a line and perhaps the heading of chapter 33 are lost; whatever survives of chapter 33 may be inside this passage or the next (1.34).
- Psalm numbers are Didymus's Greek ones. 'And I will worship you, Lord, my strength', given as the 9th psalm, is not found in this form; compare Ps 18:1 (LXX 17:2, 'I will love you'). 'The appearance of the fourth is like a son of God' is Dan 3:25 (LXX 3:92); 'Bless the Lord, all you works of the Lord' is from the Song of the Three Young Men (Greek Daniel 3:57, Prayer of Azariah 35). Heb 1:6 is said to be written 'from the song of Deuteronomy' (Deut 32:43 in the Greek).
- 'Lord-killers' is Didymus's term for the Jewish leaders of Matt 21:15–16, translated as printed. The doxology 'Glory to the Father through the Son in the Holy Spirit' was favored by the Arians, who read 'through' as subordination; Didymus counts its users among those who exchange God's glory.
- 'The 94th psalm' (Ps 95): the scan prints the numeral 14 here, as in 1.19.
Notes on the original text
- Digital text corrected (OCR breathing slip; OCR slip; OCR κ for χ; word split in the OCR): τῷ μὴ φθοοῦντι → τῷ μὴ φθονοῦντι; ἄγ. γελοι → ἄγγελοι; προσκυ νεῖσθαι → προσκυνεῖσθαι; δοξολο γίας → δοξολογίας; καίρετε → χαίρετε; ὅς ἐστιν εύλογημένος → ὅς ἐστιν εὐλογημένος; άνυπέρβλητον → ἀνυπέρβλητον.
Extrabiblical texts: Pr Azar 35 (Prayer of Azariah and Song of the Three Young Men [in RC, EO, ETH canons]; quotation)
Topics: Christology, Trinity, Prayer, Heresy
Cite (SBL): Didymus, Trin. 1.32 (PG 39:425; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/didymus-trinitate/1-32). (abbreviation not yet checked)
Permanent link: https://sophiascriptura.com/p/didymus-trinitate/1-32
BibTeX · RIS · CSL-JSON (whole work; this passage's key: sophiascriptura-didymus-trinitate-1-32) · Report an error
Translation: Translated by Claude (Opus) from the Greek as printed in Migne PG 39 (Bavarian State Library OCR); no public-domain English exists, so every sentence was re-read against the Greek (Books 1 and 3 in a separate review pass).
1.34PG 39:433
Περὶ τῆς πρὸς τὸν Θεὸν Πατέρα πίστεως. Καθὰ τοίνυν τῆς Γραφῆς μείζονα, ἢ περὶ τοῦ Πατρὸς, κατὰ τὸ φαινόμενον λεγούσης πολλὰ περὶ τοῦ Υἱοῦ, καὶ δηλούσης αὐτὸν παντοκράτορα καὶ ποιητὴν τῶν αἰώνων, καὶ πάντων δημιουργόν· καὶ ἀληθινὸν Θεὸν, καὶ οὐκ ἔχοντα πρὸ αὐτοῦ Θεόν· καὶ ἐπάνω πάντων, καὶ μέγαν καὶ ἐπὶ πάντων Θεὸν, πρὸς ὃν οὐ λογισθήσεται ἕτερος· καὶ ἐκ δεξιῶν συγκαθεζόμενον τῷ Πατρὶ, καὶ εἰς τὸν κόλπον αὐτοῦ ὄντα· καὶ αὐτὸν εἶναι τὴν αἰώνιον ζωὴν, καὶ φῶς τὸ ἀληθινὸν, καὶ πάντων Κύριον, καὶ μόνον Δεσπότην καὶ ἐξουσιαστήν· οὗτινος ἡ μὲν εἰρήνη οὐκ ἔχει ὅριον, ἀλλὰ καὶ ὑπερέχει πάντα νοῦν· ἡ δὲ βασιλεία ἀτελεύτητος· καὶ ἐν μηδενὶ, ἄλλῳ εἶναι τὴν σωτηρίαν· καὶ τὸν Πατέρα ἕλκειν πρὸς τὸν Υἱὸν τοὺς ἀξίους· κατ᾿ οὐδὲν ὑποδεέστερος (μὴ γένοιτο!) νομίζεται ὁ Πατήρ, ἢ τὸ Πνεῦμα αὐτοῦ· τὸν ἴσον τρόπον, θεολογούσης περὶ τοῦ Πατρὸς ὑψηλὰ, οὐκ ὀφείλει ὡς μικρότερος, ἢ ἀνόμοιος λογίζεσθαι ὁ Μονογενής, ἢ τὸ ἅγιον Πνεῦμα. Οὐδεμιᾶς γὰρ κτιστῆς δυνάμεώς ἐστιν, μόνης δὲ τῆς ἀκτίστου, τὰ τε μνημονευθέντα, καὶ τὸ δημιουργεῖν οὐσίαν ἐξ οὐκ ὄντων, καὶ λογικήν· ζωοποιεῖν τε· ἁμαρτίας τε συγχωρεῖν· καὶ τὴν κτίσιν ἰδίαν λέγειν· καὶ ἐκ τῶν ἴσων γινώσκειν τὸν Πατέρα, ὡς γινώσκεται ὑπ᾿ αὐτοῦ· καὶ ἰσουργεῖν τῷ Θεῷ Πατρί καὶ εἶναι ἐν τῷ Πατρὶ, καὶ τὸν Πατέρα ἐν αὐτῷ ἐξ ἴσου· ὑπὸ ἀγγέλων τε ὑπηρετεῖσθαι· καὶ τὸ ἔτι τούτων ὑπερτεροῦν τὸ μονογενῆ Υἱὸν, καὶ Θεὸν, καὶ φῶς ἐκ φωτὸς, καὶ ζωὴν αἰώνιον, καὶ ἀλήθειαν, καὶ εἶναι, καὶ πάντα ἐν αὐτῷ ἐστηρίχθαι· βασιλείαν τε οὐρανῶν, καὶ τὴν θεϊκὴν εἰρήνην, ὡς αὐτοῦ τυγχάνουσαν, ἀβασκάνως πᾶσιν δωρεῖσθαι· καὶ τοῖς πιστεύουσιν, ἐπικαλουμένοις αὐτὸν, τὴν ἐπὶ τῇ διηνεκεῖ σωτηρίᾳ παρέχειν ἀσφάλειαν. Οἱ γὰρ κτίσμα, καὶ οὐκ ἄναρχον, καλοῦντες τὸν ἀληθινὸν Υἱὸν Θεὸν, τάχα δὲ οὐδὲ εἰς τὸν Πατέρα. Παραβαίνουσι γὰρ τὴν ἐντολὴν τοῦτο μὲν τοῦ παραγγέλλοντος Πατρός "Aκουσον, λαός μου, καὶ λαλήσω σοι, Ισραήλ, καὶ διαμαρτυροῦμαί σοι. Ἐὰν ἀκούσῃς μου, οὐκ ἔσται ἐν σοὶ θεὸς πρόσφατος, οὐδὲ προσκυνήσεις θεῷ ἀλλοτρίῳ· ἀντὶ τοῦ, οὐκ ὄντι ποτὲ, ἢ ἑτεροουσίῳ. Καὶ, Κύριον τὸν Θεόν σου προσκυνήσεις, καὶ αὐτῷ μόνῳ λατρεύσεις· καὶ, Οὐκ ἔσονταί σοι θεοὶ ἕτεροι, πλὴν ἐμοῦ· καὶ, Ἐπικατάρατος πᾶς, ὃς ἔχει τὴν ἐλπίδα ἐπ᾿ ἄνθρωπον· τοῦτ᾽ ἔστιν, ἐπὶ ποίημα. Τοῦτο δὲ τοῦ λέγοντος Υἱοῦ, ἐν Ματθαίῳ μέν· Οὐδεὶς δύναται δυσὶ κυρίοις δουλεύειν· τοῦτ᾽ ἔστιν, δύο φύσεσιν, ἢ Ἐσεβάσθησαν, καὶ ἐλάτρευσαν τῇ κτίσει, παρά τὸν κτίσαντα. Τοῦτο δὲ τοῦ νομοθετήσαντος Μωῦσέως· ῾Ο θυσιάζων θεοῖς ἀλλοτρίοις, λιθοβοληθήσεται, πλὴν Κυρίῳ μόνῳ. Πρόσφατος δὲ καὶ ἀλλότριος Θεὸς, ὁ μὴ ὁμοούσιος τῷ Θεῷ καὶ Πατρὶ ὢν, καὶ ποτὲ μὴ ὑπάρξας. Καὶ οἱ λέγοντες, Δόξα Πατρὶ δι' Υἱοῦ ἐν ἁγίῳ Πνεύματι, οὐ δοξάζουσι τὸν Υἱὸν, ἢ τὸ Πνεῦμα τοῦ Θεοῦ. Αλλῳ γὰρ δι' ἄλλου ἐν ἄλλῳ ἀναπέμπουσι τὴν δόξαν, μᾶλλον δὲ οὐδ᾽ ὁποτέρῳ· καὶ παρατιτρώσκουσι τοῦτο μὲν τὸ θέλημα τοῦ Πατρὸς (λέγοντος· Τὴν δόξαν μου ἑτέρῳ οὐ δώσω· ἀντὶ τοῦ, Ἑτεροφυεῖ οὐ δώσω, βουλομένου δὲ τιμᾶσθαι τὸν Υἱὸν ὁμοίως καλούντων, ταῖς δὲ χερσὶ τυπτόντων καὶ κραζόντων· Προφήτευσον ἡμῖν, Χριστὲ, τίς ἐστιν ὁ παίσας σε· τῶν καὶ λεγόντων οὕτως· Πιστεύομεν ὡς Μωϋσῆς καὶ οἱ προφῆται· αὐτὸν δὲ τὸν προφητευθέντα σταυρωσάντων. Ὅτε οὖν καὶ ὁ Θεὸς Πατὴρ σὺν τῷ μονογενεῖ Θεῷ παρακούεται, καὶ ἡ εἰς κτίσμα πίστις ἀνωφελής ἐστιν, βλάπτειν μᾶλλον ἢ σώζειν δυναμένη· αὐτοὶ λογιζέσθωσαν, εἰ ἀκίνδυνον ἔχουσι πίστιν, τὴν σωτηρίαν ἀρνούμενοι· δεῖ γὰρ σωθῆναι ὀρθῶς πιστεύοντα· καλὸν γὰρ, φασὶ, τὸ σωθῆναι· τἄλλα δὲ ἐστιν ἄλλως λόγος. Καὶ Μακεδονίου δὲ παῖδες, ὡς τοῦ ἁγίου Πνεύματος, οὕτω καὶ τοῦ Μονογενοῦς τὴν δόξαν οὐ σώζουσιν, ὁμοούσιον τῷ Πατρὶ, καὶ οὐχὶ ὁμοούσιον λέγοντες αὐτόν· ὡς νοεῖσθαι, ὅτι ἄλλης ὁμοίας οὐσίας ἐστίν. Ὥστε λείπεται αἱρετικοὺς, ἢ ἀμεῖψαι ἐν ταῖς θρησκείαις αὐτῶν τὸ ὄνομα τοῦ Πατρὸς, ὡς τῇ ἀληθείᾳ παρ᾿ αὐτοῖς οὐκ ὄντος αὐτοῦ Πατρὸς, ἔτι μὴν καὶ τοῦ μονογενοῦς Υἱοῦ, καὶ τοῦ Πνεύματος δὲ τοῦ Θεοῦ, ὡς τοῦτο οὐκ ὄντος ( συγγνώτω δὲ ἡμῖν ἡ ἁγία καὶ σεπτὴ, καὶ παρ' ἡμῶν δοξαζομένη ὁμοούσιος Τριάς)· ἀμεῖψαι δὲ πρό γε πάντων τὸ ἑαυτῶν ὄνομα, καὶ μήτε καλεῖσθαι Χριστιανοὺς ἢ Πνευματικοὺς, μήτε διακεῖσθαι ὡς ὄντες αὐτοὶ ἐκεῖνοι ὁμογενεῖς υἱοὶ τῶν ἰδίων πατέρων· ἢ μὴ ἐξαλλάττειν τῆς τοῦ Πατρὸς θεότητος καὶ δόξης, τὸν ἀληθινὸν Υἱὸν, καὶ τὸ ἅγιον Πνεῦμα αὐτοῦ. Ἴδιον γὰρ Ἰουδαίων μὲν τὸ τὸν Πατέρα μόνον τιμᾶν, Ἑλλήνων δὲ τὸ πλῆθος δαιμονίων μέγα, καὶ μικρὸν, καὶ χρονικὸν, καὶ ἑτεροούσιον σέβειν.
Peri tēs pros ton Theon Patera pisteōs. Katha toinyn tēs Graphēs meizona, ē peri tou Patros, kata to phainomenon legousēs polla peri tou Huiou, kai dēlousēs auton pantokratora kai poiētēn tōn aiōnōn, kai pantōn dēmiourgon; kai alēthinon Theon, kai ouk echonta pro autou Theon; kai epanō pantōn, kai megan kai epi pantōn Theon, pros hon ou logisthēsetai heteros; kai ek dexiōn synkathezomenon tǭ Patri, kai eis ton kolpon autou onta; kai auton einai tēn aiōnion zōēn, kai phōs to alēthinon, kai pantōn Kyrion, kai monon Despotēn kai exousiastēn; houtinos hē men eirēnē ouk echei horion, alla kai hyperechei panta noun; hē de basileia ateleutētos; kai en mēdeni, allǭ einai tēn sōtērian; kai ton Patera helkein pros ton Huion tous axious; kat᾿ ouden hypodeesteros (mē genoito!) nomizetai ho Patēr, ē to Pneuma autou; ton ison tropon, theologousēs peri tou Patros hypsēla, ouk opheilei hōs mikroteros, ē anomoios logizesthai ho Monogenēs, ē to hagion Pneuma. Oudemias gar ktistēs dynameōs estin, monēs de tēs aktistou, ta te mnēmoneuthenta, kai to dēmiourgein ousian ex ouk ontōn, kai logikēn; zōopoiein te; hamartias te synchōrein; kai tēn ktisin idian legein; kai ek tōn isōn ginōskein ton Patera, hōs ginōsketai hyp᾿ autou; kai isourgein tǭ Theǭ Patri kai einai en tǭ Patri, kai ton Patera en autǭ ex isou; hypo angelōn te hypēreteisthai; kai to eti toutōn hyperteroun to monogenē Huion, kai Theon, kai phōs ek phōtos, kai zōēn aiōnion, kai alētheian, kai einai, kai panta en autǭ estērichthai; basileian te ouranōn, kai tēn theïkēn eirēnēn, hōs autou tynchanousan, abaskanōs pasin dōreisthai; kai tois pisteuousin, epikaloumenois auton, tēn epi tę̄ diēnekei sōtērią parechein asphaleian. Hoi gar ktisma, kai ouk anarchon, kalountes ton alēthinon Huion Theon, tacha de oude eis ton Patera. Parabainousi gar tēn entolēn touto men tou parangellontos Patros "Akouson, laos mou, kai lalēsō soi, Israēl, kai diamartyroumai soi. Ean akousę̄s mou, ouk estai en soi theos prosphatos, oude proskynēseis theǭ allotriǭ; anti tou, ouk onti pote, ē heteroousiǭ. Kai, Kyrion ton Theon sou proskynēseis, kai autǭ monǭ latreuseis; kai, Ouk esontai soi theoi heteroi, plēn emou; kai, Epikataratos pas, hos echei tēn elpida ep᾿ anthrōpon; tout᾽ estin, epi poiēma. Touto de tou legontos Huiou, en Matthaiǭ men; Oudeis dynatai dysi kyriois douleuein; tout᾽ estin, dyo physesin, ē Esebasthēsan, kai elatreusan tę̄ ktisei, para ton ktisanta. Touto de tou nomothetēsantos Mōyseōs; ῾O thysiazōn theois allotriois, lithobolēthēsetai, plēn Kyriǭ monǭ. Prosphatos de kai allotrios Theos, ho mē homoousios tǭ Theǭ kai Patri ōn, kai pote mē hyparxas. Kai hoi legontes, Doxa Patri di' Huiou en hagiǭ Pneumati, ou doxazousi ton Huion, ē to Pneuma tou Theou. Allǭ gar di' allou en allǭ anapempousi tēn doxan, mallon de oud᾽ hopoterǭ; kai paratitrōskousi touto men to thelēma tou Patros (legontos; Tēn doxan mou heterǭ ou dōsō; anti tou, Heterophyei ou dōsō, boulomenou de timasthai ton Huion homoiōs kalountōn, tais de chersi typtontōn kai krazontōn; Prophēteuson hēmin, Christe, tis estin ho paisas se; tōn kai legontōn houtōs; Pisteuomen hōs Mōÿsēs kai hoi prophētai; auton de ton prophēteuthenta staurōsantōn. Hote oun kai ho Theos Patēr syn tǭ monogenei Theǭ parakouetai, kai hē eis ktisma pistis anōphelēs estin, blaptein mallon ē sōzein dynamenē; autoi logizesthōsan, ei akindynon echousi pistin, tēn sōtērian arnoumenoi; dei gar sōthēnai orthōs pisteuonta; kalon gar, phasi, to sōthēnai; talla de estin allōs logos. Kai Makedoniou de paides, hōs tou hagiou Pneumatos, houtō kai tou Monogenous tēn doxan ou sōzousin, homoousion tǭ Patri, kai ouchi homoousion legontes auton; hōs noeisthai, hoti allēs homoias ousias estin. Hōste leipetai hairetikous, ē ameipsai en tais thrēskeiais autōn to onoma tou Patros, hōs tę̄ alētheią par᾿ autois ouk ontos autou Patros, eti mēn kai tou monogenous Huiou, kai tou Pneumatos de tou Theou, hōs touto ouk ontos ( syngnōtō de hēmin hē hagia kai septē, kai par' hēmōn doxazomenē homoousios Trias); ameipsai de pro ge pantōn to heautōn onoma, kai mēte kaleisthai Christianous ē Pneumatikous, mēte diakeisthai hōs ontes autoi ekeinoi homogeneis huioi tōn idiōn paterōn; ē mē exallattein tēs tou Patros theotētos kai doxēs, ton alēthinon Huion, kai to hagion Pneuma autou. Idion gar Ioudaiōn men to ton Patera monon timan, Hellēnōn de to plēthos daimoniōn mega, kai mikron, kai chronikon, kai heteroousion sebein.
On faith in God the Father. Just as, then, when Scripture, to all appearance, says many things about the Son that are greater than what it says about the Father, and shows him to be Almighty, and maker of the ages, and Creator of all; and true God, having no God before him; and above all, and great God and over all, beside whom no other shall be reckoned; and sitting at the right hand of the Father, and being in his bosom; and that he is eternal life, and the true light, and Lord of all, and only Master and Ruler; whose peace has no limit but surpasses all understanding, and whose kingdom has no end; and that in no one else is there salvation; and that the Father draws the worthy to the Son: just as, then, the Father, or his Spirit, is not thought to be inferior in anything (God forbid!), in the same way, when it speaks lofty things of the Father, the Only-begotten or the Holy Spirit ought not to be reckoned less or unlike. For it belongs to no created power, but only to the uncreated, to do the things mentioned: to create substance out of nothing, and rational substance; to give life; to forgive sins; to call creation one's own; to know the Father equally, as one is known by him; to work equally with God the Father; to be in the Father, and to have the Father in oneself equally; to be served by angels; and, surpassing these, to be the only-begotten Son, and God, and light from light, and eternal life, and truth, and being, and to have all things established in oneself; and to grant ungrudgingly to all the kingdom of heaven and the divine peace as one's own; and to give to those who believe and call upon him security for everlasting salvation. For those who call the true Son a creature, and not without beginning, … God, and perhaps not even in the Father. For they transgress the commandment, on the one hand, of the Father who commands: "Hear, my people, and I will speak to you, Israel, and I will testify to you. If you listen to me, there shall be no new god among you, nor shall you worship a foreign god"; that is, one who once did not exist, or one of another substance. And: "You shall worship the Lord your God, and him only shall you serve"; and: "You shall have no other gods besides me"; and: "Cursed is everyone who puts his hope in man", that is, in a thing made. And on the other hand, the commandment of the Son, who says in Matthew: "No one can serve two masters", that is, two natures; or: "They worshiped and served the creature rather than the Creator." And of Moses the lawgiver: "Whoever sacrifices to foreign gods, except to the Lord alone, shall be stoned." And a new and foreign god is one who is not consubstantial with God the Father, and once did not exist. And those who say, "Glory to the Father through the Son in the Holy Spirit", do not glorify the Son or the Spirit of God. For they send up glory to one through another in another, or rather to neither; and they violate, on the one hand, the will of the Father (who says, "My glory I will not give to another", that is, I will not give it to one of another nature, and who wills that the Son be honored equally) … calling, but striking him with their hands and crying, "Prophesy to us, Christ: who is it that struck you?"; who also said, "We believe as Moses and the prophets", but crucified the very one who was prophesied. When, then, God the Father too is disobeyed together with the only-begotten God, and faith in a creature is useless, able to harm rather than to save, let them consider for themselves whether they have a faith free of danger, when they deny salvation; for one must be saved by believing rightly; for to be saved, they say, is good, and the rest is another matter. And the children of Macedonius, just as they do not keep the glory of the Holy Spirit, so they do not keep that of the Only-begotten either, calling him of like substance with the Father and not consubstantial, so that he is understood to be of another, similar substance. So it remains for the heretics either to change the name of the Father in their rites, since for them he is not in truth Father, and also the names of the only-begotten Son and of the Spirit of God, as though they did not exist (may the holy and venerable consubstantial Trinity, whom we glorify, forgive us for saying it), and above all to change their own name, and neither be called Christians or spiritual nor regard themselves as sons of the same kind as their own fathers; or else not to estrange the true Son and his Holy Spirit from the Godhead and glory of the Father. For it is the way of the Jews to honor the Father alone, and the way of the Greeks to revere a multitude of demons, great and small, temporal and of different substance.
Textual problem in this passage: see the notes.
Heb 1:2 (allusion, medium confidence) · Rom 9:5 (allusion, medium confidence) · John 1:18 (allusion, high confidence) · Phil 4:7 (allusion, high confidence) · Isa 9:7 (allusion, high confidence) · Acts 4:12 (allusion, high confidence) · John 6:44 (allusion, high confidence) · Ps 81:8–9 (80:9-Ps LXX) (quotation, high confidence) · Deut 6:13 (quotation, high confidence) · Matt 4:10 (quotation, medium confidence) · Exod 20:3 (quotation, high confidence) · Jer 17:5 (quotation, high confidence) · Matt 6:24 (quotation, high confidence) · Rom 1:25 (quotation, high confidence) · Exod 22:20 (quotation, high confidence) · Isa 42:8 (quotation, high confidence) · John 5:23 (allusion, high confidence) · Matt 26:67–68 (quotation, high confidence)
Notes and citation
Summary: What Scripture says of the Father must not be used to make the Son or Spirit less: only the uncreated God does what Scripture ascribes to the Son, and faith in a created Son would break the commandment against foreign gods.
- The Migne chapter heading is translated at the start. Migne's heading for chapter 33 was not found in the scan; whatever survives of chapter 33 may be inside this passage or at the end of 1.32. Lines are lost in the scan in places (gaps marked '…'). The words of the soldiers and the Jews (Matt 26:68) follow a gap, and their connection with what precedes is lost.
- 'Of like substance … and not consubstantial': the scan prints homoousion ('consubstantial') twice; the sense ('so that he is understood to be of another, similar substance') requires homoiousion ('of like substance') the first time, and it is translated so. The 'children of Macedonius' are the Macedonians (Pneumatomachi). The remarks on Jews and Greeks and on the heretics' doxology ('through the Son in the Holy Spirit') are Didymus's own, translated as printed.
- 'There shall be no new god among you' is Ps 81:9 (LXX 80:10); 'Whoever sacrifices to foreign gods … shall be stoned' is Exod 22:20 in the Greek.
Notes on the original text
- Digital text corrected (OCR slip; column marker in the scan; hyphenated word with a stray mark; word split in the OCR): ὑπο- (; δεέστερος → ὑποδεέστερος; ἄνθρω πον → ἄνθρωπον; λέγον τος → λέγοντος; [45 6] → ; ἔχουσε → ἔχουσι.
Extrabiblical texts: Bar 3:36 (Baruch [in RC, EO, ETH canons]; allusion)
Cite (SBL): Didymus, Trin. 1.34 (PG 39:433; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/didymus-trinitate/1-34). (abbreviation not yet checked)
Permanent link: https://sophiascriptura.com/p/didymus-trinitate/1-34
BibTeX · RIS · CSL-JSON (whole work; this passage's key: sophiascriptura-didymus-trinitate-1-34) · Report an error
Translation: Translated by Claude (Opus) from the Greek as printed in Migne PG 39 (Bavarian State Library OCR); no public-domain English exists, so every sentence was re-read against the Greek (Books 1 and 3 in a separate review pass).
1.35PG 39:437
"Όπως χρὴ νοεῖν τὰς θεολογίας τῶν Γραφῶν. Συναγωνίσασθαι δὲ ὁ ἀνάξιος ἐγὼ ταῖς περὶ τοῦ μονογενοῦς Υἱοῦ καὶ τοῦ ἁγίου Πνεύματος θεολογίαις προήχθην, οὐδὲ κατὰ ἔννοιαν παραβλάπτων τὴν περὶ τοῦ Θεοῦ καὶ Πατρὸς ἄφραστον δόξαν (οὐ γὰρ ἠγνόηται, ὡσεὶ καὶ μὴ πρὸ ἀμφοῖν δεδήλωται τῶν εἰρημένων θείων ὑποστάσεων· ἀλλ᾽ ὅμως ἄμφω αἱ ὑποστάσεις ἐξ αὐτοῦ κατὰ φύσιν συμφυῶς εἰσιν, ἡ μὲν τοῦ Υἱοῦ γεννητικῶς, ἡ δὲ τοῦ Πνεύματος αὐτοῦ ἐξηγήσεις ἀποσκευαζόμενος, καὶ συνιστάμενος, ὅτι δι᾽ ὧν δοκοῦσι παρὰ τὴν Γραφὴν πλέον τιμᾶν τὸν Πατέρα, διὰ τούτων αὐτόν τε λυποῦσι, καὶ τὸν Μονογενῆ αὐτοῦ, καὶ τὸ Πνεῦμα ἐνυβρίζουσιν.
"Opōs chrē noein tas theologias tōn Graphōn. Synagōnisasthai de ho anaxios egō tais peri tou monogenous Huiou kai tou hagiou Pneumatos theologiais proēchthēn, oude kata ennoian parablaptōn tēn peri tou Theou kai Patros aphraston doxan (ou gar ēgnoētai, hōsei kai mē pro amphoin dedēlōtai tōn eirēmenōn theiōn hypostaseōn; all᾽ homōs amphō hai hypostaseis ex autou kata physin symphyōs eisin, hē men tou Huiou gennētikōs, hē de tou Pneumatos autou exēgēseis aposkeuazomenos, kai synistamenos, hoti di᾽ hōn dokousi para tēn Graphēn pleon timan ton Patera, dia toutōn auton te lypousi, kai ton Monogenē autou, kai to Pneuma enybrizousin.
How the theological statements of the Scriptures must be understood. I, the unworthy one, have been led to join in the contest on behalf of the theology concerning the only-begotten Son and the Holy Spirit, without harming even in thought the ineffable glory of God the Father (for it is not unknown, as if it had not been made known before both the divine hypostases spoken of; but nevertheless both hypostases are from him by nature, sharing his nature, that of the Son by begetting, and that of his Spirit … setting aside their interpretations, and establishing that by the very means by which they seem, contrary to Scripture, to honor the Father more, they both grieve him and insult his Only-begotten and his Spirit.
Textual problem in this passage: see the notes.
Notes and citation
Summary: Didymus explains that in defending the Son and the Spirit he takes nothing from the Father; those who seem to honor the Father more in fact grieve him.
- The Migne chapter heading is translated at the start. Lines are lost in the scan in the middle of this short chapter (gap marked '…'); the heading of the next chapter (1.36) says it continues the same subject.
Notes on the original text
- Digital text corrected (OCR slip; stray mark in the scan): ἄμφω αἱ ( ὑποστάσεις → ἄμφω αἱ ὑποστάσεις; θευλογίαις → θεολογίαις.
Cite (SBL): Didymus, Trin. 1.35 (PG 39:437; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/didymus-trinitate/1-35). (abbreviation not yet checked)
Permanent link: https://sophiascriptura.com/p/didymus-trinitate/1-35
BibTeX · RIS · CSL-JSON (whole work; this passage's key: sophiascriptura-didymus-trinitate-1-35) · Report an error
Translation: Translated by Claude (Opus) from the Greek as printed in Migne PG 39 (Bavarian State Library OCR); no public-domain English exists, so every sentence was re-read against the Greek (Books 1 and 3 in a separate review pass).
1.36PG 39:437
Καὶ τοῦτο περὶ τοῦ αὐτοῦ. Τοὺς τοίνυν ὀρθοδόξους χρὴ εἰδέναι μὲν, ὡς καὶ περὶ μικροῦ ἔργου τοῦ Θεοῦ (εἰ τολμήσαντα μικρὸν ἔργον ἔστι φάναι Θεοῦ) τοῖς διαλαβεῖν ἐθέλουσι, χρεία λόγων, καὶ ἔργων πρὸ τῶν λόγων, καὶ πίστεως πρὸ σεως ἀκροτάτης· ἵνα διὰ ταῦτα γνῶναι ἀξιωθέντες, ὡς καὶ τὸ μικρὸν οὐχ ἁλώσιμον τῇ διανοίᾳ, ἀλλ᾿ ἀπείρως καὶ αὐτὸ τῶν ἀνθρωπίνων ὑπερφέρει (εἰ γὰρ τοῦ Θεοῦ ἔργον, κἂν μικρὸν δοκῇ, μέγα ὡς Θεοῦ· Μικροῖς δὲ τὰ μεγάλα πῶς ἔλοι τις ἂν πόνοισιν; Ἀμαθὲς, φασὶν, καὶ τὸ βούλεσθαι τάδε), πολλῷ δὲ μᾶλλον ἡ περὶ αὐτοῦ τοῦ ἀφράστου Θεοῦ διάληψις ὑπερβαίνουσα καὶ ἀρχαγγέλων αἴσθησιν· σκειν αὐτὰ μόνῳ τῷ Θεῷ ἀφιέντες, σὺν τῷ Ἀποστόλῳ δὲ εἴπωσιν· Ἑπίστευσα, διὸ καὶ ἐλάλησα· τὰς δὲ θεολογίας τῶν Γραφῶν νοεῖν οὐτωσί· Ὅτιπερ, ὅταν ἀπὸ ἑνὸς προσώπου λέγουσιν, διὰ τὴν μίαν φύσιν καὶ θέλησιν· ὅταν ἀπὸ ἀμφοῖν, διὰ τὸ καὶ πάλιν· Ἐγὼ εἰμὶ, καὶ οὐκ ἔστιν ἄλλος Θεὸς, πλὴν ἐμοῦ· διὰ τὴν μίαν θεότητα καὶ συμφωνίαν, ὡς προείρηται. Ὅταν δόξῃ μὴ μνημονεύεσθαι τὸ ἅγιον Πνεῦμα, διὰ τὸ συμπεριέχεσθαι αὐτὸ τῷ Θεῷ, οὗ Πνεῦμα τυγχάνει ὄν· ὅταν τὴν μυσταγωγίαν παραδοὺς ὁ Δεσπότης λέγῃ· Βαπτίζοντες αὐτοὺς εἰς τὸ ὄνομα τοῦ Πατρὸς, καὶ τοῦ Υἱοῦ, καὶ τοῦ ἁγίου Πνεύματος· διὰ τὸ ἰσότιμον, καὶ ἰσοσθενὲς, καὶ ὁμοούσιον, καὶ τὴν εὐκρινίαν τῶν ὑποστάσεων. Ὅταν τὸ νῦν περὶ τοῦ Θεοῦ καὶ Πατρὸς λεχθὲν, ἑτέρωθι περὶ τοῦ Μονογενοῦς, ἢ τοῦ ἁγίου Πνεύματος ἀπομέμνηται· διὰ τὰς προλεχθείσας αἰτίας. Ὅταν τὰ αὐτὰ· ἔργα, τὴν αὐτὴν ἐνέργειαν ἀμφοτέρας ποιεῖν τὰς ὑποστάσεις διαφόρως διδάσκωσιν· διὰ τὸ ὡς προείρηται. Ὅταν ἑκάστης ὑποστάσεως δυναμένης δημιουργῆσαι, καὶ πάντα ποιῆσαι, εὐδόκησεν ὁ Θεὸς καὶ Πατὴρ, διὰ μὲν τοῦ Υἱοῦ καὶ Θεοῦ ὑποστῆναι πάντα, διὰ δὲ τοῦ ἁγίου Πνεύματος ἁγιασθῆναι· διὰ τὸ ἓν θέλημα τῆς Τριάδος, καὶ τὸ δείκνυσθαι ἐξ αὐτῆς χορηγεῖσθαι πάντα τὰ καλὰ, καὶ διὰ τὸ ἡμᾶς κοινὴν αὐτῇ καὶ ἴσην ἀναπέμπειν εὐχαριστίαν καὶ δοξολογίαν. Ὅταν τοῖς αὐτοῖς ὀνόμασι κέχρηνται ἐπὶ τῆς μακαρίας Τριάδος· οἷον Θεὸς, Κύριος, ἅγιος, δίκαιος, ἀγαθὸς, καὶ ὅσα τοιαῦτα· πλὴν ὅτι ὁ Πατήρ, μόνος καὶ ἀεὶ Πατήρ· καὶ ὁ ἀληθινὸς Υἱὸς καὶ Θεὸς, καὶ τὸ ἅγιον Πνεῦμα, ἀνάρχως ἓν καὶ τὸ αὐτὸ Πνεῦμα τοῦ Θεοῦ· διὰ τὴν τῆς φύσεως, καὶ βασιλείας, καὶ πάντων κοινωνίαν· τοῦτο δὲ ἐπὶ αὐτῆς μόνης. Ὅταν ἐν ἀποῤῥήτῳ διαλέγωνται, διὰ τὸ ἀεὶ τὸ μυστήριον τῆς πίστεως φυλάττεσθαι, μόνοις ἀποκαλυπτόμενον πιστοῖς. Ὅταν λέγωσιν, τὸν μὲν Θεὸν Πατέρα γεννή-
Kai touto peri tou autou. Tous toinyn orthodoxous chrē eidenai men, hōs kai peri mikrou ergou tou Theou (ei tolmēsanta mikron ergon esti phanai Theou) tois dialabein ethelousi, chreia logōn, kai ergōn pro tōn logōn, kai pisteōs pro seōs akrotatēs; hina dia tauta gnōnai axiōthentes, hōs kai to mikron ouch halōsimon tę̄ dianoią, all᾿ apeirōs kai auto tōn anthrōpinōn hyperpherei (ei gar tou Theou ergon, kan mikron dokę̄, mega hōs Theou; Mikrois de ta megala pōs eloi tis an ponoisin? Amathes, phasin, kai to boulesthai tade), pollǭ de mallon hē peri autou tou aphrastou Theou dialēpsis hyperbainousa kai archangelōn aisthēsin; skein auta monǭ tǭ Theǭ aphientes, syn tǭ Apostolǭ de eipōsin; Hepisteusa, dio kai elalēsa; tas de theologias tōn Graphōn noein outōsi; Hotiper, hotan apo henos prosōpou legousin, dia tēn mian physin kai thelēsin; hotan apo amphoin, dia to kai palin; Egō eimi, kai ouk estin allos Theos, plēn emou; dia tēn mian theotēta kai symphōnian, hōs proeirētai. Hotan doxę̄ mē mnēmoneuesthai to hagion Pneuma, dia to symperiechesthai auto tǭ Theǭ, hou Pneuma tynchanei on; hotan tēn mystagōgian paradous ho Despotēs legę̄; Baptizontes autous eis to onoma tou Patros, kai tou Huiou, kai tou hagiou Pneumatos; dia to isotimon, kai isosthenes, kai homoousion, kai tēn eukrinian tōn hypostaseōn. Hotan to nyn peri tou Theou kai Patros lechthen, heterōthi peri tou Monogenous, ē tou hagiou Pneumatos apomemnētai; dia tas prolechtheisas aitias. Hotan ta auta; erga, tēn autēn energeian amphoteras poiein tas hypostaseis diaphorōs didaskōsin; dia to hōs proeirētai. Hotan hekastēs hypostaseōs dynamenēs dēmiourgēsai, kai panta poiēsai, eudokēsen ho Theos kai Patēr, dia men tou Huiou kai Theou hypostēnai panta, dia de tou hagiou Pneumatos hagiasthēnai; dia to hen thelēma tēs Triados, kai to deiknysthai ex autēs chorēgeisthai panta ta kala, kai dia to hēmas koinēn autę̄ kai isēn anapempein eucharistian kai doxologian. Hotan tois autois onomasi kechrēntai epi tēs makarias Triados; hoion Theos, Kyrios, hagios, dikaios, agathos, kai hosa toiauta; plēn hoti ho Patēr, monos kai aei Patēr; kai ho alēthinos Huios kai Theos, kai to hagion Pneuma, anarchōs hen kai to auto Pneuma tou Theou; dia tēn tēs physeōs, kai basileias, kai pantōn koinōnian; touto de epi autēs monēs. Hotan en aporrhētǭ dialegōntai, dia to aei to mystērion tēs pisteōs phylattesthai, monois apokalyptomenon pistois. Hotan legōsin, ton men Theon Patera gennē-
And this too on the same subject. The orthodox, then, must know that even concerning a small work of God (if one may dare to call any work of God small), those who wish to treat of it have need of words, and of works before words, and of faith before … the highest; so that, being counted worthy through these to know that even the small is not to be grasped by thought, but itself infinitely surpasses human things (for if it is a work of God, even if it seems small, it is great, as God's; "and how could one grasp great things by small labors? It is folly even to wish it," as they say), they may know that much more does the understanding of the ineffable God himself surpass even the perception of archangels; and leaving the search into these things to God alone, they may say with the apostle, "I believed, and so I spoke"; and may understand the theological statements of the Scriptures thus. When they speak from one person, it is because of the one nature and will; when from both, because … and again: "I am, and there is no other God besides me", because of the one Godhead and concord, as was said before. When the Holy Spirit seems not to be mentioned, it is because he is included with God, whose Spirit he is. When the Master, handing down the mystagogy, says, "Baptizing them in the name of the Father and of the Son and of the Holy Spirit", it is because of their equal honor, equal strength and consubstantiality, and the distinctness of the hypostases. When what is said now of God the Father is recorded elsewhere of the Only-begotten or of the Holy Spirit, it is for the reasons given before. When they teach in various ways that both hypostases do the same works and the same activity, it is for the reason given before. When, though each hypostasis was able to create and to make all things, God the Father was pleased that all things should come into being through the Son and God and be sanctified through the Holy Spirit, it is because of the one will of the Trinity, and to show that all good things are supplied from it, and so that we may offer up to it common and equal thanksgiving and praise. When they use the same names for the blessed Trinity, such as God, Lord, holy, righteous, good, and the like (except that the Father alone is, and is always, Father; and the true Son is Son and God; and the Holy Spirit is, without beginning, the one and the same Spirit of God), it is because of their communion in nature and kingdom and all things; and this belongs to the Trinity alone. When they speak in veiled terms, it is because the mystery of the faith is always guarded, being revealed to the faithful alone. When they say that God the Father begot …
Textual problem in this passage: see the notes.
2 Cor 4:13 (quotation, high confidence) · Ps 116:10 (115:1 LXX) (allusion, medium confidence) · Isa 45:21 (quotation, high confidence) · Deut 32:39 (allusion, medium confidence) · Matt 28:19 (quotation, high confidence)
Notes and citation
Summary: Didymus closes Book 1 with rules for reading Scripture's statements about God: one person named, two, or three, the same names and works ascribed to each, all point to one nature, will and kingdom in three distinct hypostases.
- The Migne chapter heading is translated at the start; its numeral was misread in the scan and the chapter number 36 is inferred. A line is lost in the scan in the middle (gap marked '…'), and the text breaks off at the end of Book 1 in mid-sentence. The verse 'How could one grasp great things by small labors? It is folly even to wish it' is quoted from a poet, probably Euripides (a lost play); the source is not certain. 'I believed, and so I spoke' is Ps 116:10 (LXX 115:1) as quoted in 2 Cor 4:13. 'I am, and there is no other God besides me' combines Isa 45:21 and Deut 32:39.
Notes on the original text
- Digital text corrected (OCR slip; word split in the OCR): τὸ γῦν περὶ → τὸ νῦν περὶ; δοξολο γίαν → δοξολογίαν.
Extrabiblical texts: Euripides, fragment (Euripides (plays and fragments); quotation)
Topics: Trinity, Scripture and canon, Baptism
Cite (SBL): Didymus, Trin. 1.36 (PG 39:437; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/didymus-trinitate/1-36). (abbreviation not yet checked)
Permanent link: https://sophiascriptura.com/p/didymus-trinitate/1-36
BibTeX · RIS · CSL-JSON (whole work; this passage's key: sophiascriptura-didymus-trinitate-1-36) · Report an error
Translation: Translated by Claude (Opus) from the Greek as printed in Migne PG 39 (Bavarian State Library OCR); no public-domain English exists, so every sentence was re-read against the Greek (Books 1 and 3 in a separate review pass).